macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
καὶ ἀ^νὴρ φρόνιμος καὶ γνώσεται ταῦτα^; | καὶ ἀνὴρ φρόνιμος καὶ γνώσεται ταῦτα; |
ὁτι εὐθεῖαι αἱ ὁδοί κυ_ρί^ου, δί^καιοι πορεύσονται ἐν αὐταῖς. | ὁτι εὐθεῖαι αἱ ὁδοί κυρίου, δίκαιοι πορεύσονται ἐν αὐταῖς. |
μὴ τοίνυ^ν, ἀ^δελφέ, μεθάρπαζε ῥήμα^τα^ εἰς προσκόμματα^. | μὴ τοίνυν, ἀδελφέ, μεθάρπαζε ῥήματα εἰς προσκόμματα. |
γυμνὸς ὁ λόγος, γυμνὴ ἡ ἀ^λήθεια^. | γυμνὸς ὁ λόγος, γυμνὴ ἡ ἀλήθεια. |
οὐχ εἷς, οὐ δεύτερος, οὐ δέκα^τος, οὐχ ἑκα^τοστὸς ὁ ἀ^κούσα_ς, πλῆθός ἐστι^ν ἄ^πειρον, πλῆθος ἀ^ναρίθμητον. | οὐχ εἷς, οὐ δεύτερος, οὐ δέκατος, οὐχ ἑκατοστὸς ὁ ἀκούσας, πλῆθός ἐστιν ἄπειρον, πλῆθος ἀναρίθμητον. |
πέλαγός ἐστι^ν εὐσεβεία_ς ἡ ἐκκλησί^α_, οὐ κυ_μά^των πεπληρωμένον, ἀλλὰ^ πίστεως γέμον. | πέλαγός ἐστιν εὐσεβείας ἡ ἐκκλησία, οὐ κυμάτων πεπληρωμένον, ἀλλὰ πίστεως γέμον. |
οὐ ναυαγεῖ παρ' ἡμῖν τὸ τῆς δι^δα^σκα^λί^α_ς σκά^φος, οὐ τύπτεται, οὐ ταράττεται, οὐ χειμάζεται· | οὐ ναυαγεῖ παρ' ἡμῖν τὸ τῆς διδασκαλίας σκάφος, οὐ τύπτεται, οὐ ταράττεται, οὐ χειμάζεται· |
ἀλλ' ὡς εἰς εὔδιον λιμένα^ εἰς τὰ_ς ψυ_χὰ_ς τῶν τὸν κύ_ρι^ον ἀγα^πώντων ὁρμίζεται. | ἀλλ' ὡς εἰς εὔδιον λιμένα εἰς τὰς ψυχὰς τῶν τὸν κύριον ἀγαπώντων ὁρμίζεται. |
ἀλλὰ ταῦτα^ μὲν εἰς τοσοῦτον. | ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. |
ἐκεῖνο δὲ δεῖ σκοπεῖν, ὅτι^ οἱ ἅ^γι^οι τοῦ θεοῦ ὑποπίπτουσι^ συ_κοφα^ντί^αις. | ἐκεῖνο δὲ δεῖ σκοπεῖν, ὅτι οἱ ἅγιοι τοῦ θεοῦ ὑποπίπτουσι συκοφαντίαις. |
τί τὸ θαυμαστόν, εἰ ἡμεῖς οἱ εὐτελεῖς καὶ τα^πεινοὶ καὶ τὸ μηδέν, ὡς εἰπεῖν, ὄντες, συκοφαντούμεθα^; | τί τὸ θαυμαστόν, εἰ ἡμεῖς οἱ εὐτελεῖς καὶ ταπεινοὶ καὶ τὸ μηδέν, ὡς εἰπεῖν, ὄντες, συκοφαντούμεθα; |
ἢ οὐκ ἤκουσα^ς πῶς ῥῦσαί με ἀ^πὸ συ_κοφα^ντί^α_ς ἀνθρώπων; | ἢ οὐκ ἤκουσας πῶς ῥῦσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων; |
ἐσυκοφαντήθησαν καὶ οἱ ἅ^γι^οι τοῦ σωτῆρος ἀ^πόστολοι, καὶ μὴ κα^θὼς βλασφημούμεθα^, καὶ κα^θώς φα_σί^ τι^νες ἡμᾶς λέγειν, ὅτι^ ποιήσωμεν τὰ^ κα^κά^, ἵνα ἔλθῃ τὰ^ ἀ^γα^θά^. | ἐσυκοφαντήθησαν καὶ οἱ ἅγιοι τοῦ σωτῆρος ἀπόστολοι, καὶ μὴ καθὼς βλασφημούμεθα, καὶ καθώς φασί τινες ἡμᾶς λέγειν, ὅτι ποιήσωμεν τὰ κακά, ἵνα ἔλθῃ τὰ ἀγαθά. |
οὐ λυ_ποῦμαι μετὰ^ τῶν ἁ^γί^ων συκοφαντούμενος, εἰ καὶ ἀ^νάξιός εἰμι^ τῶν ἁ^γί^ων. | οὐ λυποῦμαι μετὰ τῶν ἁγίων συκοφαντούμενος, εἰ καὶ ἀνάξιός εἰμι τῶν ἁγίων. |
ἔχω πά^ντα^ς ὑ_μᾶς κρι^τά_ς καὶ πρὸ πάντων ὑ_μῶν τὸν κοινὸν ἡμῶν πα^τέρα^, οὐ προλήψει κρί_νοντα^, ἀλλ' ἐννοίᾳ δικάζοντα^. | ἔχω πάντας ὑμᾶς κριτάς καὶ πρὸ πάντων ὑμῶν τὸν κοινὸν ἡμῶν πατέρα, οὐ προλήψει κρίνοντα, ἀλλ' ἐννοίᾳ δικάζοντα. |
οἶδεν ἡμῶν τὰ^ νοήμα^τα^, γνωρίζει καὶ τὰ^ ῥήμα^τα^, ὅτι^ ἐξ αὐτοῦ ἐπαιδεύθημεν ταῦτα. | οἶδεν ἡμῶν τὰ νοήματα, γνωρίζει καὶ τὰ ῥήματα, ὅτι ἐξ αὐτοῦ ἐπαιδεύθημεν ταῦτα. |
ἀντιβάλλομεν πρὸς ὑ_μᾶς, εἰ ἐπέλειπτο τῶν εἰρημένων, διορθῶσαι τὰ^ εἰρημένα_· | ἀντιβάλλομεν πρὸς ὑμᾶς, εἰ ἐπέλειπτο τῶν εἰρημένων, διορθῶσαι τὰ εἰρημένα· |
ἀλλ' οὐχ ὑ^πελά^βετο. | ἀλλ' οὐχ ὑπελάβετο. |
εἰ γὰ^ρ δι^ωρθώσατο, οὐ μι_σῶν, ἀλλὰ ἀ^γα^πῶν. | εἰ γὰρ διωρθώσατο, οὐ μισῶν, ἀλλὰ ἀγαπῶν. |
ὃν γὰ^ρ ἀγαπᾷ πα^τήρ, ἐλέγχει· | ὃν γὰρ ἀγαπᾷ πατήρ, ἐλέγχει· |
ὃν δὲ οὐ δι^ορθοῦται, ἀποστρέφεται. | ὃν δὲ οὐ διορθοῦται, ἀποστρέφεται. |
ὁ δὲ θαυμάσιος οὗτος πα^τήρ καὶ τὰ^ κα^λῶς λεγόμενα^ ἀποδέχεται καὶ τοῖς ἐσφαλμένοις ἐπάγει τὴν δι^όρθωσι^ν. | ὁ δὲ θαυμάσιος οὗτος πατήρ καὶ τὰ καλῶς λεγόμενα ἀποδέχεται καὶ τοῖς ἐσφαλμένοις ἐπάγει τὴν διόρθωσιν. |
τοῦτο γὰ^ρ πατρὸς ἴ^δι^ον, βραβεύειν τοῖς κα^λῶς λεγομένοις καὶ μετὰ πίστεως κηρυττομένοις. | τοῦτο γὰρ πατρὸς ἴδιον, βραβεύειν τοῖς καλῶς λεγομένοις καὶ μετὰ πίστεως κηρυττομένοις. |
ἀρκεῖ τοίνυ^ν ἀντὶ^ πάντων ἡ ψῆφος αὐτοῦ καὶ πρὸ αὐτοῦ πά^λι^ν ἡ τοῦ παναγί^ου θεοῦ. | ἀρκεῖ τοίνυν ἀντὶ πάντων ἡ ψῆφος αὐτοῦ καὶ πρὸ αὐτοῦ πάλιν ἡ τοῦ παναγίου θεοῦ. |
ἐχώμεθα δὲ τῆς εὐσεβεία_ς, φυ^λά^ξωμεν τὴν πίστι^ν ἀσά^λευτον. | ἐχώμεθα δὲ τῆς εὐσεβείας, φυλάξωμεν τὴν πίστιν ἀσάλευτον. |
πιστεύετε τῇ ἀ^ληθείᾳ καὶ μὴ ἀντιλέγετε τῇ ἀ^ληθείᾳ. | πιστεύετε τῇ ἀληθείᾳ καὶ μὴ ἀντιλέγετε τῇ ἀληθείᾳ. |
μὴ παραγρά^φου τὴν πίστι^ν· | μὴ παραγράφου τὴν πίστιν· |
μὴ πολυπραγμόνει τὴν θεία_ν φύ^σι^ν· | μὴ πολυπραγμόνει τὴν θείαν φύσιν· |
μὴ ὑ^ποβάλῃς λογισμοῖς θνητοῖς τὴν ἀ_θά^να^τον ἀ^ξί^α_ν. | μὴ ὑποβάλῃς λογισμοῖς θνητοῖς τὴν ἀθάνατον ἀξίαν. |
ἐπισφαλὴς ἡ τῶν λογισμῶν ὁδός· | ἐπισφαλὴς ἡ τῶν λογισμῶν ὁδός· |
ἀ^σφα^λὴς καὶ βεβαία ἡ ἔννοια^ τῆς κα^τὰ^ τὴν πίστι^ν ὁμολογία_ς. | ἀσφαλὴς καὶ βεβαία ἡ ἔννοια τῆς κατὰ τὴν πίστιν ὁμολογίας. |
ἡ ἀ^ληθὴς σοφί^α_ ἡ πί^στι_ς ἐστί^ν. | ἡ ἀληθὴς σοφία ἡ πίστις ἐστίν. |
ἄκουε τί φησι^ κ ἂ_ν γὰ^ρ ᾖ τι^ς τέλειος ἐν υἱοῖς ἀνθρώπων τῆς πα^ρὰ^ σοῦ σοφί^α_ς ἀπούσῃς εἰς οὐδὲν λογισθήσεται. | ἄκουε τί φησι κ ἂν γὰρ ᾖ τις τέλειος ἐν υἱοῖς ἀνθρώπων τῆς παρὰ σοῦ σοφίας ἀπούσῃς εἰς οὐδὲν λογισθήσεται. |
φεῦγε τὰ^ ζητήμα^τα^ καὶ μὴ προτίμα τῆς πίστεως τὰ^ ῥήμα^τα^. | φεῦγε τὰ ζητήματα καὶ μὴ προτίμα τῆς πίστεως τὰ ῥήματα. |
παῦλον ἔχε δι^δά^σκα^λον· | παῦλον ἔχε διδάσκαλον· |
πέτρον ἐπιγρά^φου κα^θηγητήν· | πέτρον ἐπιγράφου καθηγητήν· |
τῇ πίστει ἐκείνων ἐξακολούθησον. | τῇ πίστει ἐκείνων ἐξακολούθησον. |
ἄκουε σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. | ἄκουε σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. |
ἀκολούθει ἐλά^λησεν ἡμῖν ὁ θεὸς ἐν υἱῷ, δι' οὗ καὶ τοὺς αἰῶνα^ς ἐποίησε· | ἀκολούθει ἐλάλησεν ἡμῖν ὁ θεὸς ἐν υἱῷ, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε· |
ὃς ὢν ἀ^παύγασμα^ τῆς δόξης καὶ χα^ρα^κτὴρ τῆς ὑποστάσεως, φέρων τε τὰ πά^ντα^ τῷ λόγῳ τῆς δυ^νά^μεως αὐτοῦ, ὧν οἱ πα^τέρες ἡμῶν, ἐξ ὧν ὁ χριστὸς κα^τὰ^ σάρκα^, ὁ ὢν ἐπὶ^ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως, φέρων τε τὰ πάντα τῷ λόγῳ τῆς δυνάμεως αὐτοῦ, ὧν οἱ πατέρες ἡμῶν, ἐξ ὧν ὁ χριστὸς κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
ἐβουλόμην εἰς τέλος δι^α^νύ^σαι τοῦ σταυροῦ τὰ^ θεωρήμα^τα^, οὐχ ὡς τῶν νοημά^των περι^γενόμενος, ἀλλὰ^ τὰ^ δυνατὰ^ τοῖς πιστοῖς ἐκτιθέμενος. | ἐβουλόμην εἰς τέλος διανύσαι τοῦ σταυροῦ τὰ θεωρήματα, οὐχ ὡς τῶν νοημάτων περιγενόμενος, ἀλλὰ τὰ δυνατὰ τοῖς πιστοῖς ἐκτιθέμενος. |
οὐκ ἀρκεῖ λόγος πρὸς ἐξήγησι^ν τῶν θείων λογί^ων, ἀλλὰ^ ἀ^νθρωπί^νῃ δυ^νά^μει μετρεῖται τὸ λεγόμενον, οὐχ ὡς αὐτῆς τῆς δυ^νά^μεως ἀρκούσης κα^τα^λα^βεῖν, ἀλλ' ὡς τοῦ θεοῦ πα^ρέχον τος· | οὐκ ἀρκεῖ λόγος πρὸς ἐξήγησιν τῶν θείων λογίων, ἀλλὰ ἀνθρωπίνῃ δυνάμει μετρεῖται τὸ λεγόμενον, οὐχ ὡς αὐτῆς τῆς δυνάμεως ἀρκούσης καταλαβεῖν, ἀλλ' ὡς τοῦ θεοῦ παρέχον τος· |
οὐχ ὅσα^ δύ^να^ται δοῦναι ὁ δι^δούς, ἀλλ' ὅσα^ χωρεῖ ὁ λα^μβά^νων. | οὐχ ὅσα δύναται δοῦναι ὁ διδούς, ἀλλ' ὅσα χωρεῖ ὁ λαμβάνων. |
ὥσπερ γὰ^ρ μήτηρ τῷ βρέφει τῷ γαλακτοτροφουμένῳ αὐτὴ μὲν δύ^να^ται πα^ρα^σχεῖν τέλειον ἄρτον, ἐκεῖνο δὲ δέξασθαι οὐκ ἰσχύ_ει, οὕτως οὔ τε θεῷ ἀ^δύ^να^τον πα^ρα^σχεῖν τὴν μείζονα^ σοφί^α_ν καὶ ὑπερκόσμιον, ἀλλ' ἡμεῖς δέξασθαι ἀδυνατοῦμεν. | ὥσπερ γὰρ μήτηρ τῷ βρέφει τῷ γαλακτοτροφουμένῳ αὐτὴ μὲν δύναται παρασχεῖν τέλειον ἄρτον, ἐκεῖνο δὲ δέξασθαι οὐκ ἰσχύει, οὕτως οὔ τε θεῷ ἀδύνατον παρασχεῖν τὴν μείζονα σοφίαν καὶ ὑπερκόσμιον, ἀλλ' ἡμεῖς δέξασθαι ἀδυνατοῦμεν. |
θνητὸν γὰ^ρ οἰκοῦμεν σῶ^μα^. | θνητὸν γὰρ οἰκοῦμεν σῶμα. |
οὐδὲν οὖν ἐλά^λησεν ὁ θεὸς πρὸς ἡμᾶς κα^τὰ^ τὴν ἁρμόζουσα^ν αὐτῷ τελειότητα^, ἀλλὰ^ πρὸς τὴν ἡμετέρα_ν ἀσθένεια^ν ἐμέτρησε τὸ λεγόμενον. | οὐδὲν οὖν ἐλάλησεν ὁ θεὸς πρὸς ἡμᾶς κατὰ τὴν ἁρμόζουσαν αὐτῷ τελειότητα, ἀλλὰ πρὸς τὴν ἡμετέραν ἀσθένειαν ἐμέτρησε τὸ λεγόμενον. |
πολλὰ^ ἔχω λέγειν, ἀλλ' οὐ δύ^να^σθε βαστάζειν ἄρτι^. | πολλὰ ἔχω λέγειν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. |
εἰ τὰ^ ἐπί^γεια^ εἶπον ὑ_μῖν, κύ_ρι^ε οὐ πιστεύετε, πῶς, ἂ_ν εἴπω τὰ^ ἐπουρά^νι^α^, πιστεύσετε; | εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, κύριε οὐ πιστεύετε, πῶς, ἂν εἴπω τὰ ἐπουράνια, πιστεύσετε; |
λέγωμεν τοίνυ^ν ὅσον ἧκεν εἰς τὴν ἀ^νθρωπί^νην δύ^να^μι^ν, ὑ^πὸ θεοῦ χορηγούμενοι. | λέγωμεν τοίνυν ὅσον ἧκεν εἰς τὴν ἀνθρωπίνην δύναμιν, ὑπὸ θεοῦ χορηγούμενοι. |
διακόπτεται δὲ ἡμῖν ἀ^πὸ τῆς ἡμέρα_ς ὁ λόγος βουλομένοις ἐφεξῆς ἀ^γα^γεῖν τὰ^ θεωρήμα^τα^. | διακόπτεται δὲ ἡμῖν ἀπὸ τῆς ἡμέρας ὁ λόγος βουλομένοις ἐφεξῆς ἀγαγεῖν τὰ θεωρήματα. |
διεκόπτετο δὲ δι^ὰ^ τὴν τοῦ εὐαγγελί^ου ἀνάγνωσι^ν. | διεκόπτετο δὲ διὰ τὴν τοῦ εὐαγγελίου ἀνάγνωσιν. |
ἀλλ' ἐκεῖνο ἐν τῷ ἰ^δί^ῳ καιρῷ λεχθήσεται. | ἀλλ' ἐκεῖνο ἐν τῷ ἰδίῳ καιρῷ λεχθήσεται. |
τῶν δὲ ἐν τῇ σήμερον ἡμέρᾳ γι_νομένων μνημονεύσωμεν. | τῶν δὲ ἐν τῇ σήμερον ἡμέρᾳ γινομένων μνημονεύσωμεν. |
σήμερον ὁ χριστὸς κα^τὰ^ ταύτην τὴν πέμπτην τοῦ σαββά^του ἐν τῇ ἑσπέρᾳ τῇ πρὸ τοῦ πά^θους καὶ τῶν μα^θητῶν τοὺς πόδα^ς ἔνιψε καὶ ἐν τῷ νόμῳ τυ^πι^κὸν πάσχα^ ἐτέλεσε καὶ τὴν σωτήριον τοῦ πά^θους μυσταγωγίαν παρέδωκεν. | σήμερον ὁ χριστὸς κατὰ ταύτην τὴν πέμπτην τοῦ σαββάτου ἐν τῇ ἑσπέρᾳ τῇ πρὸ τοῦ πάθους καὶ τῶν μαθητῶν τοὺς πόδας ἔνιψε καὶ ἐν τῷ νόμῳ τυπικὸν πάσχα ἐτέλεσε καὶ τὴν σωτήριον τοῦ πάθους μυσταγωγίαν παρέδωκεν. |
ὥστε ἤδη φιλαλήθως εἰπεῖν, οὐ δὲ αὐτὸς ὁ τῆς ἀ^ληθεία_ς διακόπτεται λόγος. | ὥστε ἤδη φιλαλήθως εἰπεῖν, οὐ δὲ αὐτὸς ὁ τῆς ἀληθείας διακόπτεται λόγος. |
περὶ^ τοῦ σταυροῦ γὰ^ρ ἐκείνη ἡ δι^ήγησι^ς καὶ οὕτω φυλάττεται κα^νών. | περὶ τοῦ σταυροῦ γὰρ ἐκείνη ἡ διήγησις καὶ οὕτω φυλάττεται κανών. |
ἔλθωμεν οὖν εἰς τὴν ἀκολουθίαν, τέμνοντες, ἵ^να_ γεύμα^τά^ τι^να^ πα^ρασχόντες τοῖς φιλοχρί^στοις ὑ_μῶν ψυ_χαῖς. | ἔλθωμεν οὖν εἰς τὴν ἀκολουθίαν, τέμνοντες, ἵνα γεύματά τινα παρασχόντες τοῖς φιλοχρίστοις ὑμῶν ψυχαῖς. |
πῶς δεῖ κα^τα^νοεῖν εἰς τὴν τῶν ἁ^γί^ων καὶ μυ^στι^κῶν ἡμῶν πα^ρα^δόσεων θεωρί^α_ν, σύντομον καὶ εὐκρινῆ δῶμεν τοῦ λόγου τὴν ἀ^πόδειξι^ν. | πῶς δεῖ κατανοεῖν εἰς τὴν τῶν ἁγίων καὶ μυστικῶν ἡμῶν παραδόσεων θεωρίαν, σύντομον καὶ εὐκρινῆ δῶμεν τοῦ λόγου τὴν ἀπόδειξιν. |
οἴδα^τε ὅτι^ μετὰ^ δύ^ο ἡμέρα_ς τὸ πάσχα^ γί_νεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου πα^ρα^δίδοται εἰς τὸ σταυρωθῆναι. | οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. |
πολλά^κι^ς ὁ σωτὴρ προεῖπε τοῖς ἑαυτοῦ μα^θηταῖς, ὁμοῦ δεικνὺ_ς ὅτι^ καὶ εἰδὼς οὐ φεύγει καὶ προγινώσκων οὐ πα^ραιτεῖται· | πολλάκις ὁ σωτὴρ προεῖπε τοῖς ἑαυτοῦ μαθηταῖς, ὁμοῦ δεικνὺς ὅτι καὶ εἰδὼς οὐ φεύγει καὶ προγινώσκων οὐ παραιτεῖται· |
ὁμοῦ δὲ καὶ προομαλίζων τὰ_ς ψυ_χὰ_ς τῶν ἀ^ποστόλων, ἵ^να_ τῷ προπα^ρα^σκευά^ζεσθαι γνῶναι φύ^γωσι^ τὸν θόρυ^βον. | ὁμοῦ δὲ καὶ προομαλίζων τὰς ψυχὰς τῶν ἀποστόλων, ἵνα τῷ προπαρασκευάζεσθαι γνῶναι φύγωσι τὸν θόρυβον. |
πρᾶγμα^ μελετηθὲν οὐκ ἔχει τὴν ἀ^πὸ τοῦ αἰφνιδί^ου ταραχήν. | πρᾶγμα μελετηθὲν οὐκ ἔχει τὴν ἀπὸ τοῦ αἰφνιδίου ταραχήν. |
ἡτοιμάσθην καὶ οὐκ ἐτα^ρά^χθην. | ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην. |
τοῦτο καὶ ἐν ταῖς βρονταῖς γί_νεται. | τοῦτο καὶ ἐν ταῖς βρονταῖς γίνεται. |
προλαβοῦσα ἡ ἀστρα^πὴ δι^δά^σκει τὸν λογισμὸν ὅτι^ δεῖ ἐκδέξασθαι τὴν βροντήν, ἵ^να_ τῇ προσδοκί^ᾳ λύ_σῃ τὸν μείζονα^ φόβον. | προλαβοῦσα ἡ ἀστραπὴ διδάσκει τὸν λογισμὸν ὅτι δεῖ ἐκδέξασθαι τὴν βροντήν, ἵνα τῇ προσδοκίᾳ λύσῃ τὸν μείζονα φόβον. |
οὕτω καὶ ὁ σωτήρ, ἵ^να_ μὴ ἀθρόον ὑ^πὸ τοῦ πά^θους ὡς τὸν σωτῆρα^ ὀνειδί^σαι τοὺς ἀ^ποστόλους καὶ εἰπεῖν μετὰ^ τὴν ἀνάστασι^ν· | οὕτω καὶ ὁ σωτήρ, ἵνα μὴ ἀθρόον ὑπὸ τοῦ πάθους ὡς τὸν σωτῆρα ὀνειδίσαι τοὺς ἀποστόλους καὶ εἰπεῖν μετὰ τὴν ἀνάστασιν· |
οὗτοί εἰσι^ν οἱ λόγοι μου, οὓς ἐλά^λησα^ ὑ_μῖν, ὅτι^ δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ πα^θεῖν. | οὗτοί εἰσιν οἱ λόγοι μου, οὓς ἐλάλησα ὑμῖν, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν. |
ὠνείδιζεν αὐτούς, ὅτι^ τὸν σκοπὸν οὐκ ἐπλήρωσα^ν, δι' ὧν ὁ σωτὴρ προεῖπε. | ὠνείδιζεν αὐτούς, ὅτι τὸν σκοπὸν οὐκ ἐπλήρωσαν, δι' ὧν ὁ σωτὴρ προεῖπε. |
προεῖπόν φησι^ν, ἵ^να_ μὴ σκανδαλισθῆτε καὶ ὁ θόρυ^βος ὑ_μῶν ἐκρά^τησεν. | προεῖπόν φησιν, ἵνα μὴ σκανδαλισθῆτε καὶ ὁ θόρυβος ὑμῶν ἐκράτησεν. |
οἴδατε ὅτι^ μετὰ^ δύ^ο ἡμέρα_ς τὸ πάσχα^ γί_νεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πα^ρα^δίδοσθαι εἰς τὸ σταυρωθῆναι. | οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς τὸ σταυρωθῆναι. |
οὐδαμοῦ εὑρίσκεις τὸν σωτῆρα^ πά^θους μνημονεύσαντα^ καὶ μὴ τὸ ἀ^νθρώπι^νον πρόσωπον εἰσαγαγόντα^, καὶ ὡς ἄλλον δι^α^λεγόμενον περὶ^ ἄλλου. | οὐδαμοῦ εὑρίσκεις τὸν σωτῆρα πάθους μνημονεύσαντα καὶ μὴ τὸ ἀνθρώπινον πρόσωπον εἰσαγαγόντα, καὶ ὡς ἄλλον διαλεγόμενον περὶ ἄλλου. |
οὐκ εἶπε· | οὐκ εἶπε· |
παραδίδομαι, ἀλλ' ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πα^ρα^δίδοσθαι εἰς τὸ σταυρωθῆναι. | παραδίδομαι, ἀλλ' ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς τὸ σταυρωθῆναι. |
οὐδαμῶς εὑρίσκεις τὸν σωτῆρα^ πα^ρα^διδόμενον, ἀλλ' ὁ υἱὸς τοῦ ἀνθρώπου πα^ρα^δίδοται. | οὐδαμῶς εὑρίσκεις τὸν σωτῆρα παραδιδόμενον, ἀλλ' ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται. |
καὶ παντα^χοῦ ὡς ἄλλος περὶ^ ἄλλου λα^λεῖ. | καὶ πανταχοῦ ὡς ἄλλος περὶ ἄλλου λαλεῖ. |
ὅτα^ν μέντοι εἰς τὴν θεότητα^, γυμνῶς λέγει· | ὅταν μέντοι εἰς τὴν θεότητα, γυμνῶς λέγει· |
ἐγὼ καὶ ὁ πα^τὴρ ἕν ἐσμεν. | ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. |
οὐ λέγει· | οὐ λέγει· |
ἐγὼ καὶ ὁ πα^τὴρ ὁ πέμψα_ς με, ἀλλ' ἐγὼ καὶ ὁ πα^τὴρ ἕν ἐσμεν καί· | ἐγὼ καὶ ὁ πατὴρ ὁ πέμψας με, ἀλλ' ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν καί· |
ὁ ἑωρα_κώς με, ἑώρα_κε τὸν πα^τέρα^. | ὁ ἑωρακώς με, ἑώρακε τὸν πατέρα. |
οἴδατε ὅτι^ μετὰ^ δύ^ο ἡμέρα_ς τὸ πάσχα^ γί_νεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου πα^ρα^δίδοται εἰς τὸ σταυρωθῆναι. | οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. |
ὁ δὲ ἰωάννης πῶς ἀ^σφα^λῶς λέγει; | ὁ δὲ ἰωάννης πῶς ἀσφαλῶς λέγει; |
ἵ^να_ μή τι^ς νομί^σῃ τὸν ὁρώμενον καιρὸν τῆς ἀ^νάγκης, ὅρα_ πῶς ἀσφαλίζεται· | ἵνα μή τις νομίσῃ τὸν ὁρώμενον καιρὸν τῆς ἀνάγκης, ὅρα πῶς ἀσφαλίζεται· |
εἰδὼς ὅτι^ ἦλθεν ἡ ὥρα_, ἵ^να_ μετα^βῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πα^τέρα^, ἀγα^πήσα_ς τοὺς ἰ^δί^ους, εἰς τέλος ἠγάπησεν. | εἰδὼς ὅτι ἦλθεν ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους, εἰς τέλος ἠγάπησεν. |
ἀντὶ^ τοῦ ἀ^πηρτισμένην ἀγάπην ἔδειξε. | ἀντὶ τοῦ ἀπηρτισμένην ἀγάπην ἔδειξε. |
καὶ τοῦ δείπνου γενομένου ἀ^να^στὰ_ς ἀποτίθεται τὰ^ ἱ_μά^τι^α^ καὶ διεζώσατο τὸ λέντιον καὶ ἔβα^λεν ὕ^δωρ εἰς τὸν νιπτῆρα^ καὶ ἤρξα^το νίπτειν τοὺς πόδα^ς τῶν μα^θητῶν. | καὶ τοῦ δείπνου γενομένου ἀναστὰς ἀποτίθεται τὰ ἱμάτια καὶ διεζώσατο τὸ λέντιον καὶ ἔβαλεν ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν. |
αἰσχυνέσθωσαν αἱρετι^κοί. | αἰσχυνέσθωσαν αἱρετικοί. |
ἐὰ^ν ἀ^κούσωσι^ τοῦ σωτῆρος λέγοντος· | ἐὰν ἀκούσωσι τοῦ σωτῆρος λέγοντος· |
ποιῶ τὸ θέλημα^ τοῦ πατρός μου, εὐθέως λέγουσι^ν· | ποιῶ τὸ θέλημα τοῦ πατρός μου, εὐθέως λέγουσιν· |
ὁρᾷς ὅτι^ ὡς δοῦλος ὑ^ποτά^σσεται καὶ ὑ^πα^κούει τῷ πατρί^. | ὁρᾷς ὅτι ὡς δοῦλος ὑποτάσσεται καὶ ὑπακούει τῷ πατρί. |
ἐν ἐκείνῃ τῇ ὥρᾳ ἦν ἰ^δεῖν πρᾶγμα φοβερόν. | ἐν ἐκείνῃ τῇ ὥρᾳ ἦν ἰδεῖν πρᾶγμα φοβερόν. |
τί^ ἀ^νέστη καὶ ἀπέθετο τὸ ἱ_μά^τι^ον ὁ περι^βα^λλόμενος φῶς ὡς ἱ_μά^τι^ον καὶ διεζώσατο λέντιον; | τί ἀνέστη καὶ ἀπέθετο τὸ ἱμάτιον ὁ περιβαλλόμενος φῶς ὡς ἱμάτιον καὶ διεζώσατο λέντιον; |
καὶ ἦν ἰ^δεῖν τότε παύλου φωνὴν ἀληθεύουσα^ν ὅτι^ ἐν μορφῇ θεοῦ ὑ^πά^ρχων, μορφὴν δούλου ἔλα^βε. | καὶ ἦν ἰδεῖν τότε παύλου φωνὴν ἀληθεύουσαν ὅτι ἐν μορφῇ θεοῦ ὑπάρχων, μορφὴν δούλου ἔλαβε. |
διεζώσατο λέντιον ὁ περι^βά^λλων τὸν οὐρα^νὸν ἐν νεφέλαις καὶ ἔβα^λεν ὕ^δωρ εἰς τὸν νιπτῆρα^ ὁ ποτα^μοῖς καὶ πηγαῖς καὶ θα^λά^σσαις τὴν τῶν ὑ^δά^των φύ^σι^ν ἐκχέα_ς. | διεζώσατο λέντιον ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις καὶ ἔβαλεν ὕδωρ εἰς τὸν νιπτῆρα ὁ ποταμοῖς καὶ πηγαῖς καὶ θαλάσσαις τὴν τῶν ὑδάτων φύσιν ἐκχέας. |
ἐννόησον μαθητὴν κα^θήμενον καὶ τὸν δεσπότην ἐπικαμπτόμενον καὶ πρὸς γόνυ^ βλέποντα^, ᾧ κάμπτει γόνυ^ ἐπουρα^νί^ων καὶ ἐπι^γείων καὶ καταχθονί^ων. | ἐννόησον μαθητὴν καθήμενον καὶ τὸν δεσπότην ἐπικαμπτόμενον καὶ πρὸς γόνυ βλέποντα, ᾧ κάμπτει γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. |
ἡ τα^πείνωσι^ς τοῦ σωτῆρος πᾶσα^ν ἔσβεσεν ὑπερηφανίαν. | ἡ ταπείνωσις τοῦ σωτῆρος πᾶσαν ἔσβεσεν ὑπερηφανίαν. |
ἐκείνη ἡ ἐπιείκεια^ πᾶσα^ν ἔσβεσεν ἀλαζονείαν. | ἐκείνη ἡ ἐπιείκεια πᾶσαν ἔσβεσεν ἀλαζονείαν. |
ὅταν ἴ^δω τὸν σωτῆρα^ νίπτοντα^ τοὺς πόδα^ς τῶν μα^θητῶν, λέγω τί^ ὑπερηφανεύεται γῆ καὶ σποδός; | ὅταν ἴδω τὸν σωτῆρα νίπτοντα τοὺς πόδας τῶν μαθητῶν, λέγω τί ὑπερηφανεύεται γῆ καὶ σποδός; |
ἐννόησον ἐπι^κύπτοντα^ τὸν δεσπότην πρὸς τοὺς πόδα^ς τῶν οἰκετῶν καὶ νίπτοντα^. | ἐννόησον ἐπικύπτοντα τὸν δεσπότην πρὸς τοὺς πόδας τῶν οἰκετῶν καὶ νίπτοντα. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.