macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
πῶς ταῦτα^ λα^ληθῇ ἢ πῶς σιωπηθῇ;
πῶς ταῦτα λαληθῇ ἢ πῶς σιωπηθῇ;
λόγος οὐκ ἀρκεσθῇ.
λόγος οὐκ ἀρκεσθῇ.
ἡ σι^ωπὴ ἀγνωμοσύνην ἡμῖν κα^τηγορεῖ.
ἡ σιωπὴ ἀγνωμοσύνην ἡμῖν κατηγορεῖ.
καὶ τί^ ποιήσομεν καὶ εἰπεῖν μὴ ἰσχύ_οντες;
καὶ τί ποιήσομεν καὶ εἰπεῖν μὴ ἰσχύοντες;
ἤρξατο νίπτειν τοὺς πόδα^ς τῶν μα^θητῶν καὶ ἐκμάσσειν τῷ λεντί^ῳ.
ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ.
οὐδὲ ἓν ὑπηρεσί^α_ς εἶδος πα^ρέλι^πεν·
οὐδὲ ἓν ὑπηρεσίας εἶδος παρέλιπεν·
οὐκ ἐπέτρεψε τὸ μὲν ὕ^δωρ ἐνθεῖναι παρ' ἄλλων, ἑαυτῷ δὲ νίψαι.
οὐκ ἐπέτρεψε τὸ μὲν ὕδωρ ἐνθεῖναι παρ' ἄλλων, ἑαυτῷ δὲ νίψαι.
οὐδὲ ἔνιψε μὲν αὐτός, ἄλλοι δὲ ἀπέμαξα^ν.
οὐδὲ ἔνιψε μὲν αὐτός, ἄλλοι δὲ ἀπέμαξαν.
καὶ φαίνεται ἐνταῦθα^ ξένον τι^ μυστήριον εἰσηγούμενος τοῖς μα^θηταῖς.
καὶ φαίνεται ἐνταῦθα ξένον τι μυστήριον εἰσηγούμενος τοῖς μαθηταῖς.
ἀγαπήσας φησὶ^ τοὺς ἰ^δί^ους μα^θητά_ς, εἰς τέλος ἠγάπησε καὶ τοῦ δείπνου γενομένου, ἤδη τοῦ δι^α^βόλου βεβληκότος εἰς τὴν καρδί^α_ν ἰούδα σίμωνος ἰσκαριώτου, ἵ^να_ πα^ρα^δῷ αὐτόν, ἀ^να^στὰ_ς ἀπέθετο τὰ^ ἱ_μά^τι^α^.
ἀγαπήσας φησὶ τοὺς ἰδίους μαθητάς, εἰς τέλος ἠγάπησε καὶ τοῦ δείπνου γενομένου, ἤδη τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν ἰούδα σίμωνος ἰσκαριώτου, ἵνα παραδῷ αὐτόν, ἀναστὰς ἀπέθετο τὰ ἱμάτια.
οὐχ ἁπλῶς τοῦτο εἶπεν, ἀλλ' ἵ^να_ δείξῃ ὅτι^ μελετήσαντος τοῦ προδότου τὴν παραδοσίαν οὐκ ὤκνησεν ὁ σωτὴρ αὐτοῦ τοῦ προδότου τοὺς πόδα^ς νίψαι.
οὐχ ἁπλῶς τοῦτο εἶπεν, ἀλλ' ἵνα δείξῃ ὅτι μελετήσαντος τοῦ προδότου τὴν παραδοσίαν οὐκ ὤκνησεν ὁ σωτὴρ αὐτοῦ τοῦ προδότου τοὺς πόδας νίψαι.
καὶ ᾔδει αὐτοῦ τὸν δόλον καὶ ἔνιψε.
καὶ ᾔδει αὐτοῦ τὸν δόλον καὶ ἔνιψε.
τί^ οὖν;
τί οὖν;
προσωποληψία πα^ρὰ^ τῷ θεῷ;
προσωποληψία παρὰ τῷ θεῷ;
μὴ γένοιτο.
μὴ γένοιτο.
ἀεὶ μετα^ξὺ^ ἀδι^κούντων καὶ ἀδι^κουμένων ἐστὶ^ν ἡ προσωποληψία.
ἀεὶ μεταξὺ ἀδικούντων καὶ ἀδικουμένων ἐστὶν ἡ προσωποληψία.
ἐὰν μέντοι ὁ ἀδι^κούμενος τι_μήσῃ τὸν ἀδικοῦντα^, οὐ προσωποληψία εστίν, ἀλλὰ^ τα^πεινοφροσύνη.
ἐὰν μέντοι ὁ ἀδικούμενος τιμήσῃ τὸν ἀδικοῦντα, οὐ προσωποληψία εστίν, ἀλλὰ ταπεινοφροσύνη.
ἐὰν δὲ ὁ ἀδι^κούμενος λάθρα μὲν ἐργάζεται τὸ κα^κόν, σχήμα^τι^ δὲ φιλανθρωπεύεται, ἐκείνη ἐστὶ^ν ὑπόκρισι^ς.
ἐὰν δὲ ὁ ἀδικούμενος λάθρα μὲν ἐργάζεται τὸ κακόν, σχήματι δὲ φιλανθρωπεύεται, ἐκείνη ἐστὶν ὑπόκρισις.
οἷον ἀπ' αὐτοῦ τοῦ πρά_γμα^τος λά^βε τὴν ἀ^πόδειξι^ν.
οἷον ἀπ' αὐτοῦ τοῦ πράγματος λάβε τὴν ἀπόδειξιν.
ἤιδει ἰούδας ὁ πα^ρα^διδοὺς τὸν δεσπότην, ὅτι^ ἀσεβὲς ἦν αὐτοῦ.
ἤιδει ἰούδας ὁ παραδιδοὺς τὸν δεσπότην, ὅτι ἀσεβὲς ἦν αὐτοῦ.
ὧι γὰ^ρ ἐπεβούλευε φί^λημα^ προσέφερεν.
ὧι γὰρ ἐπεβούλευε φίλημα προσέφερεν.
ὁ δὲ σωτὴρ ἀδι^κούμενος ἐτί_μα_ τὸν ἀδικοῦντα^, ὅπερ οὐκ ἦν ἀ^δι^κί^α_, ἀλλὰ^ ταπεινοφροσύνης ὑπερβολή, καὶ πα^ρὰ^ θεῷ ἐπαινουμένη καὶ πα^ρὰ^ ἀνθρώποις θαυμαζομένη θέλεις ἰ^δεῖν σχῆμα^;
ὁ δὲ σωτὴρ ἀδικούμενος ἐτίμα τὸν ἀδικοῦντα, ὅπερ οὐκ ἦν ἀδικία, ἀλλὰ ταπεινοφροσύνης ὑπερβολή, καὶ παρὰ θεῷ ἐπαινουμένη καὶ παρὰ ἀνθρώποις θαυμαζομένη θέλεις ἰδεῖν σχῆμα;
βλέπε τὸν ἰωὰβ τὸν ἀρχιστρά^τηγον τοῦ δαυίδ.
βλέπε τὸν ἰωὰβ τὸν ἀρχιστράτηγον τοῦ δαυίδ.
κατέσχε τὸν ἀβνάρ, ἄλλον ἀρχιστρά^τηγον, καὶ φι^λί^α_ς προσέφερε ῥήμα^τα^ καὶ λάθρα ἐνέπηξε τὸ ξί^φος τῇ λαγόνι^.
κατέσχε τὸν ἀβνάρ, ἄλλον ἀρχιστράτηγον, καὶ φιλίας προσέφερε ῥήματα καὶ λάθρα ἐνέπηξε τὸ ξίφος τῇ λαγόνι.
ἀ^δελφὸν ἐκά^λει καὶ ὡς ἐχθρὸν ἀ^νῄρει.
ἀδελφὸν ἐκάλει καὶ ὡς ἐχθρὸν ἀνῄρει.
δι^ὰ^ τοῦτο κα^κὸν ἡ ὑπόκρισι^ς.
διὰ τοῦτο κακὸν ἡ ὑπόκρισις.
ἀλλαχοῦ δὲ ὅταν ὁ ἀδι^κούμενος εὐεργετήσῃ τὸν ἀδικοῦντα^, ἐπαίνου ἐστὶ^ τὸ ἔργον.
ἀλλαχοῦ δὲ ὅταν ὁ ἀδικούμενος εὐεργετήσῃ τὸν ἀδικοῦντα, ἐπαίνου ἐστὶ τὸ ἔργον.
ὁ ἰακὼβ ἐφοβεῖτο τὸν ἴ^δι^ον ἀδελφὸν τὸν ἠσαῦ καὶ πα^ρεκά^λει τὸν θεὸν λέγων·
ὁ ἰακὼβ ἐφοβεῖτο τὸν ἴδιον ἀδελφὸν τὸν ἠσαῦ καὶ παρεκάλει τὸν θεὸν λέγων·
ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀ^δελφοῦ μου, μὴ ἐλθὼν ἀποκτείνῃ με.
ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου, μὴ ἐλθὼν ἀποκτείνῃ με.
ὅτε μέντοι εἶδεν αὐτὸν, τι_μᾷ καὶ λέγει·
ὅτε μέντοι εἶδεν αὐτὸν, τιμᾷ καὶ λέγει·
εἶδον τὸν πρόσωπόν σου ὡς ἂ_ν τι^ς ἴ^δῃ πρόσωπον θεοῦ.
εἶδον τὸν πρόσωπόν σου ὡς ἂν τις ἴδῃ πρόσωπον θεοῦ.
ἰδὼν δὲ αὐτὸν ὡς πολέμι^ον, ὡς φονέα^, ἐπειδὴ ᾔδει ὅτι^ οὐκ ἔλεγεν ἵ^να_ ἐπι^βουλεύσῃ, ἀλλ' ἵ^να_ ἐπι^βουλὴν φύ^γῃ, συνέγνω ὁ θεός.
ἰδὼν δὲ αὐτὸν ὡς πολέμιον, ὡς φονέα, ἐπειδὴ ᾔδει ὅτι οὐκ ἔλεγεν ἵνα ἐπιβουλεύσῃ, ἀλλ' ἵνα ἐπιβουλὴν φύγῃ, συνέγνω ὁ θεός.
οὕτω τι^ς ἐὰν φι^λί^α_ς προσενέγκῃ ῥήμα^τα^, οὐχ ἵ^να_ δολιεύσηται, ἀλλ' ἵ^να_ τὸν δόλον ἐκφύ^γῃ, οὐκ ἀγανακτεῖ ὁ θεός.
οὕτω τις ἐὰν φιλίας προσενέγκῃ ῥήματα, οὐχ ἵνα δολιεύσηται, ἀλλ' ἵνα τὸν δόλον ἐκφύγῃ, οὐκ ἀγανακτεῖ ὁ θεός.
αὐτοῦ γά^ρ ἐστι^ δι^δά^σκα^λος.
αὐτοῦ γάρ ἐστι διδάσκαλος.
λόγος ὑποπίπτων ἀποστρέφει ὀργήν.
λόγος ὑποπίπτων ἀποστρέφει ὀργήν.
ἤδη οὖν, φησί^, τοῦ δι^α^βόλου βεβληκότος εἰς τὴν καρδί^α_ν ἰούδα πα^ρα^δοῦναι τὸν σωτῆρα^, ὁ σωτὴρ νι_κῆσαι θέλων τὴν ἀγνωμοσύνην τῇ φι^λανθρωπί^ᾳ καὶ τῇ ἐπιεικείᾳ τὴν ἀλαζονείαν λῦσαι, ἔνιψεν αὐτοῦ τοὺς πόδα^ς.
ἤδη οὖν, φησί, τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν ἰούδα παραδοῦναι τὸν σωτῆρα, ὁ σωτὴρ νικῆσαι θέλων τὴν ἀγνωμοσύνην τῇ φιλανθρωπίᾳ καὶ τῇ ἐπιεικείᾳ τὴν ἀλαζονείαν λῦσαι, ἔνιψεν αὐτοῦ τοὺς πόδας.
ἐγὼ οὐ τοσοῦτον θαυμάζω τὸν δεσπότην τὰ^ ἴ^δι^α^ ποιοῦντα^ ἔργον γὰ^ρ ἦν αὐτοῦ ἡ ἐπιείκεια^.
ἐγὼ οὐ τοσοῦτον θαυμάζω τὸν δεσπότην τὰ ἴδια ποιοῦντα ἔργον γὰρ ἦν αὐτοῦ ἡ ἐπιείκεια.
ὅσον ἐκεῖνον δόλου γέμοντα^.
ὅσον ἐκεῖνον δόλου γέμοντα.
ποίᾳ καρδί^ᾳ προέτεινε τοὺς πόδα^ς;
ποίᾳ καρδίᾳ προέτεινε τοὺς πόδας;
πῶς ἔβλεπε τὰ_ς ἁγί^α_ς χεῖρα^ς τοῦ δεσπότου περὶ^ τοὺς πόδα^ς αὐτοῦ στρεφομένας;
πῶς ἔβλεπε τὰς ἁγίας χεῖρας τοῦ δεσπότου περὶ τοὺς πόδας αὐτοῦ στρεφομένας;
πῶς οὐκ ἐνάρκησε;
πῶς οὐκ ἐνάρκησε;
πῶς οὐκ ἔφριξεν;
πῶς οὐκ ἔφριξεν;
ἀλλ' ὅμως ἡ ἀνεξίκακος φύ^σι^ς μακροθυμεῖ.
ἀλλ' ὅμως ἡ ἀνεξίκακος φύσις μακροθυμεῖ.
φαίνεται δὲ καὶ πρῶτον νί^ψα_ς αὐτόν.
φαίνεται δὲ καὶ πρῶτον νίψας αὐτόν.
δι^ὰ^ τί^;
διὰ τί;
εἰ μὴ ἔνιψε τοὺς πόδα^ς τοῦ προδότου, ἀλλὰ^ νίπτων τῶν ἄλλων αὐτὸν κατέλιπε, κ ἀκεῖνο ἦν τοῦ δεσπότου ἀ^λλότρι^ον καὶ ὁ ἰούδας εὔλογον ἔλα^βεν ἀ^φορμήν.
εἰ μὴ ἔνιψε τοὺς πόδας τοῦ προδότου, ἀλλὰ νίπτων τῶν ἄλλων αὐτὸν κατέλιπε, κ ἀκεῖνο ἦν τοῦ δεσπότου ἀλλότριον καὶ ὁ ἰούδας εὔλογον ἔλαβεν ἀφορμήν.
αὐτός με ἀ^φώρι^σεν·
αὐτός με ἀφώρισεν·
αὐτός με ἠλλοτρί^ωσε·
αὐτός με ἠλλοτρίωσε·
πάντων ἔνιψε τοὺς πόδα^ς, ἐμὲ δὲ κατέγνω.
πάντων ἔνιψε τοὺς πόδας, ἐμὲ δὲ κατέγνω.
ποίᾳ ψυ^χῇ ἐδυ^νά^μην εἶναι μετ' αὐτοῦ;
ποίᾳ ψυχῇ ἐδυνάμην εἶναι μετ' αὐτοῦ;
εἶδεν ὁ θεὸς καρδί^α_ν συντετριμμένην καὶ οὐκ ἠθέλησε τὸ ἀφ' ἑαυτοῦ συ^ντρι_βόμενον αὐτὸς συντρίψαι.
εἶδεν ὁ θεὸς καρδίαν συντετριμμένην καὶ οὐκ ἠθέλησε τὸ ἀφ' ἑαυτοῦ συντριβόμενον αὐτὸς συντρίψαι.
καὶ τοῦτο ἦν τὸ κά^λα^μον συντετριμμένον μὴ κατεάξῃς.
καὶ τοῦτο ἦν τὸ κάλαμον συντετριμμένον μὴ κατεάξῃς.
ὅμως ἔνιψε τῶν μα^θητῶν τοὺς πόδα^ς.
ὅμως ἔνιψε τῶν μαθητῶν τοὺς πόδας.
ἦλθε τελευταῖον ἐπὶ^ τὸν πέτρον.
ἦλθε τελευταῖον ἐπὶ τὸν πέτρον.
ἐν ὅσῳ δὲ τοὺς ἄλλους ἔνιπτεν ὁ σωτήρ, ἐννοεῖ πέτρος τὸ ἀξί^ωμα^ τοῦ δεσπότου καὶ τὴν εὐτέλεια^ν τῶν ἀνθρώπων, τὸ τα^πεινὸν τῶν ἀνθρώπων καὶ τὴν δόξα^ν τοῦ δεδοξασμένου, καὶ ὥρι^σε παρ' ἑαυτῷ τὸ μὴ καταδέξασθαι.
ἐν ὅσῳ δὲ τοὺς ἄλλους ἔνιπτεν ὁ σωτήρ, ἐννοεῖ πέτρος τὸ ἀξίωμα τοῦ δεσπότου καὶ τὴν εὐτέλειαν τῶν ἀνθρώπων, τὸ ταπεινὸν τῶν ἀνθρώπων καὶ τὴν δόξαν τοῦ δεδοξασμένου, καὶ ὥρισε παρ' ἑαυτῷ τὸ μὴ καταδέξασθαι.
ἦλθε πρὸς αὐτὸν ὁ σωτὴρ καὶ λέγει ἐκεῖνος·
ἦλθε πρὸς αὐτὸν ὁ σωτὴρ καὶ λέγει ἐκεῖνος·
κύ_ρι^ε, σὺ^ μου νίπτεις τοὺς πόδα^ς;.
κύριε, σὺ μου νίπτεις τοὺς πόδας;.
σὺ^ εἶ ὁ νεκροὺς ἐγείρων, ὁ λεπροὺς κα^θα^ρί^ζων τὸ γὰ^ρ σὺ^ πολλὴν ἔχει δύ^να^μι^ν.
σὺ εἶ ὁ νεκροὺς ἐγείρων, ὁ λεπροὺς καθαρίζων τὸ γὰρ σὺ πολλὴν ἔχει δύναμιν.
σὺ^, ᾧ ἐγὼ ἐμα^ρτύ^ρησα^ ὅτι^ σὺ^ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.
σὺ, ᾧ ἐγὼ ἐμαρτύρησα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.
εἰ μὲν ἀ^πὸ ἀ^γνοία_ς εἶπον, συ^νέβη ἂ^ν ὑπόνοια^ν ἀ^νθρωπί^νην εἶναι.
εἰ μὲν ἀπὸ ἀγνοίας εἶπον, συνέβη ἂν ὑπόνοιαν ἀνθρωπίνην εἶναι.
εἰ δὲ σύ^ μου τὴν φωνὴν ἐσφράγισα^ς λέγων ὅτι^ ὁ πα^τήρ μου ὁ ἐν οὐρα^νοῖς ἀπεκάλυψέ σοι, ἀ^νέχῃ οἰκέτου πόδα^ς πλῦναι χερσὶ^ δεσπότου;
εἰ δὲ σύ μου τὴν φωνὴν ἐσφράγισας λέγων ὅτι ὁ πατήρ μου ὁ ἐν οὐρανοῖς ἀπεκάλυψέ σοι, ἀνέχῃ οἰκέτου πόδας πλῦναι χερσὶ δεσπότου;
οὐ μὴ νίψεις τοὺς πόδα^ς εἰς τὸν αἰῶνα^.
οὐ μὴ νίψεις τοὺς πόδας εἰς τὸν αἰῶνα.
τί^ οὖν ὁ σωτήρ;
τί οὖν ὁ σωτήρ;
διεσκέδασε τὴν φωνὴν αὐτοῦ.
διεσκέδασε τὴν φωνὴν αὐτοῦ.
ὃ ποιῶ φησι^ νῦν σὺ^ οὐκ οἶδα^ς, γνώσῃ δὲ μετὰ^ ταῦτα^, ἀντὶ^ τοῦ ἀγνοεῖς μου τὸν σκοπὸν τοῦ ποιοῦντος.
ὃ ποιῶ φησι νῦν σὺ οὐκ οἶδας, γνώσῃ δὲ μετὰ ταῦτα, ἀντὶ τοῦ ἀγνοεῖς μου τὸν σκοπὸν τοῦ ποιοῦντος.
οὐκ ἠνείχετο, ἀλλὰ^ ταῦτα^ ἀ^κούσα_ς λέγει·
οὐκ ἠνείχετο, ἀλλὰ ταῦτα ἀκούσας λέγει·
οὐ μή μου νίψεις τοὺς πόδα^ς εἰς τὸν αἰῶνα^.
οὐ μή μου νίψεις τοὺς πόδας εἰς τὸν αἰῶνα.
ἔδειξε ψυ_χὴν ἀ^δά^μα^ντος σκληροτέραν.
ἔδειξε ψυχὴν ἀδάμαντος σκληροτέραν.
προσήνεγκε δὲ ὁ σωτὴρ τὸ ἑαυτοῦ πῦρ καὶ ἐποίησε τὴν ἀ^δά^μα^ντα^ ψυ_χὴν κηροῦ ἁπαλωτέραν.
προσήνεγκε δὲ ὁ σωτὴρ τὸ ἑαυτοῦ πῦρ καὶ ἐποίησε τὴν ἀδάμαντα ψυχὴν κηροῦ ἁπαλωτέραν.
ὥστε, φησί^, καὶ μονότονος καὶ φιλόνεικος λῦσόν σου τὴν ἔνστασι^ν.
ὥστε, φησί, καὶ μονότονος καὶ φιλόνεικος λῦσόν σου τὴν ἔνστασιν.
εἰ μή σου νίψω τοὺς πόδα^ς, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ.
εἰ μή σου νίψω τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ.
καὶ ὁ μονότονος καὶ ὁ φιλόνεικος λέγει·
καὶ ὁ μονότονος καὶ ὁ φιλόνεικος λέγει·
κύ_ρι^ε, μὴ μόνον τοὺς πόδα^ς, ἀλλὰ^ τὰ_ς καὶ χεῖρα^ς καὶ τὴν κεφαλήν.
κύριε, μὴ μόνον τοὺς πόδας, ἀλλὰ τὰς καὶ χεῖρας καὶ τὴν κεφαλήν.
τὸ κεφά^λαιον ἀπεστέρει καὶ μετὰ^ τόκου ἀπέδωκε.
τὸ κεφάλαιον ἀπεστέρει καὶ μετὰ τόκου ἀπέδωκε.
χριστιανῶν ἦθος οὐκ ἐστὶ^ μονότονον.
χριστιανῶν ἦθος οὐκ ἐστὶ μονότονον.
οὐ δεῖ χριστιανῶν ἔμφιλον ἦθος ἔχειν.
οὐ δεῖ χριστιανῶν ἔμφιλον ἦθος ἔχειν.
οὐ δεῖ αὐτὸν ποικί^λον εἶναι εἰς ἐπι^βουλήν, ἀλλ' ἀπολύτροπον εἰς ἀ^ρετήν.
οὐ δεῖ αὐτὸν ποικίλον εἶναι εἰς ἐπιβουλήν, ἀλλ' ἀπολύτροπον εἰς ἀρετήν.
οἷον δεῖ εἶναι, φαιδρὸν μὲν ἐν καιρῷ φαιδρότητος, στυγνὸν δὲ ἐν καιρῷ λύ_πης, χαίρειν μετὰ^ χαιρόντων, νηστεύειν μετὰ^ νηστευόντων, κλαίειν μετὰ^ κλαιόντων.
οἷον δεῖ εἶναι, φαιδρὸν μὲν ἐν καιρῷ φαιδρότητος, στυγνὸν δὲ ἐν καιρῷ λύπης, χαίρειν μετὰ χαιρόντων, νηστεύειν μετὰ νηστευόντων, κλαίειν μετὰ κλαιόντων.
τοῦτο γά^ρ ἐστι^ν εἴτε ἐσθί^ετε, εἴ τε πί_νετε, πά^ντα^ εἰς δόξα^ν θεοῦ ποιεῖτε.
τοῦτο γάρ ἐστιν εἴτε ἐσθίετε, εἴ τε πίνετε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε.
οὐδὲν οὖν ὤνησεν ἡ πέτρου μονοτονί^α_.
οὐδὲν οὖν ὤνησεν ἡ πέτρου μονοτονία.
ἐλύθη γὰ^ρ ὡς καὶ ἄλλου.
ἐλύθη γὰρ ὡς καὶ ἄλλου.
ὅτε ἦλθεν ὁ χριστὸς βαπτισθῆναι ὑ^πὸ ἰωάννου, λέγει αὐτῷ ὁ βαπτιστής·
ὅτε ἦλθεν ὁ χριστὸς βαπτισθῆναι ὑπὸ ἰωάννου, λέγει αὐτῷ ὁ βαπτιστής·
κύριε, ἐγὼ χρεία_ν ἔχω ὑ^πὸ σοῦ βαπτισθῆναι καὶ σὺ^ ἔρχῃ πρός με;
κύριε, ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με;
λέγει αὐτῷ ὁ σωτήρ·
λέγει αὐτῷ ὁ σωτήρ·
ἄφες ἄρτι^.
ἄφες ἄρτι.
μὴ φιλονείκει, μὴ ἀ^νθί^στα^σο, ὅτι^ θεία_ ἐστὶ^ν ἡ γνώμη.
μὴ φιλονείκει, μὴ ἀνθίστασο, ὅτι θεία ἐστὶν ἡ γνώμη.
μὴ πρὸ καιροῦ γυμνώσῃς τὸ ἀξί^ωμα^.
μὴ πρὸ καιροῦ γυμνώσῃς τὸ ἀξίωμα.
ἔασόν με πληρῶσαι τὴν τάξι^ν καὶ δεῖξαι ἀ^ληθῶς ὅτι^ ἄνθρωπον ἔλα^βον, ἵ^να_ δι^ὰ^ τοῦ ἀνθρώπου τοῦ ἀ^ληθι^νοῦ θεὸν ἀναφανῶ.
ἔασόν με πληρῶσαι τὴν τάξιν καὶ δεῖξαι ἀληθῶς ὅτι ἄνθρωπον ἔλαβον, ἵνα διὰ τοῦ ἀνθρώπου τοῦ ἀληθινοῦ θεὸν ἀναφανῶ.
μόνον εἶπεν·
μόνον εἶπεν·
ἄφες ἄρτι^, καὶ εὐθέως ἐπι^σημαίνεται ὁ εὐαγγελιστής·
ἄφες ἄρτι, καὶ εὐθέως ἐπισημαίνεται ὁ εὐαγγελιστής·
τότε ἀ^φῆκεν αὐτὸν βαπτισθῆναι.
τότε ἀφῆκεν αὐτὸν βαπτισθῆναι.
ἐφιλονείκησεν ὡς εὐσεβὴς καὶ ὑ^πήκουσεν ὡς φι^λόθεος.
ἐφιλονείκησεν ὡς εὐσεβὴς καὶ ὑπήκουσεν ὡς φιλόθεος.
ὁ ὢν δέσποτα^ κύριε, σὺ^ οἶδα^ς ὅτι^ νεώτερός εἰμι^.
ὁ ὢν δέσποτα κύριε, σὺ οἶδας ὅτι νεώτερός εἰμι.
καὶ εἶπε κύ_ρι^ος πρός με·
καὶ εἶπε κύριος πρός με·
μὴ λέγε ὅτι^ νεώτερος ἐγώ εἰμι^, ὅτι^ πρὸς οὓς ἂ_ν ἐχαποστελῶ σε, πορεύσῃ.
μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς οὓς ἂν ἐχαποστελῶ σε, πορεύσῃ.
ἔλυσε τὴν μονοτονίαν ἡ εὐτονία.
ἔλυσε τὴν μονοτονίαν ἡ εὐτονία.
προχείρισαι ἄλλον.
προχείρισαι ἄλλον.
ἰσχνόφωνος γά^ρ εἰμι^ καὶ βρα^δύ^γλωσσος.
ἰσχνόφωνος γάρ εἰμι καὶ βραδύγλωσσος.
ἀλλ' οὐκ ἐνέδωκεν.
ἀλλ' οὐκ ἐνέδωκεν.
ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν.
ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν.