macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἀδάμ, ποῦ εἶ;
ἀδάμ, ποῦ εἶ;
καὶ τί^ εἶπεν ἀδάμ;
καὶ τί εἶπεν ἀδάμ;
τῆς φωνῆς σου ἤκουσα^, καὶ ἐκρύβην, ὅτι^ γυμνός εἰμι^.
τῆς φωνῆς σου ἤκουσα, καὶ ἐκρύβην, ὅτι γυμνός εἰμι.
τί^ οὖν ὁ τὰ^ πάντα εἰδώς;
τί οὖν ὁ τὰ πάντα εἰδώς;
σχηματίζεται ἄγνοια^ν καὶ λέγει·
σχηματίζεται ἄγνοιαν καὶ λέγει·
καὶ τί^ς σοι εἶπεν ὅτι^ γυμνὸς εἶ;
καὶ τίς σοι εἶπεν ὅτι γυμνὸς εἶ;
εἰ μὴ ἀ^πὸ τοῦ ξύ^λου, οὗ ἐνετειλά^μην σοι τούτου μόνου μὴ μὴ φα^γεῖν, ἀπ' αὐτοῦ ἔφα^γες;
εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες;
δείκνυσι ὅτι^ πάντων, ὡς εἰπεῖν, ἔλα^βε τὴν ἀφθονίαν καὶ οὐ τὸ στενὸν τῆς ἀπολαύσεως ἤγα^γεν αὐτὸν εἰς τὴν παράβασι^ν.
δείκνυσι ὅτι πάντων, ὡς εἰπεῖν, ἔλαβε τὴν ἀφθονίαν καὶ οὐ τὸ στενὸν τῆς ἀπολαύσεως ἤγαγεν αὐτὸν εἰς τὴν παράβασιν.
τί^ οὖν πρὸς ταῦτα^ ὁ ἐγκαλούμενος;
τί οὖν πρὸς ταῦτα ὁ ἐγκαλούμενος;
ἡ γυ^νὴ ἣν ἔδωκα^ς μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν.
ἡ γυνὴ ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν.
ὁ ἀδὰμ τῇ γυ^ναικὶ^ ὑ^πογρά^φει τὸ ἁ^μά^ρτημα^ καὶ σὺ^ τὸ δένδρον περιγρά^φεις τὴν κατηγορίαν;
ὁ ἀδὰμ τῇ γυναικὶ ὑπογράφει τὸ ἁμάρτημα καὶ σὺ τὸ δένδρον περιγράφεις τὴν κατηγορίαν;
ὁ ἐγκαλούμενος οὐκ ἠδυνήθη τι^ ψεύσασθαι·
ὁ ἐγκαλούμενος οὐκ ἠδυνήθη τι ψεύσασθαι·
οὐχ εὑρίσκει τι^νὰ^ ἀποφυγὴν ἔξω τῆς ἀ^ληθεία_ς·
οὐχ εὑρίσκει τινὰ ἀποφυγὴν ἔξω τῆς ἀληθείας·
οὐκ ἐπέγραψε τῷ δημιουργῷ τὴν αἰτί^α_ν, ἀλλὰ^ τῆς γυ^ναικὸς κατηγόρησε καὶ σὺ^ κα^τηγορεῖς πρα_γμά^των, ὧν οὐκ οἶδα^ς τὴν δύ^να^μι^ν;
οὐκ ἐπέγραψε τῷ δημιουργῷ τὴν αἰτίαν, ἀλλὰ τῆς γυναικὸς κατηγόρησε καὶ σὺ κατηγορεῖς πραγμάτων, ὧν οὐκ οἶδας τὴν δύναμιν;
καὶ τί^ πρὸς τὴν εὔαν ὁ θεός;
καὶ τί πρὸς τὴν εὔαν ὁ θεός;
τί^ τοῦτο ἐποίησα^ς;
τί τοῦτο ἐποίησας;
ἡ δὲ πρὸς τὴν ἐρώτησι^ν τὴν αἰτί^α_ν ἀ^ποκρί_νεται·
ἡ δὲ πρὸς τὴν ἐρώτησιν τὴν αἰτίαν ἀποκρίνεται·
ὁ ὄφις ἠπά^τησέ με.
ὁ ὄφις ἠπάτησέ με.
μὴ ἥψα^το τῆς δημιουργία_ς;
μὴ ἥψατο τῆς δημιουργίας;
μὴ διέβαλε τὸν πλάσαντα^;
μὴ διέβαλε τὸν πλάσαντα;
μὴ εἶπε·
μὴ εἶπε·
διὰ τί^ γὰ^ρ ἡμᾶς ἐποίησα^ς;
διὰ τί γὰρ ἡμᾶς ἐποίησας;
διὰ τί^ γὰ^ρ ἀ^πὸ τοῦ δένδρου ἐκώλυ_σα^ς;
διὰ τί γὰρ ἀπὸ τοῦ δένδρου ἐκώλυσας;
ἡ ὑποκειμένη τοῖς ἐγκλήμα^σι^ν οὐχ εὑρίσκει τι^ ψεύσασθαι.
ἡ ὑποκειμένη τοῖς ἐγκλήμασιν οὐχ εὑρίσκει τι ψεύσασθαι.
φίλον γὰ^ρ τοῖς ἐγκαλουμένοις καὶ τὰ^ μὴ ὄντα^ πλάττεσθαι πρὸς ἀποφυγὴν τῶν ἐγκλημά^των.
φίλον γὰρ τοῖς ἐγκαλουμένοις καὶ τὰ μὴ ὄντα πλάττεσθαι πρὸς ἀποφυγὴν τῶν ἐγκλημάτων.
ἡ ὑποκειμένη οὖν τοῖς ἐγκλήμα^σι^ν οὐχ εὗρεν ἄλλην ἀποφυγήν·
ἡ ὑποκειμένη οὖν τοῖς ἐγκλήμασιν οὐχ εὗρεν ἄλλην ἀποφυγήν·
καὶ σύ^, ἃ^ μὴ προσήνεγκα^ν οἱ κα^τάδι^κοι προσφέρεις εἰς θεοῦ κατηγορίαν;
καὶ σύ, ἃ μὴ προσήνεγκαν οἱ κατάδικοι προσφέρεις εἰς θεοῦ κατηγορίαν;
ἀλλὰ^ πά^λι^ν ἐπὶ^ τὸ προκείμενον ἐπανάξω τὸν λόγον ἀδὰμ ποῦ εἶ;
ἀλλὰ πάλιν ἐπὶ τὸ προκείμενον ἐπανάξω τὸν λόγον ἀδὰμ ποῦ εἶ;
ἐπειδὴ εἶδεν, ὅτι^ τοῖς ἁ^μα^ρτά^νουσι^ φράττεται τὰ^ στόμα^τα^, καὶ οὐκ ἔχει παρρησίαν ὁ ἁ^μα^ρτά^νων ἐν σχήμα^τι^ τῆς ἐρωτήσεως ἀ^νοίγει αὐτῷ ὁδὸν ἀ^πολογί^α_ς.
ἐπειδὴ εἶδεν, ὅτι τοῖς ἁμαρτάνουσι φράττεται τὰ στόματα, καὶ οὐκ ἔχει παρρησίαν ὁ ἁμαρτάνων ἐν σχήματι τῆς ἐρωτήσεως ἀνοίγει αὐτῷ ὁδὸν ἀπολογίας.
πα^ραβὰς ἐκρύβην·
παραβὰς ἐκρύβην·
ἀ^κούσα_ς τῆς φιλανθρωπία_ς τῆς σῆς, δέσποτα^, πρὸς τὴν ἀπολογίαν προῆλθον.
ἀκούσας τῆς φιλανθρωπίας τῆς σῆς, δέσποτα, πρὸς τὴν ἀπολογίαν προῆλθον.
καὶ βλέπε τὸν δικαιοκριτήν.
καὶ βλέπε τὸν δικαιοκριτήν.
οὐκ ἐξετάζει εὐθέως τὴν ἁμαρτήσασα^ν, ἀλλὰ^ τὸν ἀ^πατηθέντα^.
οὐκ ἐξετάζει εὐθέως τὴν ἁμαρτήσασαν, ἀλλὰ τὸν ἀπατηθέντα.
καὶ εἰκότως.
καὶ εἰκότως.
βαρύτερον ἂ^ν ἐγένετο τὸ δι^καστήριον, εἰ τῶν ὑ^πευθύ^νων πρῶτον ἥψα^το.
βαρύτερον ἂν ἐγένετο τὸ δικαστήριον, εἰ τῶν ὑπευθύνων πρῶτον ἥψατο.
ἀλλ' ἄρχεται ἀ^πὸ τοῦ δυ^να^μένου κ ἂ^ν μι_κρὰ_ν εὑρεῖν ἀπολογίαν, ὅτι^ παρ' ἄλλου προσώπου ἀ^πάτην ἐδέξατο.
ἀλλ' ἄρχεται ἀπὸ τοῦ δυναμένου κ ἂν μικρὰν εὑρεῖν ἀπολογίαν, ὅτι παρ' ἄλλου προσώπου ἀπάτην ἐδέξατο.
ἀ^πὸ τοῦ ἀνδρὸς οὖν ἐπὶ^ τὴν γυ^ναῖκα^ χωρεῖ καὶ λέγει·
ἀπὸ τοῦ ἀνδρὸς οὖν ἐπὶ τὴν γυναῖκα χωρεῖ καὶ λέγει·
τί^ τοῦτο ἐποίησα^ς;
τί τοῦτο ἐποίησας;
ἡ δὲ πρὸς τὸν δεσπότην·
ἡ δὲ πρὸς τὸν δεσπότην·
ὁ ὄφις ἠπά^τησέ με.
ὁ ὄφις ἠπάτησέ με.
ὁ ὄφις ἠπά^τησε;
ὁ ὄφις ἠπάτησε;
χώρα_ν εἶχεν ἡ ἀ^πά^τη, εἰ μὴ προλαβοῦσα^ ἡ ἐντολὴ ἀπέκλεισε τὴν πλάνην.
χώραν εἶχεν ἡ ἀπάτη, εἰ μὴ προλαβοῦσα ἡ ἐντολὴ ἀπέκλεισε τὴν πλάνην.
εἰ μὴ ἔφθην εἰπών ὅτι^ ἐν ᾗ ἂ_ν ἡμέρᾳ φά^γητε ἀ^πὸ τοῦ ξύ^λου, θα^νά^τῳ ἀποθα^νεῖσθε, εἶχε χώραν ἡ ἀ^πά^τη.
εἰ μὴ ἔφθην εἰπών ὅτι ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε, εἶχε χώραν ἡ ἀπάτη.
διὰ τί^ μὴ ὁ τοῦ θεοῦ ἠκολούθει λόγος, ἀλλ' ὁ τῆς ἀ^πάτης ἐδέχθη;
διὰ τί μὴ ὁ τοῦ θεοῦ ἠκολούθει λόγος, ἀλλ' ὁ τῆς ἀπάτης ἐδέχθη;
οὕτως ὁ δημιουργὸς ἀ^ναίτι^ος ἦν, ὁ δὲ παραβὰς ὑ^πεύθυ_νος.
οὕτως ὁ δημιουργὸς ἀναίτιος ἦν, ὁ δὲ παραβὰς ὑπεύθυνος.
ἀλλ' ἐπὶ^ τὸ προκείμενον ἐπανέλθωμεν.
ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
ἡ μὲν ἐξέτα^σι^ς τῶν πεπλημμελημένων ἀ^πὸ τοῦ ἀ^πατηθέντος ἐπὶ^ τὴν ἀ^πατηθεῖσα^ν, ἡ δὲ ἀ^πόφα^σι^ς ἐπὶ^ τὸν αἴτι^ον τῶν κα^κῶν.
ἡ μὲν ἐξέτασις τῶν πεπλημμελημένων ἀπὸ τοῦ ἀπατηθέντος ἐπὶ τὴν ἀπατηθεῖσαν, ἡ δὲ ἀπόφασις ἐπὶ τὸν αἴτιον τῶν κακῶν.
πρῶτον ἡ θεία_ δί^κη κατ' ἐκείνου φέρει τὴν ψῆφον.
πρῶτον ἡ θεία δίκη κατ' ἐκείνου φέρει τὴν ψῆφον.
οὐ γὰ^ρ ἀποφέρεται κα^τὰ^ τοῦ ἀνδρός, οὐ δὲ κα^τὰ^ τῆς γυ^ναικὸς εὐθέως, ἀλλὰ^ κα^τὰ^ τοῦ ὄφεως.
οὐ γὰρ ἀποφέρεται κατὰ τοῦ ἀνδρός, οὐ δὲ κατὰ τῆς γυναικὸς εὐθέως, ἀλλὰ κατὰ τοῦ ὄφεως.
καὶ ὅρα_ τὸ μακρόθυ_μον τῆς δίκης.
καὶ ὅρα τὸ μακρόθυμον τῆς δίκης.
οὐ κα^λεῖ τὸν ὄφιν ὁ θεὸς εἰς ἐξέτασι^ν.
οὐ καλεῖ τὸν ὄφιν ὁ θεὸς εἰς ἐξέτασιν.
οὐ γὰ^ρ εἰς ἕτερον ἀ^να^γα^γεῖν τὴν αἰτί^α_ν βούλεται, οὐ δὲ εὑρεῖν ἀποφυγὴν ἑτέρα_ν.
οὐ γὰρ εἰς ἕτερον ἀναγαγεῖν τὴν αἰτίαν βούλεται, οὐ δὲ εὑρεῖν ἀποφυγὴν ἑτέραν.
τί^ οὖν πρὸς αὐτόν;
τί οὖν πρὸς αὐτόν;
ἐπικατάρατος σὺ^ ἀ^πὸ πάντων τῶν θηρί^ων τῆς γῆς.
ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς.
ὁ ὄφις ὄργα^νον ἦν φαινόμενον, ὁ δὲ δι^ά^βολος ἀορά_τως ὁ διὰ τοῦ ὄφεως ἀ^πα^τῶν.
ὁ ὄφις ὄργανον ἦν φαινόμενον, ὁ δὲ διάβολος ἀοράτως ὁ διὰ τοῦ ὄφεως ἀπατῶν.
τίνος ἕνεκεν κα^τὰ^ τοῦ ὀργά^νου ἡ τι_μωρί^α_ καὶ οὐ κα^τὰ^ τοῦ αὐθέντου τῆς πονηρία_ς γί_νεται ἡ θεία_ δί^κη;
τίνος ἕνεκεν κατὰ τοῦ ὀργάνου ἡ τιμωρία καὶ οὐ κατὰ τοῦ αὐθέντου τῆς πονηρίας γίνεται ἡ θεία δίκη;
καὶ κα^τὰ^ τῆς ἁ^μαρτί^α_ς χωρεῖ καὶ κα^τὰ^ τοῦ ὀργά^νου τῆς ἁ^μαρτί^α_ς.
καὶ κατὰ τῆς ἁμαρτίας χωρεῖ καὶ κατὰ τοῦ ὀργάνου τῆς ἁμαρτίας.
οἶδας ὅτι^ καὶ τὸν λογισμὸν οὐκ ἔχοντι^ ταύρῳ, ἐὰ^ν κερατίσῃ ὁ θεὸς θά^να^τον ὁρίζει τὴν δί^κην, καίτοι λογισμὸν οὐκ ἔχοντι^, ἀλλ' αὐτὴν ὅλως τὴν ὁρμὴν κολάζει.
οἶδας ὅτι καὶ τὸν λογισμὸν οὐκ ἔχοντι ταύρῳ, ἐὰν κερατίσῃ ὁ θεὸς θάνατον ὁρίζει τὴν δίκην, καίτοι λογισμὸν οὐκ ἔχοντι, ἀλλ' αὐτὴν ὅλως τὴν ὁρμὴν κολάζει.
οὕτω τοίνυ^ν καὶ ἐνταῦθα κα^τὰ^ τοῦ ὄφεως ἀποφαίνεται, δεικνὺ_ς ὅτι^ εἰ τὸ ὄργα^νον τῆς ἁ^μαρτί^α_ς οὕτω τι_μωρεῖται, πολλῷ μᾶλλον τὸν ἐνεργή σαντα^ κολάζει.
οὕτω τοίνυν καὶ ἐνταῦθα κατὰ τοῦ ὄφεως ἀποφαίνεται, δεικνὺς ὅτι εἰ τὸ ὄργανον τῆς ἁμαρτίας οὕτω τιμωρεῖται, πολλῷ μᾶλλον τὸν ἐνεργή σαντα κολάζει.
καὶ ἔσται ἐν ταῖς ἐσχά^ταις ἡμέραις·
καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις·
ἐπάξει ὁ θεὸς τὴν μάχαιρα^ν τὴν ἁγί^α_ν καὶ μεγά^λην καὶ ἰσχυ_ρὰ_ν ἐπὶ^ τὸν δράκοντα^, τὸν ὄφιν τὸν φεύγοντα^, ἐπὶ^ τὸν δράκοντα^ τὸν ὄφιν τὸν σκολι^ὸν καὶ ἀ^νελεῖ τὸν δράκοντα^ τῇ ἡμέρᾳ ἐκείνῃ.
ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ μεγάλην καὶ ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, τὸν ὄφιν τὸν φεύγοντα, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιὸν καὶ ἀνελεῖ τὸν δράκοντα τῇ ἡμέρᾳ ἐκείνῃ.
δράκοντα^ κα^λεῖ τὸν δι^ά^βολον καὶ ὄφιν σκολι^ὸν αὐτὸν τῶν δαιμόνων ἄ^ρχοντα^.
δράκοντα καλεῖ τὸν διάβολον καὶ ὄφιν σκολιὸν αὐτὸν τῶν δαιμόνων ἄρχοντα.
ἰδοὺ δέδωκα^ ὑ_μῖν τὴν ἐξουσί^α_ν πα^τεῖν ἐπά^νω ὄφεων καὶ σκορπί^ων.
ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων.
καὶ ἐπὶ^ πᾶσα^ν τὴν δύ^να^μι^ν τοῦ ἐχθροῦ.
καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
ἀλλ' ὅταν ἀ^κούσῃς δράκοντα^ καὶ ὄφιν, μὴ ῥίζαν κα^κί^α_ς ὑ^πολά^βῃς, ὥς φα_σιν οἱ μανιχαῖοι.
ἀλλ' ὅταν ἀκούσῃς δράκοντα καὶ ὄφιν, μὴ ῥίζαν κακίας ὑπολάβῃς, ὥς φασιν οἱ μανιχαῖοι.
οὐ γὰ^ρ ἦν ῥί^ζα_ κα^κοῦ, οὐ δὲ φύ^σι^ς πονηρία_ς, ἀλλὰ^ ῥοπὴ πα^ρα^νομί^α_ς.
οὐ γὰρ ἦν ῥίζα κακοῦ, οὐ δὲ φύσις πονηρίας, ἀλλὰ ῥοπὴ παρανομίας.
ὁρᾷς φησι^ τὴν γραφήν, ὅπως αὐτὸν ὄφιν ἐκά^λεσε καὶ δράκοντα καὶ ὥσπερ ξένην τι^νὰ^ φύ^σι^ν πονηρία_ς εισηγουμένην;
ὁρᾷς φησι τὴν γραφήν, ὅπως αὐτὸν ὄφιν ἐκάλεσε καὶ δράκοντα καὶ ὥσπερ ξένην τινὰ φύσιν πονηρίας εισηγουμένην;
ἀλλὰ^ ταῦτα^ τῶν ἀσεβῶν τὰ^ ῥήμα^τα^ κενὰ^ καὶ μά^ταια^ καὶ λογισμὸν οὐκ ἔχοντα^.
ἀλλὰ ταῦτα τῶν ἀσεβῶν τὰ ῥήματα κενὰ καὶ μάταια καὶ λογισμὸν οὐκ ἔχοντα.
καὶ ὅταν γὰ^ρ πρὸς τοὺς ἀνθρώπους λέγῃ ὁ κύ_ρι^ος·
καὶ ὅταν γὰρ πρὸς τοὺς ἀνθρώπους λέγῃ ὁ κύριος·
ὄφεις, γεννήμα^τα^ ἐχιδνῶν, οὐ τὴν φύ^σι^ν διαβά^λλει, ἢ τὴν προαίρεσι^ν διαμάχεται.
ὄφεις, γεννήματα ἐχιδνῶν, οὐ τὴν φύσιν διαβάλλει, ἢ τὴν προαίρεσιν διαμάχεται.
οὕτως οὐ δεῖ λέξεσι^ πείθεσθαι, ἀλλὰ ταῖς ἐννοίαις παιδεύεσθαι.
οὕτως οὐ δεῖ λέξεσι πείθεσθαι, ἀλλὰ ταῖς ἐννοίαις παιδεύεσθαι.
ἀλλ' ἀντιτείνουσι^ πά^λι^ν καὶ ἕτερον ζητοῦσι^ ζήτημα^.
ἀλλ' ἀντιτείνουσι πάλιν καὶ ἕτερον ζητοῦσι ζήτημα.
διὰ τί^ φησι^ν τὸ δένδρον ἐκά^λεσε γνωστὸν κα^λοῦ καὶ πονηροῦ, εἰ μὴ πάντως φύ^σι^ν τι^νὰ^ τοιαύτην ἠβούλετο γνωρί^σαι τοῦ φυτοῦ τὸ θεῖον γράμμα^;
διὰ τί φησιν τὸ δένδρον ἐκάλεσε γνωστὸν καλοῦ καὶ πονηροῦ, εἰ μὴ πάντως φύσιν τινὰ τοιαύτην ἠβούλετο γνωρίσαι τοῦ φυτοῦ τὸ θεῖον γράμμα;
μὴ συκοφά^ντει ἁπλῶς, ἄνθρωπε, τὴν ἀ^λήθεια^ν.
μὴ συκοφάντει ἁπλῶς, ἄνθρωπε, τὴν ἀλήθειαν.
τὸ γὰ^ρ δένδρον τοῦ κα^λοῦ καὶ πονηροῦ οὐ φύ^σι^ν ἐγέννησεν, ἀλλ' ὑ^πόθεσι^ν ἤνεγκε, καὶ ἐκα^λεῖτο τῇ προσηγορί^ᾳ τοιαύτῃ, οὐκ ἐπειδὴ τοῦτο εἶχε κα^τὰ^ φύ^σι^ν, ἀλλ' ἐπειδὴ τοῦτο ἐπετέλει κα^τὰ^ τὴν ἀ^πόφα^σι^ν.
τὸ γὰρ δένδρον τοῦ καλοῦ καὶ πονηροῦ οὐ φύσιν ἐγέννησεν, ἀλλ' ὑπόθεσιν ἤνεγκε, καὶ ἐκαλεῖτο τῇ προσηγορίᾳ τοιαύτῃ, οὐκ ἐπειδὴ τοῦτο εἶχε κατὰ φύσιν, ἀλλ' ἐπειδὴ τοῦτο ἐπετέλει κατὰ τὴν ἀπόφασιν.
τί^ γὰ^ρ ἐδί^δα^ξε τὸν ἀδὰμ ἡ γεῦσι^ς;
τί γὰρ ἐδίδαξε τὸν ἀδὰμ ἡ γεῦσις;
ὅτι^ κα^λὸν τὸ ὑ^πα^κοῦσαι θεοῦ καὶ κα^κὸν τὸ πα^ρακοῦσαι θεοῦ.
ὅτι καλὸν τὸ ὑπακοῦσαι θεοῦ καὶ κακὸν τὸ παρακοῦσαι θεοῦ.
καὶ τοῦτό ἐστι^ν ἡ γνῶσι^ς κα^λοῦ καὶ πονηροῦ καὶ οὐδὲν ἕτερον ὅλως.
καὶ τοῦτό ἐστιν ἡ γνῶσις καλοῦ καὶ πονηροῦ καὶ οὐδὲν ἕτερον ὅλως.
ἐπεὶ ποία_ν εὗρε γνῶσι^ν τῶν κα^λῶν ἐναβλέψας εὐθέως;
ἐπεὶ ποίαν εὗρε γνῶσιν τῶν καλῶν ἐναβλέψας εὐθέως;
τί ἕτερον εἶδε κα^λόν;
τί ἕτερον εἶδε καλόν;
τὴν ἐλεημοσύνην;
τὴν ἐλεημοσύνην;
τίνες γὰ^ρ ἦσα^ν ἐκεῖ πένητες;
τίνες γὰρ ἦσαν ἐκεῖ πένητες;
ἀλλὰ τί εἶδεν;
ἀλλὰ τί εἶδεν;
ὅτι^ κα^λὸν ἡ φι^λανθρωπί^α_;
ὅτι καλὸν ἡ φιλανθρωπία;
ποίαν γὰ^ρ εὗρεν ὑ^πόθεσι^ν φιλανθρωπία_ς;
ποίαν γὰρ εὗρεν ὑπόθεσιν φιλανθρωπίας;
τί οὖν εὗρεν;
τί οὖν εὗρεν;
ὅτι^ κα^λὸν μὲν τὸ ὑ^πα^κούειν, κα^κὸν δὲ πα^ρακούειν τοῦ εὐεργέτου.
ὅτι καλὸν μὲν τὸ ὑπακούειν, κακὸν δὲ παρακούειν τοῦ εὐεργέτου.
τίς ταῦτα^ σαφηνί^ζει;
τίς ταῦτα σαφηνίζει;
ἡ γρα^φὴ λέγει·
ἡ γραφὴ λέγει·
εἰ ἀ^πηγγέλη σοι, ἄνθρωπε, τί κα^λὸν ἢ τί κύριος ἐπζητεῖ πα^ρὰ^ σοῦ, ἀλλ' ἢ τὸ φοβεῖσθαι τὸν κύ_ρι^ον καὶ θεόν σου;
εἰ ἀπηγγέλη σοι, ἄνθρωπε, τί καλὸν ἢ τί κύριος ἐπζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ τὸ φοβεῖσθαι τὸν κύριον καὶ θεόν σου;
ὁρᾷς ὅτι^ κα^λὸν ὁ φόβος τοῦ θεοῦ·
ὁρᾷς ὅτι καλὸν ὁ φόβος τοῦ θεοῦ·
πονηρὸς δὲ τὸ πα^ρακοῦσαι θεοῦ;
πονηρὸς δὲ τὸ παρακοῦσαι θεοῦ;
ἔφριξέ φησι^ν ὁ οὐρα^νὸς καὶ ἐξέστη ἡ γῆ, ὅτι^ δύ^ο καὶ πονηρὰ^ ἐποίησεν ὁ λα_ὸς μου·
ἔφριξέ φησιν ὁ οὐρανὸς καὶ ἐξέστη ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαὸς μου·
ἐμὲ ἐγκατέλιπον πηγὴν ὕ^δα^τος ζῶντος, καὶ τὰ^ ἑξῆς.
ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ τὰ ἑξῆς.
διὰ τί οὖν, φησί^ν, εἶπε·
διὰ τί οὖν, φησίν, εἶπε·
μὴ ἅψη τοῦ δένδρου·
μὴ ἅψη τοῦ δένδρου·
ἐξ οὗ ἐὰν φά^γῃς, μέλλεις γι^νώσκειν διὰ τῆς παραβάσεως τὸ κα^λὸν καὶ πονηρόν;
ἐξ οὗ ἐὰν φάγῃς, μέλλεις γινώσκειν διὰ τῆς παραβάσεως τὸ καλὸν καὶ πονηρόν;
διὰ τί;
διὰ τί;
ἐγὼ σοι σαφηνίσω καὶ σύντομον ἀποδώσω λόγον.
ἐγὼ σοι σαφηνίσω καὶ σύντομον ἀποδώσω λόγον.
φίλον ἀ^εὶ τῇ θείᾳ γρα^φῇ τοιαύτα_ς δι^δόναι τοῖς πρά_γμα^σι^ προσηγορί^α_ς, οἵα_ς ἂ_ν καὶ τὰ_ς ὑ^ποθέσεις ἐνέγκωσι^ν.
φίλον ἀεὶ τῇ θείᾳ γραφῇ τοιαύτας διδόναι τοῖς πράγμασι προσηγορίας, οἵας ἂν καὶ τὰς ὑποθέσεις ἐνέγκωσιν.