macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
καὶ τὸ πνεῦμά^ μου ἐστερέωσε τὸν οὐρα^νόν. | καὶ τὸ πνεῦμά μου ἐστερέωσε τὸν οὐρανόν. |
ἐγὼ πᾶσι^ τοῖς ἄστροις ἐνετειλά^μην· | ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην· |
ἐγὼ ἤγειρα^ μετὰ δι^καιοσύ^νης βα^σι^λέα^ καὶ πᾶσαι αἱ ὁδοί μου εὐθεῖαι.. | ἐγὼ ἤγειρα μετὰ δικαιοσύνης βασιλέα καὶ πᾶσαι αἱ ὁδοί μου εὐθεῖαι.. |
εἰπὼν ἑαυτὸν δημιουργὸν καὶ ποιητὴν οὐρα^νοῦ καὶ γῆς, λέγει λοιπὸν ταῦτα^· | εἰπὼν ἑαυτὸν δημιουργὸν καὶ ποιητὴν οὐρανοῦ καὶ γῆς, λέγει λοιπὸν ταῦτα· |
οὐκ ἀπ' ἀρχῆς ἐν κρυ^φῇ ἐλά^λησα^ ὑ_μῖν ταῦτα^, οὐ δὲ ἐν τόπῳ σκοτεινῷ, εἰπὼν ὅτι^ ἐθεμελίωσα^ τὴν γῆν καὶ ἐποίησα^ τὸν οὐρα^νόν· | οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ ἐλάλησα ὑμῖν ταῦτα, οὐ δὲ ἐν τόπῳ σκοτεινῷ, εἰπὼν ὅτι ἐθεμελίωσα τὴν γῆν καὶ ἐποίησα τὸν οὐρανόν· |
ὅτε ἐγένοντο, ἐκεῖ ἤμην. | ὅτε ἐγένοντο, ἐκεῖ ἤμην. |
καὶ νῦν κύ_ρι^ος ἀπέστειλέ με καὶ τὸ πνεῦμα^ αὐτοῦ. | καὶ νῦν κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ. |
σὲ τὸν ποιήσα^ντα^ τὸν οὐρα^νὸν καὶ τὴν γῆν, τὸν εἰπόντα^ τοῖς ἄστροις· | σὲ τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸν εἰπόντα τοῖς ἄστροις· |
κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα^ αὐτοῦ, ἐγέννησε κα^τὰ^ τὴν θεότητα^, ἀπέστειλε κατὰ τὴν σάρκα^. | κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ, ἐγέννησε κατὰ τὴν θεότητα, ἀπέστειλε κατὰ τὴν σάρκα. |
ὁ ποιητὴς οὐρα^νοῦ λέγει· | ὁ ποιητὴς οὐρανοῦ λέγει· |
κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα^ αὐτοῦ. | κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ. |
τὴν ἀποστολὴν ὁ αἱρετι^κὸς τοῦ πνεύμα^τος εἰς ὕβρι^ν λα^μβά^νει. | τὴν ἀποστολὴν ὁ αἱρετικὸς τοῦ πνεύματος εἰς ὕβριν λαμβάνει. |
ἀπέστειλεν ὁ πα^τήρ, οὐ μεταστά_ς, οὐ μεταστήσα_ς· | ἀπέστειλεν ὁ πατήρ, οὐ μεταστάς, οὐ μεταστήσας· |
ἀπέστειλεν ὁ υἱὸς τὸ πνεῦμα^, οὐ δι^αιρῶν, οὐ δι^αιρεθείς. | ἀπέστειλεν ὁ υἱὸς τὸ πνεῦμα, οὐ διαιρῶν, οὐ διαιρεθείς. |
ὁ θεὸς φησι^ν ἐξέχεε τὸ πνεῦμα^ αὐτοῦ ἤγουν τὴν δωρεὰν τοῦ ἁ^γί^ου πνεύμα^τος. | ὁ θεὸς φησιν ἐξέχεε τὸ πνεῦμα αὐτοῦ ἤγουν τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος. |
θεότης οὐκ ἐκχεῖται, ἀλλ' ἡ δωρεά. | θεότης οὐκ ἐκχεῖται, ἀλλ' ἡ δωρεά. |
διὰ τοῦτο, ἵνα δειχθῇ ὅτι^ τὸ ἐκχυ_νόμενον οὐ πνεῦμα ἅ^γι^ον, ἀλλὰ^ πνεύμα^τος θείου χά^ρι^ς, λέγει δαυὶδ τῷ χριστῷ· | διὰ τοῦτο, ἵνα δειχθῇ ὅτι τὸ ἐκχυνόμενον οὐ πνεῦμα ἅγιον, ἀλλὰ πνεύματος θείου χάρις, λέγει δαυὶδ τῷ χριστῷ· |
ἐξεχύθη χά^ρι^ς ἐν χείλεσί^ σου. | ἐξεχύθη χάρις ἐν χείλεσί σου. |
χάρις ἐκχεῖται, οὐχ ὁ δωρούμενος τὴν χά^ρι^ν. | χάρις ἐκχεῖται, οὐχ ὁ δωρούμενος τὴν χάριν. |
εἰ οὖν ὁμοτι_μία κηρύττεται, καὶ τὸ ἀφ' ἑαυτοῦ σεσαφήνισται, καὶ τὸ ἀπὸ τοῦ ἐμοῦ λήψεται, ὡς ἀπὸ δεξαμενῆς ἡρμήνευται, μὴ ἐχέτωσα^ν χώρα_ν ἢ παρείσδυσι^ν ἀ^σεβεία_ς οἱ αἱρετι^κοί. | εἰ οὖν ὁμοτιμία κηρύττεται, καὶ τὸ ἀφ' ἑαυτοῦ σεσαφήνισται, καὶ τὸ ἀπὸ τοῦ ἐμοῦ λήψεται, ὡς ἀπὸ δεξαμενῆς ἡρμήνευται, μὴ ἐχέτωσαν χώραν ἢ παρείσδυσιν ἀσεβείας οἱ αἱρετικοί. |
τίμησον τὸ πνεῦμα τὸ ἅ^γι^ον ὃ ἔλα^βες. | τίμησον τὸ πνεῦμα τὸ ἅγιον ὃ ἔλαβες. |
εἶπον πολλά^κι^ς ὅτι^ ἀντίδοσι^ν ἔσχες. | εἶπον πολλάκις ὅτι ἀντίδοσιν ἔσχες. |
ἔλαβε χριστὸς πα^ρὰ^ σοῦ τὸ πλάσμα^ τὸ σόν, ἔδωκέ σοι αὐτὸς τὸ πνεῦμα τὸ ἅ^γι^ον τὸ ἑαυτοῦ. | ἔλαβε χριστὸς παρὰ σοῦ τὸ πλάσμα τὸ σόν, ἔδωκέ σοι αὐτὸς τὸ πνεῦμα τὸ ἅγιον τὸ ἑαυτοῦ. |
ἐτίμησε τὸ πλάσμα^ τὸ σόν, ἐν δεξι^ᾷ τοῦ πατρὸς κα^θίσα_ς· | ἐτίμησε τὸ πλάσμα τὸ σόν, ἐν δεξιᾷ τοῦ πατρὸς καθίσας· |
καὶ σὺ τὸ πνεῦμα αὐτοῦ ἐν τάξει δούλου ἔστησα^ς. | καὶ σὺ τὸ πνεῦμα αὐτοῦ ἐν τάξει δούλου ἔστησας. |
ταῦτα ὁ σωτήριος νόμος ὑ^παγορεύει· | ταῦτα ὁ σωτήριος νόμος ὑπαγορεύει· |
προφῆται φθέγγονται· | προφῆται φθέγγονται· |
ἀ^πόστολοι θεσπίζουσι^· | ἀπόστολοι θεσπίζουσι· |
μά^ρτυ^ρες ὁμολογοῦσι^ν· | μάρτυρες ὁμολογοῦσιν· |
εὐσεβεῖς πιστεύουσι^ν· | εὐσεβεῖς πιστεύουσιν· |
ἡ ἐκκλησί^α_ συ^ντί^θεται· | ἡ ἐκκλησία συντίθεται· |
ἡ ἀγνωμοσύ^νη μά^χεται· | ἡ ἀγνωμοσύνη μάχεται· |
ὁ πιστὸς πεπληροφόρηται· | ὁ πιστὸς πεπληροφόρηται· |
ὁ χριστὸς δοξάζεται. | ὁ χριστὸς δοξάζεται. |
αὐτῷ γά^ρ ἐστι^ν ἡ δόξα_ καὶ ἡ τι_μὴ καὶ ἡ προσκύ^νησι^ς, ἅ^μα^ τῷ πατρὶ^ καὶ τῷ παναγί^ῳ καὶ ζωοποιῷ πνεύμα^τι^, νῦν καὶ ἀ^εὶ καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | αὐτῷ γάρ ἐστιν ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, ἅμα τῷ πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
ἀρχὴ σωτηρί^α_ς ἀνθρώπων ὁ τοῦ θεοῦ φόβος, καὶ ῥί^ζα_ πάντων τῶν ἐν ἡμῖν ἀ^γα^θῶν ὁ τοῦ θεοῦ νόμος. | ἀρχὴ σωτηρίας ἀνθρώπων ὁ τοῦ θεοῦ φόβος, καὶ ῥίζα πάντων τῶν ἐν ἡμῖν ἀγαθῶν ὁ τοῦ θεοῦ νόμος. |
οὔτε δὲ θεοῦ νόμος ἄ^νευ φόβου οὔ τε φόβος ἄ^νευ νόμου. | οὔτε δὲ θεοῦ νόμος ἄνευ φόβου οὔ τε φόβος ἄνευ νόμου. |
ὁ γὰ^ρ νόμος τῶν ἐπιταγμά^των ὑπηρέτην ἔχει τὸν φόβον· | ὁ γὰρ νόμος τῶν ἐπιταγμάτων ὑπηρέτην ἔχει τὸν φόβον· |
ὁ δὲ φόβος τῶν προστεταγμένων δικαστὴν ἔχει τὸν νόμον. | ὁ δὲ φόβος τῶν προστεταγμένων δικαστὴν ἔχει τὸν νόμον. |
ὁ μὲν οὖν φόβῳ τῷ νόμῳ προσερχόμενος καὶ τῷ τὸν νόμον δόντι^ θεῷ ἁ^γί^οις ἐμπολιτεύεται καὶ ὁσί^οις ἀναγρά^φεται· | ὁ μὲν οὖν φόβῳ τῷ νόμῳ προσερχόμενος καὶ τῷ τὸν νόμον δόντι θεῷ ἁγίοις ἐμπολιτεύεται καὶ ὁσίοις ἀναγράφεται· |
ὁ δὲ κατατολμῶν τοῦ θείου φόβου καὶ μετὰ^ ἀλαζονεία_ς προσέρχεται τῷ θείῳ νόμῳ οὔ τε τῆς χά^ρι^τος ἀ^ξι^οῦται, ἀλλὰ^ καὶ τῆς εὐσεβεία_ς ἐκβάλλεται. | ὁ δὲ κατατολμῶν τοῦ θείου φόβου καὶ μετὰ ἀλαζονείας προσέρχεται τῷ θείῳ νόμῳ οὔ τε τῆς χάριτος ἀξιοῦται, ἀλλὰ καὶ τῆς εὐσεβείας ἐκβάλλεται. |
δι^ὰ^ τοῦτο οἱ μὲν φόβῳ καὶ πόθῳ προσι^όντες τῷ θείῳ νόμῳ, μετὰ^ πά_σης εὐθύτητος δι^δά^σκονται καὶ φωτίζονται, καὶ παρ' αὐτῆς τῆς ἀ^ληθεία_ς αὐτὴν παιδεύονται τὴν εὐσέβεια^ν· | διὰ τοῦτο οἱ μὲν φόβῳ καὶ πόθῳ προσιόντες τῷ θείῳ νόμῳ, μετὰ πάσης εὐθύτητος διδάσκονται καὶ φωτίζονται, καὶ παρ' αὐτῆς τῆς ἀληθείας αὐτὴν παιδεύονται τὴν εὐσέβειαν· |
ὑποπίπτουσι^ γὰ^ρ αὐτῇ τῇ πηγῇ τῆς ἀ^ληθεία_ς, λέγοντες· | ὑποπίπτουσι γὰρ αὐτῇ τῇ πηγῇ τῆς ἀληθείας, λέγοντες· |
εὐλογητὸς εἶ, κύ_ρι^ε· | εὐλογητὸς εἶ, κύριε· |
δί^δα^ξόν με τὰ^ δι^καιώμα^τά^ σου. | δίδαξόν με τὰ δικαιώματά σου. |
ἀλλ' οἱ μὲν ἅ^γι^οι οὕτως εὐλαβεῖς, οὕτω φι^λόθεοι, οὕτω παρ' αὐτῆς αὐτὴν μα^νθά^νουσι^ τὴν ἀ^λήθεια^ν. | ἀλλ' οἱ μὲν ἅγιοι οὕτως εὐλαβεῖς, οὕτω φιλόθεοι, οὕτω παρ' αὐτῆς αὐτὴν μανθάνουσι τὴν ἀλήθειαν. |
οἱ δὲ τῆς ἀ^ληθεία_ς ἐχθροί, μᾶλλον δὲ τῆς ἑαυτῶν ζωῆς πολέμι^οι, ἀλαζονείαν καὶ τῦφον τῆς ἁπλότητος προτιμήσαντες, τυ^ραννι^κῷ σχήμα^τι^ προσέρχονται τῷ τῆς εὐσεβεία_ς διδασκά^λῳ. | οἱ δὲ τῆς ἀληθείας ἐχθροί, μᾶλλον δὲ τῆς ἑαυτῶν ζωῆς πολέμιοι, ἀλαζονείαν καὶ τῦφον τῆς ἁπλότητος προτιμήσαντες, τυραννικῷ σχήματι προσέρχονται τῷ τῆς εὐσεβείας διδασκάλῳ. |
ὃ δὴ πεποιήκα_σι^ καὶ ἰουδαίων παῖδες, ὡς ἀ^ρτί^ως ἐκ τῶν εὐαγγελι^κῶν λόγων ἀ^κηκόα^τε. | ὃ δὴ πεποιήκασι καὶ ἰουδαίων παῖδες, ὡς ἀρτίως ἐκ τῶν εὐαγγελικῶν λόγων ἀκηκόατε. |
τῷ γὰ^ρ κυ_ρί^ῳ ἡμῶν ἰησοῦ, τῷ βα^σι^λεῖ τῶν ἁ^γί^ων, ἐνδιατρίβοντι^ ἐν τῷ να_ῷ, προσέρχονται ἐν αὐτῷ τῷ να_ῷ, οὐ μετὰ^ τοῦ πρέποντος φόβου, οὐχ ὡς οἰκέται δεσπότῃ, οὐχ ὡς ἄνθρωποι θεῷ, ἀλλ' οὐ δὲ ὡς μα^θηταὶ διδασκά^λῳ. | τῷ γὰρ κυρίῳ ἡμῶν ἰησοῦ, τῷ βασιλεῖ τῶν ἁγίων, ἐνδιατρίβοντι ἐν τῷ ναῷ, προσέρχονται ἐν αὐτῷ τῷ ναῷ, οὐ μετὰ τοῦ πρέποντος φόβου, οὐχ ὡς οἰκέται δεσπότῃ, οὐχ ὡς ἄνθρωποι θεῷ, ἀλλ' οὐ δὲ ὡς μαθηταὶ διδασκάλῳ. |
ἐχθροὶ τῆς ἀ^ληθεία_ς καὶ θηραταὶ κα^κί^α_ς, τὴν ἑαυτῶν ἐνδεικνύμενοι πονηρίαν, λογισμοῖς ἀ^νθρωπί^νοις ἐπειρῶντο περιγρά^φειν τὴν σοφί^α_ν τὴν ὑπερκόσμιον. | ἐχθροὶ τῆς ἀληθείας καὶ θηραταὶ κακίας, τὴν ἑαυτῶν ἐνδεικνύμενοι πονηρίαν, λογισμοῖς ἀνθρωπίνοις ἐπειρῶντο περιγράφειν τὴν σοφίαν τὴν ὑπερκόσμιον. |
προσῆλθον γά^ρ φησι^ν ἐν τῷ ἱερῷ τῷ ἰησοῦ οἱ ἱ^ερεῖς καὶ οἱ πρεσβύ^τεροι τοῦ λα_οῦ λέγοντες· | προσῆλθον γάρ φησιν ἐν τῷ ἱερῷ τῷ ἰησοῦ οἱ ἱερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· |
ἐν ποίᾳ ἐξουσί^ᾳ ταῦτα^ ποιεῖς; | ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; |
καὶ τί^ς σοι ἔδωκε τὴν ἐξουσί^α_ν ταύτην; | καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; |
ὢ τῆς ἀφόβου κα^ρδί^α_ς. | ὢ τῆς ἀφόβου καρδίας. |
ὅσα^ τολμᾷ, ὅσα^ φθέγγεται, ὅσα^ πρὸς ἀλαζονείαν αἴρεται. | ὅσα τολμᾷ, ὅσα φθέγγεται, ὅσα πρὸς ἀλαζονείαν αἴρεται. |
ὢ τῆς τῶν πονηρῶν ἀνοία_ς. | ὢ τῆς τῶν πονηρῶν ἀνοίας. |
ὢ τῆς τοῦ σωτῆρος ἀνεξικακία_ς. | ὢ τῆς τοῦ σωτῆρος ἀνεξικακίας. |
φθέγγεται ταῦτα^ πηλός, καὶ ἀ^νέχεται ὁ πλάστης· | φθέγγεται ταῦτα πηλός, καὶ ἀνέχεται ὁ πλάστης· |
ἐπαίρεται κα^τὰ^ τοῦ δημιουργοῦ τὸ πλάσμα^ καὶ ἀνεξικακεῖ ὁ εὐεργέτης ὁ ἀ^νεύθυ_νος. | ἐπαίρεται κατὰ τοῦ δημιουργοῦ τὸ πλάσμα καὶ ἀνεξικακεῖ ὁ εὐεργέτης ὁ ἀνεύθυνος. |
ἀ^παιτοῦσι^ λόγον πα^ρὰ^ τοῦ θεοῦ λόγου καὶ τὴν ἐξουσί^α_ν πολυπραγμονοῦσι^, τὴν κορυφὴν τῆς αὐθεντία_ς. | ἀπαιτοῦσι λόγον παρὰ τοῦ θεοῦ λόγου καὶ τὴν ἐξουσίαν πολυπραγμονοῦσι, τὴν κορυφὴν τῆς αὐθεντίας. |
εἴπωμεν εὐκαίρως καὶ ἡμεῖς τὰ^ τοῦ σοφοῦ· | εἴπωμεν εὐκαίρως καὶ ἡμεῖς τὰ τοῦ σοφοῦ· |
ὢ ἄνθρωπε, τί^ ἀλαζονεύει γῆ καὶ σποδὸς. | ὢ ἄνθρωπε, τί ἀλαζονεύει γῆ καὶ σποδὸς. |
θεὸν ἐρωτᾷς καὶ λόγον ἀ^παιτεῖς παρ' αὐτοῦ τῶν ἰ^δί^ων ἔργων καὶ τολμᾷς λέγειν πρὸς τὴν ὑπερκόσμιον ἐξουσί^α_ν· | θεὸν ἐρωτᾷς καὶ λόγον ἀπαιτεῖς παρ' αὐτοῦ τῶν ἰδίων ἔργων καὶ τολμᾷς λέγειν πρὸς τὴν ὑπερκόσμιον ἐξουσίαν· |
ἐν ποίᾳ ἐξουσί^ᾳ ταῦτα^ ποιεῖς; | ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; |
δι^ὰ^ τί^ δὲ ὅλως αὐτὸν ἐρωτᾷς καὶ οὐκ αὐτὴν τὴν πρα_γμά^των δύ^να^μι^ν ἐρευνᾷς; | διὰ τί δὲ ὅλως αὐτὸν ἐρωτᾷς καὶ οὐκ αὐτὴν τὴν πραγμάτων δύναμιν ἐρευνᾷς; |
ἐξέτασον αὐτὸς ἀ^κρι_βῶς ἐν τῷ κρυπτῷ τῆς ψυ_χῆς βουλευτηρίῳ, τὴν τῶν πρα_γμά^των φύ^σι^ν ἐπισκεψά^μενος, εἰ ἀ^νθρωπί^νης ἐστὶ^ν ἐννοία_ς τὰ^ γι_νόμενα^ ἢ θεία_ς αὐθεντία_ς τὰ^ τῷ κυ_ρί^ῳ κα^τορθούμενα^. | ἐξέτασον αὐτὸς ἀκριβῶς ἐν τῷ κρυπτῷ τῆς ψυχῆς βουλευτηρίῳ, τὴν τῶν πραγμάτων φύσιν ἐπισκεψάμενος, εἰ ἀνθρωπίνης ἐστὶν ἐννοίας τὰ γινόμενα ἢ θείας αὐθεντίας τὰ τῷ κυρίῳ κατορθούμενα. |
ἐρώτησον καὶ φύ^σεως νόμους καὶ ἐξουσί^α_ς ὅρους καὶ λογισμῶν ἀκολουθίαν, ποία_ ἐξουσί^α_ δύ^να^ται νεκροὺς ἐγεῖραι, ἀνθρώπων ἢ θεοῦ; | ἐρώτησον καὶ φύσεως νόμους καὶ ἐξουσίας ὅρους καὶ λογισμῶν ἀκολουθίαν, ποία ἐξουσία δύναται νεκροὺς ἐγεῖραι, ἀνθρώπων ἢ θεοῦ; |
τί^ς δύ^να^ται λεπροὺς κα^θαίρειν καὶ νόσους ἀ^πελαύνειν καὶ πᾶσα^ν ψυ_χῶν καὶ σωμά^των ἀρρωστίαν λόγῳ μόνῳ δι^ώκειν; | τίς δύναται λεπροὺς καθαίρειν καὶ νόσους ἀπελαύνειν καὶ πᾶσαν ψυχῶν καὶ σωμάτων ἀρρωστίαν λόγῳ μόνῳ διώκειν; |
εἶτα, τί^ς δύ^να^ται ἀ^πὸ πηλοῦ ὀφθαλμοὺς διαπλάσαι, θεὸς ἢ ἄνθρωπος; | εἶτα, τίς δύναται ἀπὸ πηλοῦ ὀφθαλμοὺς διαπλάσαι, θεὸς ἢ ἄνθρωπος; |
διατί μὴ τὴν φύ^σι^ν αὐτὴν τῶν πρα_γμά^των ἐρωτᾷς, ἀλλὰ^ μετὰ^ θρασύτητος τὸν ἐργάτην πολυπραγμονεῖς λέγων· | διατί μὴ τὴν φύσιν αὐτὴν τῶν πραγμάτων ἐρωτᾷς, ἀλλὰ μετὰ θρασύτητος τὸν ἐργάτην πολυπραγμονεῖς λέγων· |
ἐν ποίᾳ ἐξουσί^ᾳ ταῦτα^ ποιεῖς; | ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; |
ἐπαναλαμβάνω γὰ^ρ τὰ^ ῥήμα^τα^ πά^λι^ν τῶν τὰ^ πά^ντα^ ῥᾳδί^ως τολμώντων, τῶν ἀ^παιτούντων λόγον τὸν τοῦ θεοῦ λόγον, καὶ περιγρά^φειν λογισμοῖς ἐπι χειρούντων τὸν δρασσόμενον τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. | ἐπαναλαμβάνω γὰρ τὰ ῥήματα πάλιν τῶν τὰ πάντα ῥᾳδίως τολμώντων, τῶν ἀπαιτούντων λόγον τὸν τοῦ θεοῦ λόγον, καὶ περιγράφειν λογισμοῖς ἐπι χειρούντων τὸν δρασσόμενον τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. |
ὢ τῆς ἀνοία_ς. | ὢ τῆς ἀνοίας. |
θεῷ λόγῳ προσά^γουσι^ πεῖρα^ν λόγων, ᾧ πᾶσα^ τέχνη λόγων εὐά^λωτος καὶ πᾶσα^ λογισμῶν μεμελετημένη πλοκή. | θεῷ λόγῳ προσάγουσι πεῖραν λόγων, ᾧ πᾶσα τέχνη λόγων εὐάλωτος καὶ πᾶσα λογισμῶν μεμελετημένη πλοκή. |
τί^ γὰ^ρ ἀ^νθρώπι^νος ἰσχύ_ει λόγος πρὸς θεὸν λόγον; | τί γὰρ ἀνθρώπινος ἰσχύει λόγος πρὸς θεὸν λόγον; |
τί^ δὲ σεσοφισμένη κα^κί^α_ πρὸς ὑπερκόσμιον σοφί^α_ν; | τί δὲ σεσοφισμένη κακία πρὸς ὑπερκόσμιον σοφίαν; |
ἐν ποίᾳ ἐξουσί^ᾳ ταῦτα^ ποιεῖς; | ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; |
ἐρώτησον τὸν πα^ρα^λυ^τι^κόν, δι^ὰ^ ποία_ς ἐξουσί^α_ς εἰς ῥῶσι^ν ἀνακλίνεται· | ἐρώτησον τὸν παραλυτικόν, διὰ ποίας ἐξουσίας εἰς ῥῶσιν ἀνακλίνεται· |
ἐρώτησον θαύμα^τα^ καὶ μὴ πολυπραγμόνει τοῦ θαυματοποιοῦ τὴν ἐξουσί^α_ν. | ἐρώτησον θαύματα καὶ μὴ πολυπραγμόνει τοῦ θαυματοποιοῦ τὴν ἐξουσίαν. |
οὐκ ἀ^ποκρί_νεται ὑ_μῖν ἡ θεία_ χά^ρι^ς, ἀ^ναξί^ους ἀποκρίσεως κρί_νουσα^ τοὺς κα^κῶς ἐρωτῶντα^ς. | οὐκ ἀποκρίνεται ὑμῖν ἡ θεία χάρις, ἀναξίους ἀποκρίσεως κρίνουσα τοὺς κακῶς ἐρωτῶντας. |
τοιοῦτος γὰ^ρ ὁ τοῦ θεοῦ λόγος. | τοιοῦτος γὰρ ὁ τοῦ θεοῦ λόγος. |
ὅτα^ν ἴ^δῃ ψυ_χὴν σκολι^ὰ_ν καὶ διεστραμμένην, ἀποσείεται αὐτὴν ὡς ἀ^ναξίαν τῆς χά^ρι^τος, καὶ πολλὰ^ πολλά^κι^ς σπουδάζων μα^νθά^νειν, ἀ^λήθεια^ν οὐ τυγχά^νει πα^ρὰ^ τῆς ἀ^ληθεία_ς. | ὅταν ἴδῃ ψυχὴν σκολιὰν καὶ διεστραμμένην, ἀποσείεται αὐτὴν ὡς ἀναξίαν τῆς χάριτος, καὶ πολλὰ πολλάκις σπουδάζων μανθάνειν, ἀλήθειαν οὐ τυγχάνει παρὰ τῆς ἀληθείας. |
ἐρωτῶσιν ἰουδαῖοι πολλά^κι^ς καὶ οὐ δὲ ἅ^παξ μα^νθά^νουσι^ν, εἰς τοσοῦτον αὐτῶν τὰ_ς ψυ_χὰ_ς ἐβασάνιζεν εἰς ὀδύνην ἡ τοῦ σωτῆρος σι^ωπή, ὡς εἰπεῖν τότε τὸ πονηρὸν ἐκεῖνο συ^νέδριον· | ἐρωτῶσιν ἰουδαῖοι πολλάκις καὶ οὐ δὲ ἅπαξ μανθάνουσιν, εἰς τοσοῦτον αὐτῶν τὰς ψυχὰς ἐβασάνιζεν εἰς ὀδύνην ἡ τοῦ σωτῆρος σιωπή, ὡς εἰπεῖν τότε τὸ πονηρὸν ἐκεῖνο συνέδριον· |
ἕως πότε τὴν ψυ_χὴν ἡμῶν αἴρεις; | ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; |
εἰ σὺ^ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν πα^ρρησί^ᾳ. | εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. |
ἀλλ' οὐ δὲ μετὰ^ ταύτην αὐτοῖς τὴν φωνὴν ἀ^ποκρί_νεται· | ἀλλ' οὐ δὲ μετὰ ταύτην αὐτοῖς τὴν φωνὴν ἀποκρίνεται· |
ἀ^νάξιοι γὰ^ρ ἦσα^ν ἀποκρίσεως οἱ κα^κῶς ἐρωτῶντες. | ἀνάξιοι γὰρ ἦσαν ἀποκρίσεως οἱ κακῶς ἐρωτῶντες. |
τί^ οὖν πρὸς αὐτοὺς ὁ σωτήρ; | τί οὖν πρὸς αὐτοὺς ὁ σωτήρ; |
εἶπον ὑ_μῖν καὶ οὐκ ἠκούσα^τε· | εἶπον ὑμῖν καὶ οὐκ ἠκούσατε· |
τί^ πά^λι^ν θέλετε ἀ^κούειν; | τί πάλιν θέλετε ἀκούειν; |
τὰ^ ἔργα^, ἃ^ ἐγὼ ποιῶ, ταῦτα^ μα^ρτυ^ρεῖ περὶ^ ἐμοῦ. | τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ. |
ὁρᾷς ὅτι^ βούλεται τὰ^ ἔργα^ ἐρωτᾶσθαι καὶ μὴ τὴν ἐξουσί^α_ν πολυπραγμονεῖσθαι; | ὁρᾷς ὅτι βούλεται τὰ ἔργα ἐρωτᾶσθαι καὶ μὴ τὴν ἐξουσίαν πολυπραγμονεῖσθαι; |
ἐρωτῶσιν οἱ ἰουδαῖοι· | ἐρωτῶσιν οἱ ἰουδαῖοι· |
εἰ σὺ^ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν πα^ρρησί^ᾳ· | εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ· |
ἕως πότε τὴν ψυ_χὴν ἡμῶν αἴρεις; | ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; |
καὶ οὐ δί^δωσι^ τῇ ἀ^μφι^βολί^ᾳ λύσιν. | καὶ οὐ δίδωσι τῇ ἀμφιβολίᾳ λύσιν. |
ἠρώτων γὰ^ρ οὐχ ἵ^να_ μά^θωσι^ν, ἀλλ' ἵ^να_ κατηγορήσωσι^ν. | ἠρώτων γὰρ οὐχ ἵνα μάθωσιν, ἀλλ' ἵνα κατηγορήσωσιν. |
ὁ δὲ ἀρχιερεὺς καϊάφας, ὁ τῆς συ^ναγωγῆς ἐκείνης ἄ^ξι^ος, εἰς τοσοῦτον ἦλθε μανία_ς, ὡς εἰπεῖν· | ὁ δὲ ἀρχιερεὺς καϊάφας, ὁ τῆς συναγωγῆς ἐκείνης ἄξιος, εἰς τοσοῦτον ἦλθε μανίας, ὡς εἰπεῖν· |
ὁρκίζω σε κα^τὰ^ τοῦ θεοῦ τοῦ ζῶντος, εἰπὲ ἡμῖν, εἰ σὺ^ εἶ ὁ υἱὸς τοῦ εὐλογητοῦ. | ὁρκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος, εἰπὲ ἡμῖν, εἰ σὺ εἶ ὁ υἱὸς τοῦ εὐλογητοῦ. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.