macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἐὰν μὴ νίψω σου τοὺς πόδα^ς, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ.
ἐὰν μὴ νίψω σου τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ.
ἐν τούτῳ ὀφείλομεν εἰδέναι ὅτι^ μέρος τῶν πιστῶν ὁ θεός ἐστι^ καὶ μέρος τοῦ θεοῦ οἱ πιστοί.
ἐν τούτῳ ὀφείλομεν εἰδέναι ὅτι μέρος τῶν πιστῶν ὁ θεός ἐστι καὶ μέρος τοῦ θεοῦ οἱ πιστοί.
οἷον·
οἷον·
ὅλος ὁ κόσμος τοῦ θεοῦ ἐστι^·
ὅλος ὁ κόσμος τοῦ θεοῦ ἐστι·
οἶδε δὲ τοὺς πιστοὺς ὁ θεός.
οἶδε δὲ τοὺς πιστοὺς ὁ θεός.
ὅλος ὁ κόσμος φησὶ^ν ἐκτίσθη ὑπ' ἐμοῦ, ἀλλ' οὐδέν μοι δι^α^φέρει ἢ τὸ τῶν πιστῶν μέρος.
ὅλος ὁ κόσμος φησὶν ἐκτίσθη ὑπ' ἐμοῦ, ἀλλ' οὐδέν μοι διαφέρει ἢ τὸ τῶν πιστῶν μέρος.
δι^ὰ^ τοῦτο οἱ μὲν πιστοὶ ἐβόων, ὡς ὁ δαυίδ·
διὰ τοῦτο οἱ μὲν πιστοὶ ἐβόων, ὡς ὁ δαυίδ·
μερίς μου ὁ κύ_ρι^ος ἐν γῃ ζώντων καὶ πά^λι^ν·
μερίς μου ὁ κύριος ἐν γῃ ζώντων καὶ πάλιν·
κύ_ρι^ος μερὶς τῆς κληρονομία_ς μου.
κύριος μερὶς τῆς κληρονομίας μου.
ἡ δὲ μαρία κα^θημένη πρὸς τοῖς ποσὶ^ τοῦ δεσπότου ἤκουσε δι^δα^σκα^λί^α_ς καὶ λέγει ὁ σωτήρ·
ἡ δὲ μαρία καθημένη πρὸς τοῖς ποσὶ τοῦ δεσπότου ἤκουσε διδασκαλίας καὶ λέγει ὁ σωτήρ·
μαρία δὲ τὴν ἀ^γα^θὴν μερίδα ἐξελέξα^το, ἥτι^ς οὐκ ἀ^φαιρεθήσεται ἀπ' αὐτῆς.
μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς.
ὁρᾷς ὅτι^ τῶν πιστῶν ἡ μερὶς ὁ θεός ἐστι^;
ὁρᾷς ὅτι τῶν πιστῶν ἡ μερὶς ὁ θεός ἐστι;
λοιπὸν δεῖξαι ἀ^να^γκαῖον ποῦ ἡ μερὶς τοῦ θεοῦ οἱ πιστοί.
λοιπὸν δεῖξαι ἀναγκαῖον ποῦ ἡ μερὶς τοῦ θεοῦ οἱ πιστοί.
ὅτε διεμέριζεν ἔθνη ὁ ὕψιστος, δι^έσπειρεν υἱοὺς ἀδάμ, ἔστησεν ὅρια^ ἐθνῶν κα^τὰ^ ἀ^ρι^θμὸν ἀγγέλων θεοῦ καὶ ἐγεννήθη μερὶς κυ_ρί^ου λα_ὸς αὐτοῦ ἰακώβ.
ὅτε διεμέριζεν ἔθνη ὁ ὕψιστος, διέσπειρεν υἱοὺς ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ καὶ ἐγεννήθη μερὶς κυρίου λαὸς αὐτοῦ ἰακώβ.
ἐπειδὴ ὅλος ὁ κόσμος ἦν αὐτοῦ, μόνος δὲ λα_ὸς αὐτοῦ ἤκουσεν ἰακώβ.
ἐπειδὴ ὅλος ὁ κόσμος ἦν αὐτοῦ, μόνος δὲ λαὸς αὐτοῦ ἤκουσεν ἰακώβ.
καὶ εἶδον καὶ ἰ^δοὺ ἐκά^λεσε κύ_ρι^ος τὴν δί^κην ἐν πυ_ρὶ^ καὶ κα^τέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κα^τέφαγε τὴν μερίδα κυ_ρί^ου·
καὶ εἶδον καὶ ἰδοὺ ἐκάλεσε κύριος τὴν δίκην ἐν πυρὶ καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγε τὴν μερίδα κυρίου·
τὸν λα_ὸν λέγει.
τὸν λαὸν λέγει.
καὶ εἶπόν φησι^·
καὶ εἶπόν φησι·
κόπα^σον, κύριε, ἀ^πὸ τοῦ ἰακώβ, ὅτι^ ὀλι^γοστός ἐστι^ν, ἀντὶ^ τοῦ μὴ ἀ^να_λώσῃς ἡμᾶς.
κόπασον, κύριε, ἀπὸ τοῦ ἰακώβ, ὅτι ὀλιγοστός ἐστιν, ἀντὶ τοῦ μὴ ἀναλώσῃς ἡμᾶς.
ταῦτα^ μὲν εἴρηται δι^ὰ^ τὸ λέγειν τὸν σωτῆρα^·
ταῦτα μὲν εἴρηται διὰ τὸ λέγειν τὸν σωτῆρα·
ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ.
ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ.
μερὶς οὖν τῶν πιστῶν ὁ θεὸς καὶ μερὶς τοῦ θεοῦ οἱ πιστοί.
μερὶς οὖν τῶν πιστῶν ὁ θεὸς καὶ μερὶς τοῦ θεοῦ οἱ πιστοί.
λέγει ὁ πέτρος·
λέγει ὁ πέτρος·
κύριε, μὴ μόνον τοὺς πόδα^ς μου νίψεις, ἀλλὰ^ καὶ τὰ_ς χεῖρα^ς καὶ τὴν κεφαλήν.
κύριε, μὴ μόνον τοὺς πόδας μου νίψεις, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
ἐνόμισεν ὁ πέτρος ὅτι^ ἡ ἀπόνιψι^ς ἐκείνη ἁμαρτι^ῶν ἦν ἄφεσι^ς καὶ ἤθελε δι' ὅλου τοῦ σώμα^τος λα^βεῖν ἄφεσι^ν.
ἐνόμισεν ὁ πέτρος ὅτι ἡ ἀπόνιψις ἐκείνη ἁμαρτιῶν ἦν ἄφεσις καὶ ἤθελε δι' ὅλου τοῦ σώματος λαβεῖν ἄφεσιν.
ἡ δὲ οὐχ ἁμαρτι^ῶν ἄφεσι^ς ἦν, ἀλλ' εὐλαβεία_ς ὑπόθεσι^ς.
ἡ δὲ οὐχ ἁμαρτιῶν ἄφεσις ἦν, ἀλλ' εὐλαβείας ὑπόθεσις.
εἶτα λέγει ὁ σωτήρ·
εἶτα λέγει ὁ σωτήρ·
ὁ λελουμένος οὐ χρεία_ν ἔχει, εἰ μὴ μόνον τοὺς πόδα^ς νίψασθαι·
ὁ λελουμένος οὐ χρείαν ἔχει, εἰ μὴ μόνον τοὺς πόδας νίψασθαι·
ἤδη ὑ_μεῖς κα^θα^ροί ἐστε δι^ὰ^ τὸν λόγον, ὃν λελά^ληκα^ ὑ_μῖν.
ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον, ὃν λελάληκα ὑμῖν.
ἀλλὰ^ ταῦτα μὲν ταύτην ἔχει τὴν ἕξι^ν.
ἀλλὰ ταῦτα μὲν ταύτην ἔχει τὴν ἕξιν.
ὅτε δὲ ἀπένιψε τοὺς πόδα^ς καὶ ἐξέμαξε, λα^βὼν τὰ^ ἱ_μά^τι^α^ ἀνέπεσεν.
ὅτε δὲ ἀπένιψε τοὺς πόδας καὶ ἐξέμαξε, λαβὼν τὰ ἱμάτια ἀνέπεσεν.
ἐτήρησε τοῦ δούλου τὴν μορφὴν καὶ λοιπὸν ἀνακλίνεται ὡς δεσπότης καὶ λέγει μετ' αὐθεντία_ς·
ἐτήρησε τοῦ δούλου τὴν μορφὴν καὶ λοιπὸν ἀνακλίνεται ὡς δεσπότης καὶ λέγει μετ' αὐθεντίας·
οὐκ οἴδατε τί^ πεποίηκα^ ὑ_μῖν;
οὐκ οἴδατε τί πεποίηκα ὑμῖν;
ἀντὶ^ τοῦ οὐκ ἐνοήσα^τε.
ἀντὶ τοῦ οὐκ ἐνοήσατε.
οὐχ ὑ_μεῖς λέγετε·
οὐχ ὑμεῖς λέγετε·
ὁ κύ_ρι^ος καὶ ὁ δι^δά^σκα^λος;
ὁ κύριος καὶ ὁ διδάσκαλος;
καὶ κα^λῶς λέγετε.
καὶ καλῶς λέγετε.
εἰμὶ γά^ρ.
εἰμὶ γάρ.
ὧδε γυμνοῖ τὴν αὐθεντίαν.
ὧδε γυμνοῖ τὴν αὐθεντίαν.
ἐξέβαλε τὴν τοῦ δούλου μορφὴν καὶ εἰσά^γει τὴν τοῦ θεοῦ.
ἐξέβαλε τὴν τοῦ δούλου μορφὴν καὶ εἰσάγει τὴν τοῦ θεοῦ.
οὐχ ὑ_μεῖς λέγετε·
οὐχ ὑμεῖς λέγετε·
ὁ κύ_ρι^ος καὶ ὁ δι^δά^σκα^λος;
ὁ κύριος καὶ ὁ διδάσκαλος;
εἰ οὖν ἐγὼ ὁ κύριος καὶ ὁ δι^δά^σκα^λος ἔνι^ψα^ ὑ_μῶν τοὺς πόδα^ς, πόσῳ μᾶλλον ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδα^ς;
εἰ οὖν ἐγὼ ὁ κύριος καὶ ὁ διδάσκαλος ἔνιψα ὑμῶν τοὺς πόδας, πόσῳ μᾶλλον ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας;
ὑπόδειγμα^ γὰ^ρ δέδωκα^ ὑ_μῖν ὁρῶ ὅτι^ εὐλαβεία_ς ἦν ὑπόθεσι^ς.
ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν ὁρῶ ὅτι εὐλαβείας ἦν ὑπόθεσις.
, ἵν' ὡς ἐποίησα^ ὑ_μῖν φησι^ν οὕτω καὶ ὑ_μεῖς ἀλλήλοις ποιῆτε.
, ἵν' ὡς ἐποίησα ὑμῖν φησιν οὕτω καὶ ὑμεῖς ἀλλήλοις ποιῆτε.
τούτων οὕτω γενομένων προσέρχονται αὐτῷ οἱ μα^θηταὶ αὐτοῦ καὶ λέγουσι^·
τούτων οὕτω γενομένων προσέρχονται αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ λέγουσι·
κύριε, ποῦ θέλεις ἑτοιμά^σωμέν σοι φα^γεῖν τὸ πάσχα^;.
κύριε, ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;.
βλέπε θεοῦ πρόγνωσι^ν.
βλέπε θεοῦ πρόγνωσιν.
λέγει·
λέγει·
ἀπέλθατε εἰς τὴν πόλι^ν καὶ ἀ^πα^ντήσει ὑ_μῖν ἄνθρωπος κεράμιον ὕ^δα^τος βαστάζων.
ἀπέλθατε εἰς τὴν πόλιν καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων.
ἀκολουθήσατε αὐτῷ ὅπου ἀ^πέρχεται καὶ εἰς ἣν ἂ_ν οἰκί^α_ν εἰσέλθῃ·
ἀκολουθήσατε αὐτῷ ὅπου ἀπέρχεται καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθῃ·
εἴπα^τε τῷ οἰκοδεσπότῃ·
εἴπατε τῷ οἰκοδεσπότῃ·
ὁ καιρός μου ἐγγύ^ς ἐστι^ν·
ὁ καιρός μου ἐγγύς ἐστιν·
πρὸς σὲ ποιῶ τὸ πάσχα^ μετὰ^ τῶν μα^θητῶν μου.
πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
καὶ αὐτὸς ὑ_μῖν δείξει ἀνώγεον ἐστρωμένον.
καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεον ἐστρωμένον.
τὰ^ δύ^ο τηρεῖ·
τὰ δύο τηρεῖ·
καὶ τοὺς ἀ^ποστόλους ἐφοδιά^ζει ἐρωτῆσαι τὸν οἰκοδεσπότην, καί, ἵ^να_ μὴ νομί^σωσι^ν ὅτι^ ἀγνοεῖ τὸν τόπον, λέγει αὐτοῖς·
καὶ τοὺς ἀποστόλους ἐφοδιάζει ἐρωτῆσαι τὸν οἰκοδεσπότην, καί, ἵνα μὴ νομίσωσιν ὅτι ἀγνοεῖ τὸν τόπον, λέγει αὐτοῖς·
ὑ_μῖν δείξει ἀνώγεον μέγα^ ἐστρωμένον.
ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον.
εἰ προλέγεις τὸν τόπον, διὰ τί λέγεις τοῖς μα^θηταῖς·
εἰ προλέγεις τὸν τόπον, διὰ τί λέγεις τοῖς μαθηταῖς·
ἐρωτήσατε περὶ τοῦ τόπου;
ἐρωτήσατε περὶ τοῦ τόπου;
πρὶν ἐρωτήσωμεν ἐμά^θομεν;
πρὶν ἐρωτήσωμεν ἐμάθομεν;
ναί φησι^ καί μοι πρέπει προλέγειν ὡς θεῷ καὶ ὑμῖν ἐρωτᾶν ὡς ἀνθρώποις.
ναί φησι καί μοι πρέπει προλέγειν ὡς θεῷ καὶ ὑμῖν ἐρωτᾶν ὡς ἀνθρώποις.
οὐδαμοῦ δὲ χριστὸς πα^ρα^δίδωσι^ τὸ μυστήριον ἐν τα^πεινοῖς τόποις, ἀλλ' ἐν τῇ ὀρεινῇ ἢ ἐν ὑπερῴῳ.
οὐδαμοῦ δὲ χριστὸς παραδίδωσι τὸ μυστήριον ἐν ταπεινοῖς τόποις, ἀλλ' ἐν τῇ ὀρεινῇ ἢ ἐν ὑπερῴῳ.
οὐδὲν γὰ^ρ κατώγεον ἐπὶ^ χριστοῦ.
οὐδὲν γὰρ κατώγεον ἐπὶ χριστοῦ.
διὰ τοῦτο ὅτε καὶ τὴν ἐπιφοίτησι^ν ἐδέχοντο τοῦ ἁ^γί^ου πνεύμα^τος οἱ ἀ^πόστολοι ἐν ὑπερῴῳ ἦσα^ν συ^νηγμένοι.
διὰ τοῦτο ὅτε καὶ τὴν ἐπιφοίτησιν ἐδέχοντο τοῦ ἁγίου πνεύματος οἱ ἀπόστολοι ἐν ὑπερῴῳ ἦσαν συνηγμένοι.
τότε φησὶ^ν ἀπέστειλε δύ^ο τῶν μα^θητῶν ἑτοιμά^σαι τὸ πάσχα^.
τότε φησὶν ἀπέστειλε δύο τῶν μαθητῶν ἑτοιμάσαι τὸ πάσχα.
τίνες δὲ ἦσα^ν οὗτοι;
τίνες δὲ ἦσαν οὗτοι;
πέτρος καὶ ἰωάννης.
πέτρος καὶ ἰωάννης.
διὰ τί πα^ρὰ^ τοὺς δώδεκα^ πέτρον καὶ ἰωάννην ἀπέστειλε;
διὰ τί παρὰ τοὺς δώδεκα πέτρον καὶ ἰωάννην ἀπέστειλε;
πέτρος ἦν ὁ ὁμολογήσα_ς ὅτι^ σὺ^ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.
πέτρος ἦν ὁ ὁμολογήσας ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.
ἰωάννης δὲ ἔμελλε κηρύττειν τὸ ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.
ἰωάννης δὲ ἔμελλε κηρύττειν τὸ ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.
ἀποστέλλει τὸν θεμέλι^ον τῆς πίστεως καὶ τὸν υἱὸν τῆς βροντῆς, ἵ^να_ ἐν μὲν τῷ θεμελί^ῳ πήξῃ τὸ τῆς εὐσεβεία_ς μυστήριον, ἐν δὲ τῷ υἱῷ τῆς βροντῆς ἀστράψῃ τὰ τῆς δι^καιοσύ^νης ἐντάλματα^.
ἀποστέλλει τὸν θεμέλιον τῆς πίστεως καὶ τὸν υἱὸν τῆς βροντῆς, ἵνα ἐν μὲν τῷ θεμελίῳ πήξῃ τὸ τῆς εὐσεβείας μυστήριον, ἐν δὲ τῷ υἱῷ τῆς βροντῆς ἀστράψῃ τὰ τῆς δικαιοσύνης ἐντάλματα.
πάλιν διὰ τί πέτρον καὶ ἰωάννην ἀποστέλλει;
πάλιν διὰ τί πέτρον καὶ ἰωάννην ἀποστέλλει;
ἵ^να_ δειχθῇ ὅτι^ καὶ τῆς σεμνογαμία_ς καὶ τῆς πα^ρθενία_ς ἥπλωται τὸ δῶρον, καὶ γί_νονται κοινωνοὶ τοῦ πάσχα^ καὶ οἱ ἐν σεμνογαμίᾳ καὶ οἱ ἐν παρθενίᾳ κα^λῶς ζῶντες.
ἵνα δειχθῇ ὅτι καὶ τῆς σεμνογαμίας καὶ τῆς παρθενίας ἥπλωται τὸ δῶρον, καὶ γίνονται κοινωνοὶ τοῦ πάσχα καὶ οἱ ἐν σεμνογαμίᾳ καὶ οἱ ἐν παρθενίᾳ καλῶς ζῶντες.
αποστέλλει παρθενίαν καὶ σεμνογαμίαν ἑτοιμά^σαι αὐτῷ τὸ πάσχα^·
αποστέλλει παρθενίαν καὶ σεμνογαμίαν ἑτοιμάσαι αὐτῷ τὸ πάσχα·
ὥσπερ ἐν τῷ ὄρει μωϋσῆν καὶ ἠλίαν πα^ρέστησε, τὸν μὲν ἀ^πὸ σεμνογαμία_ς, τὸν δὲ ἀ^πὸ πα^ρθενία_ς λάμποντα^, ἵ^να_ φα^νῇ σεμνογαμία καὶ πα^ρθενία_ πα^ρεστῶσαι τῷ χριστῷ·
ὥσπερ ἐν τῷ ὄρει μωϋσῆν καὶ ἠλίαν παρέστησε, τὸν μὲν ἀπὸ σεμνογαμίας, τὸν δὲ ἀπὸ παρθενίας λάμποντα, ἵνα φανῇ σεμνογαμία καὶ παρθενία παρεστῶσαι τῷ χριστῷ·
ἐπιθυμίᾳ γὰ^ρ ἐπεθύ_μησα^ μεθ' ὑ_μῶν τὸ πάσχα^ τοῦτο φα^γεῖν.
ἐπιθυμίᾳ γὰρ ἐπεθύμησα μεθ' ὑμῶν τὸ πάσχα τοῦτο φαγεῖν.
οὐκ ἀ^να^γκα^ζόμενος βι^ά^ζεται·
οὐκ ἀναγκαζόμενος βιάζεται·
οὐκ ἀ_κούσι^ον τὸ πά^θος, ἀλλ' ἑκούσι^ος ἡ γνώμη.
οὐκ ἀκούσιον τὸ πάθος, ἀλλ' ἑκούσιος ἡ γνώμη.
εἰ ὁ δεσπότης εὐεργετῶν εἶπεν·
εἰ ὁ δεσπότης εὐεργετῶν εἶπεν·
ἐπιθυμίᾳ ἐπεθύ_μησα^, τί εἴπωμεν ἡμεῖς;
ἐπιθυμίᾳ ἐπεθύμησα, τί εἴπωμεν ἡμεῖς;
προλαμβά^νεις γὰ^ρ τὰ_ς φωνὰ_ς ἡμῶν, δέσποτα^, ἡμέτερα^ προλαμβά^νεις ἁ^μα^ρτήμα^τα^ καὶ προλάμπεις ταῖς εὐεργεσί^αις.
προλαμβάνεις γὰρ τὰς φωνὰς ἡμῶν, δέσποτα, ἡμέτερα προλαμβάνεις ἁμαρτήματα καὶ προλάμπεις ταῖς εὐεργεσίαις.
ἡμεῖς ὀφείλομεν εἰπεῖν·
ἡμεῖς ὀφείλομεν εἰπεῖν·
ἐπιθυμοῦμεν ἰ^δεῖν τὸ πάσχα^ καὶ σὺ προλαμβάνεις;
ἐπιθυμοῦμεν ἰδεῖν τὸ πάσχα καὶ σὺ προλαμβάνεις;
πηγὴ ἐπι^θυ_μεῖ ποτε τῶν διψώντων ἢ οἱ διψῶντες τῆς πηγῆς;
πηγὴ ἐπιθυμεῖ ποτε τῶν διψώντων ἢ οἱ διψῶντες τῆς πηγῆς;
τράπεζα ἐπι^θυ_μεῖ τῶν πεινώντων ἢ οἱ πεινῶντες τῆς τραπέζης;
τράπεζα ἐπιθυμεῖ τῶν πεινώντων ἢ οἱ πεινῶντες τῆς τραπέζης;
ἡμῖν πρέπει λέγειν ὃν τρόπον ἐπι^ποθεῖ ἡ ἔλα^φος ἐπὶ^ τὰ_ς πηγὰ_ς τῶν ὑ^δά^των, οὕτως ἐπι^ποθεῖ ψ ψυ_χή μου πρὸς σέ, ὁ θεός.
ἡμῖν πρέπει λέγειν ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψ ψυχή μου πρὸς σέ, ὁ θεός.
ἀλλ' ἐπειδὴ πρόκειται τοῦ σωτῆρος μυστα^γωγία, αὐτὸ τὸ πά^θος τὸ ἔνδοξον, αὐτὴ τοῦ πά^θους ἡ παράδοσι^ς, δεῖ τῷ λόγῳ πα^ραχωρῆσαι τῷ καιρῷ, ἵ^να_ καὶ διψῶντες ἀπολαύσωμεν καὶ οἱ πιστοὶ στηριχθῶσι^ καὶ οἱ μέλλοντες φωτίζεσθαι τὸν ἀρραβῶνα^ δέξωνται καὶ φυ^λά^ξωνται οἱ πιστοί.
ἀλλ' ἐπειδὴ πρόκειται τοῦ σωτῆρος μυσταγωγία, αὐτὸ τὸ πάθος τὸ ἔνδοξον, αὐτὴ τοῦ πάθους ἡ παράδοσις, δεῖ τῷ λόγῳ παραχωρῆσαι τῷ καιρῷ, ἵνα καὶ διψῶντες ἀπολαύσωμεν καὶ οἱ πιστοὶ στηριχθῶσι καὶ οἱ μέλλοντες φωτίζεσθαι τὸν ἀρραβῶνα δέξωνται καὶ φυλάξωνται οἱ πιστοί.
μὴ προφά^σει τοῦ δώρου λύ_σῃς τῆς νηστεία_ς τὸν δρόμον.
μὴ προφάσει τοῦ δώρου λύσῃς τῆς νηστείας τὸν δρόμον.
ὥσπερ ὁ τὴν ὁδὸν δι^α^νύ^ων τὴν μα^κρὰ_ν καὶ διὰ τὴν τοῦ σώμα^τος θεραπείαν ἀναπαύσεται, εἴ τε ἐν δοχείοις, εἴ τε ἐν ἄλλοις τόποις, οὐ παύεται τῆς ὁδοῦ, ἀλλ' ἀναπαύεται μὲν ἐπὶ^ τὸ θάλψαι τὸ σῶ^μα^, τοῦ δὲ σκοποῦ τῆς ὁδοιπορία_ς οὐκ ἀφί^στα^ται, οὕτω καὶ ἡμῖν ἔδωκε τὴν ἀπόλαυσι^ν τῶν ἀ^γα^θῶν αὐτοῦ ὁ σωτήρ, οὐχ ἵ^να_ τ...
ὥσπερ ὁ τὴν ὁδὸν διανύων τὴν μακρὰν καὶ διὰ τὴν τοῦ σώματος θεραπείαν ἀναπαύσεται, εἴ τε ἐν δοχείοις, εἴ τε ἐν ἄλλοις τόποις, οὐ παύεται τῆς ὁδοῦ, ἀλλ' ἀναπαύεται μὲν ἐπὶ τὸ θάλψαι τὸ σῶμα, τοῦ δὲ σκοποῦ τῆς ὁδοιπορίας οὐκ ἀφίσταται, οὕτω καὶ ἡμῖν ἔδωκε τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν αὐτοῦ ὁ σωτήρ, οὐχ ἵνα τρυφήσωμεν, ἀλλ' ἵ...
μὴ τοίνυ^ν προφά^σει τῶν μυ^στηρί^ων εἰσαγάγῃς τὸ ἀ^λλότρι^ον.
μὴ τοίνυν προφάσει τῶν μυστηρίων εἰσαγάγῃς τὸ ἀλλότριον.
μή, ἐπειδὴ μετα^λαμβά^νεις, νομί^σῃς ἀ^δελφὴν χά^ρι^ν εἶναι τῆς κραιπάλης.
μή, ἐπειδὴ μεταλαμβάνεις, νομίσῃς ἀδελφὴν χάριν εἶναι τῆς κραιπάλης.
ταῦτα δὲ φυλαττέσθωσα^ν μὴ οἱ πιστοὶ μόνον, ἀλλὰ καὶ οἱ κα^τηχούμενοι.
ταῦτα δὲ φυλαττέσθωσαν μὴ οἱ πιστοὶ μόνον, ἀλλὰ καὶ οἱ κατηχούμενοι.
πρὸ τῆς δωρεᾶς δεῖξον τὸ ἀξί^ωμα^ τοῦ δώρου.
πρὸ τῆς δωρεᾶς δεῖξον τὸ ἀξίωμα τοῦ δώρου.
τίς χρεία_ λόγου;
τίς χρεία λόγου;
τὴν συνείδησί^ν σου ἐξέτασον.
τὴν συνείδησίν σου ἐξέτασον.
ποίᾳ πα^ρρησί^ᾳ προσέρχεται ὁ κλέψα_ς τὴν νηστείαν;
ποίᾳ παρρησίᾳ προσέρχεται ὁ κλέψας τὴν νηστείαν;
ἀληθῶς προσέρχῃ αὔριον καὶ μηδενός σου κατηγοροῦντος ἢ συ^νείδησί^ς σου κατηγορήσει.
ἀληθῶς προσέρχῃ αὔριον καὶ μηδενός σου κατηγοροῦντος ἢ συνείδησίς σου κατηγορήσει.
εἶδες οὖν τι^νά^ ποτε μεθ' ἑαυτοῦ κατήγορον φέροντα^;
εἶδες οὖν τινά ποτε μεθ' ἑαυτοῦ κατήγορον φέροντα;
μᾶλλον ἔχε συνήγορον τὴν συ^νείδησι^ν.
μᾶλλον ἔχε συνήγορον τὴν συνείδησιν.