macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ὁ δὲ σωτὴρ δι^δά^σκων ἡμᾶς τοὺς λόγους μετ' εὐλαβεία_ς δέχεσθαι, πρὸς μὲν τὸν ὅρκον ἀ^ποκρί_νεται, πρὸς δὲ τὸ ἀμφι^βα^λλόμενον λύσιν οὐκ ἔδωκεν. | ὁ δὲ σωτὴρ διδάσκων ἡμᾶς τοὺς λόγους μετ' εὐλαβείας δέχεσθαι, πρὸς μὲν τὸν ὅρκον ἀποκρίνεται, πρὸς δὲ τὸ ἀμφιβαλλόμενον λύσιν οὐκ ἔδωκεν. |
εἰπέ φησι^ν ἡμῖν, εἰ σὺ^ εἶ ὁ υἱὸς τοῦ εὐλογητοῦ. | εἰπέ φησιν ἡμῖν, εἰ σὺ εἶ ὁ υἱὸς τοῦ εὐλογητοῦ. |
λέγει πρὸς αὐτὸν ὁ κύ_ρι^ος· | λέγει πρὸς αὐτὸν ὁ κύριος· |
σὺ^ εἴπα_ς. | σὺ εἴπας. |
καὶ τὸν ὅρκον ἐτί_μησεν ὁμολογήσα_ς καὶ τὴν κα^κί^α_ν οὐκ ἐπληροφόρησε, βδελυξάμενος τὴν πανουργίαν. | καὶ τὸν ὅρκον ἐτίμησεν ὁμολογήσας καὶ τὴν κακίαν οὐκ ἐπληροφόρησε, βδελυξάμενος τὴν πανουργίαν. |
ἐζήτησαν οἱ ἰουδαῖοι κα^κῶς καὶ ἀποκρίσεως οὐκ ἔτυ^χον. | ἐζήτησαν οἱ ἰουδαῖοι κακῶς καὶ ἀποκρίσεως οὐκ ἔτυχον. |
καὶ μά^λα_ γε εἰκότως· | καὶ μάλα γε εἰκότως· |
σκολιοὶ γὰ^ρ λογισμοὶ χωρί^ζουσι^ν ἀ^πὸ θεοῦ. | σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ. |
οὐκ ἐπέτρεπεν αὐτοῦ τὴν σοφί^α_ν τοῖς κα^κῶς τὴν σοφί^α_ν αὐτοῦ πολυπραγμονοῦσι^ν. | οὐκ ἐπέτρεπεν αὐτοῦ τὴν σοφίαν τοῖς κακῶς τὴν σοφίαν αὐτοῦ πολυπραγμονοῦσιν. |
εἰς κα^κότεχνον γὰ^ρ ψυ_χὴν οὐκ εἰσελεύσεται σοφί^α_. | εἰς κακότεχνον γὰρ ψυχὴν οὐκ εἰσελεύσεται σοφία. |
καὶ οἱ μὲν πολλά^κι^ς ζητήσαντες, οὐχ εὗρον τὸ ζητούμενον. | καὶ οἱ μὲν πολλάκις ζητήσαντες, οὐχ εὗρον τὸ ζητούμενον. |
γυνὴ δέ τι^ς ἀδόλως καὶ γνησίᾳ πίστει προσελθοῦσα^, οὐ πειρά^σα_σα^ τὴν ἀ^κα^τά^ληπτον δύ^να^μι^ν, ἀλλὰ^ καὶ ἐν ἁπλότητι^ τῷ κυ_ρί^ῳ προσελθοῦσα^ καὶ ψι_λῇ μὲν τῇ λέξει, γνησίᾳ δὲ τῇ πίστει φήσα_σα^ πρὸς αὐτόν· | γυνὴ δέ τις ἀδόλως καὶ γνησίᾳ πίστει προσελθοῦσα, οὐ πειράσασα τὴν ἀκατάληπτον δύναμιν, ἀλλὰ καὶ ἐν ἁπλότητι τῷ κυρίῳ προσελθοῦσα καὶ ψιλῇ μὲν τῇ λέξει, γνησίᾳ δὲ τῇ πίστει φήσασα πρὸς αὐτόν· |
οἴδα^μεν, ὅτι^ ὅτα^ν ἔλθῃ μεσσίας ὁ λεγόμενος χριστός, αὐτὸς ἡμῖν ἅ^πα^ντα^ ἀ^ναγγελεῖ.. | οἴδαμεν, ὅτι ὅταν ἔλθῃ μεσσίας ὁ λεγόμενος χριστός, αὐτὸς ἡμῖν ἅπαντα ἀναγγελεῖ.. |
εὐθέως ἤκουσε πα^ρὰ^ τοῦ ἀγα^πῶντος ἁπλότητα^· | εὐθέως ἤκουσε παρὰ τοῦ ἀγαπῶντος ἁπλότητα· |
ἐγώ εἰμι^ ὁ λα^λῶν σοι. | ἐγώ εἰμι ὁ λαλῶν σοι. |
οὐδέπω ἠρώτησε καὶ εὐθέως ἔμα^θεν. | οὐδέπω ἠρώτησε καὶ εὐθέως ἔμαθεν. |
οὐδέπω τὸν τῆς πίστεως ἔσπειρε λόγον καὶ εὐθέως τὸν καρπὸν τῆς εὐσεβεία_ς ἐθέρισεν. | οὐδέπω τὸν τῆς πίστεως ἔσπειρε λόγον καὶ εὐθέως τὸν καρπὸν τῆς εὐσεβείας ἐθέρισεν. |
ἅγι^ος γὰ^ρ ὁ θεός, ἁπλοῖς καὶ ἁ^γί^οις ἐπαναπαυόμενος· | ἅγιος γὰρ ὁ θεός, ἁπλοῖς καὶ ἁγίοις ἐπαναπαυόμενος· |
ὅτα^ν ἁπλότητα^ ἴ^δῃ τοῦ προσερχομένου, ἁπλοῖ καὶ αὐτὸς τῆς ἑαυτοῦ σοφί^α_ς τὴν εὐεργεσίαν· | ὅταν ἁπλότητα ἴδῃ τοῦ προσερχομένου, ἁπλοῖ καὶ αὐτὸς τῆς ἑαυτοῦ σοφίας τὴν εὐεργεσίαν· |
ὅτα^ν ἴ^δῃ διεστραμ μένην κα^κί^ᾳ ψυ_χήν, κωλύ_ει τὴν εὐεργεσίαν καὶ οὐ προσίεται τὴν δι^δασκαλί^α_ν. | ὅταν ἴδῃ διεστραμ μένην κακίᾳ ψυχήν, κωλύει τὴν εὐεργεσίαν καὶ οὐ προσίεται τὴν διδασκαλίαν. |
ἐὰν ὑ_μεῖς πορεύησθε πρός με ὀρθοί, κ ἀγὼ πρὸς ὑ_μᾶς ὀρθός. | ἐὰν ὑμεῖς πορεύησθε πρός με ὀρθοί, κ ἀγὼ πρὸς ὑμᾶς ὀρθός. |
ἐὰν δὲ ὑ_μεῖς πλά^γι^οι, κ ἀγὼ χρήσομαι ὑ_μῖν θυ_μῷ πλα^γί^ῳ. | ἐὰν δὲ ὑμεῖς πλάγιοι, κ ἀγὼ χρήσομαι ὑμῖν θυμῷ πλαγίῳ. |
οὐχ ὅτι^ τὴν ἑαυτῆς εὐθύτητα^ πλαγιά^ζει ἡ θεία_ φύ^σι^ς, ἀλλ' ὅτι^ τοῖς πονηροῖς κατ' εὐθεῖα^ν τὰ^ πα^ρὰ^ τῆς ἀ^ληθεία_ς οὐκ ἔρχεται. | οὐχ ὅτι τὴν ἑαυτῆς εὐθύτητα πλαγιάζει ἡ θεία φύσις, ἀλλ' ὅτι τοῖς πονηροῖς κατ' εὐθεῖαν τὰ παρὰ τῆς ἀληθείας οὐκ ἔρχεται. |
ἐν ποίᾳ ἐξουσί^ᾳ ταῦτα^ ποιεῖς; | ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; |
ἢ τί^ς σοι ἔδωκε τὴν ἐξουσί^α_ν ταύτην; | ἢ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; |
ὁ δὲ σωτὴρ αὐτοῖς. | ὁ δὲ σωτὴρ αὐτοῖς. |
ἐνταῦθα^ πρόσεχε, πῶς ὅρον ἡμῖν καὶ κανόνα^ δι^δα^σκα^λί^α_ς ὑποτί^θεται ὁ πάντων κύ_ρι^ος. | ἐνταῦθα πρόσεχε, πῶς ὅρον ἡμῖν καὶ κανόνα διδασκαλίας ὑποτίθεται ὁ πάντων κύριος. |
τί^ς δὲ οὗτός ἐστι^; | τίς δὲ οὗτός ἐστι; |
βούλεται ἡμᾶς ὥστε τοῖς πονηροῖς αἱρετι^κοῖς, ἰουδαίοις ἢ ἕλλησι ἢ ἑτέροις τι^σὶ^ ἀπεσχισμένοις τῆς εὐσεβεία_ς, μὴ ἀ^ποκρί_νεσθαι πά^ντα^ πρὸς τὰ_ς ἐρωτήσεις. | βούλεται ἡμᾶς ὥστε τοῖς πονηροῖς αἱρετικοῖς, ἰουδαίοις ἢ ἕλλησι ἢ ἑτέροις τισὶ ἀπεσχισμένοις τῆς εὐσεβείας, μὴ ἀποκρίνεσθαι πάντα πρὸς τὰς ἐρωτήσεις. |
ἔστι^ γά^ρ, ἔστι^ πολλά^κι^ς ἐρωτῆσαι ἀποκρίσεως οὐκ ἄ^ξι^α^. | ἔστι γάρ, ἔστι πολλάκις ἐρωτῆσαι ἀποκρίσεως οὐκ ἄξια. |
καὶ δεῖ πάντως πρὸς τὰ_ς φαύλους ταύτα_ς τῶν ἐπερωτήσεων ἀντερωτήσει δι^καίᾳ λέγειν. | καὶ δεῖ πάντως πρὸς τὰς φαύλους ταύτας τῶν ἐπερωτήσεων ἀντερωτήσει δικαίᾳ λέγειν. |
δι^ὰ^ τοῦτό φησι^ πρὸς αὐτοὺς ὁ κύ_ρι^ος· | διὰ τοῦτό φησι πρὸς αὐτοὺς ὁ κύριος· |
ἐρωτήσω ὑ_μᾶς κ ἀγὼ λόγον, ὃν ἂ_ν εἴπητέ μοι, κ ἀγὼ ὑ_μῖν ἀ^ποκρι^νοῦμαι. | ἐρωτήσω ὑμᾶς κ ἀγὼ λόγον, ὃν ἂν εἴπητέ μοι, κ ἀγὼ ὑμῖν ἀποκρινοῦμαι. |
τὸ ἰωάννου βάπτισμα^, φησί^, πόθεν ἦν; | τὸ ἰωάννου βάπτισμα, φησί, πόθεν ἦν; |
ἑξ οὐρα^νοῦ ἢ ἐξ ἀνθρώπων; | ἑξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; |
ὅρα_ μοι τὴν πηγὴν τῆς σοφί^α_ς τῇ ἐπερωτήσει τὸ ψεῦδος ἐλέγχουσα^ν. | ὅρα μοι τὴν πηγὴν τῆς σοφίας τῇ ἐπερωτήσει τὸ ψεῦδος ἐλέγχουσαν. |
ὅρα_ μοι τὸν τοῦ θεοῦ λόγον συλλογισμοῖς τὴν κα^κί^α_ν ἀνατρέποντα^. | ὅρα μοι τὸν τοῦ θεοῦ λόγον συλλογισμοῖς τὴν κακίαν ἀνατρέποντα. |
σκόπησον δὲ καὶ τὴν κα^κί^α_ν, πῶς τοῖς ἰ^δί^οις ἀ^να_λί^σκεται βέλεσι^, καὶ ταῖς οἰκείαις συγκατασπᾶται κακοτεχνίαις. | σκόπησον δὲ καὶ τὴν κακίαν, πῶς τοῖς ἰδίοις ἀναλίσκεται βέλεσι, καὶ ταῖς οἰκείαις συγκατασπᾶται κακοτεχνίαις. |
τὸ βάπτισμα^ ἰωάννου πόθεν ἦν; | τὸ βάπτισμα ἰωάννου πόθεν ἦν; |
ἐξ οὐρα^νοῦ ἢ ἐξ ἀνθρώπων; | ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; |
ἐκεῖνοι παρ' ἑαυτοῖς ἐβασάνιζον τοῦ ῥήμα^τος τὴν δύ^να^μι^ν καί φα_σιν· | ἐκεῖνοι παρ' ἑαυτοῖς ἐβασάνιζον τοῦ ῥήματος τὴν δύναμιν καί φασιν· |
ἐὰν εἴπωμεν ἐξ οὐρα^νοῦ, ἐρεῖ ἡμῖν· | ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· |
δι^ὰ^ τί^ οὖν μὴ ἐπι^στεύσα^τε; | διὰ τί οὖν μὴ ἐπιστεύσατε; |
οἶδεν ἡ κα^κί^α_ τὸν ἑαυτῆς ὄλισθον. | οἶδεν ἡ κακία τὸν ἑαυτῆς ὄλισθον. |
οἶδεν ὅτι^ οἷς προτείνει, τούτοις ἀφα^νί^ζεται. | οἶδεν ὅτι οἷς προτείνει, τούτοις ἀφανίζεται. |
ἐπειδὴ μὴ ὑ^πήκουσα^ν ἰωάννου, ἐφοβοῦντο εἰπεῖν, ὅτι^ ἐκ θεοῦ, ἵ^να_ μὴ παραπόδας ἀκολουθήσῃ ὁ ἔλεγχος. | ἐπειδὴ μὴ ὑπήκουσαν ἰωάννου, ἐφοβοῦντο εἰπεῖν, ὅτι ἐκ θεοῦ, ἵνα μὴ παραπόδας ἀκολουθήσῃ ὁ ἔλεγχος. |
ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων, φοβούμεθα^ τὸν ὄχλον, μὴ λιθασθῶμεν. | ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, μὴ λιθασθῶμεν. |
καὶ γὰ^ρ ἡ περὶ^ τὸν δί^καιον πρόληψι^ς ἀπαραίτητον καθ' ἡμῶν οἴσει τὴν δί^κην. | καὶ γὰρ ἡ περὶ τὸν δίκαιον πρόληψις ἀπαραίτητον καθ' ἡμῶν οἴσει τὴν δίκην. |
πᾶς γὰ^ρ ὁ λα_ὸς εἶχε τὸν ἰωάννην ὡς προφήτην. | πᾶς γὰρ ὁ λαὸς εἶχε τὸν ἰωάννην ὡς προφήτην. |
οὐκ ἠβούλοντο οὖν τὸ ἀ^ληθὲς εἰπεῖν, ὅτι^ ἐκ θεοῦ. | οὐκ ἠβούλοντο οὖν τὸ ἀληθὲς εἰπεῖν, ὅτι ἐκ θεοῦ. |
ἀπεσείσαντο γὰ^ρ τοῦ θεοῦ τὴν ἀ^λήθεια^ν, καὶ τὸ ψεῦδος εἰπεῖν οὐκ ἐτόλμων. | ἀπεσείσαντο γὰρ τοῦ θεοῦ τὴν ἀλήθειαν, καὶ τὸ ψεῦδος εἰπεῖν οὐκ ἐτόλμων. |
τῆς γὰ^ρ ἀναισχυντία_ς δικαστὴν εἶχον τὸν φόβον, καὶ τοῦτον οὐ θεῖον, ἀλλὰ^ ἀ^νθρώπι^νον. | τῆς γὰρ ἀναισχυντίας δικαστὴν εἶχον τὸν φόβον, καὶ τοῦτον οὐ θεῖον, ἀλλὰ ἀνθρώπινον. |
καὶ γὰ^ρ οὕτως ἔχει· | καὶ γὰρ οὕτως ἔχει· |
πολλοὶ πολλά^κι^ς θεοῦ φόβον οὐκ ἔχοντες, ἀ^νθρωπί^νῳ φόβῳ δουλεύουσι^ν. | πολλοὶ πολλάκις θεοῦ φόβον οὐκ ἔχοντες, ἀνθρωπίνῳ φόβῳ δουλεύουσιν. |
ἐφοβοῦντο τὸν λαόν. | ἐφοβοῦντο τὸν λαόν. |
εἴθε τὸν θεὸν καὶ μὴ τὸν λαόν. | εἴθε τὸν θεὸν καὶ μὴ τὸν λαόν. |
τὸ μὲν γὰ^ρ εὐσεβεῖν, τὰ^ δὲ ἀσεβεῖν. | τὸ μὲν γὰρ εὐσεβεῖν, τὰ δὲ ἀσεβεῖν. |
λέγουσι^ν αὐτῷ· | λέγουσιν αὐτῷ· |
οὐκ οἴδαμεν. | οὐκ οἴδαμεν. |
ὅρα_, πῶς ἠ κα^κί^α_ τοῖς πονηροῖς ἐμφωλεύει. | ὅρα, πῶς ἠ κακία τοῖς πονηροῖς ἐμφωλεύει. |
ὅρα, πῶς ἑαυτῆς τὴν ἀτοπίαν ἠ ἀσέβεια^ κηρύττει. | ὅρα, πῶς ἑαυτῆς τὴν ἀτοπίαν ἠ ἀσέβεια κηρύττει. |
ὡσπερ γὰ^ρ ἔχι^ς ἢ τι^ τῶν πονηροτά^των θηρί^ων τοῖς ὑπονόμων ἐμφωλεῦον, ἠρέμα^ προκύπτει τῆς καταδύσεως καὶ τέλεον προσελθεῖν οὐκ ἐθέλει· | ὡσπερ γὰρ ἔχις ἢ τι τῶν πονηροτάτων θηρίων τοῖς ὑπονόμων ἐμφωλεῦον, ἠρέμα προκύπτει τῆς καταδύσεως καὶ τέλεον προσελθεῖν οὐκ ἐθέλει· |
οὕτω καὶ οἱ ἰουδαῖοι, τῷ φωλεῷ τῆς κα^κί^α_ς συζῶντες, εἰς φῶς τὴν ἑαυτῶν οὐ προσφέρουσι^ γνώμην. | οὕτω καὶ οἱ ἰουδαῖοι, τῷ φωλεῷ τῆς κακίας συζῶντες, εἰς φῶς τὴν ἑαυτῶν οὐ προσφέρουσι γνώμην. |
διὸ καὶ ὁ κύ_ρι^ος πρὸς αὐτούς· | διὸ καὶ ὁ κύριος πρὸς αὐτούς· |
οὐδὲ ἐγὼ λέγω ὑ_μῖν. | οὐδὲ ἐγὼ λέγω ὑμῖν. |
ὅρα, πῶς ἡ σι^ωπὴ τὴν ἄ^τοπον ἐρώτησι^ν ἐκόλα^σεν· | ὅρα, πῶς ἡ σιωπὴ τὴν ἄτοπον ἐρώτησιν ἐκόλασεν· |
ὅρα, πῶς τὴν κα^κί^α_ν οὐκ ἐπληροφόρησεν, ἀλλ' ἀπέστησεν αὐτοὺς ἐν μέσῳ τῶν συλλογισμῶν. | ὅρα, πῶς τὴν κακίαν οὐκ ἐπληροφόρησεν, ἀλλ' ἀπέστησεν αὐτοὺς ἐν μέσῳ τῶν συλλογισμῶν. |
καὶ ὅπερ ἔπα^θέ ποτε ἡ ὄνος τοῦ βαλαάμ, δι^ὰ^ τὸν ἄγγελον τὸν ἀντιστήσαντα^ ταύτῃ, οὕτως ἔπα^θεν ἡ ἰουδαϊκὴ κα^κί^α_, οὔ τε πρὸς τὰ^ δεξιὰ^ τῆς ἀ^ληθεία_ς τολμήσα_σα^ ἰ^δεῖν δι^ὰ^ τὴν τοῦ σωτῆρος ἄρνησι^ν οὔ τε πρὸς τὰ^ ἀριστερὰ^ τοῦ ψεύδους δι^ὰ^ τὸν τοῦ λα_οῦ φόβον. | καὶ ὅπερ ἔπαθέ ποτε ἡ ὄνος τοῦ βαλαάμ, διὰ τὸν ἄγγελον τὸν ἀντιστήσαντα ταύτῃ, οὕτως ἔπαθεν ἡ ἰουδαϊκὴ κακία, οὔ τε πρὸς τὰ δεξιὰ τῆς ἀληθείας τολμήσασα ἰδεῖν διὰ τὴν τοῦ σωτῆρος ἄρνησιν οὔ τε πρὸς τὰ ἀριστερὰ τοῦ ψεύδους διὰ τὸν τοῦ λαοῦ φόβον. |
δεῖ τοίνυ^ν καὶ ἡμᾶς, ἀ^δελφοί, τοῦτον τὸν κανόνα^ πα^ρὰ^ τοῦ κυ_ρί^ου λα^μβά^νοντα^ς, μὴ πά^ντα^ ταῖς ἐρωτήσεσι^ τῶν αἱρετι^κῶν δι^δόναι. | δεῖ τοίνυν καὶ ἡμᾶς, ἀδελφοί, τοῦτον τὸν κανόνα παρὰ τοῦ κυρίου λαμβάνοντας, μὴ πάντα ταῖς ἐρωτήσεσι τῶν αἱρετικῶν διδόναι. |
ὅτα^ν κα^κῶς ἐρωτήσῃ αἱρετι^κός, ἀντερωτήσει δι^καίᾳ λῦσον αὐτῷ τὴν ἄ^τοπον πεῦσι^ν. | ὅταν κακῶς ἐρωτήσῃ αἱρετικός, ἀντερωτήσει δικαίᾳ λῦσον αὐτῷ τὴν ἄτοπον πεῦσιν. |
πυνθάνεται πολλά^κι^ς αἱρετι^κός· | πυνθάνεται πολλάκις αἱρετικός· |
οἶδα^ς τὸν θεὸν ἢ οὐκ οἶδα^ς; | οἶδας τὸν θεὸν ἢ οὐκ οἶδας; |
ἐάν εἴπῃς ὅτι^ οἶδα^, εὐθέως ἐπά^γει· | ἐάν εἴπῃς ὅτι οἶδα, εὐθέως ἐπάγει· |
οἶδα^ς οὖν ὃ εὐσεβεῖς; | οἶδας οὖν ὃ εὐσεβεῖς; |
ναί φησι^ν ὁ εὐσεβής. | ναί φησιν ὁ εὐσεβής. |
τί^ς γὰ^ρ ὅπως ὑπομένει λέγων, ὅτι^ ὁ μὴ οἶδα^ σέβω; | τίς γὰρ ὅπως ὑπομένει λέγων, ὅτι ὁ μὴ οἶδα σέβω; |
πάλιν ἐπά^γει· | πάλιν ἐπάγει· |
οἶδα^ς οὖν τοῦ θεοῦ τὴν οὐσί^α_ν; | οἶδας οὖν τοῦ θεοῦ τὴν οὐσίαν; |
ἐὰν εἴπῃς ὅτι^ οὐκ οἶδα^, εὐθέως ἀντιτίθησι^ν· | ἐὰν εἴπῃς ὅτι οὐκ οἶδα, εὐθέως ἀντιτίθησιν· |
οὐκοῦν οὐκ οἶδας τί^ σέβεις. | οὐκοῦν οὐκ οἶδας τί σέβεις. |
ὅρα μοι τὰ^ σκολιὰ^ ῥήμα^τα^· | ὅρα μοι τὰ σκολιὰ ῥήματα· |
ὅρα μοι τῶν πονηρῶν ὄφεων τὰ_ς ποικι^λία_ς. | ὅρα μοι τῶν πονηρῶν ὄφεων τὰς ποικιλίας. |
ὁρᾷς; | ὁρᾷς; |
ἀλλ' οὐ δεῖ ταράττεσθαι. | ἀλλ' οὐ δεῖ ταράττεσθαι. |
ἐκεῖνο γά^ρ, ἀ^δελφοί, εἰδέναι χρή, ὅτι^ τοῦ εἰδέναι πολλοὶ τρόποι. | ἐκεῖνο γάρ, ἀδελφοί, εἰδέναι χρή, ὅτι τοῦ εἰδέναι πολλοὶ τρόποι. |
δύναταί τι^ς εἰδέναι ὅτι^ ἐστι^ θεός, οὐ τὸ πῶς ἐστι^. | δύναταί τις εἰδέναι ὅτι ἐστι θεός, οὐ τὸ πῶς ἐστι. |
ἐπεὶ καὶ ἐφ' ἡμῶν τῶν ἀνθρώπων πολλαὶ τῆς γνώσεως ὁδοί. | ἐπεὶ καὶ ἐφ' ἡμῶν τῶν ἀνθρώπων πολλαὶ τῆς γνώσεως ὁδοί. |
οἶδα^ τόνδε τὸν ἄνθρωπον ἐν τῇδε τῇ πόλει δι^άγοντα^, οὐ μὴν οἶδα^ καὶ ποία_ν μετέρχεται ἐργασίαν. | οἶδα τόνδε τὸν ἄνθρωπον ἐν τῇδε τῇ πόλει διάγοντα, οὐ μὴν οἶδα καὶ ποίαν μετέρχεται ἐργασίαν. |
οἶδα^ ἕτερον τήνδε μετιόντα^ τὴν ἐργασίαν, οὐ μὴν οἶδα^ καὶ πόθεν φέρει τὸ γένος. | οἶδα ἕτερον τήνδε μετιόντα τὴν ἐργασίαν, οὐ μὴν οἶδα καὶ πόθεν φέρει τὸ γένος. |
καὶ μέρει γὰ^ρ γι^νώσκω, μέρει δὲ ἀγνοῶ. | καὶ μέρει γὰρ γινώσκω, μέρει δὲ ἀγνοῶ. |
καὶ πάντως, οὔ τε ἡ μερικὴ γνῶσι^ς ὁλόκληρον εἰσά^γει γνῶσι^ν οὔ τε τὸ μὴ κα^τὰ^ πά^ντα^ γι^νώσκειν τὴν μερικὴν ἀ^ναιρεῖ γνῶσι^ν. | καὶ πάντως, οὔ τε ἡ μερικὴ γνῶσις ὁλόκληρον εἰσάγει γνῶσιν οὔ τε τὸ μὴ κατὰ πάντα γινώσκειν τὴν μερικὴν ἀναιρεῖ γνῶσιν. |
τί^ οὖν; | τί οὖν; |
οἶδα^ τὸν θεὸν ὅτι^ ἐστι^ν, ὅτι^ ἀ^γα^θός ἐστι^ν, ὅτι^ ἀ_θά^να^τός ἐστι^ν, ὅτι^ ἄφθαρτός ἐστι^ν, ὅτι^ ἀπερι^νόητός ἐστι^ν, ὅτι^ ἀ^κα^τά^ληπτός ἐστι^ν, ἀσώμα^τός ἐστι^ν, ἀναλλοίωτός ἐστι^. | οἶδα τὸν θεὸν ὅτι ἐστιν, ὅτι ἀγαθός ἐστιν, ὅτι ἀθάνατός ἐστιν, ὅτι ἄφθαρτός ἐστιν, ὅτι ἀπερινόητός ἐστιν, ὅτι ἀκατάληπτός ἐστιν, ἀσώματός ἐστιν, ἀναλλοίωτός ἐστι. |
ταῦτα^ πά^ντα^ οἶδα^ καὶ εἰδὼς προσκυ^νῶ. | ταῦτα πάντα οἶδα καὶ εἰδὼς προσκυνῶ. |
τὸ δὲ πῶς ἐστι^ν οὐκ οἶδα οὐ δὲ ἐδι^δά^χθην πολυπραγμονεῖν τὸ πῶς ἐστι^ν, ἀλλ' ὅτι^ ἔστι^ν. | τὸ δὲ πῶς ἐστιν οὐκ οἶδα οὐ δὲ ἐδιδάχθην πολυπραγμονεῖν τὸ πῶς ἐστιν, ἀλλ' ὅτι ἔστιν. |
πιστεῦσαι γὰ^ρ δεῖ τὸν προσερχόμενον θεῷ, ὅτι^ ἐστι^ν. | πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον θεῷ, ὅτι ἐστιν. |
οὐ τὸ πῶς ἐστι^ν. | οὐ τὸ πῶς ἐστιν. |
ἀλλ' ὅτι^ ἔστι^ καὶ τοῖς ἐκζητοῦσι^ν αὐτὸν μισθαποδότης γί_νεται. | ἀλλ' ὅτι ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. |
ὥστε ὃ οἶδα σέβω. | ὥστε ὃ οἶδα σέβω. |
οὐκ ἔμα^θον οὐσί^α_ν θεοῦ πολυπραγμονεῖν. | οὐκ ἔμαθον οὐσίαν θεοῦ πολυπραγμονεῖν. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.