macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἵπποι τοῦ θεοῦ αἱ ψυ_χαὶ τῶν ἀ^ποστόλων, αἱ δι^ὰ^ πά_σης τῆς γῆς ὁδεύσασαι καὶ τὴν σωτηρί^α_ν τῷ κόσμῳ φέρουσαι. | ἵπποι τοῦ θεοῦ αἱ ψυχαὶ τῶν ἀποστόλων, αἱ διὰ πάσης τῆς γῆς ὁδεύσασαι καὶ τὴν σωτηρίαν τῷ κόσμῳ φέρουσαι. |
ἡ γὰ^ρ τῶν ἀ^ποστόλων ἱππα^σία, σωτηρί^α_ τῆς οἰκουμένης. | ἡ γὰρ τῶν ἀποστόλων ἱππασία, σωτηρία τῆς οἰκουμένης. |
ἐπεβίβασας εἰς θά^λα^σσα^ν τοὺς ἵππους σου καὶ ἡ ἱππα^σία σου σωτηρί^α_. | ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία. |
οἱ αὐτοὶ γὰ^ρ οὗτοι ἵπποι καὶ τοῖς πιστοῖς ἤνεγκα^ν σωτηρί^α_ν καὶ τοὺς ἐχθροὺς τῆς εὐσεβεία_ς ἐθόλωσα^ν. | οἱ αὐτοὶ γὰρ οὗτοι ἵπποι καὶ τοῖς πιστοῖς ἤνεγκαν σωτηρίαν καὶ τοὺς ἐχθροὺς τῆς εὐσεβείας ἐθόλωσαν. |
ἐπεβίβασας γὰ^ρ εἰς θά^λα^σσα^ν τοὺς ἵππους σου φησὶ^ ταράσσοντα^ς ὕ^δα^τα^ πολλά^. | ἐπεβίβασας γὰρ εἰς θάλασσαν τοὺς ἵππους σου φησὶ ταράσσοντας ὕδατα πολλά. |
ἐτάραξε τὸ κήρυγμα^ τῶν ἀ^ποστόλων τῶν ἐθνῶν τὰ^ συγκροτήματα^. | ἐτάραξε τὸ κήρυγμα τῶν ἀποστόλων τῶν ἐθνῶν τὰ συγκροτήματα. |
πολλοὶ βα^σι^λεῖς ἐτα^ρά^χθησα^ν· | πολλοὶ βασιλεῖς ἐταράχθησαν· |
πολλοὶ τύ^ρα^ννοι ἐθολώθησα^ν, μὴ φέροντες τὸν δρόμον τῆς ἀποστολι^κῆς χά^ρι^τος. | πολλοὶ τύραννοι ἐθολώθησαν, μὴ φέροντες τὸν δρόμον τῆς ἀποστολικῆς χάριτος. |
δι^ὰ^ τοῦτο οἱ ταραττόμενοι ἐπὶ^ τῷ δρόμῳ τῶν ἀ^ποστόλων ἔλεγον· | διὰ τοῦτο οἱ ταραττόμενοι ἐπὶ τῷ δρόμῳ τῶν ἀποστόλων ἔλεγον· |
οἱ τὴν οἰκουμένην ἀ^ναστατώσαντες, οὗτοι καὶ ἐνταῦθα^ πά^ρεισι^. | οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνταῦθα πάρεισι. |
βλέπε θεοῦ ἅρμα^· | βλέπε θεοῦ ἅρμα· |
βλέπε ἵππους χα^λι_νὸν εὐσεβεία_ς δεχομένους. | βλέπε ἵππους χαλινὸν εὐσεβείας δεχομένους. |
μὴ ἀντίπιπτε τῷ λόγῳ τῆς ἀ^ληθεία_ς, μη δὲ μι_μοῦ τῶν ἀλόγων τὰ^ σκιρτήμα^τα^, ἀπολακτίζων τὸν θεῖον νόμον, τί^ με δι^ώκεις; | μὴ ἀντίπιπτε τῷ λόγῳ τῆς ἀληθείας, μη δὲ μιμοῦ τῶν ἀλόγων τὰ σκιρτήματα, ἀπολακτίζων τὸν θεῖον νόμον, τί με διώκεις; |
σκληρόν σοι πρὸς κέντρα^ λακτίζειν. | σκληρόν σοι πρὸς κέντρα λακτίζειν. |
δεξώμεθα χα^λι_νὸν εὐσεβεία_ς καὶ μεταγάγωμεν τὴν ὄψι^ν εἰς σώφρονα^ θέαν. | δεξώμεθα χαλινὸν εὐσεβείας καὶ μεταγάγωμεν τὴν ὄψιν εἰς σώφρονα θέαν. |
ἴδωμεν τοὺς ἡνι^όχους τῆς εὐσεβεία_ς, προφήτα_ς καὶ ἀ^ποστόλους. | ἴδωμεν τοὺς ἡνιόχους τῆς εὐσεβείας, προφήτας καὶ ἀποστόλους. |
προφῆται ἡνί^οχοι τῆς ἀ^ληθεία_ς, οἱ κυβερνῶντες τὸν δρόμον τῆς εὐταξία_ς. | προφῆται ἡνίοχοι τῆς ἀληθείας, οἱ κυβερνῶντες τὸν δρόμον τῆς εὐταξίας. |
πά^τερ, πάτερ, ἡνίοχε ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ. | πάτερ, πάτερ, ἡνίοχε ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ. |
προτιμᾶσθαι δὲ δεῖ πάντων τὴν εὐσέβεια^ν. | προτιμᾶσθαι δὲ δεῖ πάντων τὴν εὐσέβειαν. |
μὴ ὅτα^ν μὲν ἀ^κούῃς τοῦ θείου λόγου, ἐξήρτησο τῆς δι^δα^σκα^λί^α_ς. | μὴ ὅταν μὲν ἀκούῃς τοῦ θείου λόγου, ἐξήρτησο τῆς διδασκαλίας. |
ὅτα^ν δὲ ἔξω γένῃ τοῦ λόγου, μετὰ^ τῶν ἀλόγων φαίνου. | ὅταν δὲ ἔξω γένῃ τοῦ λόγου, μετὰ τῶν ἀλόγων φαίνου. |
συνδιατίθεσο τῇ ψυ^χῇ καὶ τῷ ὄμμα^τι^ ἀγάπα_ τοῦ θεοῦ λόγον. | συνδιατίθεσο τῇ ψυχῇ καὶ τῷ ὄμματι ἀγάπα τοῦ θεοῦ λόγον. |
μὴ μέριζέ σου τὴν ὄψι^ν πρὸς ἀσχήμονα^ θέαν καὶ πρὸς ἔνθεον ζῆλον. | μὴ μέριζέ σου τὴν ὄψιν πρὸς ἀσχήμονα θέαν καὶ πρὸς ἔνθεον ζῆλον. |
ἔθισόν σου τὸν ὀφθαλμὸν μηδὲν ἕτερον βλέπειν εἰ μὴ τὰ^ οὐρά^νι^α^ κάλλη, ὥστε λέγειν· | ἔθισόν σου τὸν ὀφθαλμὸν μηδὲν ἕτερον βλέπειν εἰ μὴ τὰ οὐράνια κάλλη, ὥστε λέγειν· |
πρὸς σε ἦρα^ τοὺς ὀφθαλμούς μου, τὸν κα^τοικοῦντα^ ἐν τῷ οὐρα^νῷ. | πρὸς σε ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. |
ἔθισόν σου τὴν ἀκοὴν μὴ πρὸς κραυγάς, μη δὲ πρὸς θορύ^βους, ἀλλὰ^ πρὸς τὸν θεῖον νόμον, λέγων· | ἔθισόν σου τὴν ἀκοὴν μὴ πρὸς κραυγάς, μη δὲ πρὸς θορύβους, ἀλλὰ πρὸς τὸν θεῖον νόμον, λέγων· |
κλινῶ εἰς παραβολὴν τὸ οὖς μου καὶ ἀ^κούσω τί^ λα^λήσει ἐν ἐμοὶ κύ_ρι^ος ὁ θεός. | κλινῶ εἰς παραβολὴν τὸ οὖς μου καὶ ἀκούσω τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός. |
οὐ δεῖ τὰ^ εἰς κολακείαν φέροντα^ λέγειν, ἀλλὰ^ τὰ^ παιδεύοντα^ δι^δά^σκειν. | οὐ δεῖ τὰ εἰς κολακείαν φέροντα λέγειν, ἀλλὰ τὰ παιδεύοντα διδάσκειν. |
κολακείας γὰ^ρ κέρδος οὐδὲν, παιδεία_ς δὲ πολὺ^ τὸ ὄφελος. | κολακείας γὰρ κέρδος οὐδὲν, παιδείας δὲ πολὺ τὸ ὄφελος. |
μὴ αἰχμαλωτί^ζου τῷ νοήμα^τι^ πρὸς τὰ_ς ἀτόπους θέα_ς, μη δὲ ἐκδί^δου τὸν λογισμὸν τοῖς ἔξωθεν ᾄσμα^σι^ν. | μὴ αἰχμαλωτίζου τῷ νοήματι πρὸς τὰς ἀτόπους θέας, μη δὲ ἐκδίδου τὸν λογισμὸν τοῖς ἔξωθεν ᾄσμασιν. |
ἱκανὸς γὰ^ρ ἂ^ν κρα^τεῖ λογισμοῦ, κ ἂ^ν ἀ^πὸ τῆς συν ηθεία_ς ἀ^πα^γόμενόν σου τὸν νοῦν. | ἱκανὸς γὰρ ἂν κρατεῖ λογισμοῦ, κ ἂν ἀπὸ τῆς συν ηθείας ἀπαγόμενόν σου τὸν νοῦν. |
οὐκ εἶ δοῦλος, ἀλλ' ἐλεύθερος. | οὐκ εἶ δοῦλος, ἀλλ' ἐλεύθερος. |
οὐκ ἄ_κων αἰχμαλωτίζῃ, ἀλλ' ἑκὼν ἑαυτὸν πιπράσκεις τῇ ἁμαρτίᾳ. | οὐκ ἄκων αἰχμαλωτίζῃ, ἀλλ' ἑκὼν ἑαυτὸν πιπράσκεις τῇ ἁμαρτίᾳ. |
μὴ ἐπι^λα^μβά^νου τῆς ἀποστολι^κῆς φωνῆς. | μὴ ἐπιλαμβάνου τῆς ἀποστολικῆς φωνῆς. |
μὴ ὅτα^ν ἔλεγχος εἰσέλθῃ τῆς ἀ^ληθεία_ς, ἐλέγχων τὰ^ κρυπτὰ^ τῆς κα^ρδί^α_ς, εἴπῃς· | μὴ ὅταν ἔλεγχος εἰσέλθῃ τῆς ἀληθείας, ἐλέγχων τὰ κρυπτὰ τῆς καρδίας, εἴπῃς· |
μὴ γὰ^ρ ἐγὼ οὐχ ὃ θέλω τοῦτο ποιῶ, ἀλλ' ὃ μι_σῶ, τοῦτο πράσσω; | μὴ γὰρ ἐγὼ οὐχ ὃ θέλω τοῦτο ποιῶ, ἀλλ' ὃ μισῶ, τοῦτο πράσσω; |
μὴ τῇ συ^νηθείᾳ δουλεύων συκοφά^ντει τὰ^ θεῖα^ ῥήμα^τα^. | μὴ τῇ συνηθείᾳ δουλεύων συκοφάντει τὰ θεῖα ῥήματα. |
μὴ σαυτοῦ τὴν ἐπι^θυ_μί^αν πληρῶν, τὴν ἀποστολι^κὴν διάβαλλε δόξα^ν. | μὴ σαυτοῦ τὴν ἐπιθυμίαν πληρῶν, τὴν ἀποστολικὴν διάβαλλε δόξαν. |
πολλοὶ γὰ^ρ πολλά^κι^ς προφασίζονται προφά^σεις ἐν ἁμαρτί^αις καὶ τὸν ἀποστολι^κὸν ἡμῖν προτείνουσι^ λόγον τὸν ἀ^ρτί^ως ἡμῖν ὑ^παναγνωσθέντα^. | πολλοὶ γὰρ πολλάκις προφασίζονται προφάσεις ἐν ἁμαρτίαις καὶ τὸν ἀποστολικὸν ἡμῖν προτείνουσι λόγον τὸν ἀρτίως ἡμῖν ὑπαναγνωσθέντα. |
εἶπέ φησι^ παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς ὁ πνεύμα^τι^ ἁ^γί^ῳ δι^ὰ^ παντὸς κυ^βερνώμενος· | εἶπέ φησι παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς ὁ πνεύματι ἁγίῳ διὰ παντὸς κυβερνώμενος· |
οὐχ ὃ θέλω τοῦτο ποιῶ, ἀλλ' ὃ μι_σῶ, τοῦτο πράσσω. | οὐχ ὃ θέλω τοῦτο ποιῶ, ἀλλ' ὃ μισῶ, τοῦτο πράσσω. |
συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ, κα^τὰ^ τὸν ἔσω ἄνθρωπον· | συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον· |
βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί^ μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά^ με τῷ νόμῳ τῆς ἁ^μαρτί^α_ς. | βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας. |
φιλεῖ πᾶς φιλα^μαρτήμων εὑρεῖν πρόσωπον ἀ^ξι^όπι^στον συ^ναγωνιζόμενον αὐτοῦ τῇ ἁμαρτίᾳ καὶ ἡδέως κατατρέχουσι^ τῶν ἀ^ποστόλων, οὐχ ἵ^να_ ἐκείνους ὑβρί^σωσι^ν, ἀλλ' ἵ^να_ ἑαυτοῖς ἀπολογίαν πορίσωνται. | φιλεῖ πᾶς φιλαμαρτήμων εὑρεῖν πρόσωπον ἀξιόπιστον συναγωνιζόμενον αὐτοῦ τῇ ἁμαρτίᾳ καὶ ἡδέως κατατρέχουσι τῶν ἀποστόλων, οὐχ ἵνα ἐκείνους ὑβρίσωσιν, ἀλλ' ἵνα ἑαυτοῖς ἀπολογίαν πορίσωνται. |
οἶδα γὰ^ρ ὅτι^ οὐκ οἰκεῖ ἐν ἐμοί, τουτ έστι^ν, ἐν τῇ σαρκί^ μου, ἀ^γα^θόν. | οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτ έστιν, ἐν τῇ σαρκί μου, ἀγαθόν. |
εἰ τοίνυ^ν ἐν παύλῳ οὐκ οἰκεῖ ἀ^γα^θόν, πῶς φησι^ν ἐν ἐμοὶ ἐνδέχεται ἀ^γα^θοῦ κα^τοίκησι^ν εἶναι καὶ ἀ^γα^θοῦ μετέχειν ἐμὲ καὶ ἀ^γα^θοῦ ῥίζαν εἶναι ἐν ἐμοί; | εἰ τοίνυν ἐν παύλῳ οὐκ οἰκεῖ ἀγαθόν, πῶς φησιν ἐν ἐμοὶ ἐνδέχεται ἀγαθοῦ κατοίκησιν εἶναι καὶ ἀγαθοῦ μετέχειν ἐμὲ καὶ ἀγαθοῦ ῥίζαν εἶναι ἐν ἐμοί; |
εἰ τὸν τοσοῦτον ἄνδρα^ εὑρίσκομεν αἰχμαλωτιζόμενον τῇ ἁμαρτίᾳ, κα^θὼς αὐτὸς διεσάφησε, τί^ πρὸς ἐμὲ τὸν οἰκτρὸν καὶ τῇ ἁμαρτίᾳ δεδουλωμένον; | εἰ τὸν τοσοῦτον ἄνδρα εὑρίσκομεν αἰχμαλωτιζόμενον τῇ ἁμαρτίᾳ, καθὼς αὐτὸς διεσάφησε, τί πρὸς ἐμὲ τὸν οἰκτρὸν καὶ τῇ ἁμαρτίᾳ δεδουλωμένον; |
ἵ^να_ τοίνυ^ν μὴ δύ^ο γένηται φαῦλα^· | ἵνα τοίνυν μὴ δύο γένηται φαῦλα· |
καὶ ὁ ἀποστολι^κὸς συκοφαντῆται λόγος καὶ ἡμεῖς ἑαυτοὺς ἄδεια^ν ἁ^μα^ρτημά^των ποριζώμεθα^, ἀ^να^γκαῖόν ἐστι^ν πᾶσα^ν τὴν ἀποστολι^κὴν ἀναπτύξαι δι^ά^νοια^ν. | καὶ ὁ ἀποστολικὸς συκοφαντῆται λόγος καὶ ἡμεῖς ἑαυτοὺς ἄδειαν ἁμαρτημάτων ποριζώμεθα, ἀναγκαῖόν ἐστιν πᾶσαν τὴν ἀποστολικὴν ἀναπτύξαι διάνοιαν. |
πάντων τοίνυ^ν τῶν ἀμφιβαλλομένων ἐν ταῖς γρα^φαῖς λύ^σι^ς ἡ ὑπόθεσι^ς. | πάντων τοίνυν τῶν ἀμφιβαλλομένων ἐν ταῖς γραφαῖς λύσις ἡ ὑπόθεσις. |
ὅτα^ν γά^ρ τι^ς γνῷ τὸν σκοπὸν τοῦ λέγοντος, καὶ πρὸς τίνας ὁ λόγος, καὶ περὶ^ τί^νων, εὐκρινῆ καὶ ἀσύγχυ^τον ἀποδί^δωσι^ν τῶν λόγων τὴν θεωρί^α_ν. | ὅταν γάρ τις γνῷ τὸν σκοπὸν τοῦ λέγοντος, καὶ πρὸς τίνας ὁ λόγος, καὶ περὶ τίνων, εὐκρινῆ καὶ ἀσύγχυτον ἀποδίδωσιν τῶν λόγων τὴν θεωρίαν. |
ὁ ἀ^πόστολος, ἵ^να_ σα^φεῖ καὶ συντόμῳ χρήσωμαι λόγῳ, ἀναζωγραφεῖ εἰκόνα^ παντὸς τοῦ ἀνθρώπου, τοῦ τε πλασθέντος ἀπ' ἀρχῆς καὶ τοῦ παιδαγωγηθέντος ἐν νόμῳ καὶ τοῦ ἐλευθερωθέντος ἐν χάριτι^. | ὁ ἀπόστολος, ἵνα σαφεῖ καὶ συντόμῳ χρήσωμαι λόγῳ, ἀναζωγραφεῖ εἰκόνα παντὸς τοῦ ἀνθρώπου, τοῦ τε πλασθέντος ἀπ' ἀρχῆς καὶ τοῦ παιδαγωγηθέντος ἐν νόμῳ καὶ τοῦ ἐλευθερωθέντος ἐν χάριτι. |
καὶ ἀναζωγραφεῖ ὡς ἐν εἰκόνι^ τῷ λόγῳ. | καὶ ἀναζωγραφεῖ ὡς ἐν εἰκόνι τῷ λόγῳ. |
τί^ οὖν ὁ ἀδὰμ πρὸ τῆς ἐντολῆς; | τί οὖν ὁ ἀδὰμ πρὸ τῆς ἐντολῆς; |
καὶ τί^ς ἐγένετο μετὰ^ τὴν ἐντολήν; | καὶ τίς ἐγένετο μετὰ τὴν ἐντολήν; |
ποία_ν ἔσχε κατάστασι^ν ἐν νόμῳ καὶ ποία_ν ἔλα^βε προσηγορίαν ἐν τῇ χαριτι^; | ποίαν ἔσχε κατάστασιν ἐν νόμῳ καὶ ποίαν ἔλαβε προσηγορίαν ἐν τῇ χαριτι; |
καὶ ὥσπερ ἐὰ^ν σήμερον λέγω· | καὶ ὥσπερ ἐὰν σήμερον λέγω· |
ὁ θεὸς ἐποίησεν ἡμᾶς κατ' εἰκόνα^ καὶ ὁμοίωσι^ν αὐτοῦ, ἐπειδὴ δὲ πα^ρέβημεν τὴν ἐντολήν, ἐξεβλήθημεν τοῦ παραδείσου, οὐκ εἰς ἑαυτὸν ἀ^να^λα^μβά^νω τὸν λόγον, ἀλλὰ^ τὴν ἀρχαία_ν ἱστορίαν εἰς ἑαυτὸν ἀ^να^φέρω. | ὁ θεὸς ἐποίησεν ἡμᾶς κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ, ἐπειδὴ δὲ παρέβημεν τὴν ἐντολήν, ἐξεβλήθημεν τοῦ παραδείσου, οὐκ εἰς ἑαυτὸν ἀναλαμβάνω τὸν λόγον, ἀλλὰ τὴν ἀρχαίαν ἱστορίαν εἰς ἑαυτὸν ἀναφέρω. |
οὔτε γὰ^ρ πα^ρά^δεισον εἶδον, οὔ τε παραδείσου ἀ^πεβλήθην, ἀλλὰ^ τοῦ πατρὸς τὸ πά^θος καὶ τὸν ἀρχέγονον τῆς συμφορᾶς ἀναζωγραφῶ καὶ λέγω· | οὔτε γὰρ παράδεισον εἶδον, οὔ τε παραδείσου ἀπεβλήθην, ἀλλὰ τοῦ πατρὸς τὸ πάθος καὶ τὸν ἀρχέγονον τῆς συμφορᾶς ἀναζωγραφῶ καὶ λέγω· |
ἐπλάσθην, πα^ρέβην, ἐξεβλήθην, ἐπαιδαγωγήθην, ἀνεκλήθην. | ἐπλάσθην, παρέβην, ἐξεβλήθην, ἐπαιδαγωγήθην, ἀνεκλήθην. |
ἐγὼ δὲ ἔζων χωρὶ^ς νόμου ποτέ. | ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. |
ἆρα παῦλος πρεσβύ^τερος ἦν τοῦ νόμου; | ἆρα παῦλος πρεσβύτερος ἦν τοῦ νόμου; |
ὁ παῦλος μετὰ^ πά^ντα^ς τοὺς τραφέντας ἐν τῷ νόμῳ ἤνθησε, μετὰ^ τὴν τοῦ χριστοῦ ἐπι^φά^νεια^ν. | ὁ παῦλος μετὰ πάντας τοὺς τραφέντας ἐν τῷ νόμῳ ἤνθησε, μετὰ τὴν τοῦ χριστοῦ ἐπιφάνειαν. |
εἰ τοίνυ^ν μετὰ^ τὸν νόμον ἐστί^, πῶς πρεσβύ^τερον ἑαυτὸν τοῦ νόμου τί^θησι^; | εἰ τοίνυν μετὰ τὸν νόμον ἐστί, πῶς πρεσβύτερον ἑαυτὸν τοῦ νόμου τίθησι; |
ἐγὼ δὲ ἔζων χωρὶ^ς νόμου ποτέ. | ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. |
ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν. | ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν. |
ἆρα μετὰ^ παῦλον ἦλθεν ἡ ἐντολή; | ἆρα μετὰ παῦλον ἦλθεν ἡ ἐντολή; |
καὶ ἵ^να_ μή τι^ς νομί^σῃ, ὅτι^ νόμος μὲν ἦν πρὸ τοῦ παύλου, αὐτὸς δὲ ἔζη χωρὶ^ς νόμου ποτέ, ἐθνι^κὸν βί^ον ἐπανῃρημένος, μετὰ^ δὲ ταῦτα^ ἀ^πὸ τοῦ νόμου ἐπαιδαγωγήθη, ἐλέγχει ἡ ἱ^στορί^α_ τὴν ἀ^λήθεια^ν. | καὶ ἵνα μή τις νομίσῃ, ὅτι νόμος μὲν ἦν πρὸ τοῦ παύλου, αὐτὸς δὲ ἔζη χωρὶς νόμου ποτέ, ἐθνικὸν βίον ἐπανῃρημένος, μετὰ δὲ ταῦτα ἀπὸ τοῦ νόμου ἐπαιδαγωγήθη, ἐλέγχει ἡ ἱστορία τὴν ἀλήθειαν. |
παῦλος γὰ^ρ οὐκ ἔστι^ν ὅτε ἄ^νευ νόμου ἔζησε. | παῦλος γὰρ οὐκ ἔστιν ὅτε ἄνευ νόμου ἔζησε. |
πῶς γὰ^ρ ὁ λέγων ἑβραίου ἐξ ἑβραίων, περι^τομὴ ὀκταήμερος, ἐκ γένους ἰσραηλιτικοῦ πότε οὖν ἔζησε χωρὶ^ς νόμου; | πῶς γὰρ ὁ λέγων ἑβραίου ἐξ ἑβραίων, περιτομὴ ὀκταήμερος, ἐκ γένους ἰσραηλιτικοῦ πότε οὖν ἔζησε χωρὶς νόμου; |
ἐγὼ δὲ ἔζων χωρὶ^ς νόμου ποτέ. | ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. |
ἐλθούσης δὲ τῆς ἐντολῆς. | ἐλθούσης δὲ τῆς ἐντολῆς. |
ποία_ς; | ποίας; |
τῆς λεγούσης· | τῆς λεγούσης· |
ἀ^πὸ παντὸς ξύ^λου τοῦ ἐν τῷ παραδείσῳ φά^γῃ. | ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φάγῃ. |
ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθα^νον. | ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. |
βλέπε πῶς ὡς ἐν ζυγῷ τῷ λόγῳ τί^θησι^ν ἁ^μαρτί^α_ν καὶ δι^καιοσύ^νην, ὅτι^ τότε νεκροῦται ἡ ἁμαρτία, ὅτε κα^τορθοῦτι^ ἡ ἐντολή. | βλέπε πῶς ὡς ἐν ζυγῷ τῷ λόγῳ τίθησιν ἁμαρτίαν καὶ δικαιοσύνην, ὅτι τότε νεκροῦται ἡ ἁμαρτία, ὅτε κατορθοῦτι ἡ ἐντολή. |
τότε ἀποθνήσκει ὁ ἄνθρωπος, ὅτε εὐοδοῦται ἡ ἁμαρτία. | τότε ἀποθνήσκει ὁ ἄνθρωπος, ὅτε εὐοδοῦται ἡ ἁμαρτία. |
τὸ γὰ^ρ εἰπεῖν· | τὸ γὰρ εἰπεῖν· |
ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, δείκνυ_σι^ν ὅτι^ πρὸ παραβάσεως νεκρὰ ἦν ἡ ἁμαρτία. | ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, δείκνυσιν ὅτι πρὸ παραβάσεως νεκρὰ ἦν ἡ ἁμαρτία. |
ἁ^μαρτί^α_ν δὲ κα^λεῖ οὐ τὴν πρᾶξι^ν τῆς ἁ^μαρτί^α_ς, ἀλλὰ^ τὸν δι^ά^βολον. | ἁμαρτίαν δὲ καλεῖ οὐ τὴν πρᾶξιν τῆς ἁμαρτίας, ἀλλὰ τὸν διάβολον. |
δι^ὰ^ τί^ δὲ τὸν δι^ά^βολον ἁ^μαρτί^α_ν κα^λεῖ; | διὰ τί δὲ τὸν διάβολον ἁμαρτίαν καλεῖ; |
ἐπειδὴ δι^δά^σκα^λος ἐγένετο ἁ^μαρτί^α_ς. | ἐπειδὴ διδάσκαλος ἐγένετο ἁμαρτίας. |
ἐὰ^ν γὰ^ρ μή τι^ς τοῖς ἰ^δι^ώμα^σι^ τῆς γρα^φῆς προσέχῃ, πολὺ^ δι^ολισθαίνει καὶ ἐκπίπτει τοῦ σκοποῦ τῆς ἀ^ληθεία_ς. | ἐὰν γὰρ μή τις τοῖς ἰδιώμασι τῆς γραφῆς προσέχῃ, πολὺ διολισθαίνει καὶ ἐκπίπτει τοῦ σκοποῦ τῆς ἀληθείας. |
ἁ^μαρτί^α_ν ἔθος κα^λεῖν τῇ γρα^φῇ τὸν δι^ά^βολον. | ἁμαρτίαν ἔθος καλεῖν τῇ γραφῇ τὸν διάβολον. |
δι^ὰ^ τί^; | διὰ τί; |
ἐπειδὴ ἐγένετο δι^δά^σκα^λος καὶ εἰσηγητὴς καὶ πρόξενος ἁ^μαρτί^α_ς. | ἐπειδὴ ἐγένετο διδάσκαλος καὶ εἰσηγητὴς καὶ πρόξενος ἁμαρτίας. |
ὁμοίως καὶ τὸν σωτῆρα^ τὸν κύ_ρι^ον ἡμῶν ἰησοῦν χριστὸν κα^λεῖ ἡ γρα^φὴ δι^καιοσύ^νην, οὐχ ὡς πρᾶξι^ν δι^καιοσύ^νης, ἀλλ' ὡς δι^δά^σκα^λον δι^καιοσύ^νης. | ὁμοίως καὶ τὸν σωτῆρα τὸν κύριον ἡμῶν ἰησοῦν χριστὸν καλεῖ ἡ γραφὴ δικαιοσύνην, οὐχ ὡς πρᾶξιν δικαιοσύνης, ἀλλ' ὡς διδάσκαλον δικαιοσύνης. |
ὃς ἐγενήθη ἡμῖν ἀ^πὸ θεοῦ σοφί^α_ καὶ δι^καιοσύ^νη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσι^ς. | ὃς ἐγενήθη ἡμῖν ἀπὸ θεοῦ σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. |
ὥσπερ οὖν ὁ χριστὸς δι^καιοσύ^νη κέκληται, καθ' ὃ πηγὴ δι^καιοσύ^νης, οὕτω καὶ ὁ δι^ά^βολος εἰσηγητὴς γενόμενος καὶ δι^δά^σκα^λος ἁ^μαρτί^α_ς, τὴν τῆς ἁ^μαρτί^α_ς προσηγορίαν ἐδέξα^το. | ὥσπερ οὖν ὁ χριστὸς δικαιοσύνη κέκληται, καθ' ὃ πηγὴ δικαιοσύνης, οὕτω καὶ ὁ διάβολος εἰσηγητὴς γενόμενος καὶ διδάσκαλος ἁμαρτίας, τὴν τῆς ἁμαρτίας προσηγορίαν ἐδέξατο. |
ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθα^νον. | ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. |
καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θά^να^τον. | καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θάνατον. |
ἔδωκε γὰ^ρ ὁ θεὸς τῷ ἀδὰμ ἐντολήν, οὐχ ἵ^να_ ἀποθά^νῃ, ἀλλ' ἵ^να_ ζήσῃ. | ἔδωκε γὰρ ὁ θεὸς τῷ ἀδὰμ ἐντολήν, οὐχ ἵνα ἀποθάνῃ, ἀλλ' ἵνα ζήσῃ. |
ἡ οὖν ἐντολή φησι^ν ἡ δοθεῖσά^ μοι εἰς ζωὴν, αὕτη εὑρέθη εἰς θά^να^τον, οὐκ αὐτὴ μετα^βληθεῖσα^, ἀλλ' ἐμοῦ δι^ὰ^ τῆς παραβάσεως τὴν ἐνέργεια^ν τὴν ζωοποιὸν ἀνατρέποντος. | ἡ οὖν ἐντολή φησιν ἡ δοθεῖσά μοι εἰς ζωὴν, αὕτη εὑρέθη εἰς θάνατον, οὐκ αὐτὴ μεταβληθεῖσα, ἀλλ' ἐμοῦ διὰ τῆς παραβάσεως τὴν ἐνέργειαν τὴν ζωοποιὸν ἀνατρέποντος. |
προσέχειν ἀ^κρι_βῶς δεῖ πρὸς τὰ^ ἀνακύπτοντα^ τῶν ζητημά^των ἅ^πα^ντα^. | προσέχειν ἀκριβῶς δεῖ πρὸς τὰ ἀνακύπτοντα τῶν ζητημάτων ἅπαντα. |
εὐθέως γὰ^ρ ὁ ἐχθρὸς τῶν γρα^φῶν, καὶ μὴ συντρεφόμενος τῷ λόγῳ τῆς εὐσεβεία_ς, εἰς οὐδὲν ἕτερον χωρεῖ ἢ τοῦτο. | εὐθέως γὰρ ὁ ἐχθρὸς τῶν γραφῶν, καὶ μὴ συντρεφόμενος τῷ λόγῳ τῆς εὐσεβείας, εἰς οὐδὲν ἕτερον χωρεῖ ἢ τοῦτο. |
οὐ προῄδει, φησί^ν, ὁ θεὸς ὅτι^ ἔμελλεν ἁ^μα^ρτά^νειν ὁ ἀδάμ; | οὐ προῄδει, φησίν, ὁ θεὸς ὅτι ἔμελλεν ἁμαρτάνειν ὁ ἀδάμ; |
οὐ προῄδει ὅτι^ οὐ μὴ φυ^λά^ξει τὴν ἐντολήν; | οὐ προῄδει ὅτι οὐ μὴ φυλάξει τὴν ἐντολήν; |
οὐ προῄδει ὅτι^ ἀ^πα^τηθήσεται ὑ^πὸ τοῦ ὄφεως; | οὐ προῄδει ὅτι ἀπατηθήσεται ὑπὸ τοῦ ὄφεως; |
τίνος τοίνυ^ν ἕνεκεν δέδωκε τὴν ἐντολὴν τῷ μέλλοντι^ μὴ φυλά^ττειν τὴν ἐντολήν; | τίνος τοίνυν ἕνεκεν δέδωκε τὴν ἐντολὴν τῷ μέλλοντι μὴ φυλάττειν τὴν ἐντολήν; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.