macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
πιστεύειν ἔμα^θον, ἀ^δελφοί·
πιστεύειν ἔμαθον, ἀδελφοί·
πιστεύειν, οὐ πολυπραγμονεῖν.
πιστεύειν, οὐ πολυπραγμονεῖν.
ἀνάγνωθί σου τὴν ὁμολογίαν, αἱρετι^κέ, τὴν ἐν τῷ κρυπτῷ καὶ φοβερῷ μυστηρίῳ συμφωνηθεῖσα^ν.
ἀνάγνωθί σου τὴν ὁμολογίαν, αἱρετικέ, τὴν ἐν τῷ κρυπτῷ καὶ φοβερῷ μυστηρίῳ συμφωνηθεῖσαν.
ὅτε προσῆλθες βαπτισθῆναι, τί^ εἶπες;
ὅτε προσῆλθες βαπτισθῆναι, τί εἶπες;
ζητῶν, πολυπραγμονείαν ἐρευνῶν ἢ πιστεύων;
ζητῶν, πολυπραγμονείαν ἐρευνῶν ἢ πιστεύων;
ἄλλως ἦλθες καὶ μετὰ^ ἄλλων συνθηκῶν κα^τηξιώθης τῆς χά^ρι^τος ἐκείνης.
ἄλλως ἦλθες καὶ μετὰ ἄλλων συνθηκῶν κατηξιώθης τῆς χάριτος ἐκείνης.
εἴ γε κατηξίωσαι τοιαῦτα^ φρονῶν, καὶ παρεσπόνδησα^ς τὰ_ς συ^νθήκα_ς καὶ ἐπὶ^ μὲν τῶν φοβερῶν καὶ φρικτῶν μυ^στηρί^ων τὴν πίστι^ν προσήγα^γες, ἔξω δὲ τῶν μυ^στηρί^ων γενόμενος, περιγρά^φεις τὴν πίστι^ν, καὶ προσφέρεις ζήτησι^ν.
εἴ γε κατηξίωσαι τοιαῦτα φρονῶν, καὶ παρεσπόνδησας τὰς συνθήκας καὶ ἐπὶ μὲν τῶν φοβερῶν καὶ φρικτῶν μυστηρίων τὴν πίστιν προσήγαγες, ἔξω δὲ τῶν μυστηρίων γενόμενος, περιγράφεις τὴν πίστιν, καὶ προσφέρεις ζήτησιν.
ἀλλ' ὅρα, τί^ φησι^ν ὁ ἐχθρὸς τῆς ἀ^ληθεία_ς.
ἀλλ' ὅρα, τί φησιν ὁ ἐχθρὸς τῆς ἀληθείας.
μὴ γὰ^ρ ἀργῶς ἡμῖν ὁ θεὸς δέδωκε λογισμούς;
μὴ γὰρ ἀργῶς ἡμῖν ὁ θεὸς δέδωκε λογισμούς;
μὴ γὰ^ρ ἁπλῶς εἰλήφα^μεν τοῦ νοῦ τὸ κρι^τήριον;
μὴ γὰρ ἁπλῶς εἰλήφαμεν τοῦ νοῦ τὸ κριτήριον;
δεῖ καὶ λογισμοῖς ἐρευνᾶν τὴν πίστι^ν, καὶ μὴ ἀνεξέταστον εἶναι τὴν εὐσέβεια^ν.
δεῖ καὶ λογισμοῖς ἐρευνᾶν τὴν πίστιν, καὶ μὴ ἀνεξέταστον εἶναι τὴν εὐσέβειαν.
καλῶς.
καλῶς.
ἀλλὰ^ τῆς ἐξετάσεως ὅρον εἶναι τὰ^ θεῖα^ λόγι^α^ καὶ τοὺς παρ' αὐτοῦ ἡμῖν δοθέντας τοὺς εὐσεβεία_ς κα^νόνα^ς.
ἀλλὰ τῆς ἐξετάσεως ὅρον εἶναι τὰ θεῖα λόγια καὶ τοὺς παρ' αὐτοῦ ἡμῖν δοθέντας τοὺς εὐσεβείας κανόνας.
σὺ^ δὲ τοὺς κα^νόνα^ς ὑπερβαίνων, οὐ στοιχεῖς ταῖς θεοπνεύστοις γρα^φαῖς, ἀλλὰ^ πολυπραγμονεῖς τὰ^ θεῖα^ καὶ βι^ά^ζεις τὴν ἀ^λήθεια^ν καὶ παντα^χοῦ σπεύδεις καὶ λογισμῶν ἀ^νωμα^λί^ᾳ μᾶλλον ἀκολουθῆσαι ἢ πίστει δουλεῦσαι, ὥσπερ τῶν ἄλλων κα^τειληφὼς τὴν πεῖρα^ν ἢ τῶν ἄλλων ἐν πείρᾳ γενόμενος τῶν ὁρωμένων.
σὺ δὲ τοὺς κανόνας ὑπερβαίνων, οὐ στοιχεῖς ταῖς θεοπνεύστοις γραφαῖς, ἀλλὰ πολυπραγμονεῖς τὰ θεῖα καὶ βιάζεις τὴν ἀλήθειαν καὶ πανταχοῦ σπεύδεις καὶ λογισμῶν ἀνωμαλίᾳ μᾶλλον ἀκολουθῆσαι ἢ πίστει δουλεῦσαι, ὥσπερ τῶν ἄλλων κατειληφὼς τὴν πεῖραν ἢ τῶν ἄλλων ἐν πείρᾳ γενόμενος τῶν ὁρωμένων.
ἀπάγγειλόν μοι, λογισμῶν ἀκολουθίᾳ χρησά^μενος, πῶς ἕστηκεν ὁ οὐρα^νός, εἰς τοσοῦτον ὕψος κοιλαινόμενος ἄ^πειρον καὶ μηδὲν ἐν τοσαύτῃ περι^γραφῇ τὸ ὑπερεῖδον ἔχων, πῶς ἕστηκεν, τί^νι^ βαστάζεται, τί^νες αἱ κρηπῖδες ἐφ' ὧν ἐστήρικται;
ἀπάγγειλόν μοι, λογισμῶν ἀκολουθίᾳ χρησάμενος, πῶς ἕστηκεν ὁ οὐρανός, εἰς τοσοῦτον ὕψος κοιλαινόμενος ἄπειρον καὶ μηδὲν ἐν τοσαύτῃ περιγραφῇ τὸ ὑπερεῖδον ἔχων, πῶς ἕστηκεν, τίνι βαστάζεται, τίνες αἱ κρηπῖδες ἐφ' ὧν ἐστήρικται;
πῶς ἐν τοσούτῳ χρόνῳ οὐ λύ_εται τὸ κάλλος, οὐκ ἀφα^νί^ζεται ἡ ἁρμονία_;
πῶς ἐν τοσούτῳ χρόνῳ οὐ λύεται τὸ κάλλος, οὐκ ἀφανίζεται ἡ ἁρμονία;
δεῖξον τοὺς βαστάζοντα^ς κί_ονα^ς·
δεῖξον τοὺς βαστάζοντας κίονας·
δεῖξον τὴν ὑποβάθραν τὴν τοσούτοις ὄγκοις ὑποκειμένην.
δεῖξον τὴν ὑποβάθραν τὴν τοσούτοις ὄγκοις ὑποκειμένην.
τί^ δὲ ἐρῶ περὶ^ οὐρα^νοῦ καὶ οὐ περὶ^ γῆς, ἣν πα^τῶ;
τί δὲ ἐρῶ περὶ οὐρανοῦ καὶ οὐ περὶ γῆς, ἣν πατῶ;
πρῶτον ἑρμήνευσόν μοι τῆς γῆς τὴν κατάστασι^ν.
πρῶτον ἑρμήνευσόν μοι τῆς γῆς τὴν κατάστασιν.
ὅτι^ μὲν γὰ^ρ ἐπὶ^ ὑ^δά^των τεθεμελίωται, τοῦτο κ ἀγὼ πα^ρέλα^βον καὶ αὐτὸς ὁμολογεῖς.
ὅτι μὲν γὰρ ἐπὶ ὑδάτων τεθεμελίωται, τοῦτο κ ἀγὼ παρέλαβον καὶ αὐτὸς ὁμολογεῖς.
πῶς δὲ ἐπὶ^ τῶν ὑ^δά^των ἐστήρικται, ἑρμήνευσον.
πῶς δὲ ἐπὶ τῶν ὑδάτων ἐστήρικται, ἑρμήνευσον.
μὴ ἁπλῶς ἀκολουθήσῃς τῷ λόγῳ, ἀλλὰ^ λογισμὸν ἀ^πόδος τῶν ζητουμένων.
μὴ ἁπλῶς ἀκολουθήσῃς τῷ λόγῳ, ἀλλὰ λογισμὸν ἀπόδος τῶν ζητουμένων.
πῶς ὄρη τοσαῦτα^ καὶ τηλι^καῦτα^ καὶ βουνοὶ καὶ πεδιά^δες ἐπὶ^ ὑ^δά^των φέρονται;
πῶς ὄρη τοσαῦτα καὶ τηλικαῦτα καὶ βουνοὶ καὶ πεδιάδες ἐπὶ ὑδάτων φέρονται;
εἰπὲ πῶς ἡ θά^λασσα^ ἀ^φώρι^σται·
εἰπὲ πῶς ἡ θάλασσα ἀφώρισται·
εἰπὲ πῶς ἡ τοσούτοις μαινομένη κύ_μα^σι^ καὶ εἰς ὕψος ἄ^πειρον κορυφουμένη, ἐπειδὰ^ν πλησι^ά^σῃ τῇ ψάμμῳ, λύ_εται.
εἰπὲ πῶς ἡ τοσούτοις μαινομένη κύμασι καὶ εἰς ὕψος ἄπειρον κορυφουμένη, ἐπειδὰν πλησιάσῃ τῇ ψάμμῳ, λύεται.
ἑρμήνευσον, ἀ^δελφέ, πῶς μιᾶ_ς γῆς οὔσης, μιᾶ_ς μητρός, δι^ά^φορα^ τὰ^ βλαστήμα^τα^, πόθεν αἱ πικραὶ ῥίζαι, πόθεν αἱ γλυ^κεῖαι, πόθεν τῶν καρπῶν αἱ δι^α^φοραί.
ἑρμήνευσον, ἀδελφέ, πῶς μιᾶς γῆς οὔσης, μιᾶς μητρός, διάφορα τὰ βλαστήματα, πόθεν αἱ πικραὶ ῥίζαι, πόθεν αἱ γλυκεῖαι, πόθεν τῶν καρπῶν αἱ διαφοραί.
μία γῆ βλα^στά^νουσα^, εἷς ὄμβρος ὁ τρέφων, πόθεν ἡ διαφορά_;
μία γῆ βλαστάνουσα, εἷς ὄμβρος ὁ τρέφων, πόθεν ἡ διαφορά;
ἑρμήνευσον, πόθεν προΐ_εσα^ν αἱ πηγαὶ καὶ ἐκ ποίων ἀβύσσων, πῶς ταῦτα^ δυ^να^τὸν κα^τα^λα^βεῖν.
ἑρμήνευσον, πόθεν προΐεσαν αἱ πηγαὶ καὶ ἐκ ποίων ἀβύσσων, πῶς ταῦτα δυνατὸν καταλαβεῖν.
ἀλλ' ὅτα^ν περὶ^ ταῦτα^ ἀ^πορήσωμεν, ἔχομεν μί^α^ν ἀ^ληθῆ καὶ εὐσεβῆ τῶν ἀ^πορουμένων τὴν λύσιν.
ἀλλ' ὅταν περὶ ταῦτα ἀπορήσωμεν, ἔχομεν μίαν ἀληθῆ καὶ εὐσεβῆ τῶν ἀπορουμένων τὴν λύσιν.
ὅτι^ εὐθὺ^ς ὁ λόγος τοῦ κυ_ρί^ου καὶ πά^ντα^ τὰ^ ἔργα^ αὐτοῦ ἐν πίστει.
ὅτι εὐθὺς ὁ λόγος τοῦ κυρίου καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει.
τὰ^ ἔργα^ ἄ^νευ πίστεως οὐκ ἔστι^ κα^τα^λα^βεῖν καὶ θεὸν ἄ^νευ πίστεως εὑρεῖν δυ^να^τόν;
τὰ ἔργα ἄνευ πίστεως οὐκ ἔστι καταλαβεῖν καὶ θεὸν ἄνευ πίστεως εὑρεῖν δυνατόν;
τὰ^ ἔργα^ ἄ^νευ πίστεως καὶ ὁ υἱὸς ἐν ἀποδείξει;
τὰ ἔργα ἄνευ πίστεως καὶ ὁ υἱὸς ἐν ἀποδείξει;
ὅτι^ εὐθὺ^ς ὁ λόγος τοῦ κυ_ρί^ου καὶ πά^ντα^ τὰ^ ἔργα^ αὐτοῦ ἐν πίστει.
ὅτι εὐθὺς ὁ λόγος τοῦ κυρίου καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει.
ἀλλὰ^ γὰ^ρ τοὺς ἐχθροὺς τῆς ἀ^ληθεία_ς ἀ^φέντες ἡμεῖς, ἐπὶ^ τὴν ὑγι^ῆ καὶ ἀ^σφα^λῆ τῆς πίστεως ἐπανέλθωμεν καὶ δείξωμεν τὸν κανόνα^ τῆς εὐσεβεία_ς δι' αὐτῆς τῆς ἀ^ληθεία_ς ἐκλάμποντα^.
ἀλλὰ γὰρ τοὺς ἐχθροὺς τῆς ἀληθείας ἀφέντες ἡμεῖς, ἐπὶ τὴν ὑγιῆ καὶ ἀσφαλῆ τῆς πίστεως ἐπανέλθωμεν καὶ δείξωμεν τὸν κανόνα τῆς εὐσεβείας δι' αὐτῆς τῆς ἀληθείας ἐκλάμποντα.
οὐδεὶς μωϋσέως ἐν τοῖς ἀρχαίοις ἀ^ξι^οπι^στότερος·
οὐδεὶς μωϋσέως ἐν τοῖς ἀρχαίοις ἀξιοπιστότερος·
οὐδεὶς παύλου ἐν τοῖς νέοις σοφώτερος.
οὐδεὶς παύλου ἐν τοῖς νέοις σοφώτερος.
ἐρεύνησον τὴν πα^λαιὰ_ν κατάστασι^ν καὶ μωϋσέως οὐδένα^ μείζονα^ εὑρήσεις·
ἐρεύνησον τὴν παλαιὰν κατάστασιν καὶ μωϋσέως οὐδένα μείζονα εὑρήσεις·
ἔγνων γά^ρ σε καὶ εὗρες χά^ρι^ν πα^ρὰ^ πά^ντα^ς.
ἔγνων γάρ σε καὶ εὗρες χάριν παρὰ πάντας.
οὐδεὶς παύλου ἐν τῇ νέᾳ τελειότερος.
οὐδεὶς παύλου ἐν τῇ νέᾳ τελειότερος.
σκεῦος γά^ρ ἐστι^ν ἐκλογῆς καὶ λαλοῦντα^ ἔχων ἐν ἑαυτῷ τὸν χριστόν.
σκεῦος γάρ ἐστιν ἐκλογῆς καὶ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν χριστόν.
μὴ ὑπερβῇς τοὺς τοῦ μωϋσέως ὅρους καὶ τοῦ παύλου.
μὴ ὑπερβῇς τοὺς τοῦ μωϋσέως ὅρους καὶ τοῦ παύλου.
τί^ εὗρε μωϋσῆς, κατάληψι^ν οὐσί^α_ς ἢ δόξα^ν θεοῦ;
τί εὗρε μωϋσῆς, κατάληψιν οὐσίας ἢ δόξαν θεοῦ;
μωϋσῆς, ἀ^δελφοί, ἦλθεν εἰς ἐπι^θυ_μί^αν θεοῦ ὡς ἄνθρωπος φι^λόθεος καὶ ἠγνόησε μὲν ὅτι^ ἀ^δύ^να^τον ἐπεθύ_μει, ὅμως δὲ δι' ὧν ᾔτησεν τὸν θεὸν ἔδειξεν.
μωϋσῆς, ἀδελφοί, ἦλθεν εἰς ἐπιθυμίαν θεοῦ ὡς ἄνθρωπος φιλόθεος καὶ ἠγνόησε μὲν ὅτι ἀδύνατον ἐπεθύμει, ὅμως δὲ δι' ὧν ᾔτησεν τὸν θεὸν ἔδειξεν.
τί^ γά^ρ φησι^;
τί γάρ φησι;
δέομαι, κύ_ρι^ε, εἰ εὕρηκα^ χά^ρι^ν ἐνώπι^όν σου, γνωστῶς ἴ^δω σε, ἐμφάνισόν μοι σαυτόν.
δέομαι, κύριε, εἰ εὕρηκα χάριν ἐνώπιόν σου, γνωστῶς ἴδω σε, ἐμφάνισόν μοι σαυτόν.
ἀδελφὸς ἦν οὗτος τοῦ φιλίππου τοῦ λέγοντος·
ἀδελφὸς ἦν οὗτος τοῦ φιλίππου τοῦ λέγοντος·
δεῖξον ἡμῖν τὸν πα^τέρα^ καὶ ἀρκεῖ ἡμῖν.
δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν.
κύριε, σὺ^ εἶπα^ς, ὅτι^ εὗρες χά^ρι^ν ἐνώπι^όν μου, ἐμφάνισόν μοι σεαυτόν, ὅπως γνωστῶς ἴ^δω σε.
κύριε, σὺ εἶπας, ὅτι εὗρες χάριν ἐνώπιόν μου, ἐμφάνισόν μοι σεαυτόν, ὅπως γνωστῶς ἴδω σε.
εἶδε μὲν γὰ^ρ αὐτὸν καὶ ἐπὶ^ τῆς βά^του·
εἶδε μὲν γὰρ αὐτὸν καὶ ἐπὶ τῆς βάτου·
εἶδεν αὐτὸν καὶ ἐκ τοῦ ὄρους σινᾶ·
εἶδεν αὐτὸν καὶ ἐκ τοῦ ὄρους σινᾶ·
εἶδεν αὐτὸν καὶ ἐκ δι^α^φόρων ἐπι^φανέντα^ τόπων, καὶ δι^α^φόρως τὴν ἐπι^φά^νεια^ν αὐτοῦ ἐνδειξάμενον.
εἶδεν αὐτὸν καὶ ἐκ διαφόρων ἐπιφανέντα τόπων, καὶ διαφόρως τὴν ἐπιφάνειαν αὐτοῦ ἐνδειξάμενον.
ἀλλ' ὁ μα^κά^ριος ἐκεῖνος μωϋσῆς αὐτὸν ἰ^δεῖν ἐπόθει τῆς φύ^σεως τὸν χαρακτῆρα^.
ἀλλ' ὁ μακάριος ἐκεῖνος μωϋσῆς αὐτὸν ἰδεῖν ἐπόθει τῆς φύσεως τὸν χαρακτῆρα.
ἄνθρωπος ὤν, ἀ^νθρώπι^να^ περὶ^ τῆς ὑπερκοσμί^ου δυ^νά^μεως ἐφαντάζετο.
ἄνθρωπος ὤν, ἀνθρώπινα περὶ τῆς ὑπερκοσμίου δυνάμεως ἐφαντάζετο.
ὁ δὲ θεὸς τὸν μὲν πόθον τοῦ πιστοῦ θεράποντος ἐδέξα^το.
ὁ δὲ θεὸς τὸν μὲν πόθον τοῦ πιστοῦ θεράποντος ἐδέξατο.
πείθει τὴν ἀ^νθρωπί^νην ὄρεξι^ν τῶν ἀ^δυ^νά^των ἐπιθυμοῦσα^ν.
πείθει τὴν ἀνθρωπίνην ὄρεξιν τῶν ἀδυνάτων ἐπιθυμοῦσαν.
τί^ γά^ρ φησι^ πρὸς αὐτόν;
τί γάρ φησι πρὸς αὐτόν;
οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.
οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.
οὐ χωρεῖ ποθούμενον ἡ τῶν ποθούντων δύ^να^μι^ς·
οὐ χωρεῖ ποθούμενον ἡ τῶν ποθούντων δύναμις·
οὐ φέρει θνητὴ ὄψι^ς τὴν ἀ_θά^να^τον φύ^σι^ν.
οὐ φέρει θνητὴ ὄψις τὴν ἀθάνατον φύσιν.
τί^ οὖν, ὦ δέσποτα^, καταλιμπά^νεις τὸν πόθον ἀπαραμύθητον καὶ οὐ δὲ σκιὰν πα^ρέχεις τῆς ἐπι^θυ_μί^α_ς τῷ φανταζομένῳ τοσοῦτον πόθον;
τί οὖν, ὦ δέσποτα, καταλιμπάνεις τὸν πόθον ἀπαραμύθητον καὶ οὐ δὲ σκιὰν παρέχεις τῆς ἐπιθυμίας τῷ φανταζομένῳ τοσοῦτον πόθον;
ὅθεν φησί^·
ὅθεν φησί·
τίθημί σε εἰς τὴν πέτραν, καὶ σκεπάζω τῇ χειρί^ μου·
τίθημί σε εἰς τὴν πέτραν, καὶ σκεπάζω τῇ χειρί μου·
καὶ ἐν τῷ πα^ρέρχεσθαι τὴν δόξα^ν μου ὄψῃ τὰ^ ὀπίσθια^, τὰ^ δὲ ἐμπρόσθια^ οὐκ ὄψῃ.
καὶ ἐν τῷ παρέρχεσθαι τὴν δόξαν μου ὄψῃ τὰ ὀπίσθια, τὰ δὲ ἐμπρόσθια οὐκ ὄψῃ.
ἐν τῷ πα^ρέρχεσθαι οὐκ εἶπεν ἐμέ, ἀλλὰ^ τὴν δόξα^ν μου.
ἐν τῷ παρέρχεσθαι οὐκ εἶπεν ἐμέ, ἀλλὰ τὴν δόξαν μου.
οὐ γὰ^ρ ἔστι^ν ὑπερβά^ντα^ τὴν δόξα^ν οὐσί^α_ν εὑρεῖν.
οὐ γὰρ ἔστιν ὑπερβάντα τὴν δόξαν οὐσίαν εὑρεῖν.
μωϋσῆς οὐδὲν εὗρε πλέον δόξης, καὶ ταύτην οὐκ εἶδεν εἰς ὁλόκληρον, ἀλλὰ^ τὰ^ νῶτα^.
μωϋσῆς οὐδὲν εὗρε πλέον δόξης, καὶ ταύτην οὐκ εἶδεν εἰς ὁλόκληρον, ἀλλὰ τὰ νῶτα.
οὐκ ἐπειδὴ νώτοις καὶ στήθεσι^ διαγέγραπται ἡ θεία_ φύ^σι^ς.
οὐκ ἐπειδὴ νώτοις καὶ στήθεσι διαγέγραπται ἡ θεία φύσις.
ἁπλῆ γά^ρ ἐστι^ καὶ ἀσύνθετος·
ἁπλῆ γάρ ἐστι καὶ ἀσύνθετος·
ἀλλ' ἐπειδὴ ὁ θεὸς ἑαυτὸν οὕτω γνωρίζει, οὐ κα^τὰ^ τὴν αὐτῷ πρέπουσα^ν ἀ^ξί^α_ν, ἀλλὰ^ κα^τὰ^ τὴν δύ^να^μι^ν τῶν μελλόντων ἀπολαύειν τῆς ὄψεως.
ἀλλ' ἐπειδὴ ὁ θεὸς ἑαυτὸν οὕτω γνωρίζει, οὐ κατὰ τὴν αὐτῷ πρέπουσαν ἀξίαν, ἀλλὰ κατὰ τὴν δύναμιν τῶν μελλόντων ἀπολαύειν τῆς ὄψεως.
μωϋσῆς δόξα^ν ἔφθα^σε καὶ τὴν δόξα^ν οὐχ ὑπερέβη.
μωϋσῆς δόξαν ἔφθασε καὶ τὴν δόξαν οὐχ ὑπερέβη.
καὶ σύ^, αἱρετι^κέ, τὴν δόξα^ν ὑ^περὰς οὐσί^α_ν θεοῦ πολυπραγμονεῖς;
καὶ σύ, αἱρετικέ, τὴν δόξαν ὑπερὰς οὐσίαν θεοῦ πολυπραγμονεῖς;
ἔλθωμεν καὶ ἐπὶ^ τὸν μα^κά^ριον παῦλον.
ἔλθωμεν καὶ ἐπὶ τὸν μακάριον παῦλον.
παῦλος ἐν τῇ νέᾳ καταστάσει ἐγκύψας μερικαῖς τι^σι^ν οἰκονομί^αις τοῦ θεοῦ καὶ ὥσπερ ἰλιγγιάσας τὰ^ βά^θη τῆς ἐννοία_ς τὴν μεγά^λην ἐκείνην καὶ ἐκπλήξεως γέμουσα^ν ἀνεβόησε φωνήν·
παῦλος ἐν τῇ νέᾳ καταστάσει ἐγκύψας μερικαῖς τισιν οἰκονομίαις τοῦ θεοῦ καὶ ὥσπερ ἰλιγγιάσας τὰ βάθη τῆς ἐννοίας τὴν μεγάλην ἐκείνην καὶ ἐκπλήξεως γέμουσαν ἀνεβόησε φωνήν·
ὦ βά^θος πλούτου σοφί^α_ς καὶ γνώσεως θεοῦ.
ὦ βάθος πλούτου σοφίας καὶ γνώσεως θεοῦ.
ὡς ἀνεξερεύνητα^ τὰ^ κρί^μα^τα^ αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
τίς γὰ^ρ ἔγνω νοῦν κυ_ρί^ου;
τίς γὰρ ἔγνω νοῦν κυρίου;
ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;
ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;
καὶ τὸ τέλος τοῦ λόγου·
καὶ τὸ τέλος τοῦ λόγου·
ὅτι^ ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ^ πά^ντα^·
ὅτι ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα·
αὐτῷ ἡ δόξα_ εἰς τοὺς αἰῶνα^ς.
αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.
ὁρᾷς, ὅτι^ εἰς τὴν δόξα^ν ἐλθὼν τοῦ θεοῦ τὸν ὅρον οὐχ ὑπερέβη;
ὁρᾷς, ὅτι εἰς τὴν δόξαν ἐλθὼν τοῦ θεοῦ τὸν ὅρον οὐχ ὑπερέβη;
καὶ τί^ περὶ^ ἀνθρώπων λέγω;
καὶ τί περὶ ἀνθρώπων λέγω;
ἀνάβηθι πρὸς τὰ^ ὑπερκόσμια^ τῇ ἐννοίᾳ·
ἀνάβηθι πρὸς τὰ ὑπερκόσμια τῇ ἐννοίᾳ·
ἐρώτησον τοὺς οὐρανοὺς καὶ εἰπέ·
ἐρώτησον τοὺς οὐρανοὺς καὶ εἰπέ·
τί^ μοι περὶ^ θεοῦ ἀ^ναγγέλλειν δύ^να^σθε;
τί μοι περὶ θεοῦ ἀναγγέλλειν δύνασθε;
οὐρανοί, δι^ηγήσασθέ μοι ποδα^πὸς ὁ θεός·
οὐρανοί, διηγήσασθέ μοι ποδαπὸς ὁ θεός·
ἀ^πα^γγείλα^τέ μοι τί ἐστι^ν οὐσί^ᾳ ὁ θεος.
ἀπαγγείλατέ μοι τί ἐστιν οὐσίᾳ ὁ θεος.
ἀλλ' οὐκ ἀ^ποκρί_νονται οἱ οὐρανοὶ περὶ^ τῶν ἀ^δυ^νά^των ἐρωτώμενοι.
ἀλλ' οὐκ ἀποκρίνονται οἱ οὐρανοὶ περὶ τῶν ἀδυνάτων ἐρωτώμενοι.
ἀλλὰ^ κ ἂ_ν ταῦτα^ τολμηρῶς ἐπερωτήσῃς, ἀ^ποκρι^θήσεται ἔφριξεν οὐρα^νὸς ἐπὶ^ τοῦτο.
ἀλλὰ κ ἂν ταῦτα τολμηρῶς ἐπερωτήσῃς, ἀποκριθήσεται ἔφριξεν οὐρανὸς ἐπὶ τοῦτο.
φρίττει γὰ^ρ οὐρα^νὸς ἀ^ληθῶς, ὅτα^ν ἴ^δῃ τὴν θεία_ν πολυπραγμονουμένην φύ^σι^ν.
φρίττει γὰρ οὐρανὸς ἀληθῶς, ὅταν ἴδῃ τὴν θείαν πολυπραγμονουμένην φύσιν.
ἀντικρούσει δὲ καὶ ὁ μα^κά^ριος δαυὶδ τὴν ἄμετρον πολυπραγμοσύνην κολάζων καὶ ερεῖ·
ἀντικρούσει δὲ καὶ ὁ μακάριος δαυὶδ τὴν ἄμετρον πολυπραγμοσύνην κολάζων καὶ ερεῖ·
οὐκ ἤκουσα^ς, ὅτι^ οἱ οὐρανοὶ δι^ηγοῦνται φύ^σι^ν θεοῦ, ἀλλὰ^ δόξα^ν θεοῦ;
οὐκ ἤκουσας, ὅτι οἱ οὐρανοὶ διηγοῦνται φύσιν θεοῦ, ἀλλὰ δόξαν θεοῦ;
οὐκ αὐτός σοι δι^ὰ^ τῆς ἁγί^α_ς κι^θά^ρα_ς ἀνεβόησεν, ὅτι^ οἱ οὐρανοὶ δι^ηγοῦνται δόξα^ν θεοῦ, οὐ φύ^σι^ν θεοῦ;
οὐκ αὐτός σοι διὰ τῆς ἁγίας κιθάρας ἀνεβόησεν, ὅτι οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, οὐ φύσιν θεοῦ;
οὐκ οὐσί^α_ν ἑρμηνεύουσι^ν, ἀλλὰ^ δόξα^ν ἀ^ναγγέλλουσι^ν.
οὐκ οὐσίαν ἑρμηνεύουσιν, ἀλλὰ δόξαν ἀναγγέλλουσιν.
ἀλλὰ^ μὴ νομίζῃς τὰ_ς ὑπερκοσμί^ους δυ^νά^μεις εἰδέναι τι^ πλέον.
ἀλλὰ μὴ νομίζῃς τὰς ὑπερκοσμίους δυνάμεις εἰδέναι τι πλέον.
ἐρώτησον ἀγγέλους, ἐρώτησον λέγω, οὐκ ἐπειδὴ ἐπι^τέτραπταί σοι προσομιλεῖν ταῖς ἄ^νω δυ^νά^μεις, ἀλλ' ἐπειδὴ ἐκ τῆς γρα^φῆς ἔχεις τὰ^ φάρμα^κα^ καὶ τὰ^ ἐπιστομίζοντά^ σου τὴν θρασύτητα^.
ἐρώτησον ἀγγέλους, ἐρώτησον λέγω, οὐκ ἐπειδὴ ἐπιτέτραπταί σοι προσομιλεῖν ταῖς ἄνω δυνάμεις, ἀλλ' ἐπειδὴ ἐκ τῆς γραφῆς ἔχεις τὰ φάρμακα καὶ τὰ ἐπιστομίζοντά σου τὴν θρασύτητα.
ἐρώτησον τοὺς ἀγγέλους·
ἐρώτησον τοὺς ἀγγέλους·
ἐρώτησον, ὅταν ἴ^δῃς αὐτοὺς ἐπὶ^ γῆς χορεύοντα^ς ἢ ἀ^νυμνοῦντα^ς.
ἐρώτησον, ὅταν ἴδῃς αὐτοὺς ἐπὶ γῆς χορεύοντας ἢ ἀνυμνοῦντας.