macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
δεῖ δὲ εἰδέναι ὅτι^ ὁ θεὸς προγινώσκει μὲν τὰ^ πά^ντα^, δί^δωσι^ δὲ τοὺς νόμους, οὐκ εἰς τὸν πα^ραβαίνοντα^ μόνον ἀ^φορῶν, ἀλλὰ^ καὶ εἰς τὸν μέλλοντα^ κα^τορθοῦν. | δεῖ δὲ εἰδέναι ὅτι ὁ θεὸς προγινώσκει μὲν τὰ πάντα, δίδωσι δὲ τοὺς νόμους, οὐκ εἰς τὸν παραβαίνοντα μόνον ἀφορῶν, ἀλλὰ καὶ εἰς τὸν μέλλοντα κατορθοῦν. |
δι^ὰ^ τι^ λέγεις ὅτι^ οὐ προῄδει ὁ θεὸς ὅτι^ ἀδὰμ ἁ^μα^ρτήσει; | διὰ τι λέγεις ὅτι οὐ προῄδει ὁ θεὸς ὅτι ἀδὰμ ἁμαρτήσει; |
δι^ὰ^ τί^ τὰ^ ἑπόμενα^ καὶ τὰ^ ἐξ αὐτῆς τῆς ἀκολουθία_ς πα^ρεπόμενα^ παρασιωπᾷς; | διὰ τί τὰ ἑπόμενα καὶ τὰ ἐξ αὐτῆς τῆς ἀκολουθίας παρεπόμενα παρασιωπᾷς; |
ἀλλὰ^ σὺ^ σι^ωπᾷς ἀγνωμονῶν. | ἀλλὰ σὺ σιωπᾷς ἀγνωμονῶν. |
ἐγὼ δὲ κηρύττω πιστεύων ὅτι^ ὥσπερ προῄδει ὁ θεὸς ὅτι^ πα^ραβήσεται ὁ ἀδάμ, οὕτως ᾔδει ὅτι^ ἄβελ δικαιωθήσεται, προῄδει ὅτι^ ἐνὼχ μετα^τεθήσεται, προῄδει ὅτι^ ὁ χορὸς τῶν ἁ^γί^ων συστήσεται, προῄδει ὅτι^ ὁ νῶε τὸν πάνδημον ὄλεθρον διανήξεται, προῄδει ὅτι^ ἀβραὰμ ἡ ῥί^ζα_ τῆς πίστεως ἀνθήσει, προῄδει ὅτι^ λά^μψουσι^ πα^... | ἐγὼ δὲ κηρύττω πιστεύων ὅτι ὥσπερ προῄδει ὁ θεὸς ὅτι παραβήσεται ὁ ἀδάμ, οὕτως ᾔδει ὅτι ἄβελ δικαιωθήσεται, προῄδει ὅτι ἐνὼχ μετατεθήσεται, προῄδει ὅτι ὁ χορὸς τῶν ἁγίων συστήσεται, προῄδει ὅτι ὁ νῶε τὸν πάνδημον ὄλεθρον διανήξεται, προῄδει ὅτι ἀβραὰμ ἡ ῥίζα τῆς πίστεως ἀνθήσει, προῄδει ὅτι λάμψουσι πατριάρχαι, ἀνθήσου... |
καὶ ἐξ αὐτοῦ τοῦ φυράμα^τος τοῦ μέλλοντος πα^ραβαίνειν τὸ πολυΰμνητον τῆς οἰκονομί^α_ς τοῦ σωτῆρος ἀνθήσει κάλλος. | καὶ ἐξ αὐτοῦ τοῦ φυράματος τοῦ μέλλοντος παραβαίνειν τὸ πολυΰμνητον τῆς οἰκονομίας τοῦ σωτῆρος ἀνθήσει κάλλος. |
προεῖδε τῶν ἀ^ποστόλων τὸν δρόμον· | προεῖδε τῶν ἀποστόλων τὸν δρόμον· |
προεῖδε τῶν μα^ρτύ^ρων τὰ_ς ἐνστά^σεις· | προεῖδε τῶν μαρτύρων τὰς ἐνστάσεις· |
προεῖδε τῶν ὁμολογητῶν τοὺς ἀ^γῶνα^ς· | προεῖδε τῶν ὁμολογητῶν τοὺς ἀγῶνας· |
προεῖδε τὰ^ συγκροτήματα^ τῶν μοναζόντων· | προεῖδε τὰ συγκροτήματα τῶν μοναζόντων· |
προεῖδε τὰ^ ἄνθη τῶν ἐκκλησι^ῶν· | προεῖδε τὰ ἄνθη τῶν ἐκκλησιῶν· |
προεῖδε τῶν ἱ^ερέων τὸν χορόν· | προεῖδε τῶν ἱερέων τὸν χορόν· |
προεῖδε πά^ντα^ς τοὺς ἐν ἀ^ληθείᾳ πα^ριστα^μένους τῷ θυσιαστηρίῳ. | προεῖδε πάντας τοὺς ἐν ἀληθείᾳ παρισταμένους τῷ θυσιαστηρίῳ. |
τί^ οὖν; | τί οὖν; |
ἐχρῆν δι^ὰ^ τὴν πρόγνωσι^ν τῶν τοσούτων ἀ^γα^θῶν εἰσαγαγεῖν τὸ πλάσμα^; | ἐχρῆν διὰ τὴν πρόγνωσιν τῶν τοσούτων ἀγαθῶν εἰσαγαγεῖν τὸ πλάσμα; |
ἡ γὰ^ρ ἁμαρτία ἀ^φορμὴν λα^βοῦσα^, δι^ὰ^ τῆς ἐντολῆς ἐξηπάτησέ με δι' αὐτῆς ἀπέκτεινεν. | ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα, διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με δι' αὐτῆς ἀπέκτεινεν. |
ἡ ἁμαρτία, τουτ έστι^ν, ὁ δι^ά^βολος. | ἡ ἁμαρτία, τουτ έστιν, ὁ διάβολος. |
ἀ^φορμὴν λα^βοῦσα^. | ἀφορμὴν λαβοῦσα. |
ποίαν; | ποίαν; |
ἐπειδὴ εἶπεν ὁ θεός· | ἐπειδὴ εἶπεν ὁ θεός· |
ἀ^πὸ παντὸς ξύ^λου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φά^γῃ· | ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· |
ἀ^πὸ δὲ τοῦ ξύ^λου τοῦ γι^νώσκειν κα^λὸν καὶ πονηρὸν οὐ φά^γῃ· | ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγῃ· |
ᾗ γὰ^ρ ἡμέρᾳ φάγεσαι θα^νά^τῳ ἀποθά^νῃ. | ᾗ γὰρ ἡμέρᾳ φάγεσαι θανάτῳ ἀποθάνῃ. |
ὁ δι^ά^βολος ἀ^φορμὴν λα^βὼν ἀ^πὸ τῆς ἐντολῆς κα^τα^σκευά^ζει διαβολὴν καὶ λέγει τούτῳ· | ὁ διάβολος ἀφορμὴν λαβὼν ἀπὸ τῆς ἐντολῆς κατασκευάζει διαβολὴν καὶ λέγει τούτῳ· |
ἤιδει γὰ^ρ ὁ θεὸς ᾗ δ' ἂ^ν ἡμέρᾳ φά^γεσθε, γί_νεσθε ὡς θεοί καὶ ἐκώλυ_σεν ὑ_μᾶς. | ἤιδει γὰρ ὁ θεὸς ᾗ δ' ἂν ἡμέρᾳ φάγεσθε, γίνεσθε ὡς θεοί καὶ ἐκώλυσεν ὑμᾶς. |
διαβάλλει τὸν θεὸν εἰς φθόνον καὶ ὡς βάσκα^νον τοῦ θεοῦ κατατρέχει. | διαβάλλει τὸν θεὸν εἰς φθόνον καὶ ὡς βάσκανον τοῦ θεοῦ κατατρέχει. |
βασκαίνων ὑ_μῖν ὁ θεός, φησί^, τῆς ἰσοθεΐα_ς, ἐκώλυ_σε φα^γεῖν ἀ^πὸ τοῦ δένδρου, ἐξ οὗ τὸ ἰσόθεον ὑ_μῖν ἀνακύ^πτειν ἔμελλεν. | βασκαίνων ὑμῖν ὁ θεός, φησί, τῆς ἰσοθεΐας, ἐκώλυσε φαγεῖν ἀπὸ τοῦ δένδρου, ἐξ οὗ τὸ ἰσόθεον ὑμῖν ἀνακύπτειν ἔμελλεν. |
ἀφορμὴν οὖν λα^βοῦσα^ ἡ ἁμαρτία, δι^ὰ^ τῆς ἐντολῆς ἐξηπάτησε. | ἀφορμὴν οὖν λαβοῦσα ἡ ἁμαρτία, διὰ τῆς ἐντολῆς ἐξηπάτησε. |
καλῶς εἶπε τὸ ἐξηπάτησεν. | καλῶς εἶπε τὸ ἐξηπάτησεν. |
ὁ γὰ^ρ τ ἀ^ληθὲς ἐπηγγείλατο, ἀλλ' ἐξηπάτησε καὶ δι' αὐτῆς ἀπέκτεινεν. | ὁ γὰρ τ ἀληθὲς ἐπηγγείλατο, ἀλλ' ἐξηπάτησε καὶ δι' αὐτῆς ἀπέκτεινεν. |
ἡ γὰ^ρ ἀ^πά^τη θά^να^τον ἐγέννησεν. | ἡ γὰρ ἀπάτη θάνατον ἐγέννησεν. |
οὐ γὰ^ρ τὸ πλάσμα^ θνητὸν ἦν. | οὐ γὰρ τὸ πλάσμα θνητὸν ἦν. |
πολλοὶ γὰ^ρ καὶ τοῦτο ἐνόμι^σα^ν, ὅτι^ τὸ πλάσμα^ θνητὸν ἐποίησεν ὁ θεός. | πολλοὶ γὰρ καὶ τοῦτο ἐνόμισαν, ὅτι τὸ πλάσμα θνητὸν ἐποίησεν ὁ θεός. |
οὐκ ἦν δὲ τὸ πλάσμα^ θνητόν. | οὐκ ἦν δὲ τὸ πλάσμα θνητόν. |
εἰ γὰ^ρ καὶ γήϊ^νον ἦν, ἀλλὰ^ ἀ_θά^να^τον δεδημιούργητο. | εἰ γὰρ καὶ γήϊνον ἦν, ἀλλὰ ἀθάνατον δεδημιούργητο. |
εἰ μὴ ἀ_θά^να^τον ἐδημιουργήθη, ἀλλὰ^ θνητόν, ὃ εἶχεν ἐν τῇ φύ^σει, δι^ὰ^ τί^ κα^τὰ^ ἀ^πόφα^σι^ν ἔλα^βεν; | εἰ μὴ ἀθάνατον ἐδημιουργήθη, ἀλλὰ θνητόν, ὃ εἶχεν ἐν τῇ φύσει, διὰ τί κατὰ ἀπόφασιν ἔλαβεν; |
εἰ θνητὸν ἦν τὸ πλάσμα^ τοῦτο, δι^ὰ^ τί^ ὁ θεὸς ἐπιτίμιον αὐτοῦ τί^θησι^ τῆς παραβάσεως τὸν θά^να^τον; | εἰ θνητὸν ἦν τὸ πλάσμα τοῦτο, διὰ τί ὁ θεὸς ἐπιτίμιον αὐτοῦ τίθησι τῆς παραβάσεως τὸν θάνατον; |
ἧι γὰ^ρ ἂ_ν ἡμέρᾳ φά^γῃ, θα^νά^τῳ ἀποθα^νῇ. | ἧι γὰρ ἂν ἡμέρᾳ φάγῃ, θανάτῳ ἀποθανῇ. |
οὐκοῦν πρὶ^ν φά^γῃ ἀ_θά^να^τον ἦν τὸ πλάσμα^. | οὐκοῦν πρὶν φάγῃ ἀθάνατον ἦν τὸ πλάσμα. |
εἰ δὲ καὶ πρὶ^ν φά^γῃ, θνητὸν ἦν, ἀ^πά^τη καὶ χλεύη τὸ λεγόμενον καὶ οὐκ ἀ^λήθεια^· | εἰ δὲ καὶ πρὶν φάγῃ, θνητὸν ἦν, ἀπάτη καὶ χλεύη τὸ λεγόμενον καὶ οὐκ ἀλήθεια· |
ἀ^πειλεῖ γά^ρ μοι ὃ ἤμην. | ἀπειλεῖ γάρ μοι ὃ ἤμην. |
οὐδεὶς δὲ ἀ^πειλεῖ τι^νι^ ὕπνον, ὃν κα^τὰ^ φύ^σι^ν ἔχει. | οὐδεὶς δὲ ἀπειλεῖ τινι ὕπνον, ὃν κατὰ φύσιν ἔχει. |
οὐδεὶς ἀ^πειλεῖ βρῶσι^ν, ἣν κα^τὰ^ φύ^σι^ν ἐπι^δέχεται· | οὐδεὶς ἀπειλεῖ βρῶσιν, ἣν κατὰ φύσιν ἐπιδέχεται· |
ἀλλ' ἀπειλεῖ θά^να^τον ὁ θεός. | ἀλλ' ἀπειλεῖ θάνατον ὁ θεός. |
ὃ μὴ εἶχε τὸ πλάσμα^ κα^τὰ^ τὴν δημιουργίαν, ἐδέξα^το κα^τὰ^ τὴν ἁ^μαρτί^α_ν. | ὃ μὴ εἶχε τὸ πλάσμα κατὰ τὴν δημιουργίαν, ἐδέξατο κατὰ τὴν ἁμαρτίαν. |
εἰ γὰ^ρ πα^ρέμεινεν ὁ ἀδὰμ τὴν ἐντολήν, φυλάττων τὸν θεῖον νόμον, οὐκ ἔσχε χώρα_ν ὁ θά^να^τος. | εἰ γὰρ παρέμεινεν ὁ ἀδὰμ τὴν ἐντολήν, φυλάττων τὸν θεῖον νόμον, οὐκ ἔσχε χώραν ὁ θάνατος. |
καὶ μα^ρτυ^ρεῖ τὸ σοφὸν ἐκεῖνο λόγι^ον, ὅτι^ ὁ θεὸς θά^να^τον οὐκ ἐποίησε, οὐ δὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· | καὶ μαρτυρεῖ τὸ σοφὸν ἐκεῖνο λόγιον, ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησε, οὐ δὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· |
φθόνῳ δὲ δι^α^βόλου θά^να^τος εἰσῆλθεν εἰς τὸν κόσμον. | φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. |
ὅθεν, εἰ δεῖ κα^τὰ^ ἀ^λήθεια^ν εἰπεῖν, τὸ μὲν θνητὸν πα^ρὰ^ φύ^σι^ν ἡμῖν ἐπεισῆλθεν. | ὅθεν, εἰ δεῖ κατὰ ἀλήθειαν εἰπεῖν, τὸ μὲν θνητὸν παρὰ φύσιν ἡμῖν ἐπεισῆλθεν. |
ἡ δὲ ἀνάστα^σι^ς τὸ κα^τὰ^ φύ^σι^ν ἡμῖν ἀποδί^δωσι^. | ἡ δὲ ἀνάστασις τὸ κατὰ φύσιν ἡμῖν ἀποδίδωσι. |
δι^ὰ^ τοῦτο καὶ ἀνάστα^σι^ς, ἐπειδὴ τὸ φθα^ρὲν πλάσμα^ καὶ πεσὸν δι^ὰ^ τῆς ἁ^μαρτί^α_ς, ὀρθοῦται δι^ὰ^ δι^καιοσύ^νην. | διὰ τοῦτο καὶ ἀνάστασις, ἐπειδὴ τὸ φθαρὲν πλάσμα καὶ πεσὸν διὰ τῆς ἁμαρτίας, ὀρθοῦται διὰ δικαιοσύνην. |
εἰ πα^ρέμενεν ὁ ἀδὰμ τῇ ἐντολῇ, ἔμεινε ἂ^ν ζῶν. | εἰ παρέμενεν ὁ ἀδὰμ τῇ ἐντολῇ, ἔμεινε ἂν ζῶν. |
καὶ τί^ς ἐγγυᾶται τὸ ῥῆμα^, ἵ^να_ μὴ νομισθῇ στοχασμὸς εἶναι καὶ πι^θα^νότης; | καὶ τίς ἐγγυᾶται τὸ ῥῆμα, ἵνα μὴ νομισθῇ στοχασμὸς εἶναι καὶ πιθανότης; |
ἵ^να_ τοίνυ^ν, ἀ^δελφοί, μὴ στοχασμοῖς ἐπι^βά^λωμεν πρὸς τὰ^ θεῖα^, ἀλλὰ^ τῇ ἀκολουθίᾳ χρησά^μενοι κα^τα^λά^βωμεν τὴν ἐναργῆ τῶν πρα_γμά^των ἀ^λήθεια^ν, μα^ρτυ^ρεῖ τὴν ἀθανασίαν τοῦ πλάσμα^τος τὰ^ μετὰ^ ταῦτα^. | ἵνα τοίνυν, ἀδελφοί, μὴ στοχασμοῖς ἐπιβάλωμεν πρὸς τὰ θεῖα, ἀλλὰ τῇ ἀκολουθίᾳ χρησάμενοι καταλάβωμεν τὴν ἐναργῆ τῶν πραγμάτων ἀλήθειαν, μαρτυρεῖ τὴν ἀθανασίαν τοῦ πλάσματος τὰ μετὰ ταῦτα. |
εἰ θνητὸν ἦν κα^τὰ^ φύ^σι^ν τὸ πλάσμα^, εἰ μὴ ἦν δι' ἁ^μαρτί^α_ν τὸν θά^να^τον δεξά^μενον, ἀλλὰ^ δι^ὰ^ τὴν φύ^σι^ν αὐτήν, πῶς τὴν φύ^σι^ν ἐνί_κησα^ν ἠλίας καὶ ἐνώχ; | εἰ θνητὸν ἦν κατὰ φύσιν τὸ πλάσμα, εἰ μὴ ἦν δι' ἁμαρτίαν τὸν θάνατον δεξάμενον, ἀλλὰ διὰ τὴν φύσιν αὐτήν, πῶς τὴν φύσιν ἐνίκησαν ἠλίας καὶ ἐνώχ; |
πῶς ἠλίας ἀνελήφθη, θά^να^τον μὴ γευσά^μενος; | πῶς ἠλίας ἀνελήφθη, θάνατον μὴ γευσάμενος; |
πῶς ἐνὼχ μετετέθη, θα^νά^του πεῖρα^ν μὴ λα^βών; | πῶς ἐνὼχ μετετέθη, θανάτου πεῖραν μὴ λαβών; |
βλέπε τὰ^ ἐνέχυρα^ τῆς ἀρχαία_ς δημιουργία_ς· | βλέπε τὰ ἐνέχυρα τῆς ἀρχαίας δημιουργίας· |
ὥστε ἐνεχώρει ζῆν τὸν ἄνθρωπον δι^ηνεκῶς, εἰ τῷ θείῳ συνεπολιτεύετο νόμῳ. | ὥστε ἐνεχώρει ζῆν τὸν ἄνθρωπον διηνεκῶς, εἰ τῷ θείῳ συνεπολιτεύετο νόμῳ. |
δι^ὰ^ τοῦτο ὁ θεὸς ἀ^παρχὰς λα^βὼν τοῦ ἡμετέρου γένους, εἰς ἀθανασίαν μετήνεγκε. | διὰ τοῦτο ὁ θεὸς ἀπαρχὰς λαβὼν τοῦ ἡμετέρου γένους, εἰς ἀθανασίαν μετήνεγκε. |
καὶ ὅρα_ τὴν σοφὴν οἰκονομίαν. | καὶ ὅρα τὴν σοφὴν οἰκονομίαν. |
ἀναλαμβάνει τὸν ἐνὼχ πρὸ πολλῶν γενεῶν· | ἀναλαμβάνει τὸν ἐνὼχ πρὸ πολλῶν γενεῶν· |
ἁρπάζει τὸν ἠλίαν μετὰ^ πολλὰ_ς γενεά_ς, καὶ τοῦτο χρησί^μως. | ἁρπάζει τὸν ἠλίαν μετὰ πολλὰς γενεάς, καὶ τοῦτο χρησίμως. |
ἐπειδὴ γὰ^ρ ἐν δύ^ο ἔθνεσι^ν ἔμελλεν ἡ εὐσέβεια^ πολι_τεύεσθαι, ἐν τῷ λα_ῷ τῷ τὴν ἀκροβυστίαν ἔχοντι^ καὶ ἐν τῷ λα_ῷ τῷ τὴν περι^τομὴν ἐπαγγελλομένῳ, οὐ λα^μβά^νει τὸν ἠλίαν μόνον, ἵ^να_ μὴ ὁ ἰουδαῖος καυχήσηται τῇ ἀ^παρχῇ σεμνυνόμενος· | ἐπειδὴ γὰρ ἐν δύο ἔθνεσιν ἔμελλεν ἡ εὐσέβεια πολιτεύεσθαι, ἐν τῷ λαῷ τῷ τὴν ἀκροβυστίαν ἔχοντι καὶ ἐν τῷ λαῷ τῷ τὴν περιτομὴν ἐπαγγελλομένῳ, οὐ λαμβάνει τὸν ἠλίαν μόνον, ἵνα μὴ ὁ ἰουδαῖος καυχήσηται τῇ ἀπαρχῇ σεμνυνόμενος· |
ἀλλὰ^ πρῶτον λα^μβά^νει τὸν ἐνώχ, οὐ κα^τὰ^ τὸν νόμον πολι_τευσά^μενον, ἀλλ' ἐκκλησι^α^στι^κὴν εὐκοσμίαν φυλάξαντα^. | ἀλλὰ πρῶτον λαμβάνει τὸν ἐνώχ, οὐ κατὰ τὸν νόμον πολιτευσάμενον, ἀλλ' ἐκκλησιαστικὴν εὐκοσμίαν φυλάξαντα. |
πά^ντα^ γὰ^ρ τὰ^ πρὸ νόμου τύ^πος ἦν τῆς ἐκκλησί^α_ς. | πάντα γὰρ τὰ πρὸ νόμου τύπος ἦν τῆς ἐκκλησίας. |
ἐρώτησον τοὺς μέχρι^ ἀβραὰμ καὶ τοῦ νόμου δι^καίους τί^νες ἦσα^ν. | ἐρώτησον τοὺς μέχρι ἀβραὰμ καὶ τοῦ νόμου δικαίους τίνες ἦσαν. |
ἐν τρισὶ^ν ὀνόμα^σι^ στρέφεται τὰ^ πά^ντα^· | ἐν τρισὶν ὀνόμασι στρέφεται τὰ πάντα· |
τῷ ἑλληνισμῷ τῷ τῆς ἀ^πι^στί^α_ς μέρει· | τῷ ἑλληνισμῷ τῷ τῆς ἀπιστίας μέρει· |
ἐν ἰουδαϊσμῷ τῷ κα^τὰ^ νόμον πολιτευσαμένῳ· | ἐν ἰουδαϊσμῷ τῷ κατὰ νόμον πολιτευσαμένῳ· |
ἐν χριστιανισμῷ τῷ κα^τὰ^ τὴν εὐαγγελικὴν χά^ρι^ν ὁδηγουμένῳ. | ἐν χριστιανισμῷ τῷ κατὰ τὴν εὐαγγελικὴν χάριν ὁδηγουμένῳ. |
ἐρωτάσθωσαν οἱ δι' ἐνα^ντί^α_ς περὶ^ τοῦ ἀδὰμ καὶ ἄβελ καὶ ἐνὼχ καὶ σὴθ καὶ νῶε καὶ ὅσοι ἐξ ἐκείνου διέπρεψα^ν μέχρι^ς ἀβραάμ, τί^νες ἦσα^ν; | ἐρωτάσθωσαν οἱ δι' ἐναντίας περὶ τοῦ ἀδὰμ καὶ ἄβελ καὶ ἐνὼχ καὶ σὴθ καὶ νῶε καὶ ὅσοι ἐξ ἐκείνου διέπρεψαν μέχρις ἀβραάμ, τίνες ἦσαν; |
ἕλληνες; | ἕλληνες; |
ἀλλ' οὐ συγχωρεῖ ἡ πί^στι_ς. | ἀλλ' οὐ συγχωρεῖ ἡ πίστις. |
ἕλληνες οὐκ ἦσα^ν. | ἕλληνες οὐκ ἦσαν. |
οὐ γὰ^ρ ἀ^πι^στί^ᾳ συ^νέζησα^ν, δαίμοσι^ν οὐκ ἐδούλευσα^ν, ξοά^νοις οὐχ ὑπετάγησα^ν, τῇ πλά^νῃ τῶν δαιμόνων ἀ^ντέστησα^ν. | οὐ γὰρ ἀπιστίᾳ συνέζησαν, δαίμοσιν οὐκ ἐδούλευσαν, ξοάνοις οὐχ ὑπετάγησαν, τῇ πλάνῃ τῶν δαιμόνων ἀντέστησαν. |
οὐ δύ^να^νται τοίνυ^ν ἕλληνες ὀνομάζεσθαι. | οὐ δύνανται τοίνυν ἕλληνες ὀνομάζεσθαι. |
ἀλλὰ^ τί^ ἦσα^ν; | ἀλλὰ τί ἦσαν; |
ἰουδαῖοι; | ἰουδαῖοι; |
ἀλλ' οὐκ ἐδέξαντο τὸν νόμον· | ἀλλ' οὐκ ἐδέξαντο τὸν νόμον· |
οὐκ ἐφύ^λα^ξα^ν σάββατα^· | οὐκ ἐφύλαξαν σάββατα· |
οὐ παρετήρησα^ν βρωμά^των δι^α^φορά_ς· | οὐ παρετήρησαν βρωμάτων διαφοράς· |
οὐκ εἶχον περι^τομήν. | οὐκ εἶχον περιτομήν. |
εἰ τοίνυ^ν οἱ ἀρχαῖοι μή τε ἕλληνες, μή τε ἰουδαῖοι ἦσα^ν, εὑρέθη ἕτερον ὄνομα^ τὸ δυ^νά^μενον αὐτοῖς ἁρμόσαι. | εἰ τοίνυν οἱ ἀρχαῖοι μή τε ἕλληνες, μή τε ἰουδαῖοι ἦσαν, εὑρέθη ἕτερον ὄνομα τὸ δυνάμενον αὐτοῖς ἁρμόσαι. |
εἴ γε μή τε ἰουδαῖοι, μή τε ἕλληνες οἱ πρὸ νόμου πολιτευσάμενοι, τί^να^ δι^δόα_σι^ν αὐτοῖς προσηγορίαν; | εἴ γε μή τε ἰουδαῖοι, μή τε ἕλληνες οἱ πρὸ νόμου πολιτευσάμενοι, τίνα διδόασιν αὐτοῖς προσηγορίαν; |
τί^ τὸ ὑπολειπόμενον; | τί τὸ ὑπολειπόμενον; |
ἢ δῆλον ὅτι^ χριστιανοί, οὐ τῇ προσηγορί^ᾳ, ἀλλὰ^ τῇ δυ^νά^μει. | ἢ δῆλον ὅτι χριστιανοί, οὐ τῇ προσηγορίᾳ, ἀλλὰ τῇ δυνάμει. |
δι^ὰ^ τοῦτο πάντες οἱ τύ^ποι τῆς ἐκκλησί^α_ς προέλαμπον. | διὰ τοῦτο πάντες οἱ τύποι τῆς ἐκκλησίας προέλαμπον. |
ἀπερίτμητος ὁ ἐνώχ, ὥσπερ καὶ ἡ ἐκκλησί^α_. | ἀπερίτμητος ὁ ἐνώχ, ὥσπερ καὶ ἡ ἐκκλησία. |
οὐ δουλεύει νόμῳ, ὥσπερ καὶ ὁ λα_ὸς τοῦ χριστοῦ. | οὐ δουλεύει νόμῳ, ὥσπερ καὶ ὁ λαὸς τοῦ χριστοῦ. |
οὐκ οἶδε δι^α^φορὰ_ς βρωμά^των, ὥσπερ ἡ ἐκκλησί^α_ ἡ τῷ θείῳ συ^μπολιτευομένη λόγῳ. | οὐκ οἶδε διαφορὰς βρωμάτων, ὥσπερ ἡ ἐκκλησία ἡ τῷ θείῳ συμπολιτευομένη λόγῳ. |
ἀρχαιοτέρα πάντων ἡ ἐκκλησί^α_ ἡ τῷ τύ^πῳ τῆς εὐσεβεία_ς στοιχουμένη. | ἀρχαιοτέρα πάντων ἡ ἐκκλησία ἡ τῷ τύπῳ τῆς εὐσεβείας στοιχουμένη. |
καὶ ἡ πί^στι_ς τοῦ ἀβραὰμ εἰκὼν ἦν οὐκ ἰουδαίων, ἀλλὰ^ τῆς ἐκκλησί^α_ς. | καὶ ἡ πίστις τοῦ ἀβραὰμ εἰκὼν ἦν οὐκ ἰουδαίων, ἀλλὰ τῆς ἐκκλησίας. |
ἀ^δελφοί, γέγραπται ὅτι^ ἀβραὰμ ἐπίστευσε τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δι^καιοσύ^νην· | ἀδελφοί, γέγραπται ὅτι ἀβραὰμ ἐπίστευσε τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· |
πότε οὖν αὐτῷ ἐλογίσθη; | πότε οὖν αὐτῷ ἐλογίσθη; |
ἐν περι^τομῇ ὄντι^ ἢ ἐν ἀκροβυστί^α_; | ἐν περιτομῇ ὄντι ἢ ἐν ἀκροβυστία; |
ταῦτα^ παῦλος, ὁ ἐξ ἰουδαίων, ὁ τὸν νόμον εἰδὼς καὶ τὰ^ κα^τὰ^ νόμον διασαφῶν· | ταῦτα παῦλος, ὁ ἐξ ἰουδαίων, ὁ τὸν νόμον εἰδὼς καὶ τὰ κατὰ νόμον διασαφῶν· |
οὐκ ἐν περι^τομῇ, ἀλλ' ἐν ἀκροβυστί^ᾳ· | οὐκ ἐν περιτομῇ, ἀλλ' ἐν ἀκροβυστίᾳ· |
καὶ σημεῖον ἔλα^βε τὴν περι^τομήν, σφραγῖδα^ δι^καιοσύ^νης τῆς ἐν τῇ ἀκροβυστί^ᾳ. | καὶ σημεῖον ἔλαβε τὴν περιτομήν, σφραγῖδα δικαιοσύνης τῆς ἐν τῇ ἀκροβυστίᾳ. |
βλέπε πολυπλόκων νοημά^των θεωρί^α_ν. | βλέπε πολυπλόκων νοημάτων θεωρίαν. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.