macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἰωάννης, ἀ^δελφοὶ, οὐκ ἠγνόησεν τὴν ἀ^ξί^α_ν δι^ὰ^ τὴν οἰκονομίαν. | ἰωάννης, ἀδελφοὶ, οὐκ ἠγνόησεν τὴν ἀξίαν διὰ τὴν οἰκονομίαν. |
οὐκ ἔσφα_λεν αὐτὸν τὸ σχῆμα^ τοῦ σώμα^τος. | οὐκ ἔσφαλεν αὐτὸν τὸ σχῆμα τοῦ σώματος. |
οὐκ ἠπά^τησεν αὐτὸν ἡ φαινομένη σὰρξ, ἀλλὰ^ περι^έλαμπεν αὐτὸν ἡ κρυπτομένη δύ^να^μι^ς, ἣν καὶ τοῖς ἀ^γνοοῦσι^ν ἐκήρυττεν. | οὐκ ἠπάτησεν αὐτὸν ἡ φαινομένη σὰρξ, ἀλλὰ περιέλαμπεν αὐτὸν ἡ κρυπτομένη δύναμις, ἣν καὶ τοῖς ἀγνοοῦσιν ἐκήρυττεν. |
λύχνος γὰ^ρ ἦν ἅγι^ος ὁ θαυμάσιος, λύχνος, περὶ^ οὗ, ἡτοίμα^σα^ λύχνον τῷ χριστῷ μου, δι^ὰ^ τοῦ προφήτου προείρηται. | λύχνος γὰρ ἦν ἅγιος ὁ θαυμάσιος, λύχνος, περὶ οὗ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου, διὰ τοῦ προφήτου προείρηται. |
λύχνος δὲ ὁ ἰωάννης προανηγόρευται, οὐκ ἐπειδὴ τῳ θεῷ λόγῳ, τῷ φωτὶ^ τῆς ἀ^ληθεία_ς, χρεία_ ἦν τῆς ἀ^πὸ τοῦ λύχνου προσθήκης. | λύχνος δὲ ὁ ἰωάννης προανηγόρευται, οὐκ ἐπειδὴ τῳ θεῷ λόγῳ, τῷ φωτὶ τῆς ἀληθείας, χρεία ἦν τῆς ἀπὸ τοῦ λύχνου προσθήκης. |
ἥλι^ος γὰ^ρ ἦν δι^καιοσύ^νης, ἀλλ' ἐπειδὴ τὸν ἐν σαρκὶ^ κρυπτόμενον κύ_ρι^ον ἐγνώριζεν, ὡς ἐν νυκτὶ^, τῇ ἰουδαῖκῇ καταστάσει, τὸν λύχνον ἀ^παστράπτων τοῦ θείου λόγου. | ἥλιος γὰρ ἦν δικαιοσύνης, ἀλλ' ἐπειδὴ τὸν ἐν σαρκὶ κρυπτόμενον κύριον ἐγνώριζεν, ὡς ἐν νυκτὶ, τῇ ἰουδαῖκῇ καταστάσει, τὸν λύχνον ἀπαστράπτων τοῦ θείου λόγου. |
κα^λεῖται οὖν λύχνος εἰκότως. | καλεῖται οὖν λύχνος εἰκότως. |
καὶ ὁρᾶτε τὸ θαυμαστὸν, ἀ^δελφοί. | καὶ ὁρᾶτε τὸ θαυμαστὸν, ἀδελφοί. |
ὅτε πα^ρῆλθεν ἐπὶ^ τὴν ἔνσαρκον οἰκονομίαν ὁ πρὸς ἡμᾶς ἐπιδημήσα_ς δεσπότης, ἄνθρωπος δι^ὰ^ φιλανθρωπίαν γενόμενος, καὶ ἦν ξένον θαῦμα^, ὅτι^ θεὸς ἐν ἀνθρώποις, ἐν δούλοις ὁ δεσπότης, μετὰ^ τῶν ποιημά^των ὁ ποιητὴς, ὁ ἁγι^άζων μετὰ^ τῶν ἁγι^αζομένων, τότε ὁ ἰωάννης κηρύττει τὴν ἀ^ξί^α_ν, καὶ ἦν ἰ^δεῖν ξένον θαῦμα^. | ὅτε παρῆλθεν ἐπὶ τὴν ἔνσαρκον οἰκονομίαν ὁ πρὸς ἡμᾶς ἐπιδημήσας δεσπότης, ἄνθρωπος διὰ φιλανθρωπίαν γενόμενος, καὶ ἦν ξένον θαῦμα, ὅτι θεὸς ἐν ἀνθρώποις, ἐν δούλοις ὁ δεσπότης, μετὰ τῶν ποιημάτων ὁ ποιητὴς, ὁ ἁγιάζων μετὰ τῶν ἁγιαζομένων, τότε ὁ ἰωάννης κηρύττει τὴν ἀξίαν, καὶ ἦν ἰδεῖν ξένον θαῦμα. |
ἦν ἰ^δεῖν τὸν λύχνον δεχόμενον τὸν ἥλι^ον τῆς δι^καιοσύ^νης ἰησοῦν. | ἦν ἰδεῖν τὸν λύχνον δεχόμενον τὸν ἥλιον τῆς δικαιοσύνης ἰησοῦν. |
τὸν γὰ^ρ ἁ^πά^ντων λυτρωτὴν κύ_ρι^ον ὁ λυτρώσεως δεόμενος ἄνθρωπος ἐβάπτιζεν, οὐ τόλμῃ προσαχθεὶς, ἀλλὰ^ προστάγμα^τι^ δουλωθεὶς. | τὸν γὰρ ἁπάντων λυτρωτὴν κύριον ὁ λυτρώσεως δεόμενος ἄνθρωπος ἐβάπτιζεν, οὐ τόλμῃ προσαχθεὶς, ἀλλὰ προστάγματι δουλωθεὶς. |
τότε δὴ τότε συ^νέδραμον δύ^ο προφητι^καὶ φωναί· | τότε δὴ τότε συνέδραμον δύο προφητικαὶ φωναί· |
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, καὶ φωνὴ κυ_ρί^ου ἐπὶ^ τῶν ὑ^δά^των. | φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, καὶ φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων. |
ὁ κῆρυξ τῆς ἀ^ληθεία_ς ἐβόα_, καὶ ὁ θεὸς τῆς δόξης ἐβρόντα^. | ὁ κῆρυξ τῆς ἀληθείας ἐβόα, καὶ ὁ θεὸς τῆς δόξης ἐβρόντα. |
καὶ ἦν ἐκεῖ ἡ προσκυνητὴ τρι^ὰς τὴν αὐτῆς δόξα^ν ἀστράπτουσα^· | καὶ ἦν ἐκεῖ ἡ προσκυνητὴ τριὰς τὴν αὐτῆς δόξαν ἀστράπτουσα· |
πα^τὴρ ἄ^νωθεν τὸν υἱὸν κηρύττων, υἱὸς κά^τωθεν τὴν οἰκονομίαν πληρῶν, τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐπι^σφραγί^ζον τὴν θεοπρεπῆ μυσταγωγίαν, καὶ φωνὴ τοσαύτη γί_νεται μαρτυροῦντος ἄ^νωθεν τοῦ πατρὸς τῷ ἑαυτοῦ μονογενεῖ, ὡς σχισθῆναι ἄ^νωθεν τοὺς οὐρανούς. | πατὴρ ἄνωθεν τὸν υἱὸν κηρύττων, υἱὸς κάτωθεν τὴν οἰκονομίαν πληρῶν, τὸ πνεῦμα τὸ ἅγιον ἐπισφραγίζον τὴν θεοπρεπῆ μυσταγωγίαν, καὶ φωνὴ τοσαύτη γίνεται μαρτυροῦντος ἄνωθεν τοῦ πατρὸς τῷ ἑαυτοῦ μονογενεῖ, ὡς σχισθῆναι ἄνωθεν τοὺς οὐρανούς. |
ἀ^ναβαίνοντος γά^ρ, φησι^, τοῦ ἰησοῦ ἀ^πὸ τοῦ ὕ^δα^τος, ἐσχίσθησα^ν οἱ οὐρανοὶ. | ἀναβαίνοντος γάρ, φησι, τοῦ ἰησοῦ ἀπὸ τοῦ ὕδατος, ἐσχίσθησαν οἱ οὐρανοὶ. |
οὐ γὰ^ρ ἤνεγκα^ν τὴν φωνὴν τῆς τοσαύτης μα^ρτυ^ρί^α_ς, φρίξαντες τὴν ἔνθεον οἰκονομίαν. | οὐ γὰρ ἤνεγκαν τὴν φωνὴν τῆς τοσαύτης μαρτυρίας, φρίξαντες τὴν ἔνθεον οἰκονομίαν. |
ἀλλ' ὅρα_ τὸ θαυμαστὸν, ἡ φωνὴ αὕτη τοὺς οὐρανοὺς ἔσχι^σεν, καὶ αἱρετι^κοὺς οὐκ ἐφόβησεν. | ἀλλ' ὅρα τὸ θαυμαστὸν, ἡ φωνὴ αὕτη τοὺς οὐρανοὺς ἔσχισεν, καὶ αἱρετικοὺς οὐκ ἐφόβησεν. |
οὗτός ἐστι^ν ὁ υἱός μου, ὁ ἀ^γα^πητὸς, αὐτοῦ ἀ^κούετε. | οὗτός ἐστιν ὁ υἱός μου, ὁ ἀγαπητὸς, αὐτοῦ ἀκούετε. |
ἐπειδὴ προέλαβεν νόμος κηρύττων, καὶ προφήται εὐαγγελιζόμενοι, ἵ^να_ μή τι^ς τῇ προτέρᾳ καταστάσει τῆς ἰουδαϊκῆς λα^τρεία_ς ἑπόμενος ἀ^πώσηται τὸν ζυ^γὸν τῆς εὐαγγελικῆς χά^ρι^τος, ἡ θεία_ φωνὴ δι^έκρι_νεν τὸ οἰκετι^κὸν ἀ^πὸ τῶν δεσποτι^κῶν ἀξι^ωμά^των. | ἐπειδὴ προέλαβεν νόμος κηρύττων, καὶ προφήται εὐαγγελιζόμενοι, ἵνα μή τις τῇ προτέρᾳ καταστάσει τῆς ἰουδαϊκῆς λατρείας ἑπόμενος ἀπώσηται τὸν ζυγὸν τῆς εὐαγγελικῆς χάριτος, ἡ θεία φωνὴ διέκρινεν τὸ οἰκετικὸν ἀπὸ τῶν δεσποτικῶν ἀξιωμάτων. |
αὐτοῦ ἀ^κούετε, δηλονότι^, τοῦ χριστοῦ. | αὐτοῦ ἀκούετε, δηλονότι, τοῦ χριστοῦ. |
πλήρωμα^ γὰ^ρ νόμου χριστὸς, πλήρωμα^ τῶν ἀ^γα^θῶν χριστός. | πλήρωμα γὰρ νόμου χριστὸς, πλήρωμα τῶν ἀγαθῶν χριστός. |
εἰ γὰ^ρ καὶ προέλαβον ἐν τῷ νόμῳ τῷ μωσαῖκῷ αἱ εὐλογί^αι, ἀλλ' οὐκ ἦσα^ν ἐντελεῖς, ἐκδεχόμεναι τὸν κύ_ρι^ον ἡμῶν, περὶ^ οὗ φησὶ^ν ὁ παῦλος, πλήρωμα^ νόμου χριστὸς. | εἰ γὰρ καὶ προέλαβον ἐν τῷ νόμῳ τῷ μωσαῖκῷ αἱ εὐλογίαι, ἀλλ' οὐκ ἦσαν ἐντελεῖς, ἐκδεχόμεναι τὸν κύριον ἡμῶν, περὶ οὗ φησὶν ὁ παῦλος, πλήρωμα νόμου χριστὸς. |
καὶ θέλεις, ἐκ πρά_γμα^τος ἐναργοῦς πα^ρα^στήσω σοι τὴν ἀ^λήθεια^ν ἔγγυον τῶν εἰρημένων, πρόσεχε ἀ^κρι_βῶς. | καὶ θέλεις, ἐκ πράγματος ἐναργοῦς παραστήσω σοι τὴν ἀλήθειαν ἔγγυον τῶν εἰρημένων, πρόσεχε ἀκριβῶς. |
κελεύει μωϋσῆς ὁ νομοθέτης μερισθῆναι τὰ_ς δώδεκα^ φυλὰς τοῦ ἰσραὴλ, καὶ τὰ_ς μὲν ἓξ φυλὰς ἐπὶ^ τὸ ὅρος ἀ^νά^γει τὸ γηβὰλ, τὰ_ς δὲ ἑτέρα_ς ἓξ, εἰς τὸ ὅρος τὸ γαρίζειν, καὶ κελεύει τὰ_ς μὲν εὐλογεῖν, τὰ_ς δὲ κα^ταρᾶσθαι. | κελεύει μωϋσῆς ὁ νομοθέτης μερισθῆναι τὰς δώδεκα φυλὰς τοῦ ἰσραὴλ, καὶ τὰς μὲν ἓξ φυλὰς ἐπὶ τὸ ὅρος ἀνάγει τὸ γηβὰλ, τὰς δὲ ἑτέρας ἓξ, εἰς τὸ ὅρος τὸ γαρίζειν, καὶ κελεύει τὰς μὲν εὐλογεῖν, τὰς δὲ καταρᾶσθαι. |
εὐλογεῖν μὲν, τοὺς κα^τορθοῦντα^ς τὸν νόμον, κα^ταρᾶσθαι δὲ, τοὺς πα^ραβαίνοντα^ς. | εὐλογεῖν μὲν, τοὺς κατορθοῦντας τὸν νόμον, καταρᾶσθαι δὲ, τοὺς παραβαίνοντας. |
τί^ οὖν; | τί οὖν; |
ἐπὶ^ μὲν τῶν κατάρων ἁ^πα_σῶν ἦν ἐπα^γόμενον ἐπισφράγισμα^, ἐροῦσι^ γὰ^ρ οἱ λευΐται, ἐπι^κατάρα_τος ὁ ἐγκαταλιμπάνων τὸν νόμον, καὶ ἐρεῖ πᾶς ὁ λα_ὸς ἀμήν. | ἐπὶ μὲν τῶν κατάρων ἁπασῶν ἦν ἐπαγόμενον ἐπισφράγισμα, ἐροῦσι γὰρ οἱ λευΐται, ἐπικατάρατος ὁ ἐγκαταλιμπάνων τὸν νόμον, καὶ ἐρεῖ πᾶς ὁ λαὸς ἀμήν. |
ἐπι^κατάρα_τος ὁ δουλεύων θεοῖς ἀ^λλοτρί^οις, καί ἐρεῖ πᾶς ὁ λα_ὸς ἀμήν. | ἐπικατάρατος ὁ δουλεύων θεοῖς ἀλλοτρίοις, καί ἐρεῖ πᾶς ὁ λαὸς ἀμήν. |
καὶ ἐφ' ἑκάστῃ ἐντολῇ ἐπίκειται τὸ ἀμὴν τοῖς πα^ραβαίνουσι^. | καὶ ἐφ' ἑκάστῃ ἐντολῇ ἐπίκειται τὸ ἀμὴν τοῖς παραβαίνουσι. |
ἐπὶ^ δὲ ταῖς εὐλογί^αις ἐροῦσι^, φησὶ^ν, οἱ λευΐται εὐλογημένος ὁ φυ^λά^σσων τὸν νόμον κυ_ρί^ου, εὐλογημένος ἐν ἀγρῷ, εὐλογημένος ἐν πόλει, καὶ οὐδα^μοῦ τὸ ἀμὴν ἐν οὐδεμιᾷ τῶν εὐλογι^ῶν. | ἐπὶ δὲ ταῖς εὐλογίαις ἐροῦσι, φησὶν, οἱ λευΐται εὐλογημένος ὁ φυλάσσων τὸν νόμον κυρίου, εὐλογημένος ἐν ἀγρῷ, εὐλογημένος ἐν πόλει, καὶ οὐδαμοῦ τὸ ἀμὴν ἐν οὐδεμιᾷ τῶν εὐλογιῶν. |
τί^ οὖν αἱ κα^τάραι λα^μβά^νουσι^ τὸ ἐπισφράγισμα^· | τί οὖν αἱ κατάραι λαμβάνουσι τὸ ἐπισφράγισμα· |
αἱ δὲ εὐλογί^αι οὐ δέχονται τὴν σφραγίδα. | αἱ δὲ εὐλογίαι οὐ δέχονται τὴν σφραγίδα. |
τί^ βούλεται τὸ σύνθημα^; | τί βούλεται τὸ σύνθημα; |
τί^ ἑρμηνεύει τὸ αἴνιγμα^; | τί ἑρμηνεύει τὸ αἴνιγμα; |
τῶν ἀ^ποφά^σεων πληρωτὴς ἦν ὁ νόμος, τῶν δὲ εὐλογι^ῶν βεβαιωτὴς ἰησοῦς. | τῶν ἀποφάσεων πληρωτὴς ἦν ὁ νόμος, τῶν δὲ εὐλογιῶν βεβαιωτὴς ἰησοῦς. |
ἐπειδὴ δὲ ἔδει τὰ^ μὲν τοῦ νόμου ἴ^δι^α^ δοθῆναι τῷ νόμῳ, τὸ δὲ τῆς εὐαγγελικῆς χά^ρι^τος φυ^λα^χθῆναι τῇ χάριτι^, ἔμεινα^ν αἱ εὐλογί^αι, τὴν τοῦ ἀμὴν προσθήκην τὸ λοιπὸν ἐπιζητοῦσαι. | ἐπειδὴ δὲ ἔδει τὰ μὲν τοῦ νόμου ἴδια δοθῆναι τῷ νόμῳ, τὸ δὲ τῆς εὐαγγελικῆς χάριτος φυλαχθῆναι τῇ χάριτι, ἔμειναν αἱ εὐλογίαι, τὴν τοῦ ἀμὴν προσθήκην τὸ λοιπὸν ἐπιζητοῦσαι. |
ἵ^να_ δὲ μὴ δόξῃ τί^ς βεβι^α^σμένον εἶναι τὸν λόγον, ἀλλὰ^ μᾶλλον ἐξ αὐτῆς τῆς ἀ^ληθεία_ς μεμα^ρτυ^ρημένον, ἄ^κουε παύλου λέγοντος· | ἵνα δὲ μὴ δόξῃ τίς βεβιασμένον εἶναι τὸν λόγον, ἀλλὰ μᾶλλον ἐξ αὐτῆς τῆς ἀληθείας μεμαρτυρημένον, ἄκουε παύλου λέγοντος· |
ὁ γὰ^ρ κύ_ρι^ος ἡμῶν ἰησοῦς χριστὸς οὐκ ἐγένετο ναὶ καὶ οὒ, ἀλλὰ^ ναὶ ἐν αὐτῷ γέγονεν. | ὁ γὰρ κύριος ἡμῶν ἰησοῦς χριστὸς οὐκ ἐγένετο ναὶ καὶ οὒ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν. |
ὅσαι γὰ^ρ ἐπαγγελίαι θεοῦ ἐν αὐτῷ τὸ ναὶ καὶ δι' αὑτοῦ τὸ ἀμὴν πρὸς δόξα^ν τῷ θεῷ. | ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ ἐν αὐτῷ τὸ ναὶ καὶ δι' αὑτοῦ τὸ ἀμὴν πρὸς δόξαν τῷ θεῷ. |
ἐντεῦθέν ἐστι^ν νοῆσαι πά^λι^ν τὸ εἰρημένον ὑ^πὸ τοῦ ἀποστόλου, ὅτι^ νεκροὺς ἡμᾶς ὄντα^ς τοῖς παραπτώμασι^ν καὶ τῇ ἀκροβυστί^ᾳ τῆς σαρκὸς ἡμῶν συ^νεζωοποίησεν ἐν αὐτῷ, χα^ρι^σά^μενος ἡμῖν πά^ντα^ τὰ^ παραπτώματα^ ἡμῶν, ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγρα^φον, ὃ ἦν ἡμῖν ὑ^πεναντί^ον. | ἐντεῦθέν ἐστιν νοῆσαι πάλιν τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου, ὅτι νεκροὺς ἡμᾶς ὄντας τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ἡμῶν συνεζωοποίησεν ἐν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα ἡμῶν, ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον, ὃ ἦν ἡμῖν ὑπεναντίον. |
ποῖον χειρόγραφον; | ποῖον χειρόγραφον; |
ἔχεις τούτου τὴν ἀ^πόδειξι^ν. | ἔχεις τούτου τὴν ἀπόδειξιν. |
ὅτε γὰ^ρ ὑπηγόρευσε τὰ_ς κα^τάρα_ς ὁ νόμος, τὸ ἀμὴν τοῦ λα_οῦ, ὑπογρα^φὴ ἦν τῶν ἀ^κουόντων. | ὅτε γὰρ ὑπηγόρευσε τὰς κατάρας ὁ νόμος, τὸ ἀμὴν τοῦ λαοῦ, ὑπογραφὴ ἦν τῶν ἀκουόντων. |
ἰησοῦς γὰ^ρ ἦν τὸ πλήρωμα^ τῶν εὐλογι^ῶν, ὁ ἐπὶ^ τοῦ ἰορδάνου φα^νεὶς, ὁ τὴν προφητείαν ἡσαΐου εἰς ἑαυτὸν πληρώσα_ς. | ἰησοῦς γὰρ ἦν τὸ πλήρωμα τῶν εὐλογιῶν, ὁ ἐπὶ τοῦ ἰορδάνου φανεὶς, ὁ τὴν προφητείαν ἡσαΐου εἰς ἑαυτὸν πληρώσας. |
ἔλεγεν γὰ^ρ ἡσαΐας, ἀγαλλιά_σθω τὰ^ ἔρημα^ τοῦ ἰορδάνου, ὅτι^ ἡ δόξα_ λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τι_μὴ τοῦ καρμήλου. | ἔλεγεν γὰρ ἡσαΐας, ἀγαλλιάσθω τὰ ἔρημα τοῦ ἰορδάνου, ὅτι ἡ δόξα λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ καρμήλου. |
τὸ ῥῆμα^ ἀ^σα^φὲς. | τὸ ῥῆμα ἀσαφὲς. |
σαφηνίζεται δὲ δι^ὰ^ τῆς χά^ρι^τος. | σαφηνίζεται δὲ διὰ τῆς χάριτος. |
λίβανον κα^λεῖ ἡ γρα^φὴ τὴν ἰερουσαλὴμ τὸ τηνι^καῦτα^· | λίβανον καλεῖ ἡ γραφὴ τὴν ἰερουσαλὴμ τὸ τηνικαῦτα· |
καὶ μὴ νομί^σῃς βεβι^α^σμένον εἶναι τὸν λόγον. | καὶ μὴ νομίσῃς βεβιασμένον εἶναι τὸν λόγον. |
ἰεζεκιὴλ μα^ρτυ^ρεῖ περὶ^ τοῦ ναβουχοδονόσωρ τοῦ βα^σι^λέως. | ἰεζεκιὴλ μαρτυρεῖ περὶ τοῦ ναβουχοδονόσωρ τοῦ βασιλέως. |
ἔλεγε γά^ρ· | ἔλεγε γάρ· |
ὁ ἀετὸς ὁ μέγα^ς, ὁ μεγα^λοπτέρυ^γος, ὁ ἐκτεταμένος ταῖς πτέρυ^ξι^ν, καὶ πλήρης ὀνύ^χων ἦλθεν εἰς τὸν λίβανον καὶ ἔλα^βεν τὰ^ ἐκλεκτὰ^ τῆς κέδρου τοῦ λιβάνου. | ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ ἐκτεταμένος ταῖς πτέρυξιν, καὶ πλήρης ὀνύχων ἦλθεν εἰς τὸν λίβανον καὶ ἔλαβεν τὰ ἐκλεκτὰ τῆς κέδρου τοῦ λιβάνου. |
καὶ ἀ^πήγαγεν εἰς βαβυλῶνα. | καὶ ἀπήγαγεν εἰς βαβυλῶνα. |
τὰ^ δὲ ἐκλεκτὰ^ τί^να^ ἦν; | τὰ δὲ ἐκλεκτὰ τίνα ἦν; |
ἐπειδὴ σεδεκίαν δήσα_ς ἀ^πήγαγεν τὸν βα^σι^λέα^ καὶ τὸν ἰωακεὶμ καὶ τοὺς ἀρχιερεῖς. | ἐπειδὴ σεδεκίαν δήσας ἀπήγαγεν τὸν βασιλέα καὶ τὸν ἰωακεὶμ καὶ τοὺς ἀρχιερεῖς. |
ταῦτα^ ἦν τὰ^ ἐκλεκτὰ^ τοῦ λιβάνου. | ταῦτα ἦν τὰ ἐκλεκτὰ τοῦ λιβάνου. |
καὶ ἀ^πήγαγεν εἰς βαβυλῶνα. | καὶ ἀπήγαγεν εἰς βαβυλῶνα. |
τί^ οὖν ἐστι^ν τὸ, καὶ ἡ δόξα_ τοῦ λιβάνου ἐδόθη αὐτῇ. | τί οὖν ἐστιν τὸ, καὶ ἡ δόξα τοῦ λιβάνου ἐδόθη αὐτῇ. |
ἐπειδὴ ἡ ἱερωσύνη τῆς ἱερουσαλὴμ καὶ ἡ προφητεία_ πᾶσα^ μετέβη εἰς τὸν ἰωάννην, καὶ πᾶσα^ ἡ ἱεροσόλυμα, καταλειποῦσα^ τὸ θυ^σιαστήριον, ἐξήρχετο ἐπὶ^ τὸ λα^βεῖν τὸ βάπτισμα^ ἰωάννου, προλαβὼν ὁ προφήτης λέγει περὶ^ τῆς ἐρήμου τοῦ ἰορδάνου, ἡ δόξα_ τοῦ λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τι_μὴ τοῦ καρμήλου. | ἐπειδὴ ἡ ἱερωσύνη τῆς ἱερουσαλὴμ καὶ ἡ προφητεία πᾶσα μετέβη εἰς τὸν ἰωάννην, καὶ πᾶσα ἡ ἱεροσόλυμα, καταλειποῦσα τὸ θυσιαστήριον, ἐξήρχετο ἐπὶ τὸ λαβεῖν τὸ βάπτισμα ἰωάννου, προλαβὼν ὁ προφήτης λέγει περὶ τῆς ἐρήμου τοῦ ἰορδάνου, ἡ δόξα τοῦ λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ καρμήλου. |
καὶ τί^ς ἡ τι_μή; | καὶ τίς ἡ τιμή; |
ἄ^κουε, ὡς ἐν παραδρομῇ. | ἄκουε, ὡς ἐν παραδρομῇ. |
ἡλίας ἦν ὁ προφήτης ἡ τι_μὴ τοῦ Kαρμήλου. | ἡλίας ἦν ὁ προφήτης ἡ τιμὴ τοῦ Kαρμήλου. |
ἡλίας γὰ^ρ ἦν ἐν τῷ καρμήλῳ. | ἡλίας γὰρ ἦν ἐν τῷ καρμήλῳ. |
ἐπεὶ οὖν προῆλθεν ἰωάννης ἐν πνεύμα^τι^ καὶ δυ^νά^μει ἡλιοῦ, δι^ὰ^ τοῦτό φησι^ν ἐδόθη ἡ τι_μὴ τοῦ καρμήλου τῇ ἐρήμῳ, περὶ^ οὗ φησὶ^ν ὁ σωτὴρ, καὶ εἰ θέλετε δέξασθαι, αὑτός ἐστι^ν ἡλίας ὁ μέλλων ἔρχεσθαι. | ἐπεὶ οὖν προῆλθεν ἰωάννης ἐν πνεύματι καὶ δυνάμει ἡλιοῦ, διὰ τοῦτό φησιν ἐδόθη ἡ τιμὴ τοῦ καρμήλου τῇ ἐρήμῳ, περὶ οὗ φησὶν ὁ σωτὴρ, καὶ εἰ θέλετε δέξασθαι, αὑτός ἐστιν ἡλίας ὁ μέλλων ἔρχεσθαι. |
ἐπεὶ οὖν ποτὲ μὲν ἡλίας ᾤκει τὸν κάρμηλον, νῦν δὲ ἰωάννης τὴν ἔρημον, εἰκότως φησὶ^ν, ἡ δόξα_ τοῦ λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τι_μὴ τοῦ καρμήλου. | ἐπεὶ οὖν ποτὲ μὲν ἡλίας ᾤκει τὸν κάρμηλον, νῦν δὲ ἰωάννης τὴν ἔρημον, εἰκότως φησὶν, ἡ δόξα τοῦ λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ καρμήλου. |
νῦν δὲ, ἀ^δελφοὶ, ἡ δόξα_ ἐκείνη οὐ τὴν ἔρημον μόνην ἐπλήρωσεν, ἀλλὰ^ καὶ τὴν οἰκουμένην ἅ^πα_σα^ν. | νῦν δὲ, ἀδελφοὶ, ἡ δόξα ἐκείνη οὐ τὴν ἔρημον μόνην ἐπλήρωσεν, ἀλλὰ καὶ τὴν οἰκουμένην ἅπασαν. |
σήμερον γὰ^ρ παντα^χοῦ τῆς γῆς ὕμνοι καὶ θεολογί^αι, ἀ^πὸ ἑσπέρα_ς μέχρι^ τῆς δεῦρο ἑστήκα_σι^ν ἄνθρωποι καὶ ὕμνοις τὸν ὕπνον ἐνί_κησα^ν, καὶ ἡ χά^ρι^ς ἐδείκνυ^το, καὶ ἡ φύ^σι^ς οὐκ ἠλέγχετο. | σήμερον γὰρ πανταχοῦ τῆς γῆς ὕμνοι καὶ θεολογίαι, ἀπὸ ἑσπέρας μέχρι τῆς δεῦρο ἑστήκασιν ἄνθρωποι καὶ ὕμνοις τὸν ὕπνον ἐνίκησαν, καὶ ἡ χάρις ἐδείκνυτο, καὶ ἡ φύσις οὐκ ἠλέγχετο. |
καὶ μά^λα_ εἰκότως. | καὶ μάλα εἰκότως. |
ὥσπερ γὰ^ρ σί^δηρος, πυ_ρὶ^ προσομιλήσα_ς, ὃ μὲν ἦν, οὐκέτι^ φαίνεται, ὃ δὲ οὐκ ἦν, ἐπενδύ_εται, οὐ τὴν φύ^σι^ν ἀποτιθέμενος, ἀλλ' ἐπὶ^ τὴν φύ^σι^ν τὴν λαμπρότητα^ δεξά^μενος, οὕτως καὶ ἡμεῖς κα^ταξιωθέντες τοῦ ἁ^γί^ου πνεῦμα^τος, ἠρνησά^μεθα^ τοῦ σώμα^τος τὴν ἀσθένεια^ν, καὶ ἑνεδυσάμεθα^ τοῦ πνεύμα^τος τὴν ἐνέργεια^ν. | ὥσπερ γὰρ σίδηρος, πυρὶ προσομιλήσας, ὃ μὲν ἦν, οὐκέτι φαίνεται, ὃ δὲ οὐκ ἦν, ἐπενδύεται, οὐ τὴν φύσιν ἀποτιθέμενος, ἀλλ' ἐπὶ τὴν φύσιν τὴν λαμπρότητα δεξάμενος, οὕτως καὶ ἡμεῖς καταξιωθέντες τοῦ ἁγίου πνεῦματος, ἠρνησάμεθα τοῦ σώματος τὴν ἀσθένειαν, καὶ ἑνεδυσάμεθα τοῦ πνεύματος τὴν ἐνέργειαν. |
ἔστηκεν ἡ ἐκκλησί^α_ διόλου λά^μπουσα^, καὶ πληροῦται ἐπ' αὐτῇ τό, ἐγένετο ἑσπέρα_, καὶ ἐγένετο πρωῒ^ ἡμέρα_ μί^α^. | ἔστηκεν ἡ ἐκκλησία διόλου λάμπουσα, καὶ πληροῦται ἐπ' αὐτῇ τό, ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία. |
οὐκ εἶχεν ἡ νὺξ σκότος, τῇ θεολογί^ᾳ φωτιζόμενος. | οὐκ εἶχεν ἡ νὺξ σκότος, τῇ θεολογίᾳ φωτιζόμενος. |
οὐκ εἶχεν ἡ νὺξ σκότος. | οὐκ εἶχεν ἡ νὺξ σκότος. |
τῷ γὰ^ρ θείῳ λόγῳ κα^τελάμπετο κα^τὰ^ τὸ εἰρημένον ὑ^πὸ τοῦ δαβίδ, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυ^φῇ μου, ὅτι^ σκότος οὐ σκοτισθήσεται ἀ^πὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα_ φωτισθήσεται. | τῷ γὰρ θείῳ λόγῳ κατελάμπετο κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ δαβίδ, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου, ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται. |
τοσοῦτον φῶς, τοσοῦτον κάλλος περι^αστρά^πτει τὴν ἐκκλησί^α_ν. | τοσοῦτον φῶς, τοσοῦτον κάλλος περιαστράπτει τὴν ἐκκλησίαν. |
γένοιτο δὲ ἡμᾶς, ἀ^δελφοὶ, θείᾳ χάριτι^ πάντοτε καταλαμπομένους τῷ παναγί^ῳ θεῷ δόξα^ν ἀναπέμπειν, ᾧ πρέπει δόξα_ καὶ τι_μὴ εἰς τοὺς αἰῶνα^ς. | γένοιτο δὲ ἡμᾶς, ἀδελφοὶ, θείᾳ χάριτι πάντοτε καταλαμπομένους τῷ παναγίῳ θεῷ δόξαν ἀναπέμπειν, ᾧ πρέπει δόξα καὶ τιμὴ εἰς τοὺς αἰῶνας. |
ἀμήν. | ἀμήν. |
ἐπαινῶ μὲν ὑ_μῶν τὸν πόθον καὶ θαυμάζω τὸν ζῆλον, καὶ τὴν κα^λὴν ταύτην ἅμιλλα^ν ἀποδέχομαι. | ἐπαινῶ μὲν ὑμῶν τὸν πόθον καὶ θαυμάζω τὸν ζῆλον, καὶ τὴν καλὴν ταύτην ἅμιλλαν ἀποδέχομαι. |
οὐ γά^ρ ἐστι^ τα^ρα^χὴ θόρυ^βον γεννῶσα^, ἀλλὰ^ θλῖψι^ς δι^καιοσύ^νης στέφα^νον πλέκουσα^. | οὐ γάρ ἐστι ταραχὴ θόρυβον γεννῶσα, ἀλλὰ θλῖψις δικαιοσύνης στέφανον πλέκουσα. |
μακαρίζω τὴν κα^λὴν ὑ_μῶν προθυμίαν, δι' ἣν πά^ντα^ πόνον ὑ^φί^στα^σθε τῆς θεία_ς ἀκροπόλεως ἐξηρτημένοι. | μακαρίζω τὴν καλὴν ὑμῶν προθυμίαν, δι' ἣν πάντα πόνον ὑφίστασθε τῆς θείας ἀκροπόλεως ἐξηρτημένοι. |
ἀλλ' ὥσπερ τοῦτον θαυμάζω τὸν ζῆλον, οὕτως ἀποστρέφομαι τὸν περὶ^ τὰ^ μά^ταια^ πόνον. | ἀλλ' ὥσπερ τοῦτον θαυμάζω τὸν ζῆλον, οὕτως ἀποστρέφομαι τὸν περὶ τὰ μάταια πόνον. |
χθὲς γὰ^ρ ἡμῖν οὗτος ὁ ἱ^ερὸς σύλλογος ἐσυλεῖτο, καὶ ἀντὶ^ τοῦ θείου τούτου καὶ μακαρί^ου στα^δί^ου ἱππόδρομος τὸν λα_ὸν ἐδέξα^το. | χθὲς γὰρ ἡμῖν οὗτος ὁ ἱερὸς σύλλογος ἐσυλεῖτο, καὶ ἀντὶ τοῦ θείου τούτου καὶ μακαρίου σταδίου ἱππόδρομος τὸν λαὸν ἐδέξατο. |
καὶ ἐθαύμα^σα^ πῶς ἵππων ἅμιλλα^ν ἐζητήσα^τε, θείου λόγου ἅμιλλα^ν καταλιπόντες. | καὶ ἐθαύμασα πῶς ἵππων ἅμιλλαν ἐζητήσατε, θείου λόγου ἅμιλλαν καταλιπόντες. |
ἐκεῖ μὲν γὰ^ρ ἦν ἰ^δεῖν ἵππων δρόμον, ἐνταῦθα^ δὲ ἅρμα^ θεοῦ μυ_ρι^οπλάσιον, ἐν ᾧ χι_λι^ά^δες εὐθυνούντων. | ἐκεῖ μὲν γὰρ ἦν ἰδεῖν ἵππων δρόμον, ἐνταῦθα δὲ ἅρμα θεοῦ μυριοπλάσιον, ἐν ᾧ χιλιάδες εὐθυνούντων. |
ἐκεῖ ἦν ἰ^δεῖν ἀ^γῶνα^ καὶ δρόμον καὶ ἔριν, ἐνταῦθα^ πόθον καὶ ζῆλον καὶ προθυμίαν. | ἐκεῖ ἦν ἰδεῖν ἀγῶνα καὶ δρόμον καὶ ἔριν, ἐνταῦθα πόθον καὶ ζῆλον καὶ προθυμίαν. |
ἓν ἅρμα^ μυ_ρί^α_ ἅ^ρμα^τα^ κα^τα^βά^λλει. | ἓν ἅρμα μυρία ἅρματα καταβάλλει. |
ἓν γὰ^ρ τοῦ θεοῦ τὸ ἅρμα^· | ἓν γὰρ τοῦ θεοῦ τὸ ἅρμα· |
πολλὰ^ δὲ τῶν πονηρῶν τὰ^ ἅ^ρμα^τα^. | πολλὰ δὲ τῶν πονηρῶν τὰ ἅρματα. |
ἀλλὰ^ τὸ μὲν κατευθύ^νει τὸν δρόμον τῆς εὐσεβεία_ς· | ἀλλὰ τὸ μὲν κατευθύνει τὸν δρόμον τῆς εὐσεβείας· |
τὰ^ δὲ ὑ^πὸ τοῦ θείου ἅρμα^τος ἀνα^τρέπονται. | τὰ δὲ ὑπὸ τοῦ θείου ἅρματος ἀνατρέπονται. |
οὗτοι γά^ρ φησι^ν ἐν ἅ^ρμα^σι^, καὶ οὗτοι ἐν ἵπποις· | οὗτοι γάρ φησιν ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις· |
ἡμεῖς δὲ ἐν ὀνόμα^τι^ κυ_ρί^ου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα^· | ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα· |
αὐτοὶ συνεποδίσθησα^ν καὶ ἔπεσον· | αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον· |
ἡμεῖς δὲ ἀ^νέστημεν καὶ ἀ^νωρθώθημεν. | ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. |
τὸ ἅρμα^ τοῦτο οὐχ ἵππους κα^τα^βά^λλει, οὐ δὲ ἀνθρώπους κα^ταστρέφει. | τὸ ἅρμα τοῦτο οὐχ ἵππους καταβάλλει, οὐ δὲ ἀνθρώπους καταστρέφει. |
ἀλλὰ^ δαίμονα^ς δι^α^λύ_ει καὶ τοῦ δι^α^βόλου τὴν τυραννίδα εἰς ἔδα^φος στρώννυ_σι^ν. | ἀλλὰ δαίμονας διαλύει καὶ τοῦ διαβόλου τὴν τυραννίδα εἰς ἔδαφος στρώννυσιν. |
ἔχει ὁ θεὸς ἅρμα^ οὐκ ἀ^πὸ τεσσά^ρων ἴππων, ἀλλ' ἀ^πὸ μυ_ρί^ων ψυ_χῶν συγκεκροτημένον. | ἔχει ὁ θεὸς ἅρμα οὐκ ἀπὸ τεσσάρων ἴππων, ἀλλ' ἀπὸ μυρίων ψυχῶν συγκεκροτημένον. |
τὸ ἅρμα^ γὰ^ρ τοῦ θεοῦ φησι^ μυριοπλάσιον, ἐν ᾧ χι_λι^ά^δες εὐθυνούντων. | τὸ ἅρμα γὰρ τοῦ θεοῦ φησι μυριοπλάσιον, ἐν ᾧ χιλιάδες εὐθυνούντων. |
ἵπποι τοῦ θεοῦ αἱ ἅγι^αι ψυ_χαί· | ἵπποι τοῦ θεοῦ αἱ ἅγιαι ψυχαί· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.