macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
καὶ δὸς δόξα^ν τῇ σῇ φι^λανθρωπί^ᾳ·
καὶ δὸς δόξαν τῇ σῇ φιλανθρωπίᾳ·
ᾗ πρέπει δόξα_ καὶ ἡ προσκύ^νησι^ς εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
ᾗ πρέπει δόξα καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
πλοῦτος ἡμῖν καὶ θησαυρὸς καὶ πηγαὶ τῆς αἰωνί^ου ζωῆς, αἱ τοῦ σωτῆρός εἰσι^ν οἰκονομί^αι, ἃ_ς καὶ λέγειν διψῶμεν, καὶ κηρύττειν σπεύδομεν, εἰπεῖν δὲ κατ' ἀ^ξί^α_ν οὐκ ἰσχύ_ομεν.
πλοῦτος ἡμῖν καὶ θησαυρὸς καὶ πηγαὶ τῆς αἰωνίου ζωῆς, αἱ τοῦ σωτῆρός εἰσιν οἰκονομίαι, ἃς καὶ λέγειν διψῶμεν, καὶ κηρύττειν σπεύδομεν, εἰπεῖν δὲ κατ' ἀξίαν οὐκ ἰσχύομεν.
ἀλλὰ^ τῷ πόθῳ συνεχόμενοι, καὶ τῇ βί^ᾳ κρατούμενοι, καὶ τὴν ἀσθένεια^ν ὁμολογοῦντες, ὥσπερ ἐπί^ τι^να^ εὔδιον λιμένα^ κα^τα^φεύγομεν ἐπὶ^ τὴν προφητι^κὴν ἐκείνην φωνήν·
ἀλλὰ τῷ πόθῳ συνεχόμενοι, καὶ τῇ βίᾳ κρατούμενοι, καὶ τὴν ἀσθένειαν ὁμολογοῦντες, ὥσπερ ἐπί τινα εὔδιον λιμένα καταφεύγομεν ἐπὶ τὴν προφητικὴν ἐκείνην φωνήν·
τί^ς λα^λήσει τὰ_ς δυ^να^στεία_ς τοῦ κυρίου, ἀκουστὰς ποιήσει πά_σα_ς τὰ_ς ἀ^νέσεις αὐτοῦ;
τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς ἀνέσεις αὐτοῦ;
εἰ γὰ^ρ αὐτὸς ἐκεῖνος ὁ μέγα^ς προφήτης, ᾧ τὰ^ ἄ^δηλα^ καὶ τὰ^ κρύ^φι^α^ τῆς ἑαυτοῦ σοφί^α_ς ὁ θεὸς ἐγνώρι^σεν, ὁ καταξιωθεὶς πα^τὴρ χριστοῦ κληθῆναι, δαυῒδ ὁ μα^κά^ριος, ὁ μέγα^ς ἐν προφήταις, ὁ ἔνδοξος ἐν βα^σι^λεῦσι^ν, ὁ τοῦ θεοῦ φί^λος, ὁ τετιμημένην ἔχων παρ' αὐτοῦ καρδί^α_ν, ὡς αὐτὸν τὸν θεὸν εἰπεῖν·
εἰ γὰρ αὐτὸς ἐκεῖνος ὁ μέγας προφήτης, ᾧ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς ἑαυτοῦ σοφίας ὁ θεὸς ἐγνώρισεν, ὁ καταξιωθεὶς πατὴρ χριστοῦ κληθῆναι, δαυῒδ ὁ μακάριος, ὁ μέγας ἐν προφήταις, ὁ ἔνδοξος ἐν βασιλεῦσιν, ὁ τοῦ θεοῦ φίλος, ὁ τετιμημένην ἔχων παρ' αὐτοῦ καρδίαν, ὡς αὐτὸν τὸν θεὸν εἰπεῖν·
εὗρον δαυῒδ τὸν τοῦ ἰεσσαί, ἄνδρα^ κα^τὰ^ τὴν καρδί^α_ν μου·
εὗρον δαυῒδ τὸν τοῦ ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου·
εἰ οὗτος ὁ τοσοῦτος καὶ τηλι^κοῦτος, ἀ^πιδὼν εἰς τὸ μέγεθος τῆς θεογνωσία_ς, ἔλεγεν·
εἰ οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος, ἀπιδὼν εἰς τὸ μέγεθος τῆς θεογνωσίας, ἔλεγεν·
ἐθαυμαστώθη ἡ γνῶσί^ς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύ_νωμαι πρὸς αὐτήν·
ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν·
εἰ ὁ προφήτης ἀτονεῖ πρὸς τὸ μέγεθος βλέπων τῆς αὐτοῦ δυ^νά^μεως·
εἰ ὁ προφήτης ἀτονεῖ πρὸς τὸ μέγεθος βλέπων τῆς αὐτοῦ δυνάμεως·
κα^θὼς καὶ παῦλος ἡ θεολόγος καὶ οὐρά^νι^ος σάλπιγξ βοᾷ·
καθὼς καὶ παῦλος ἡ θεολόγος καὶ οὐράνιος σάλπιγξ βοᾷ·
ὦ βά^θος πλούτου καὶ σοφί^α_ς καὶ γνώσεως θεοῦ·
ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ·
ὡς ἀνεξερεύνητα^ τὰ^ κρί^μα^τα^ αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ·
ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ·
εἰ προφη τῶν καὶ ἀ^ποστόλων γλῶσσαι, τοσαῦτα^ χέουσαι νά_μα^τα^, ἐξ ὧν ἐπλήσθη ἡ σύ^μπα_σα^ γῆ τοῦ γνῶναι τὸν κύριον, ὡς ὕ^δωρ πολὺ^ κατακαλύψαι θα^λά^σσα_ς·
εἰ προφη τῶν καὶ ἀποστόλων γλῶσσαι, τοσαῦτα χέουσαι νάματα, ἐξ ὧν ἐπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας·
εἰ τοσοῦτοι καὶ τηλι^κοῦτοι ποτα^μοὶ ῥέοντες, καὶ πέλα^γος εὐσεβεία_ς συ^νιστῶντες, ὡμολόγησα^ν τὴν ἧττα^ν, ἵ^να_ δείξωσι^ τοῦ κηρυττομένου τὴν δύ^να^μι^ν·
εἰ τοσοῦτοι καὶ τηλικοῦτοι ποταμοὶ ῥέοντες, καὶ πέλαγος εὐσεβείας συνιστῶντες, ὡμολόγησαν τὴν ἧτταν, ἵνα δείξωσι τοῦ κηρυττομένου τὴν δύναμιν·
ποῦ φα^νήσεται λόγου βρα^χυ^τά^του ψεκά_ς, τοσούτου πελά^γους σοφί^α_ς προκειμένου;
ποῦ φανήσεται λόγου βραχυτάτου ψεκάς, τοσούτου πελάγους σοφίας προκειμένου;
ἀλλ' οὐ δεῖ πρὸς τὸ μέγεθος τῆς θεολογί^α_ς ὁρῶντα^ς ναρκᾷν, ἀλλά^ πρὸς τὴν πρόθεσι^ν τοῦ θεοῦ βλέποντα^ς, κατατολμᾷν τῆς θεία_ς δι^δα^σκα^λί^α_ς.
ἀλλ' οὐ δεῖ πρὸς τὸ μέγεθος τῆς θεολογίας ὁρῶντας ναρκᾷν, ἀλλά πρὸς τὴν πρόθεσιν τοῦ θεοῦ βλέποντας, κατατολμᾷν τῆς θείας διδασκαλίας.
βραβεύει γὰ^ρ ὁ θεός, οὐ τῇ ἀ^ξί^ᾳ τῶν λεγομένων, ἀλλὰ^ τῷ πόθῳ τῶν κηρυττόντων, καὶ τῇ ἀγάπῃ τῶν ἀ^κουόντων.
βραβεύει γὰρ ὁ θεός, οὐ τῇ ἀξίᾳ τῶν λεγομένων, ἀλλὰ τῷ πόθῳ τῶν κηρυττόντων, καὶ τῇ ἀγάπῃ τῶν ἀκουόντων.
καὶ ὥσπερ φι^λόστοργοι πα^τέρες, ἐπειδὰ^ν ἴ^δωσι^ τοὺς παῖδα^ς ψελλίζοντα^ς καὶ χωλεύοντα^ς τῇ λέξει, οὐ πρὸς τὸ ἄ^να^ρθρον βλέπουσι^ τοῦ λόγου, ἀλλὰ^ πρὸς τὸν πόθον τῆς φύ^σεως, καὶ πά_σης αὐτοῖς ῥητορι^κῆς μεγαλοφωνία_ς καὶ φι^λοσόφου μετεωρολογία_ς, ἡδύτερά^ ἐστι^ τὰ^ τῶν παίδων ψελλίσμα^τα^·
καὶ ὥσπερ φιλόστοργοι πατέρες, ἐπειδὰν ἴδωσι τοὺς παῖδας ψελλίζοντας καὶ χωλεύοντας τῇ λέξει, οὐ πρὸς τὸ ἄναρθρον βλέπουσι τοῦ λόγου, ἀλλὰ πρὸς τὸν πόθον τῆς φύσεως, καὶ πάσης αὐτοῖς ῥητορικῆς μεγαλοφωνίας καὶ φιλοσόφου μετεωρολογίας, ἡδύτερά ἐστι τὰ τῶν παίδων ψελλίσματα·
οὕτω καὶ ὁ θεός, οὐκ εἰς τὰ_ς γλώσσα_ς ἡμῶν ψελλιζούσας περὶ^ θεολογί^α_ς, ἀλλ' εἰς τὸν πόθον καὶ εἰς τὴν δι^ά^θεσι^ν βλέπει, ὅτι^ πίστει κηρύττομεν, καὶ ἀγάπῃ ἀ^νυμνοῦμεν.
οὕτω καὶ ὁ θεός, οὐκ εἰς τὰς γλώσσας ἡμῶν ψελλιζούσας περὶ θεολογίας, ἀλλ' εἰς τὸν πόθον καὶ εἰς τὴν διάθεσιν βλέπει, ὅτι πίστει κηρύττομεν, καὶ ἀγάπῃ ἀνυμνοῦμεν.
οὐδὲν γὰ^ρ δύ^να^ται δι' ἀ^νθρωπί^νης γλώττης τρα_νῶς λα^λεῖσθαι, ἀλλ' ὅσα^ ἂ_ν λα^λήσωμεν περὶ^ θεοῦ, ψελλίζοντες λα^λοῦμεν.
οὐδὲν γὰρ δύναται δι' ἀνθρωπίνης γλώττης τρανῶς λαλεῖσθαι, ἀλλ' ὅσα ἂν λαλήσωμεν περὶ θεοῦ, ψελλίζοντες λαλοῦμεν.
δι^ὰ^ τί^;
διὰ τί;
ἐπειδὴ καὶ παῦλος βοᾷ·
ἐπειδὴ καὶ παῦλος βοᾷ·
ἐκ μέρους γι^νώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν.
ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν.
ὅμως δὲ εἰ καὶ ψελλίζομεν, ἐνεχείρισεν ἡμῖν τὸ κήρυγμα^ τῆς εἰρήνης.
ὅμως δὲ εἰ καὶ ψελλίζομεν, ἐνεχείρισεν ἡμῖν τὸ κήρυγμα τῆς εἰρήνης.
δι^ὰ^ τοῦτο βοᾷ ἠσαΐας·
διὰ τοῦτο βοᾷ ἠσαΐας·
καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μα^θήσονται λα^λεῖν εἰρήνην.
καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην.
φέρε τοίνυ^ν ἠρέμα^ καὶ κα^τὰ^ μικρὸν ψελλίσωμεν πρὸς τὸν κοινὸν ἡμῶν πατέρα καὶ δεσπότην, τὸν καταξιώσαντα^ εἰπεῖν τοῖς ἑαυτοῦ μα^θηταῖς·
φέρε τοίνυν ἠρέμα καὶ κατὰ μικρὸν ψελλίσωμεν πρὸς τὸν κοινὸν ἡμῶν πατέρα καὶ δεσπότην, τὸν καταξιώσαντα εἰπεῖν τοῖς ἑαυτοῦ μαθηταῖς·
τεκνία·
τεκνία·
εἰ γὰ^ρ τέκνα^ κα^λεῖ, τῶν τέκνων ψελλιζόντων ἀ^νέχεται.
εἰ γὰρ τέκνα καλεῖ, τῶν τέκνων ψελλιζόντων ἀνέχεται.
καὶ ἐπειδὴ ἔφθη ἀ^νελθεῖν εἰς οὐρανούς, καὶ ἡ ἀνάληψι^ς αὐτοῦ ἡ πολυύμνητος ἐκηρύχθη, οὐκ ἀποκλείεται χρόνῳ ἡ χά^ρι^ς, οὐ δὲ περι^γράφεται ἡμέραις ἡ θεολογί^α_.
καὶ ἐπειδὴ ἔφθη ἀνελθεῖν εἰς οὐρανούς, καὶ ἡ ἀνάληψις αὐτοῦ ἡ πολυύμνητος ἐκηρύχθη, οὐκ ἀποκλείεται χρόνῳ ἡ χάρις, οὐ δὲ περιγράφεται ἡμέραις ἡ θεολογία.
ἐπειδὴ δὲ θελήσαντες ἀ^νελθεῖν εἰς τὸ ὄρος τῶν ἐλαιῶν ἐνεποδίσθημεν, ὡς οἶδεν ὁ χριστός, προθέμενοι μέν, κωλυθέντες δὲ δι^ὰ^ τὴν ἀκαταστασίαν τοῦ ἀ_έρος καὶ τὸ συ^νεχὲς τοῦ πλήθους·
ἐπειδὴ δὲ θελήσαντες ἀνελθεῖν εἰς τὸ ὄρος τῶν ἐλαιῶν ἐνεποδίσθημεν, ὡς οἶδεν ὁ χριστός, προθέμενοι μέν, κωλυθέντες δὲ διὰ τὴν ἀκαταστασίαν τοῦ ἀέρος καὶ τὸ συνεχὲς τοῦ πλήθους·
λέγω δὲ ταῦτα^, ἵ^να_ πᾶσα^ν ὑπόληψι^ν λύ_σω τῶν μά^την ἐγκαλεῖν βουλομένων·
λέγω δὲ ταῦτα, ἵνα πᾶσαν ὑπόληψιν λύσω τῶν μάτην ἐγκαλεῖν βουλομένων·
ἐπειδήπερ πρὸς τὸ πλῆθος ἰδόντες τῶν εἰρημένων, τα^χέως συ^νεστείλα^μεν τὸν λόγον, ἵ^να_ μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν ὑ_μῶν τὴν μνήμην, σήμερον ἀποδί^δομεν τὴν ὀφειλήν.
ἐπειδήπερ πρὸς τὸ πλῆθος ἰδόντες τῶν εἰρημένων, ταχέως συνεστείλαμεν τὸν λόγον, ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν ὑμῶν τὴν μνήμην, σήμερον ἀποδίδομεν τὴν ὀφειλήν.
καὶ γὰ^ρ ὁ νόμος ἐπέτρεπε τὸν μὴ ποιήσα^ντα^ τῷ πρώτῳ μηνὶ^ τὸ πάσχα, τῷ δευτέρῳ μηνὶ^ τὴν ὀφειλὴν ἀποδι^δόναι.
καὶ γὰρ ὁ νόμος ἐπέτρεπε τὸν μὴ ποιήσαντα τῷ πρώτῳ μηνὶ τὸ πάσχα, τῷ δευτέρῳ μηνὶ τὴν ὀφειλὴν ἀποδιδόναι.
δεῖ δὲ ὑ_μᾶς εἰδέναι ὅτι^ θεοῦ λόγος, οὐ χρόνοις, οὐχ ἡμέραις περι^γράφεται, ἀλλὰ^ κα^τὰ^ πᾶσα^ν ἡμέρα_ν δέχεται κήρυγμα^, καὶ σταυροῦ, καὶ πά^θους, καὶ ἀναστάσεως, καὶ ἀναλήψεως, καὶ δευτέρα_ς πα^ρουσί^α_ς.
δεῖ δὲ ὑμᾶς εἰδέναι ὅτι θεοῦ λόγος, οὐ χρόνοις, οὐχ ἡμέραις περιγράφεται, ἀλλὰ κατὰ πᾶσαν ἡμέραν δέχεται κήρυγμα, καὶ σταυροῦ, καὶ πάθους, καὶ ἀναστάσεως, καὶ ἀναλήψεως, καὶ δευτέρας παρουσίας.
ἠρέμα δὲ προδιαλαβόντες μικρά^ τι^να^ τῶν θείων ῥημά^των ἐν τοῖς ὑ^παναγνωσθεῖσι^ σήμερον, καὶ τὰ_ς εὐαγγελικὰ_ς πηγὰ_ς ἀντλήσαντες, οὕτως ἔλθωμεν ἐπὶ^ τὴν ἐπαγγελίαν.
ἠρέμα δὲ προδιαλαβόντες μικρά τινα τῶν θείων ῥημάτων ἐν τοῖς ὑπαναγνωσθεῖσι σήμερον, καὶ τὰς εὐαγγελικὰς πηγὰς ἀντλήσαντες, οὕτως ἔλθωμεν ἐπὶ τὴν ἐπαγγελίαν.
οὔσης ὀψία_ς τῇ ἡμέρᾳ ἐκείνῃ, τῇ μι^ᾷ τῶν σαββάτων, καὶ τῶν θυ^ρῶν κεκλεισμένων, ὅπου ἦσα^ν οἱ μα^θηταὶ συ^νηγμένοι, ἦλθεν ὁ ἰησοῦς.
οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ, τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι, ἦλθεν ὁ ἰησοῦς.
ἀφ' οὗ ὁ σωτὴρ τὴν ἀνάστασι^ν ἐπραγματεύσατο ἡμῖν, σπα^νί^ως φαίνεται, ἐν ἄλλαις ἡμέραις ἐπι^φανεὶς τοῖς μα^θηταῖς ἢ κα^τὰ^ τὴν ἡμέρα_ν τῆς κυριακῆς.
ἀφ' οὗ ὁ σωτὴρ τὴν ἀνάστασιν ἐπραγματεύσατο ἡμῖν, σπανίως φαίνεται, ἐν ἄλλαις ἡμέραις ἐπιφανεὶς τοῖς μαθηταῖς ἢ κατὰ τὴν ἡμέραν τῆς κυριακῆς.
ὥσπερ γὰ^ρ ἐν ἑκάστῳ σαββάτῳ πα^ρέβα^λλε τῇ συ^ναγωγῇ, ἵ^να_ πληρώσῃ τὸν νόμον·
ὥσπερ γὰρ ἐν ἑκάστῳ σαββάτῳ παρέβαλλε τῇ συναγωγῇ, ἵνα πληρώσῃ τὸν νόμον·
οὕτως ἀφ' οὗ τὴν ἀνάστασι^ν ἐπραγματεύσατο, καὶ τὸν ἀρραβῶνα^ τῷ κόσμῳ ἤνεγκεν, ἐσπούδαζε τῇ ἡμέρᾳ τῆς κυριακῆς, ἐν μι^ᾷ τῶν σαββάτων, ἐπι^φαίνεσθαι, ἵ^να_ πήξῃ τὸν θεμέλι^ον τῆς ἁγί^α_ς κυριακῆς.
οὕτως ἀφ' οὗ τὴν ἀνάστασιν ἐπραγματεύσατο, καὶ τὸν ἀρραβῶνα τῷ κόσμῳ ἤνεγκεν, ἐσπούδαζε τῇ ἡμέρᾳ τῆς κυριακῆς, ἐν μιᾷ τῶν σαββάτων, ἐπιφαίνεσθαι, ἵνα πήξῃ τὸν θεμέλιον τῆς ἁγίας κυριακῆς.
τέλος γὰ^ρ εἶχε τὰ^ τῶν σαββάτων, ἀρχὴν δὲ ἐλά^μβα^νε τὰ^ τῆς δεσποτικῆς ἡμέρα_ς, ἤγουν τῆς ἀναστάσεως, ὡς μέμνησθε τῶν πρώην εἰρημένων.
τέλος γὰρ εἶχε τὰ τῶν σαββάτων, ἀρχὴν δὲ ἐλάμβανε τὰ τῆς δεσποτικῆς ἡμέρας, ἤγουν τῆς ἀναστάσεως, ὡς μέμνησθε τῶν πρώην εἰρημένων.
πῶς ὁ μα^κά^ριος ματθαῖος περι^γράφων τὰ^ σάββατα^, ἀρχὴν δὲ εἰσάγων τῶν ἁ^γί^ων κυριακῶν, ἔλεγεν·
πῶς ὁ μακάριος ματθαῖος περιγράφων τὰ σάββατα, ἀρχὴν δὲ εἰσάγων τῶν ἁγίων κυριακῶν, ἔλεγεν·
ὀψὲ σαββάτων;
ὀψὲ σαββάτων;
τέλος γὰ^ρ ἦν, καὶ ὀψὲ τῶν πρώτων σαββάτων·
τέλος γὰρ ἦν, καὶ ὀψὲ τῶν πρώτων σαββάτων·
ἐπιφωσκούσης, εἰς μί^α^ν σαββάτων.
ἐπιφωσκούσης, εἰς μίαν σαββάτων.
ἐφά^νη τοίνυ^ν, ἀ^να^στὰ_ς τῇ μι^ᾷ τῶν σαββάτων, αὐτῇ τῇ ἡμέρᾳ τῆς ἁγί^α_ς ἑορτῆς τῆς ἀναστασί^μου.
ἐφάνη τοίνυν, ἀναστὰς τῇ μιᾷ τῶν σαββάτων, αὐτῇ τῇ ἡμέρᾳ τῆς ἁγίας ἑορτῆς τῆς ἀναστασίμου.
τῶν θυ^ρῶν κεκλεισμένων, ὅπου ἦσα^ν οἱ μα^θηταί συ^νηγμένοι δι^ὰ^ τὸν φόβον τῶν ἰουδαίων, ἦλθεν ὁ ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον.
τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οἱ μαθηταί συνηγμένοι διὰ τὸν φόβον τῶν ἰουδαίων, ἦλθεν ὁ ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον.
ὅπου ἀκμάζει φόβος, παραγίνεται ὁ λύ_ων τὸν φόβον·
ὅπου ἀκμάζει φόβος, παραγίνεται ὁ λύων τὸν φόβον·
ὅπου ἀκμάζει τὰ^ τῆς ζάλης, ἐπι^λά^μπει τὰ^ τῆς γαλήνης·
ὅπου ἀκμάζει τὰ τῆς ζάλης, ἐπιλάμπει τὰ τῆς γαλήνης·
ὅπου βλέπει τὸ σκά^φος χειμαζόμενον τῆς εὐσεβεία_ς, προσφέρει τὴν κυ^βερνητι^κὴν ἐπιστήμην·
ὅπου βλέπει τὸ σκάφος χειμαζόμενον τῆς εὐσεβείας, προσφέρει τὴν κυβερνητικὴν ἐπιστήμην·
τὸν μὲν χειμῶνα^ λύ_ων, τὸ δὲ σκά^φος εἰς γαλήνην εἰσάγων, πρὸς τὸ ἀκμάζον πά^θος τοῦ φόβου τὸ φάρμα^κον φέρει.
τὸν μὲν χειμῶνα λύων, τὸ δὲ σκάφος εἰς γαλήνην εἰσάγων, πρὸς τὸ ἀκμάζον πάθος τοῦ φόβου τὸ φάρμακον φέρει.
ἔστη εἰς τὸ μέσον·
ἔστη εἰς τὸ μέσον·
καὶ τί^ φησι^ν;
καὶ τί φησιν;
εἰρήνη ὑ_μῖν.
εἰρήνη ὑμῖν.
μὴ στα^σι^α^ζέτω ἡ δι^ά^νοια^ ὑ_μῶν, μὴ θορυβείσθω ὁ λογισμός, μὴ πολεμεῖσθε ταῖς ἐννοίαις τοῦ φόβου·
μὴ στασιαζέτω ἡ διάνοια ὑμῶν, μὴ θορυβείσθω ὁ λογισμός, μὴ πολεμεῖσθε ταῖς ἐννοίαις τοῦ φόβου·
εἰρήνη ὑ_μῖν.
εἰρήνη ὑμῖν.
εἰρήνη πόλεμον ἀφα^νί^ζει, φόβον κα^τα^λύ_ει, ἔχθραν ἐξορίζει·
εἰρήνη πόλεμον ἀφανίζει, φόβον καταλύει, ἔχθραν ἐξορίζει·
εἰρήνη ὑ_μῖν.
εἰρήνη ὑμῖν.
ἐδόθη πολλά^κι^ς εἰρήνη πα^ρὰ^ θεοῦ τοῖς ἀνθρώποις, ἀλλ' οὐ δι^ὰ^ τοῦ προσώπου τῆς αὐθεντία_ς, ἀλλὰ^ δι' ἀγγέλων, δι^ὰ^ προφητῶν·
ἐδόθη πολλάκις εἰρήνη παρὰ θεοῦ τοῖς ἀνθρώποις, ἀλλ' οὐ διὰ τοῦ προσώπου τῆς αὐθεντίας, ἀλλὰ δι' ἀγγέλων, διὰ προφητῶν·
μόνος ὁ σωτὴρ δι' ἑαυτοῦ φα^νεὶς ἔδωκεν εἰρήνην.
μόνος ὁ σωτὴρ δι' ἑαυτοῦ φανεὶς ἔδωκεν εἰρήνην.
ἐδόθη τῷ δανιὴλ εἰρήνη, ἀλλὰ^ δι' ἀγγέλου.
ἐδόθη τῷ δανιὴλ εἰρήνη, ἀλλὰ δι' ἀγγέλου.
ὤφθη τῷ δανιὴλ ἄγγελος καὶ εἶπεν·
ὤφθη τῷ δανιὴλ ἄγγελος καὶ εἶπεν·
εἰρήνη σοι, ἄ^νερ ἐπι^θυ_μι^ῶν, ἴσχυ_ε καὶ ἀνδρίζου, ὁ κύριος μετὰ^ σοῦ.
εἰρήνη σοι, ἄνερ ἐπιθυμιῶν, ἴσχυε καὶ ἀνδρίζου, ὁ κύριος μετὰ σοῦ.
ὤφθη καὶ τῷ γεδεὼν ἄγγελος καὶ εἶπεν·
ὤφθη καὶ τῷ γεδεὼν ἄγγελος καὶ εἶπεν·
εἰρήνη σοι.
εἰρήνη σοι.
ἄγγελοι τοίνυ^ν ἔδωκα^ν εἰρήνην, οὐδέπω δὲ ὁ δεσπότης τῶν ἀγγέλων·
ἄγγελοι τοίνυν ἔδωκαν εἰρήνην, οὐδέπω δὲ ὁ δεσπότης τῶν ἀγγέλων·
ἀλλὰ^ δι' ἐκείνων μὲν ἔπεμπεν, ἐταμιεύετο δὲ ἐν ἑαυτῷ τὴν εἰρήνην τὴν εὐαγγελικήν.
ἀλλὰ δι' ἐκείνων μὲν ἔπεμπεν, ἐταμιεύετο δὲ ἐν ἑαυτῷ τὴν εἰρήνην τὴν εὐαγγελικήν.
οἱ δὲ προφῆται δεξά^μενοι πολλά^κι^ς πα^ρὰ^ τῶν ἀγγέλων τὴν εἰρήνην, ἐδίψων ἐξ αὐτοῦ τοῦ προσώπου τῆς αὐθεντία_ς δέξασθαι τὴν εἰρήνην.
οἱ δὲ προφῆται δεξάμενοι πολλάκις παρὰ τῶν ἀγγέλων τὴν εἰρήνην, ἐδίψων ἐξ αὐτοῦ τοῦ προσώπου τῆς αὐθεντίας δέξασθαι τὴν εἰρήνην.
διὸ ἐβόα_ ἠσαΐας·
διὸ ἐβόα ἠσαΐας·
κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν·
κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν·
μὴ δι' ἑτέρων, ἀλλὰ^ δι^ὰ^ σαυτοῦ εἰρήνην δὸς ἡμῖν.
μὴ δι' ἑτέρων, ἀλλὰ διὰ σαυτοῦ εἰρήνην δὸς ἡμῖν.
εἶτα^ πρὸς τὴν δέησι^ν ἡ ἀντιφώνησι^ς·
εἶτα πρὸς τὴν δέησιν ἡ ἀντιφώνησις·
εἰρήνην τὴν ἐμὴν δί^δωμι^ ὑ_μῖν.
εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.
καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰ_ς χεῖρα^ς καὶ τὴν πλευράν.
καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευράν.
ὥσπερ γὰ^ρ στρα^τηγὸς ἐπανελθὼν ἀ^πὸ πολέμου, καὶ τραύμα^σι^ νι_κηφόροις λάμπων, οὐκ αἰσχύ_νεται τοῖς τραύμα^σι^·
ὥσπερ γὰρ στρατηγὸς ἐπανελθὼν ἀπὸ πολέμου, καὶ τραύμασι νικηφόροις λάμπων, οὐκ αἰσχύνεται τοῖς τραύμασι·
στεφά^νων γά^ρ ἐστι^ λαμπρότερα^·
στεφάνων γάρ ἐστι λαμπρότερα·
οὕτω καὶ ὁ σωτήρ, τραύμα^τα^ ὑ^πὲρ τῆς ἀ^ληθεία_ς ἀναδεξάμενος καὶ ὑ^πὲρ τοῦ κοινοῦ γένους, οὐ κρύπτει τὰ^ πά^θη, ἀλλ' ἐκκαλύ^πτει, ἵ^να_ δείξῃ τὴν ἑαυτοῦ ἀνδρεία_ν.
οὕτω καὶ ὁ σωτήρ, τραύματα ὑπὲρ τῆς ἀληθείας ἀναδεξάμενος καὶ ὑπὲρ τοῦ κοινοῦ γένους, οὐ κρύπτει τὰ πάθη, ἀλλ' ἐκκαλύπτει, ἵνα δείξῃ τὴν ἑαυτοῦ ἀνδρείαν.
ἔδειξε τὰ_ς χεῖρα^ς ἐν αἷς ἦν ὁ τύ^πος τῶν ἥλων, ἔδειξε καὶ τὴν πλευράν·
ἔδειξε τὰς χεῖρας ἐν αἷς ἦν ὁ τύπος τῶν ἥλων, ἔδειξε καὶ τὴν πλευράν·
χεῖρα^ς δι' ὧν ἡμᾶς ἔπλα^σε, πλευρὰν ἐξ ἧς ἀνέβλυσεν ἡμῖν τῶν μυ^στηρί^ων τὴν πηγήν.
χεῖρας δι' ὧν ἡμᾶς ἔπλασε, πλευρὰν ἐξ ἧς ἀνέβλυσεν ἡμῖν τῶν μυστηρίων τὴν πηγήν.
ἔδειξε τὰ_ς χεῖρα^ς, ἵ^να_ πληροφορήσῃ τὴν ἀνάστασι^ν, ἵ^να_ πληροφορήσῃ τοὺς ἀμφιβάλλοντα^ς ὅτι^ ὄντως ὁ πα^θὼν ἀ^νέστη, ὅτι^ ὄντως τὸ ἀποθα^νὸν καὶ τα^φὲν σῶ^μα^ ἐγήγερται.
ἔδειξε τὰς χεῖρας, ἵνα πληροφορήσῃ τὴν ἀνάστασιν, ἵνα πληροφορήσῃ τοὺς ἀμφιβάλλοντας ὅτι ὄντως ὁ παθὼν ἀνέστη, ὅτι ὄντως τὸ ἀποθανὸν καὶ ταφὲν σῶμα ἐγήγερται.
δ'.
δ'.
ἐχάρησαν οὖν οἱ μα^θηταὶ ἰδόντες τὸν κύριον.
ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον.
ἐδόθη εἰρήνη, ἐλύ^θη ὁ φόβος, ἤνθησεν ἡ χά^ρι^ς.
ἐδόθη εἰρήνη, ἐλύθη ὁ φόβος, ἤνθησεν ἡ χάρις.
εἶπεν οὖν αὐτοῖς πά^λι^ν·
εἶπεν οὖν αὐτοῖς πάλιν·
εἰρήνη ὑ_μῖν.
εἰρήνη ὑμῖν.
δι^ὰ^ τί^ πά^λι^ν;
διὰ τί πάλιν;
ὅπου βούλεται πῆξαι τὰ^ δῶρα^ τῆς χά^ρι^τος, διπλασιά^ζει τὰ_ς εὐλογί^α_ς·
ὅπου βούλεται πῆξαι τὰ δῶρα τῆς χάριτος, διπλασιάζει τὰς εὐλογίας·
ὥσπερ ἐπὶ^ τοῦ ἀβραάμ·
ὥσπερ ἐπὶ τοῦ ἀβραάμ·
εὐλογῶν εὐλογήσω σε, καὶ πληθύ_νων πληθυ^νῶ σε·
εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε·
οὕτω δί^δωσι^ν εἰρήνην ἐπὶ^ εἰρήνην τοῖς ἐγγὺ^ς καὶ τοῖς μα^κρά_ν.
οὕτω δίδωσιν εἰρήνην ἐπὶ εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακράν.
κα^θὼς ἀπέστα^λκέ με ὁ πατήρ, κ ἀγὼ πέμπω ὑ_μᾶς.
καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κ ἀγὼ πέμπω ὑμᾶς.
πρόσεχε πα^ρα^κα^λῶ.
πρόσεχε παρακαλῶ.
ὅρα πῶς εἰς τὸ ἀ^νθρώπι^νον σχῆμα^ ἁρπάζει τὴν οἰκονομίαν.
ὅρα πῶς εἰς τὸ ἀνθρώπινον σχῆμα ἁρπάζει τὴν οἰκονομίαν.
οὐκ εἶπε·
οὐκ εἶπε·
κα^θὼς ἐγέννησέ με ὁ πατήρ·
καθὼς ἐγέννησέ με ὁ πατήρ·
ὅπου γὰ^ρ ἀποστολή, τὸ ἀ^νθρώπι^νον σχῆμα^ ἐνδείκνυται.
ὅπου γὰρ ἀποστολή, τὸ ἀνθρώπινον σχῆμα ἐνδείκνυται.
συνεχῶς δὲ τοῦτο ἐπι^σημαινόμεθα^, ἐπειδὴ τὴν οἰκονομίαν ἑρμηνεύει.
συνεχῶς δὲ τοῦτο ἐπισημαινόμεθα, ἐπειδὴ τὴν οἰκονομίαν ἑρμηνεύει.
ὅπου, φησί^, γυμνὴ ἡ φύ^σι^ς, πατέρα καὶ υἱὸν κηρύττει.
ὅπου, φησί, γυμνὴ ἡ φύσις, πατέρα καὶ υἱὸν κηρύττει.