macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
μὴ φοβεῖσθε ἀ^πὸ τῶν ἀποκτεινόντων τὸ σῶ^μα^, τὴν δὲ ψυ_χὴν μὴ δυ^να^μένων ἀποκτεῖναι·
μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι·
φοβήθητε δὲ μᾶλλον τὸν δυ^νά^μενον καὶ ψυ_χὴν καὶ σῶ^μα^ ἀ^πολέσαι ἐν γεέννῃ.
φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.
εἰ οὖν ἐξ αὐτοῦ ἡ ψυ_χή, ἑαυτὸν κρί_νει ὁ θεός.
εἰ οὖν ἐξ αὐτοῦ ἡ ψυχή, ἑαυτὸν κρίνει ὁ θεός.
τί^ οὖν βούλεται τὸ ἐμφύσημα^, ἀ^να^γκαῖον ἰ^δεῖν.
τί οὖν βούλεται τὸ ἐμφύσημα, ἀναγκαῖον ἰδεῖν.
τὸ ἐμφύσημα^ ἐπὶ^ θεοῦ ἡ τοῦ ἁ^γί^ου πνεύμα^τός ἐστι^ν ἐνέργεια^.
τὸ ἐμφύσημα ἐπὶ θεοῦ ἡ τοῦ ἁγίου πνεύματός ἐστιν ἐνέργεια.
ὥσπερ γὰ^ρ ὁ σωτὴρ ἐνεφύσησεν εἰς τὰ^ πρόσωπα^ τῶν ἀ^ποστόλων καὶ εἶπε λάβετε πνεῦμα^ ἅ^γι^ον, οὕτω τὸ ἐμφύσημα^ τὸ θεῖον ἀ^νθρωπί^νως ἀ^κουόμενον, πνεῦμά^ ἐστι^ τὸ προσκυνητὸν καὶ ἅ^γι^ον.
ὥσπερ γὰρ ὁ σωτὴρ ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπε λάβετε πνεῦμα ἅγιον, οὕτω τὸ ἐμφύσημα τὸ θεῖον ἀνθρωπίνως ἀκουόμενον, πνεῦμά ἐστι τὸ προσκυνητὸν καὶ ἅγιον.
τοῦτο τὸ πνεῦμα^ προελθὸν οὐκ αὐτὸ γέγονε ψυ_χή, ἀλλὰ^ ψυ_χὴν ἔκτι^σεν.
τοῦτο τὸ πνεῦμα προελθὸν οὐκ αὐτὸ γέγονε ψυχή, ἀλλὰ ψυχὴν ἔκτισεν.
οὐκ αὐτὸ εἰς ψυ_χὴν μετεβλήθη, ἀλλὰ^ ψυ_χὴν ἐδημιούργησε.
οὐκ αὐτὸ εἰς ψυχὴν μετεβλήθη, ἀλλὰ ψυχὴν ἐδημιούργησε.
δημιουργὸν γὰ^ρ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον.
δημιουργὸν γὰρ τὸ πνεῦμα τὸ ἅγιον.
κοινωνεῖ τῇ δημιουργίᾳ τοῦ σώμα^τος καὶ τῇ δημιουργίᾳ τῆς ψυ_χῆς.
κοινωνεῖ τῇ δημιουργίᾳ τοῦ σώματος καὶ τῇ δημιουργίᾳ τῆς ψυχῆς.
πα^τὴρ γὰ^ρ καὶ υἱὸς καὶ πνεῦμα^ ἅ^γι^ον τῇ θείᾳ δυ^νά^μει δημιουργεῖ τὸ πλάσμα^.
πατὴρ γὰρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον τῇ θείᾳ δυνάμει δημιουργεῖ τὸ πλάσμα.
καὶ μὴ νομί^σῃς ὅτι^ μέρος μὲν ὁ πα^τὴρ συνεβάλετο, μέρος δὲ ὁ υἱός, μέρος δὲ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον.
καὶ μὴ νομίσῃς ὅτι μέρος μὲν ὁ πατὴρ συνεβάλετο, μέρος δὲ ὁ υἱός, μέρος δὲ τὸ πνεῦμα τὸ ἅγιον.
ἀλλ' ἐκεῖνο λέγω, ὅτι^ κ ἂ_ν ὁ πα^τὴρ ποιήσῃ, υἱοῦ τὸ ἔργον καὶ τοῦ πνεύμα^τος τὸ κατόρθωμα^.
ἀλλ' ἐκεῖνο λέγω, ὅτι κ ἂν ὁ πατὴρ ποιήσῃ, υἱοῦ τὸ ἔργον καὶ τοῦ πνεύματος τὸ κατόρθωμα.
κ ἂ_ν ὁ υἱὸς δημιουργήσῃ, πατρὸς ἡ δημιουργία, καὶ τοῦ ἁ^γί^ου πνεύμα^τος ἡ δημιουργία.
κ ἂν ὁ υἱὸς δημιουργήσῃ, πατρὸς ἡ δημιουργία, καὶ τοῦ ἁγίου πνεύματος ἡ δημιουργία.
εἰ δέ τι^ς ἀ^πι^στεῖ, ὅτι^ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον οὐκ ἐκοινώνησε τῇ ἡμετέρᾳ δημιουργίᾳ ἐλεγχέσθω ἐκ τῶν μυ^στηρί^ων.
εἰ δέ τις ἀπιστεῖ, ὅτι τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἐκοινώνησε τῇ ἡμετέρᾳ δημιουργίᾳ ἐλεγχέσθω ἐκ τῶν μυστηρίων.
εἰ μὴ ὑ^πὸ τῆς τριά^δος ἐκτίσθημεν, πῶς καὶ τῷ ἁ^γί^ῳ πνεύμα^τι^ ἐπιγρά^φεται ἡ μυστα^γωγία;
εἰ μὴ ὑπὸ τῆς τριάδος ἐκτίσθημεν, πῶς καὶ τῷ ἁγίῳ πνεύματι ἐπιγράφεται ἡ μυσταγωγία;
πῶς ἐν ὀνόμα^τι^ πατρὸς καὶ υἱοῦ καὶ ἁ^γί^ου πνεύμα^τος ἀνακαινίζεται ἡ δημιουργία;
πῶς ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἀνακαινίζεται ἡ δημιουργία;
ἀλλ' ὅτα^ν μὲν ἐκτίσθημεν, οὐ χρεία_ γέγονε τοῦ πνεύμα^τος·
ἀλλ' ὅταν μὲν ἐκτίσθημεν, οὐ χρεία γέγονε τοῦ πνεύματος·
ὅτε δὲ ἀνακαινιζόμεθα^, προσλαμβά^νεται τὸ πνεῦμα^;
ὅτε δὲ ἀνακαινιζόμεθα, προσλαμβάνεται τὸ πνεῦμα;
οὐκοῦν δημιουργὸν τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, κ ἂ_ν θέλωσι^ν οἱ ἐχθροί, κ ἂ_ν μὴ θέλωσι^.
οὐκοῦν δημιουργὸν τὸ πνεῦμα τὸ ἅγιον, κ ἂν θέλωσιν οἱ ἐχθροί, κ ἂν μὴ θέλωσι.
καὶ μα^ρτυ^ρεῖ δαυὶδ τῇ δημι^ουργι^κῇ δυ^νά^μει τοῦ πνεύμα^τος.
καὶ μαρτυρεῖ δαυὶδ τῇ δημιουργικῇ δυνάμει τοῦ πνεύματος.
πά^ντα^ πρὸς σὲ προσδοκῶσι^, κύ_ρι^ε, δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον.
πάντα πρὸς σὲ προσδοκῶσι, κύριε, δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον.
δόντος σου αὐτοὶ συλλέξουσι^ν, ἀνοίξαντος δέ σου τὴν χεῖρα^ τὰ^ σύ^μπα^ντα^ πλησθήσονται χρηστότητος.
δόντος σου αὐτοὶ συλλέξουσιν, ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα πλησθήσονται χρηστότητος.
ταῦτα τὴν ἄφθονον χορηγίαν ἐνδείκνυται.
ταῦτα τὴν ἄφθονον χορηγίαν ἐνδείκνυται.
εἶτα τί^ τὸ ἐπα^γόμενον;
εἶτα τί τὸ ἐπαγόμενον;
ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται.
ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται.
ἀντανελεῖς τὸ πνεῦμα^ αὐτῶν καὶ ἐκλείψουσι^ καὶ εἰς τὸ χοῦν αὐτῶν ἐπιστρέψουσι^ν.
ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι καὶ εἰς τὸ χοῦν αὐτῶν ἐπιστρέψουσιν.
ἐξαποστελεῖς τὸ πνεῦμά^ σου καὶ κτισθήσονται.
ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται.
οὐκοῦν κτίστης καὶ δημιουργὸς τὸ πνεῦμα^ τὸ ἅ^γι^ον.
οὐκοῦν κτίστης καὶ δημιουργὸς τὸ πνεῦμα τὸ ἅγιον.
καὶ βλέπε ῥημά^των ἀκρίβεια^ν.
καὶ βλέπε ῥημάτων ἀκρίβειαν.
ἀντανελεῖς φησι^ τὸ πνεῦμα^ αὐτῶν καὶ ἐκλείψουσι^ καὶ εἰς τὸ χοῦν αὐτῶν ἐπιστρέψουσι^ν.
ἀντανελεῖς φησι τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι καὶ εἰς τὸ χοῦν αὐτῶν ἐπιστρέψουσιν.
ἐξαποστελεῖς τὸ πνεῦμά^ σου καὶ κτισθήσονται.
ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται.
εἰ δὲ πρὸς ταύτην ἀντιβλέψαι τολμήσωσι^ τὴν ἀ^λήθεια^ν οἱ αἱρετι^κοί, ἑτέρα_ μα^ρτυ^ρί^α_ πά^λι^ν αὐτοὺς ἀποστρέψει, τὴν τοῦ ἁ^γί^ου πνεύμα^τος δημι^ουργι^κὴν δύ^να^μι^ν κηρύττουσα^.
εἰ δὲ πρὸς ταύτην ἀντιβλέψαι τολμήσωσι τὴν ἀλήθειαν οἱ αἱρετικοί, ἑτέρα μαρτυρία πάλιν αὐτοὺς ἀποστρέψει, τὴν τοῦ ἁγίου πνεύματος δημιουργικὴν δύναμιν κηρύττουσα.
τὸ γὰ^ρ κρεῖττον πά_σης δημιουργία_ς καὶ οὐρα^νοῦ καὶ γῆς καὶ θα^λάσσης ἔργον τοῦ ἁ^γί^ου πνεύμα^τος εὑρίσκεται.
τὸ γὰρ κρεῖττον πάσης δημιουργίας καὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης ἔργον τοῦ ἁγίου πνεύματος εὑρίσκεται.
τὸ γὰ^ρ τοῦ χριστοῦ τὸ πανάγιον καὶ προσκυνητὸν σῶ^μα^, δι' οὗ καὶ οὐρα^νὸς καὶ ἡ γῆ καὶ ὁ κόσμος ὅλος ἀνακαινίζεται καὶ οἰκουμένη σώζεται, ἔργον ἐστὶ^ τοῦ ἁ^γί^ου πνεύμα^τος.
τὸ γὰρ τοῦ χριστοῦ τὸ πανάγιον καὶ προσκυνητὸν σῶμα, δι' οὗ καὶ οὐρανὸς καὶ ἡ γῆ καὶ ὁ κόσμος ὅλος ἀνακαινίζεται καὶ οἰκουμένη σώζεται, ἔργον ἐστὶ τοῦ ἁγίου πνεύματος.
πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα^ οὐ γι^νώσκω;
πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
πνεῦμα^ ἅ^γι^ον ἐπελεύσεται ἐπὶ^ σὲ καὶ δύ^να^μι^ς ὑψίστου ἐπι^σκιά^σει σοι.
πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.
τινὲς ἐνόμι^σα^ν πνεῦμα^ μὲν ἅ^γι^ον εἰρῆσθαι αὐτὸ τὸ πνεῦμα^, δύ^να^μι^ν δὲ ὑψίστου τὸν υἱόν.
τινὲς ἐνόμισαν πνεῦμα μὲν ἅγιον εἰρῆσθαι αὐτὸ τὸ πνεῦμα, δύναμιν δὲ ὑψίστου τὸν υἱόν.
δεῖ δὲ εἰδέναι ὅτι^ τὸ αὐτὸ ἐκά^λεσε καὶ πνεῦμα^ ἅ^γι^ον καὶ δύ^να^μι^ν ὑψίστου.
δεῖ δὲ εἰδέναι ὅτι τὸ αὐτὸ ἐκάλεσε καὶ πνεῦμα ἅγιον καὶ δύναμιν ὑψίστου.
ὥσπερ γὰ^ρ ὁ υἱὸς δύ^να^μι^ς ὑψίστου λέγεται χριστὸς γὰ^ρ θεοῦ δύ^να^μι^ς , οὕτω καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον δύ^να^μι^ς ὀνομάζεται.
ὥσπερ γὰρ ὁ υἱὸς δύναμις ὑψίστου λέγεται χριστὸς γὰρ θεοῦ δύναμις , οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον δύναμις ὀνομάζεται.
μείνατε εἰς ἱερουσαλήμ, ἕως ἂ_ν ἐνδύ_σησθε δύ^να^μι^ν ἐξ ὕψους.
μείνατε εἰς ἱερουσαλήμ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους.
καὶ πρὸ τούτου δὲ, ἀ^δελφοί, ἰωσὴφ υἱὸς δαυίδ, μὴ φοβηθῇς πα^ρα^λα^βεῖν μαρίαν τὴν γυ^ναῖκά^ σου.
καὶ πρὸ τούτου δὲ, ἀδελφοί, ἰωσὴφ υἱὸς δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν μαρίαν τὴν γυναῖκά σου.
τὸ γὰ^ρ ἐν αὐτῇ γενηθέν οὐ γεννηθὲν, ἵ^να_ μὴ νομί^σῃς κτιστὴν τὴν θεία_ν καὶ ἄχραντον φύ^σι^ν.
τὸ γὰρ ἐν αὐτῇ γενηθέν οὐ γεννηθὲν, ἵνα μὴ νομίσῃς κτιστὴν τὴν θείαν καὶ ἄχραντον φύσιν.
ἐκ πνεύμα^τος ἐστι^ν ἁ^γί^ου.
ἐκ πνεύματος ἐστιν ἁγίου.
εἰ τοίνυ^ν τὸ σῶ^μα^ τοῦ χριστοῦ ἔκτι^σε τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, δεῖξον δι^α^φορὰ_ν δημιουργία_ς πρὸς δημιουργίαν.
εἰ τοίνυν τὸ σῶμα τοῦ χριστοῦ ἔκτισε τὸ πνεῦμα τὸ ἅγιον, δεῖξον διαφορὰν δημιουργίας πρὸς δημιουργίαν.
ἀλλ' ὅρα μὴ αἰσχυνθῇς, πατρὶ^ μὲν ἐπιγρά^φων τὴν γηΐ^νην εἰκόνα^, τῷ πνεύμα^τι^ δὲ τὴν οὐρά^νι^ον.
ἀλλ' ὅρα μὴ αἰσχυνθῇς, πατρὶ μὲν ἐπιγράφων τὴν γηΐνην εἰκόνα, τῷ πνεύματι δὲ τὴν οὐράνιον.
εἰ γὰ^ρ κα^τὰ^ τὸν σὸν λόγον, ὅτε ὁ ἀδὰμ ἐκτίσθη, κοινωνί^α_ν οὐκ ἔσχεν εἰς δημιουργίαν τὸ πνεῦμα^, εὑρεθήσεται ὁ μὲν πατὴρ καὶ υἱὸς κτίζων τὸν γήϊ^νον ἄνθρωπον, τὸ δὲ πνεῦμα^ τὸν οὐρά^νι^ον.
εἰ γὰρ κατὰ τὸν σὸν λόγον, ὅτε ὁ ἀδὰμ ἐκτίσθη, κοινωνίαν οὐκ ἔσχεν εἰς δημιουργίαν τὸ πνεῦμα, εὑρεθήσεται ὁ μὲν πατὴρ καὶ υἱὸς κτίζων τὸν γήϊνον ἄνθρωπον, τὸ δὲ πνεῦμα τὸν οὐράνιον.
ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυ_χὴν ζῶσα^ν.
ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.
καὶ πρόσεχε ἀ^κρι_βῶς.
καὶ πρόσεχε ἀκριβῶς.
ὅτε ἐπλάσθη ὁ ἀδάμ, ὅτε ἐδημιουργήθη, ὅτε τὸν οἰκεῖον ἀπέλαβε χαρακτῆρα^, ἡ γυ^νὴ οὐδέπω ἐπέπλαστο.
ὅτε ἐπλάσθη ὁ ἀδάμ, ὅτε ἐδημιουργήθη, ὅτε τὸν οἰκεῖον ἀπέλαβε χαρακτῆρα, ἡ γυνὴ οὐδέπω ἐπέπλαστο.
ἀλλὰ^ τί^ ποιεῖ ὁ θεός;
ἀλλὰ τί ποιεῖ ὁ θεός;
ὥσπερ οὐκ ἠθέλησε τὴν ψυ_χὴν τοῦ ἀδὰμ πα^ρεῖναι τῇ δημιουργίᾳ τοῦ σώμα^τος, οὕτως οὐδένα^ συνεχώρησε θνητὸν ὀφθαλμὸν πα^ρεῖναι τῇ τῆς γυ^ναικὸς δημιουργίᾳ.
ὥσπερ οὐκ ἠθέλησε τὴν ψυχὴν τοῦ ἀδὰμ παρεῖναι τῇ δημιουργίᾳ τοῦ σώματος, οὕτως οὐδένα συνεχώρησε θνητὸν ὀφθαλμὸν παρεῖναι τῇ τῆς γυναικὸς δημιουργίᾳ.
δι^ὰ^ τοῦτο μέλλων πλάττειν τὴν γυ^ναῖκα^, ἐπι^βά^λλει ὕπνον τῷ ἀδάμ, ἵ^να_ μὴ πα^ρῇ καὶ περι^εργάζηται θεοῦ δημιουργίαν.
διὰ τοῦτο μέλλων πλάττειν τὴν γυναῖκα, ἐπιβάλλει ὕπνον τῷ ἀδάμ, ἵνα μὴ παρῇ καὶ περιεργάζηται θεοῦ δημιουργίαν.
καὶ ἐπέβα^λεν ἐπ' αὐτὸν ἔκστασι^ν, τουτ έστι^ν ὕπνον, καὶ ὕπνωσε.
καὶ ἐπέβαλεν ἐπ' αὐτὸν ἔκστασιν, τουτ έστιν ὕπνον, καὶ ὕπνωσε.
καὶ ἔλαβε μί^α^ν τῶν πλευρῶν αὐτοῦ.
καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ.
ὁ δήσα_ς καὶ ἔλυ_σεν.
ὁ δήσας καὶ ἔλυσεν.
ἐξ ὧν ἐργάζεται, δανείζεται·
ἐξ ὧν ἐργάζεται, δανείζεται·
ἐξ ὧν ποιεῖ λα^μβά^νει.
ἐξ ὧν ποιεῖ λαμβάνει.
ἔλαβε μί^α^ν τῶν πλευρῶν αὐτοῦ, καὶ ἐπλήρωσε σάρκα^ ἀντ' αὐτῆς.
ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἐπλήρωσε σάρκα ἀντ' αὐτῆς.
πόθεν ἀντεπλήρωσεν, ἀ^πορεῖ ὁ λόγος·
πόθεν ἀντεπλήρωσεν, ἀπορεῖ ὁ λόγος·
ἡ δύ^να^μι^ς οὐκ ἀ^πορεῖ.
ἡ δύναμις οὐκ ἀπορεῖ.
καὶ ᾠκοδόμησε τὴν πλευράν, ἣν ἔλα^βεν, εἰς γυ^ναῖκα^.
καὶ ᾠκοδόμησε τὴν πλευράν, ἣν ἔλαβεν, εἰς γυναῖκα.
πῶς πά^λι^ν ᾠκοδόμησεν;
πῶς πάλιν ᾠκοδόμησεν;
ὀστοῦν πλευρᾶς πῶς εἰς ὀφθαλμὸν μετεποιήθη;
ὀστοῦν πλευρᾶς πῶς εἰς ὀφθαλμὸν μετεποιήθη;
πῶς εἰς χεῖρα^ς διεπλάσθη;
πῶς εἰς χεῖρας διεπλάσθη;
πῶς εἰς νεῦρα^ διετάθη;
πῶς εἰς νεῦρα διετάθη;
πῶς εἰς ἧπα^ρ μετεχρώσθη;
πῶς εἰς ἧπαρ μετεχρώσθη;
πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχηματίσθη;
πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχηματίσθη;
πῶς ἐπά^γη γλῶττα^;
πῶς ἐπάγη γλῶττα;
πῶς ἀπετορνεύθη χείλη;
πῶς ἀπετορνεύθη χείλη;
πῶς διεγλύφησα^ν ῥῖνες;
πῶς διεγλύφησαν ῥῖνες;
πῶς ἐπετάσθη τὰ^ ὦτα^;
πῶς ἐπετάσθη τὰ ὦτα;
πῶς ἤνθησα^ν τρί^χες;
πῶς ἤνθησαν τρίχες;
πόθεν ἐφύ^ησα^ν ὄνυ^χες;
πόθεν ἐφύησαν ὄνυχες;
πῶς διατρέχει τὸ αἷμα^;
πῶς διατρέχει τὸ αἷμα;
ἑρμήνευσον τὴν σὴν δημιουργίαν.
ἑρμήνευσον τὴν σὴν δημιουργίαν.
εἰ δὲ μὴ ἰσχύ_εις εἰπεῖν, ἐπιστόμισόν σου τὴν κα^τὰ^ τοῦ μονογενοῦς συκοφαντίαν.
εἰ δὲ μὴ ἰσχύεις εἰπεῖν, ἐπιστόμισόν σου τὴν κατὰ τοῦ μονογενοῦς συκοφαντίαν.
ἐπέβαλεν ἐπὶ^ τῷ ἀδὰμ ἔκστασι^ν ὁ θεὸς καὶ ὕπνωσε.
ἐπέβαλεν ἐπὶ τῷ ἀδὰμ ἔκστασιν ὁ θεὸς καὶ ὕπνωσε.
καὶ λα^μβά^νει πλευρὰν καὶ δημιουργεῖ γυ^ναῖκα^.
καὶ λαμβάνει πλευρὰν καὶ δημιουργεῖ γυναῖκα.
καὶ βλέπε τὴν πάνσοφον σοφί^α_ν.
καὶ βλέπε τὴν πάνσοφον σοφίαν.
ἀ^πὸ ἑνὸς πλάττει δύ^ο, ἵ^να_ ἀ^πὸ τῶν δύ^ο τὸν ἕνα^ πά^λι^ν ἀ^ποτελέσῃ δι^ὰ^ τῆς συμφυία_ς.
ἀπὸ ἑνὸς πλάττει δύο, ἵνα ἀπὸ τῶν δύο τὸν ἕνα πάλιν ἀποτελέσῃ διὰ τῆς συμφυίας.
ἀ^πὸ τοῦ ἀδὰμ ἐποίησε τὴν γυ^ναῖκα^.
ἀπὸ τοῦ ἀδὰμ ἐποίησε τὴν γυναῖκα.
ἀ^πὸ τοῦ ἑνὸς ἐποίησε δύ^ο.
ἀπὸ τοῦ ἑνὸς ἐποίησε δύο.
πά^λι^ν ὁ αὐτὸς ἀ^πὸ τῶν δύ^ο ποιεῖ τὸν ἕνα^.
πάλιν ὁ αὐτὸς ἀπὸ τῶν δύο ποιεῖ τὸν ἕνα.
τὸ γὰ^ρ ἀ^πὸ γυ^ναικὸς καὶ ἀνδρὸς τικτόμενον, εἰς ἓν ἀ^ποτελεῖ σῶ^μα^.
τὸ γὰρ ἀπὸ γυναικὸς καὶ ἀνδρὸς τικτόμενον, εἰς ἓν ἀποτελεῖ σῶμα.
τὸ ῥῆμα^ ἀ^νθρώπι^νον·
τὸ ῥῆμα ἀνθρώπινον·
τὸ δὲ νόημα^ θεῖον.
τὸ δὲ νόημα θεῖον.
ἑρμήνευσον πῶς ᾠκοδόμηται, καὶ οὐχ εὑρήσεις πῶς ἡ πλευρὰ ᾠκοδόμηται.
ἑρμήνευσον πῶς ᾠκοδόμηται, καὶ οὐχ εὑρήσεις πῶς ἡ πλευρὰ ᾠκοδόμηται.
πῶς τὸ μὲν ἔπλα^σε, τὴν δὲ ᾠκοδόμησε.
πῶς τὸ μὲν ἔπλασε, τὴν δὲ ᾠκοδόμησε.
μὴ τ αὐτόν ἐστι^ πλάττειν ἀ^πὸ γῆς καὶ οἰκοδομεῖν ἀ^πὸ πλευρᾶς.
μὴ τ αὐτόν ἐστι πλάττειν ἀπὸ γῆς καὶ οἰκοδομεῖν ἀπὸ πλευρᾶς.
ἔπλασεν ὁ θεὸς τὸν ἀδὰμ ἀ^πὸ γῆς.
ἔπλασεν ὁ θεὸς τὸν ἀδὰμ ἀπὸ γῆς.
ἐδημιούργησε τὴν εὔαν ἀ^πὸ πλευρᾶς.
ἐδημιούργησε τὴν εὔαν ἀπὸ πλευρᾶς.
κατασκευάζει τὸν κάιν καὶ τὸν ἄβελ καὶ τοὺς λοιποὺς ἀνθρώπους ἀ^πὸ συναφεία_ς.
κατασκευάζει τὸν κάιν καὶ τὸν ἄβελ καὶ τοὺς λοιποὺς ἀνθρώπους ἀπὸ συναφείας.
καί εἰσι^ν οἱ μὲν γενητοί, ὁ δὲ πλαστός, ἡ δὲ οἰκοδομητή.
καί εἰσιν οἱ μὲν γενητοί, ὁ δὲ πλαστός, ἡ δὲ οἰκοδομητή.
τὰ^ ὀνόμα^τα^ οὐκ ἴ_σα_.
τὰ ὀνόματα οὐκ ἴσα.
ἐμερίσθη ἡ οὐσί^α_;
ἐμερίσθη ἡ οὐσία;
οὐδαμῶς.
οὐδαμῶς.
ταῦτά μοι εὐκαίρως εἰρήσθω, ἐπειδὴ λέγουσι^ν οἱ αἱρετι^κοί, ὅτι^ τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐχ ὅμοια^, ἀλλ' ὅσην ἔχει τὰ^ ὀνόμα^τα^ διαφοράν, τοσαύτην ἔχει καὶ τὰ^ πρά_γμα^τα^ τὴν διάστασι^ν.
ταῦτά μοι εὐκαίρως εἰρήσθω, ἐπειδὴ λέγουσιν οἱ αἱρετικοί, ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐχ ὅμοια, ἀλλ' ὅσην ἔχει τὰ ὀνόματα διαφοράν, τοσαύτην ἔχει καὶ τὰ πράγματα τὴν διάστασιν.
δὸς οὖν δι^α^φορὰ_ν τοῦ ἀδὰμ πρὸς τοὺς ἐξ αὐτοῦ.
δὸς οὖν διαφορὰν τοῦ ἀδὰμ πρὸς τοὺς ἐξ αὐτοῦ.
ὁ γὰ^ρ ἀδὰμ καὶ γεννητός ἐστι^ καὶ ἀγέννητος·
ὁ γὰρ ἀδὰμ καὶ γεννητός ἐστι καὶ ἀγέννητος·