macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἡ ῥάβδος σου καὶ ἡ βακτηρί^α_ σου, αὐταί μὲ πα^ρεκά^λεσα^ν· | ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί μὲ παρεκάλεσαν· |
ῥάβδος μὲν ποιμαντικὴ κα^τὰ^ τῶν λύκων, βακτηρί^α_ δὲ εἰς ὑποστηριγμὸν καὶ ἐπανόρθωσι^ν τῶν κα^τα^πεσόντων καὶ κατερρηγμένων ὑ^πὸ τοῦ ὄφεως· | ῥάβδος μὲν ποιμαντικὴ κατὰ τῶν λύκων, βακτηρία δὲ εἰς ὑποστηριγμὸν καὶ ἐπανόρθωσιν τῶν καταπεσόντων καὶ κατερρηγμένων ὑπὸ τοῦ ὄφεως· |
ὁ δέ· | ὁ δέ· |
εὐλό γηται ξύ^λον, δι' οὗ γί_νεται δι^καιοσύ^νη· | εὐλό γηται ξύλον, δι' οὗ γίνεται δικαιοσύνη· |
καὶ ἄλλος· | καὶ ἄλλος· |
φα^νεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον μὴ μα^θεῖν· | φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον μὴ μαθεῖν· |
καὶ ἕτερος· | καὶ ἕτερος· |
ἔδωκα^ς τοῖς φοβουμένοις σὲ σημείωσι^ν τοῦ φυ^γεῖν ἀ^πὸ προσώπου τόξου. | ἔδωκας τοῖς φοβουμένοις σὲ σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. |
δι^ὰ^ ταῦτα^ οὖν βασκα^νίᾳ φαυλότητος φερόμενοι ἀμαυρῶσαι. | διὰ ταῦτα οὖν βασκανίᾳ φαυλότητος φερόμενοι ἀμαυρῶσαι. |
τὰ^ κα^λὰ^ ἐσπούδα^σα^ν καὶ ἅ^παξ εἰπὼν ὁ ἄφρων λα_ὸς ἐν τῇ καρδί^ᾳ αὐτοῦ· | τὰ καλὰ ἐσπούδασαν καὶ ἅπαξ εἰπὼν ὁ ἄφρων λαὸς ἐν τῇ καρδίᾳ αὐτοῦ· |
οὐκ ἔστι^ θεὸς ὁ χριστός, πά^ντα^ κά_λων ἐκί_νησα^ν ἀ^πι^στί^α_ς πρὸς βεβαίωσι^ν τῆς οἰκεία_ς ἀ^πι^στί^α_ς. | οὐκ ἔστι θεὸς ὁ χριστός, πάντα κάλων ἐκίνησαν ἀπιστίας πρὸς βεβαίωσιν τῆς οἰκείας ἀπιστίας. |
δι^ὰ^ τοῦτο καὶ θα^νόντα^ λοιδοροῦσι^ καὶ τὸν τά^φον τηροῦσι^ καὶ τὸν σταυρὸν καταχωννύουσι^ καὶ ἐνεδυναμώθησα^ν ἐπὶ^ τῇ ματαιότητι^ αὐτῶν, ἀπέβη δὲ αὐτῶν πρὸς τ οὐναντί^ον τὰ^ σπουδάσμα^τα^. | διὰ τοῦτο καὶ θανόντα λοιδοροῦσι καὶ τὸν τάφον τηροῦσι καὶ τὸν σταυρὸν καταχωννύουσι καὶ ἐνεδυναμώθησαν ἐπὶ τῇ ματαιότητι αὐτῶν, ἀπέβη δὲ αὐτῶν πρὸς τ οὐναντίον τὰ σπουδάσματα. |
ἀβέβαιοι γὰ^ρ αἱ πονηρῶν ἀνθρώπων ἐλπί^δες, εἰκαζόντων μὲν τὰ^ καταθύμια^ καὶ συμφέροντα^ τῇ οἰκείᾳ μοχθηρίᾳ, τὰ^ δὲ παλίμφημα^ ὑπομενόντων. | ἀβέβαιοι γὰρ αἱ πονηρῶν ἀνθρώπων ἐλπίδες, εἰκαζόντων μὲν τὰ καταθύμια καὶ συμφέροντα τῇ οἰκείᾳ μοχθηρίᾳ, τὰ δὲ παλίμφημα ὑπομενόντων. |
καὶ κα^θά^περ ἐκεῖ εἰς μά^την ἠγρύπνησα^ν φυλάξαντες τὴν ἀνάστασι^ν, οὕτως κ ἀνταῦθα^ τοῖς κόλποις τῆς γῆς ἐναποθέμενοι κα^θά^περ ἀποσπάδα τι^νὰ^ τὸ ξύ^λον τῆς ζωῆς τὴν μὲν γῆν ἡγίασα^ν, τὸν δὲ εὐκοσμότερον καὶ πολυφορώτερον τοῖς τῆς ἀθανασία_ς καρποῖς ἀνέδειξα^ν. | καὶ καθάπερ ἐκεῖ εἰς μάτην ἠγρύπνησαν φυλάξαντες τὴν ἀνάστασιν, οὕτως κ ἀνταῦθα τοῖς κόλποις τῆς γῆς ἐναποθέμενοι καθάπερ ἀποσπάδα τινὰ τὸ ξύλον τῆς ζωῆς τὴν μὲν γῆν ἡγίασαν, τὸν δὲ εὐκοσμότερον καὶ πολυφορώτερον τοῖς τῆς ἀθανασίας καρποῖς ἀνέδειξαν. |
καὶ τὸ θαυμαστὸν ὅτι^ τρι^α_κόσι^ά^ που καὶ τρι^ά_κοντα^ ἔτη ἄσηπτος ἐν τῇ γῇ διεφυλάχθη, ὃ ἀ^δά^πα^νος θησαυρός. | καὶ τὸ θαυμαστὸν ὅτι τριακόσιά που καὶ τριάκοντα ἔτη ἄσηπτος ἐν τῇ γῇ διεφυλάχθη, ὃ ἀδάπανος θησαυρός. |
ὢ γεωργῶν φιλοζημί^ων. | ὢ γεωργῶν φιλοζημίων. |
αὐτοὶ ἐφύ^τευσα^ν καὶ ἡμῖν τὸν καρπὸν κατέλιπον· | αὐτοὶ ἐφύτευσαν καὶ ἡμῖν τὸν καρπὸν κατέλιπον· |
αὐτοὶ τὸν θησαυρὸν ἔχοντες ἑκουσί^ως ἐπτώχευσα^ν καὶ ἡμᾶς ἐπλούτισα^ν. | αὐτοὶ τὸν θησαυρὸν ἔχοντες ἑκουσίως ἐπτώχευσαν καὶ ἡμᾶς ἐπλούτισαν. |
δι^ὰ^ τοῦτο ἐγὼ χορεύω καὶ τὴν παγκόσμιον ἑορτάζω ἑορτήν, ὅτι^ φυ^τὸν ζωῆς ἐβλάστησε καὶ πρὸς οὐρα^νὸν ἀ^νυψώθη· | διὰ τοῦτο ἐγὼ χορεύω καὶ τὴν παγκόσμιον ἑορτάζω ἑορτήν, ὅτι φυτὸν ζωῆς ἐβλάστησε καὶ πρὸς οὐρανὸν ἀνυψώθη· |
ὅτι^ κλίμαξ τοῖς πιστοῖς πρὸς οὐρα^νὸν ἐφά^νη· | ὅτι κλίμαξ τοῖς πιστοῖς πρὸς οὐρανὸν ἐφάνη· |
ὅτι^ τεῖχος ἄρρηκτον τοῖς πεπορθημένοις ἐκτίσθη πα^ρὰ^ θεοῦ· | ὅτι τεῖχος ἄρρηκτον τοῖς πεπορθημένοις ἐκτίσθη παρὰ θεοῦ· |
ὅτι^ λι^μὴν τοῖς χειμαζομένοις ἀνεφάνη· | ὅτι λιμὴν τοῖς χειμαζομένοις ἀνεφάνη· |
ὅτι^ τοῖς ἐν σκότει πυρσὸς ἀ^νήφθη· | ὅτι τοῖς ἐν σκότει πυρσὸς ἀνήφθη· |
ὅτι^ ὅπλον ἀήττητον τοῖς ἀσθενέσι^ν ἐχαλκεύθη· | ὅτι ὅπλον ἀήττητον τοῖς ἀσθενέσιν ἐχαλκεύθη· |
ὅτι^ καταφύγιον τοῖς δεδιωγμένοις εὑρέθη. | ὅτι καταφύγιον τοῖς δεδιωγμένοις εὑρέθη. |
εὔκαιρον οὖν εἰπεῖν καὶ σήμερον· | εὔκαιρον οὖν εἰπεῖν καὶ σήμερον· |
δόξα_ ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ^ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. | δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. |
σήμερον ἀ^γά^λλεται τὰ^ ξύ^λα^ τοῦ παραδείσου καὶ τοῖς κλά^δοις προσκροτεῖ· | σήμερον ἀγάλλεται τὰ ξύλα τοῦ παραδείσου καὶ τοῖς κλάδοις προσκροτεῖ· |
ὅτι^ εὕρηται φάρμα^κον τῷ ξύλῳ τῆς πα^ρακοῆς· | ὅτι εὕρηται φάρμακον τῷ ξύλῳ τῆς παρακοῆς· |
ὅτι^ νῦν κα^λῶς τρυγᾷ τὸ ξύ^λον τῆς ζωῆς ὁ ἀδὰμ καὶ ζήσεται εἰς τὸν αἰῶνα^· | ὅτι νῦν καλῶς τρυγᾷ τὸ ξύλον τῆς ζωῆς ὁ ἀδὰμ καὶ ζήσεται εἰς τὸν αἰῶνα· |
ὅτι^ πά^λι^ν ἐντρυφᾷ τοῖς τοῦ παραδείσου ἀ^γα^θοῖς ὁ ἄνθρωπος ἐκ τοῦ παραδείσου ἐκβληθείς. | ὅτι πάλιν ἐντρυφᾷ τοῖς τοῦ παραδείσου ἀγαθοῖς ὁ ἄνθρωπος ἐκ τοῦ παραδείσου ἐκβληθείς. |
ταύτην ἄ^γω τὴν ὑπερκόσμιον ἑορτήν, ὅτι^ ἤγειρε κύ_ρι^ος κέρα^ς σωτηρί^α_ς τῷ λα_ῷ αὐτοῦ. | ταύτην ἄγω τὴν ὑπερκόσμιον ἑορτήν, ὅτι ἤγειρε κύριος κέρας σωτηρίας τῷ λαῷ αὐτοῦ. |
σταυρὸς γὰ^ρ καὶ ἀ_έρι^ τυπούμενος τοσοῦτον ἰσχύ_ει, ὅσον καὶ ἡ πί^στι_ς χωρεῖ. | σταυρὸς γὰρ καὶ ἀέρι τυπούμενος τοσοῦτον ἰσχύει, ὅσον καὶ ἡ πίστις χωρεῖ. |
τοῦτον ὀρρωδοῦσι^ δαίμονες καὶ εἰς φυγὴν τρέπονται τὸ ἐν αὐτῷ θεωροῦντες μυστήριον. | τοῦτον ὀρρωδοῦσι δαίμονες καὶ εἰς φυγὴν τρέπονται τὸ ἐν αὐτῷ θεωροῦντες μυστήριον. |
οὗτος στήριγμα^ κόσμου, σωτηρί^α_ ψυ_χῶν, ὅπλον ἀριστεύουσι^ν· | οὗτος στήριγμα κόσμου, σωτηρία ψυχῶν, ὅπλον ἀριστεύουσιν· |
οὗτος τὸ ὕψος καὶ τὸ βά^θος καὶ τὰ^ ἐφ' ἑκά^τερα^ πέρα^τα^ τῆς οἰκουμένης ἁγιά^ζει. | οὗτος τὸ ὕψος καὶ τὸ βάθος καὶ τὰ ἐφ' ἑκάτερα πέρατα τῆς οἰκουμένης ἁγιάζει. |
τοῦτον ὡς κλίμακα^ εἶδεν ὁ ἰακὼβ καὶ τοὺς ἀγγέλους ἀ^ναβαίνοντα^ς καὶ κα^ταβαίνοντα^ς ἐπ' αὐτόν· | τοῦτον ὡς κλίμακα εἶδεν ὁ ἰακὼβ καὶ τοὺς ἀγγέλους ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ' αὐτόν· |
δι' αὐτοῦ γὰ^ρ ἡ ἔχθρα_ κα^τελύ^θη καὶ εἰρήνη ἐβραβεύθη οὐρα^νί^οις καὶ ἐπι^γείοις καὶ κα^τέρχονται μὲν ἄγγελοι ἐπαλείφοντες τοὺς ἀ^γωνι^στά_ς, ἀ^νέρχονται δὲ οἱ τῆς εὐσεβεία_ς ἐργά^ται τὰ^ βραβεῖα^ τῆς ἄ^νω κλήσεως ἀπολαμβάνοντες πα^ρὰ^ τοῦ ἀγωνοθέτου θεοῦ. | δι' αὐτοῦ γὰρ ἡ ἔχθρα κατελύθη καὶ εἰρήνη ἐβραβεύθη οὐρανίοις καὶ ἐπιγείοις καὶ κατέρχονται μὲν ἄγγελοι ἐπαλείφοντες τοὺς ἀγωνιστάς, ἀνέρχονται δὲ οἱ τῆς εὐσεβείας ἐργάται τὰ βραβεῖα τῆς ἄνω κλήσεως ἀπολαμβάνοντες παρὰ τοῦ ἀγωνοθέτου θεοῦ. |
δι^ὰ^ τοῦτο φησί^ν· | διὰ τοῦτο φησίν· |
ὁ δὲ κύ_ρι^ος ἐπε στήρικτο ἐπ' αὐτῆς. | ὁ δὲ κύριος ἐπε στήρικτο ἐπ' αὐτῆς. |
τοῦτον προτυπώσα_ς μωϋσῆς τὸν ἀμαλὴκ ἐτροπώσατο. | τοῦτον προτυπώσας μωϋσῆς τὸν ἀμαλὴκ ἐτροπώσατο. |
καταπολεμοῦντα γὰ^ρ καὶ θραύοντα^ τὸν λα_ὸν ἰ^δὼν τὸν ἐχθρὸν καὶ τοῖς ὅπλοις ἐκπορθοῦντα^ τὴν πα^ρεμβολὴν οὐδεμί^α^ν εὕρετο τοῦ κα^κοῦ ἀ^νθρωπί^νην βοήθεια^ν καὶ ἐποχὴν τῶν συμφορῶν. | καταπολεμοῦντα γὰρ καὶ θραύοντα τὸν λαὸν ἰδὼν τὸν ἐχθρὸν καὶ τοῖς ὅπλοις ἐκπορθοῦντα τὴν παρεμβολὴν οὐδεμίαν εὕρετο τοῦ κακοῦ ἀνθρωπίνην βοήθειαν καὶ ἐποχὴν τῶν συμφορῶν. |
ὅθεν τὴν μὲν δι^ά^νοια^ν πρὸς τὸν θεὸν ἀνύψωσε, τοὺς δὲ πόδα^ς πρὸς τὴν ἀκρώρεια^ν ἐκί_νησε τοῦ σκοπέλου καὶ οὕτως τὸ ἀήττητον σύμβολον τοῦ σταυροῦ κα^τὰ^ τῶν ἀ^ντι^πά^λων ἐπάρα_ς τῇ ἐπεκτάσει τῶν χειρῶν δι' αὐτοῦ τοὺς ἐχθροὺς ἠμύ_να^το καὶ τὴν ἀοίδιμον τοῦ σωτῆρος νί_κην, λέγω δὲ τὴν ἐπὶ^ τοῦ σταυροῦ, δι^ὰ^ τῆς νί_κης... | ὅθεν τὴν μὲν διάνοιαν πρὸς τὸν θεὸν ἀνύψωσε, τοὺς δὲ πόδας πρὸς τὴν ἀκρώρειαν ἐκίνησε τοῦ σκοπέλου καὶ οὕτως τὸ ἀήττητον σύμβολον τοῦ σταυροῦ κατὰ τῶν ἀντιπάλων ἐπάρας τῇ ἐπεκτάσει τῶν χειρῶν δι' αὐτοῦ τοὺς ἐχθροὺς ἠμύνατο καὶ τὴν ἀοίδιμον τοῦ σωτῆρος νίκην, λέγω δὲ τὴν ἐπὶ τοῦ σταυροῦ, διὰ τῆς νίκης προεμήνυσεν. |
ἀλλ' ἀντιλέγουσι^ τῷ λόγῳ οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια^, φάσκοντες εὐχῆς εἶναι εἰκόνα^ τὴν ἔκτασι^ν τῶν χειρῶν τοῦ προφήτου καὶ οὐ τοῦ σταυροῦ. | ἀλλ' ἀντιλέγουσι τῷ λόγῳ οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, φάσκοντες εὐχῆς εἶναι εἰκόνα τὴν ἔκτασιν τῶν χειρῶν τοῦ προφήτου καὶ οὐ τοῦ σταυροῦ. |
ἀλλ' οὐ τῇ προσειχῇ τὴν νί_κην ἐπέγραψεν ὁ λόγος, ἀλλὰ^ τῇ εἰκόνι^ καὶ τῷ σχήμα^τι^ τῶν χειρῶν· | ἀλλ' οὐ τῇ προσειχῇ τὴν νίκην ἐπέγραψεν ὁ λόγος, ἀλλὰ τῇ εἰκόνι καὶ τῷ σχήματι τῶν χειρῶν· |
φησὶ^ γά^ρ· | φησὶ γάρ· |
ἀνέβη μωϋσῆς εἰς τὸ ὄρος καὶ ἥπλωσε τὰ_ς χεῖρα^ς αὐτοῦ καὶ ἐγένετο, ἡνί^κα^ ἐξέτεινε ὁ μωϋσῆς τὰ_ς χεῖρα^ς, ἐνί_κα_ δ ' ἰσραήλ, καὶ ἡνί^κα^ κατετί^θει τὰ_ς χεῖρα^ς, ἐνί_κα_ ὁ ἀμαλήκ. | ἀνέβη μωϋσῆς εἰς τὸ ὄρος καὶ ἥπλωσε τὰς χεῖρας αὐτοῦ καὶ ἐγένετο, ἡνίκα ἐξέτεινε ὁ μωϋσῆς τὰς χεῖρας, ἐνίκα δ ' ἰσραήλ, καὶ ἡνίκα κατετίθει τὰς χεῖρας, ἐνίκα ὁ ἀμαλήκ. |
εἰ τοίνυ^ν εὐχῆς τὸ ἔργον, ἐχρῆν εἰπεῖν κα^θά^περ καὶ ἐν αἰγύπτῳ· | εἰ τοίνυν εὐχῆς τὸ ἔργον, ἐχρῆν εἰπεῖν καθάπερ καὶ ἐν αἰγύπτῳ· |
ἐξέτεινε μωϋσῆς τὰ_ς χεῖρα^ς πρὸς τὸν θεὸν καὶ ἐνί_κησεν ἰσραήλ. | ἐξέτεινε μωϋσῆς τὰς χεῖρας πρὸς τὸν θεὸν καὶ ἐνίκησεν ἰσραήλ. |
νυνὶ δὲ οὐχ οὕτως, ἀλλὰ^ τὴν προσευχὴν πα^ρεῖκεν, οὐχ ὡς ἄχρηστον, ἀλλ' ὡς ὀφείλουσα^ν πα^ραχωρῆσαι τῇ εἰκόνι^ τοῦ σταυροῦ τὴν νί_κην ταύτην ἐπιγρα^φῆναι. | νυνὶ δὲ οὐχ οὕτως, ἀλλὰ τὴν προσευχὴν παρεῖκεν, οὐχ ὡς ἄχρηστον, ἀλλ' ὡς ὀφείλουσαν παραχωρῆσαι τῇ εἰκόνι τοῦ σταυροῦ τὴν νίκην ταύτην ἐπιγραφῆναι. |
ἐν μὲν γὰ^ρ τῇ αἰγύπτῳ, φησί^ν, ἐβόησε μωϋσῆς πρὸς τὴν θεὸν καὶ ἐκόπα^σεν ἡ ὀργή, ἐνταῦθα^ δὲ οὐχ οὕτως. | ἐν μὲν γὰρ τῇ αἰγύπτῳ, φησίν, ἐβόησε μωϋσῆς πρὸς τὴν θεὸν καὶ ἐκόπασεν ἡ ὀργή, ἐνταῦθα δὲ οὐχ οὕτως. |
εἰ γὰ^ρ ἐκβιά^ζει τὸν λόγον, ἀπρόσδεκτον ποιεῖς τοῦ προφήτου τὴν εὐχήν. | εἰ γὰρ ἐκβιάζει τὸν λόγον, ἀπρόσδεκτον ποιεῖς τοῦ προφήτου τὴν εὐχήν. |
τὸ γὰ^ρ ἀ^να^γα^γεῖν καὶ κα^τα^γα^γεῖν πλειστά^κις τὰ_ς χεῖρα^ς οὐκ εἰσακουομένου, ἀλλὰ^ μὴ εἰσακουομένου σημεῖον. | τὸ γὰρ ἀναγαγεῖν καὶ καταγαγεῖν πλειστάκις τὰς χεῖρας οὐκ εἰσακουομένου, ἀλλὰ μὴ εἰσακουομένου σημεῖον. |
ἀλλ' ἔκα^με, φησί^, μωϋσῆς τῷ βά_ρει νι_κώμενος· | ἀλλ' ἔκαμε, φησί, μωϋσῆς τῷ βάρει νικώμενος· |
κα^λῶς γε λί_α_ν, ἀλλ' ὁ τύ^πος τοῦ ἑκουσί^ου καὶ ἀοιδί^μου πά^θους οὐκ ἔκα^μεν. | καλῶς γε λίαν, ἀλλ' ὁ τύπος τοῦ ἑκουσίου καὶ ἀοιδίμου πάθους οὐκ ἔκαμεν. |
δι^ὰ^ γοῦν τοῦτο, ἵ^να_ μὴ λυ^θείσης τῆς εἰκόνος λυ^θῇ καὶ ἡ νί_κη, ἵ^στα^ται ἀαρὼν καὶ ὢρ καὶ ἐκούφιζον αὐτοῦ τὰ_ς χεῖρα^ς. | διὰ γοῦν τοῦτο, ἵνα μὴ λυθείσης τῆς εἰκόνος λυθῇ καὶ ἡ νίκη, ἵσταται ἀαρὼν καὶ ὢρ καὶ ἐκούφιζον αὐτοῦ τὰς χεῖρας. |
δορυφορεῖ τοίνυ^ν τὴν εἰκόνα^ τοῦ σταυροῦ ἱερωσύνη τε καὶ βα^σι^λεία_, ὅτι^ ὁ μὲν ἀαρὼν τῆς ἱερωσύνης ἐπέχει τάξι^ν, ὃ δὲ ὢρ τῆς βα^σι^λι^κῆς αὐλῆς πρεσβεῖα^ ἔφερεν. | δορυφορεῖ τοίνυν τὴν εἰκόνα τοῦ σταυροῦ ἱερωσύνη τε καὶ βασιλεία, ὅτι ὁ μὲν ἀαρὼν τῆς ἱερωσύνης ἐπέχει τάξιν, ὃ δὲ ὢρ τῆς βασιλικῆς αὐλῆς πρεσβεῖα ἔφερεν. |
ὁρᾷς, ὦ ἰουδαῖε, δι^ὰ^ τῶν τύ^πων φαιδρῶς λάμπουσα^ν τὴν ἀ^λήθεια^ν; | ὁρᾷς, ὦ ἰουδαῖε, διὰ τῶν τύπων φαιδρῶς λάμπουσαν τὴν ἀλήθειαν; |
εἶδες γά^ρ ποτε τι^νὰ^ προσευχόμενον τῷ θεῷ ταὶ παρ' ἄλλων ὑποστηριζόμενον καὶ ταῦτα^ κα^θήμενον; | εἶδες γάρ ποτε τινὰ προσευχόμενον τῷ θεῷ ταὶ παρ' ἄλλων ὑποστηριζόμενον καὶ ταῦτα καθήμενον; |
ἀλλὰ^ περὶ^ τούτου μὲν ἀρκούντως ἔχει ὁ λόγος τοῖς μὴ κνηθομένοις τὴν ἀκοὴν καὶ ἀποστρεφομένοις τὸν λόγον τῆς ἀ^ληθεία_ς. | ἀλλὰ περὶ τούτου μὲν ἀρκούντως ἔχει ὁ λόγος τοῖς μὴ κνηθομένοις τὴν ἀκοὴν καὶ ἀποστρεφομένοις τὸν λόγον τῆς ἀληθείας. |
πά^λι^ν τοῦ σταυροῦ ὁ τύ^πος ἐγλύκανε μερρᾶς τὸ ὕ^δωρ· | πάλιν τοῦ σταυροῦ ὁ τύπος ἐγλύκανε μερρᾶς τὸ ὕδωρ· |
γέγραπται γά^ρ· | γέγραπται γάρ· |
ὑ^πέδειξε κύ_ρι^ος τῷ μωϋσῇ ξύ^λον καὶ ἐνέβα^λεν εἰς τὸ ὕ^δωρ καὶ ἐγλυκάνθη τοῦτο· | ὑπέδειξε κύριος τῷ μωϋσῇ ξύλον καὶ ἐνέβαλεν εἰς τὸ ὕδωρ καὶ ἐγλυκάνθη τοῦτο· |
καὶ τοὺς ὄφεις ἐδί^ωξε τοῦ λα_οῦ· | καὶ τοὺς ὄφεις ἐδίωξε τοῦ λαοῦ· |
ἀπέστειλε γά^ρ, φησί^ν, εἰς αὐτοὺς ὁ θεὸς δι^ὰ^ τὸν γογγυσμὸν αὐτῶν ὄφεις θανατοῦντα^ς. | ἀπέστειλε γάρ, φησίν, εἰς αὐτοὺς ὁ θεὸς διὰ τὸν γογγυσμὸν αὐτῶν ὄφεις θανατοῦντας. |
τί^ οὖν ὁ μέγα^ς ἐκεῖνος καὶ σοφώτα^τος μωϋσῆς οὐκ ἀντιτάσσεται τῷ θείῳ προστάγμα^τι^ οὐ δ' ἀντιμάχεται τῇ κελεύσει τοῦ θεοῦ τυραννικῶς καὶ χερσὶ^ σταυροτύ^ποις πά^λι^ν ἀποκωλύ^ει τὴν ὀργήν; | τί οὖν ὁ μέγας ἐκεῖνος καὶ σοφώτατος μωϋσῆς οὐκ ἀντιτάσσεται τῷ θείῳ προστάγματι οὐ δ' ἀντιμάχεται τῇ κελεύσει τοῦ θεοῦ τυραννικῶς καὶ χερσὶ σταυροτύποις πάλιν ἀποκωλύει τὴν ὀργήν; |
ἐκεῖ μὲν γὰ^ρ κα^τὰ^ τοῦ μὴ θεόθεν κεκινημένου τὸ θεῖον ἐπαίρει ὅπλον, ἐνταῦθα^ δέ, ἐπειδὴ θεόθεν ἡ ἀ^πόφα^σι^ς, τὴν θεία_ν ὑ^πεισέρχεται φιλανθρωπίαν καὶ λι^ταῖς ἐξιλάσκεται τὴν ἀ^πειλὴν καὶ ἴα_μα^ ἐπι^τί^θησι^ ὡς μάλαγμα^ τῇ ὀργῇ τοῦ παίοντος τὸ πρόσταγμα^· | ἐκεῖ μὲν γὰρ κατὰ τοῦ μὴ θεόθεν κεκινημένου τὸ θεῖον ἐπαίρει ὅπλον, ἐνταῦθα δέ, ἐπειδὴ θεόθεν ἡ ἀπόφασις, τὴν θείαν ὑπεισέρχεται φιλανθρωπίαν καὶ λιταῖς ἐξιλάσκεται τὴν ἀπειλὴν καὶ ἴαμα ἐπιτίθησι ὡς μάλαγμα τῇ ὀργῇ τοῦ παίοντος τὸ πρόσταγμα· |
λέγει γά^ρ· | λέγει γάρ· |
ποίησον ὄφιν χαλκοῦν καὶ στήσεις αὐτὸν ἐπὶ^ σημείου καὶ ἔσται, ἐὰ^ν δά^κῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος αὐτὸν ἰ^δὼν ζήσεται. | ποίησον ὄφιν χαλκοῦν καὶ στήσεις αὐτὸν ἐπὶ σημείου καὶ ἔσται, ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος αὐτὸν ἰδὼν ζήσεται. |
τί^ βούλεται τὸ ὑπόδειγμα^; | τί βούλεται τὸ ὑπόδειγμα; |
τί^ ἐπαγγέλλεται ἡ σκι^ά; | τί ἐπαγγέλλεται ἡ σκιά; |
πῶς ἡ εἰκὼν τοῦ ἐπι^καταρά^του ζωὴν ἤνεγκε τοῖς ὑ_μετέροις προγόνοις; | πῶς ἡ εἰκὼν τοῦ ἐπικαταράτου ζωὴν ἤνεγκε τοῖς ὑμετέροις προγόνοις; |
ὦ ἀνόητοι καὶ ἀπειθεῖς τῇ καρδί^ᾳ, ἕως τί^νος ἀντιλέγετε τῇ ἀ^ληθείᾳ; | ὦ ἀνόητοι καὶ ἀπειθεῖς τῇ καρδίᾳ, ἕως τίνος ἀντιλέγετε τῇ ἀληθείᾳ; |
ἀγαπητὲ τοῦ σκότους καὶ ἐχθρὲ τοῦ φωτός, δι^ὰ^ τί^ σκα^νδα^λί^ζῃ εἰς τὸν σταυρὸν τοῦ χριστοῦ; | ἀγαπητὲ τοῦ σκότους καὶ ἐχθρὲ τοῦ φωτός, διὰ τί σκανδαλίζῃ εἰς τὸν σταυρὸν τοῦ χριστοῦ; |
δι^ὰ^ τί^ ἐγὼ τοῖς σοῖς ἐμμένω καὶ τὰ_ς ἱ^στορί^α_ς δέχομαι καὶ ὄφιν νεκρὸν χαλκοῦν, βρύοντα^ ζωὴν τοῖς θνήσκουσι^ν ἀνθρώποις; | διὰ τί ἐγὼ τοῖς σοῖς ἐμμένω καὶ τὰς ἱστορίας δέχομαι καὶ ὄφιν νεκρὸν χαλκοῦν, βρύοντα ζωὴν τοῖς θνήσκουσιν ἀνθρώποις; |
πιστεύω καὶ οὐκ ἐξανίσταμαι τοῦ λόγου· | πιστεύω καὶ οὐκ ἐξανίσταμαι τοῦ λόγου· |
σὺ^ δὲ οὐ δὲ τῇ τυ^πι^κῇ ἱ^στορί^ᾳ τοῦ λόγου στοιχεῖς καὶ τῇ ἐκβάσει τῆς ἀ^ληθεία_ς ἀντιλέγεις. | σὺ δὲ οὐ δὲ τῇ τυπικῇ ἱστορίᾳ τοῦ λόγου στοιχεῖς καὶ τῇ ἐκβάσει τῆς ἀληθείας ἀντιλέγεις. |
δι^ὰ^ τί^ ἀσέβεια^ν ἡγῇ τὴν εἰς χριστὸν εὐσέβεια^ν καὶ φάσκεις· | διὰ τί ἀσέβειαν ἡγῇ τὴν εἰς χριστὸν εὐσέβειαν καὶ φάσκεις· |
γέγραπται· | γέγραπται· |
ἐπι^κατάρα_τος ὁ κρεμά^μενος ἐπὶ^ ξύ^λου; | ἐπικατάρατος ὁ κρεμάμενος ἐπὶ ξύλου; |
οὐκ ἤκουσα^ς ἐπὶ^ τοῦ ὄφεως· | οὐκ ἤκουσας ἐπὶ τοῦ ὄφεως· |
ἐπι^κατάρα_τος σὺ^ ἀ^πὸ πάντων τῶν θηρί^ων; | ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων; |
πῶς οὖν ἡ εἰκὼν τοῦ ἐπι^καταρά^του ἤνεγκε τῷ λα_ῷ ἐν συμφορᾷ χειμαζομένῳ σωτηρί^α_ν; | πῶς οὖν ἡ εἰκὼν τοῦ ἐπικαταράτου ἤνεγκε τῷ λαῷ ἐν συμφορᾷ χειμαζομένῳ σωτηρίαν; |
ἆρα οὐκ ἦν ἀξιοπιστότερον εἰπεῖν, ἐά^ν τι^ς ὑ_μῶν δηχθῇ, βλέψει εἰς τὸν οὐρα^νὸν ἄ^νω πρὸς τὸν θεὸν καὶ σωθήσεται ἢ εἰς τὴν σκηνὴν τοῦ θεοῦ καὶ ῥυσθήσεται; | ἆρα οὐκ ἦν ἀξιοπιστότερον εἰπεῖν, ἐάν τις ὑμῶν δηχθῇ, βλέψει εἰς τὸν οὐρανὸν ἄνω πρὸς τὸν θεὸν καὶ σωθήσεται ἢ εἰς τὴν σκηνὴν τοῦ θεοῦ καὶ ῥυσθήσεται; |
ἀλλὰ^ ταῦτα^ πά^ντα^ παριδὼν μόνην τοῦ σταυροῦ τὴν εἰκόνα^ ἔπηξε καὶ ταύτην δι^ὰ^ τοῦ ἐπι^καταρά^του ὄφεως. | ἀλλὰ ταῦτα πάντα παριδὼν μόνην τοῦ σταυροῦ τὴν εἰκόνα ἔπηξε καὶ ταύτην διὰ τοῦ ἐπικαταράτου ὄφεως. |
δι^ὰ^ τί^ οὖν ταῦτα^ ἐποίει μωϋσῆς εἰπὼν τῷ λα_ῷ· | διὰ τί οὖν ταῦτα ἐποίει μωϋσῆς εἰπὼν τῷ λαῷ· |
οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐ δὲ χωνευτὸν οὐ δὲ πᾶν ὁμοίωμα^, ὅσα^ ἐν τῷ οὐρα^νῷ ἄ^νω καὶ ἐν τῇ γῇ κά^τω καὶ ὅσα^ ἐν τοῖς ὕ^δα^σι^ν ὑποκάτω τῆς γῆς; | οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐ δὲ χωνευτὸν οὐ δὲ πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς; |
ἀλλὰ τί ταῦτα^ πρὸς τὸν ἀγνώμονα^ φθέγγομαι· | ἀλλὰ τί ταῦτα πρὸς τὸν ἀγνώμονα φθέγγομαι· |
αὐτὸν ἐρωτῶ τὸν νομοθέτην. | αὐτὸν ἐρωτῶ τὸν νομοθέτην. |
εἰπέ, ὦ πιστότατε θεοῦ θερά^πον, ὃ ἀ^παγορεύεις ποιεῖς, ὃ ἀνα^τρέπεις κα^τα^σκευά^ζεις; | εἰπέ, ὦ πιστότατε θεοῦ θεράπον, ὃ ἀπαγορεύεις ποιεῖς, ὃ ἀνατρέπεις κατασκευάζεις; |
ὁ λέγων οὐ ποιήσεις γλυπτόν, ὁ τὸν χωνευθέντα^ βοῦν κα^τελάσας, σὺ^ ὄφιν χαλκουργεῖς; | ὁ λέγων οὐ ποιήσεις γλυπτόν, ὁ τὸν χωνευθέντα βοῦν κατελάσας, σὺ ὄφιν χαλκουργεῖς; |
καὶ τοῦτο οὐ λάθρα, ἀλλὰ ἀναφανδὸν καὶ πᾶσι^ γνωστῶς; | καὶ τοῦτο οὐ λάθρα, ἀλλὰ ἀναφανδὸν καὶ πᾶσι γνωστῶς; |
ἀλλ' ἐκεῖνα^, φησί^ν, ἐνομοθέτησα^, ἵ^να_ ἐκκόψω τὰ_ς ὕ_λα_ς τῆς ἀ^σεβεία_ς καὶ τὸν λα_ὸν ἀ^πα^γά^γω πά_σης ἀποστασί^α_ς καὶ εἰδωλολατρεία_ς, νυνὶ δὲ χωνεύω τὸν ὄφιν χρησί^μως εἰς προτύπωσι^ν τῆς ἀ^ληθεία_ς. | ἀλλ' ἐκεῖνα, φησίν, ἐνομοθέτησα, ἵνα ἐκκόψω τὰς ὕλας τῆς ἀσεβείας καὶ τὸν λαὸν ἀπαγάγω πάσης ἀποστασίας καὶ εἰδωλολατρείας, νυνὶ δὲ χωνεύω τὸν ὄφιν χρησίμως εἰς προτύπωσιν τῆς ἀληθείας. |
καὶ κα^θά^περ σκηνὴν ἔπηξα^ καὶ τὰ^ ἐν αὐτῇ πά^ντα^ καὶ χερουβεὶμ ὁμοίωμα^ τῶν ἀορά^των διεπέτασα^ εἰς τὰ^ ἅγι^α^ ὡς τύ^πον καὶ σκιὰν τῶν μελλόντων, οὕτως καὶ ὄφιν ἐστήλωσα^ εἰς σωτηρί^α_ν τῷ λα_ῷ, ἵ^να_ δι^ὰ^ τῆς πείρα_ς τούτων προγυμνασθῶσι^ τοῦ σημείου τοῦ σταυροῦ τὴν εἰκόνα^ καὶ τὸν ἐν αὐτῷ σωτῆρα^ καὶ λυτρωτὴν μά^... | καὶ καθάπερ σκηνὴν ἔπηξα καὶ τὰ ἐν αὐτῇ πάντα καὶ χερουβεὶμ ὁμοίωμα τῶν ἀοράτων διεπέτασα εἰς τὰ ἅγια ὡς τύπον καὶ σκιὰν τῶν μελλόντων, οὕτως καὶ ὄφιν ἐστήλωσα εἰς σωτηρίαν τῷ λαῷ, ἵνα διὰ τῆς πείρας τούτων προγυμνασθῶσι τοῦ σημείου τοῦ σταυροῦ τὴν εἰκόνα καὶ τὸν ἐν αὐτῷ σωτῆρα καὶ λυτρωτὴν μάθωσιν. |
καὶ ὅτι^ ἀψευδέστα^τος ὁ λόγος, ἀ^γα^πητέ, ἄ^κουε τοῦ κυ_ρί^ου τοῦτο βεβαιοῦντος καὶ λέγοντος· | καὶ ὅτι ἀψευδέστατος ὁ λόγος, ἀγαπητέ, ἄκουε τοῦ κυρίου τοῦτο βεβαιοῦντος καὶ λέγοντος· |
καθὼς μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵ^να_ πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ μὴ ἀ^πόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνι^ον. | καθὼς μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. |
εἰπέ, ὦ ἀνόητε ἰουδαῖε, τί σκα^νδα^λί^ζῃ εἰς τὸν σταυρὸν τοῦ χριστοῦ, ὃν σὺ^ ἔπηξα^ς; | εἰπέ, ὦ ἀνόητε ἰουδαῖε, τί σκανδαλίζῃ εἰς τὸν σταυρὸν τοῦ χριστοῦ, ὃν σὺ ἔπηξας; |
διὰ τί τὸ μὲν σημεῖον ἐκεῖνο ἐγκατέχεις καὶ τὸν ἐπ' αὐτῷ ὄφιν φυλά^ττεις καὶ τούτῳ ἐθυμία_ς ἕως τῶν ἡμερῶν ἑζεκίου τοῦ βα^σι^λέως, τῇ δὲ ἀ^ληθείᾳ ἀντιπί^πτεις; | διὰ τί τὸ μὲν σημεῖον ἐκεῖνο ἐγκατέχεις καὶ τὸν ἐπ' αὐτῷ ὄφιν φυλάττεις καὶ τούτῳ ἐθυμίας ἕως τῶν ἡμερῶν ἑζεκίου τοῦ βασιλέως, τῇ δὲ ἀληθείᾳ ἀντιπίπτεις; |
καὶ ταῦτα^ μετὰ^ τὴν ἐπιστροφὴν τῆς οἰκουμένης, μετὰ^ τὴν λάμψασα^ν διὰ τοῦ σταυροῦ ἐν παντὶ^ κόσμῳ τῆς εὐσεβεία_ς κατάστασι^ν, μετὰ^ τὴν πίστι^ν τῶν ἐθνῶν καὶ τὴν ἔγερσι^ν καὶ ἁγιασμὸν τῶν ἐκκλησι^ῶν καὶ τὴν εὐλογίαν τοῦ θεοῦ ἐπὶ^ τὸν λα_ὸν αὐτοῦ. | καὶ ταῦτα μετὰ τὴν ἐπιστροφὴν τῆς οἰκουμένης, μετὰ τὴν λάμψασαν διὰ τοῦ σταυροῦ ἐν παντὶ κόσμῳ τῆς εὐσεβείας κατάστασιν, μετὰ τὴν πίστιν τῶν ἐθνῶν καὶ τὴν ἔγερσιν καὶ ἁγιασμὸν τῶν ἐκκλησιῶν καὶ τὴν εὐλογίαν τοῦ θεοῦ ἐπὶ τὸν λαὸν αὐτοῦ. |
ἀλλ' ἐρεῖ πάλιν ὁ ἀγνώμων· | ἀλλ' ἐρεῖ πάλιν ὁ ἀγνώμων· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.