macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
τῷ γὰ^ρ θεῷ πᾶς αἰὼν ὡς ἡμέρα_ μί^α^. | τῷ γὰρ θεῷ πᾶς αἰὼν ὡς ἡμέρα μία. |
εἶδες πρώτην δι^αίρεσι^ν; | εἶδες πρώτην διαίρεσιν; |
ἐξῆλθε τρί^την ὥρα_ν τοὺς περὶ^ τὸν νῶε ζητῶν, ἐξῆλθεν ἕκτην ὥρα_ν τοὺς περὶ^ τὸν ἀβραὰμ ζητῶν, ἐξῆλθεν ἐνάτην ὥρα_ν τοὺς περὶ^ τὸν μωϋσέα ζητῶν, ἐξῆλθεν ἑνδεκάτην ὥρα_ν τὴν τοῦ σωτῆρος ἐπιδημίαν ζητῶν. | ἐξῆλθε τρίτην ὥραν τοὺς περὶ τὸν νῶε ζητῶν, ἐξῆλθεν ἕκτην ὥραν τοὺς περὶ τὸν ἀβραὰμ ζητῶν, ἐξῆλθεν ἐνάτην ὥραν τοὺς περὶ τὸν μωϋσέα ζητῶν, ἐξῆλθεν ἑνδεκάτην ὥραν τὴν τοῦ σωτῆρος ἐπιδημίαν ζητῶν. |
οἱ ἄγγελοι τὸν οὐρά^νι^ον χορὸν συστησάμενοι τοῖς ποιμέσι^ λέγοντες· | οἱ ἄγγελοι τὸν οὐράνιον χορὸν συστησάμενοι τοῖς ποιμέσι λέγοντες· |
εὐαγγελιζόμεθα^ ὑ_μῖν σήμερον χαρὰν μεγά^λην, ἥτι^ς ἔσται παντὶ^ τῷ λα_ῷ. | εὐαγγελιζόμεθα ὑμῖν σήμερον χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ. |
παρ' αὐτῶν τοίνυ^ν τῶν ἁ^γί^ων ἐκείνων ἀγγέλων καὶ ἡμεῖς δανεισάμενοι φωνὴν εὐαγγελιζόμεθα ὑ_μῖν σήμερον, ὅτι^ σήμερον τὰ^ τῆς ἐκκλησί^α_ς ἐν γα^λήνῃ καὶ τὰ^ τῶν αἱρετι^κῶν ἐν ζάλῃ. | παρ' αὐτῶν τοίνυν τῶν ἁγίων ἐκείνων ἀγγέλων καὶ ἡμεῖς δανεισάμενοι φωνὴν εὐαγγελιζόμεθα ὑμῖν σήμερον, ὅτι σήμερον τὰ τῆς ἐκκλησίας ἐν γαλήνῃ καὶ τὰ τῶν αἱρετικῶν ἐν ζάλῃ. |
σήμερον τὸ σκά^φος τῆς ἐκκλησί^α_ς ἐν γα^λήνῃ καὶ εἰς τὸν ἀχείμαστον λιμένα^ τῆς εἰρήνης ὁρμίζεται. | σήμερον τὸ σκάφος τῆς ἐκκλησίας ἐν γαλήνῃ καὶ εἰς τὸν ἀχείμαστον λιμένα τῆς εἰρήνης ὁρμίζεται. |
καὶ ἡ τῶν αἱρετι^κῶν μα^νία ταῖς ἰ^δί^αις τρι^κυ_μί^αις χειμάζεται. | καὶ ἡ τῶν αἱρετικῶν μανία ταῖς ἰδίαις τρικυμίαις χειμάζεται. |
σήμερον οἱ ποιμένες ἐν ἀμεριμνίᾳ καὶ ἡ ποίμνη ἐν ἀ^σφα^λείᾳ· | σήμερον οἱ ποιμένες ἐν ἀμεριμνίᾳ καὶ ἡ ποίμνη ἐν ἀσφαλείᾳ· |
οἱ ἐχθροὶ ἐν ἀ^πορί^ᾳ, οἱ λύ^κοι. | οἱ ἐχθροὶ ἐν ἀπορίᾳ, οἱ λύκοι. |
σήμερον ὁ ἀμπελὼν τοῦ σωτῆρος ἐν εὐθηνίᾳ καὶ οἱ ἐργά^ται τῆς κα^κί^α_ς ἐν ἀ^κηδί^ᾳ. | σήμερον ὁ ἀμπελὼν τοῦ σωτῆρος ἐν εὐθηνίᾳ καὶ οἱ ἐργάται τῆς κακίας ἐν ἀκηδίᾳ. |
σήμερον ὁ λα_ὸς τοῦ θεοῦ ἐν ὑψώσει καὶ οἱ ἐχθροὶ τῆς ἀ^ληθεία_ς ἐν ταπεινώσει. | σήμερον ὁ λαὸς τοῦ θεοῦ ἐν ὑψώσει καὶ οἱ ἐχθροὶ τῆς ἀληθείας ἐν ταπεινώσει. |
σήμερον χριστὸς ἐν ἀγαλλιάσει καὶ δι^ά^βολος ἐν πένθει. | σήμερον χριστὸς ἐν ἀγαλλιάσει καὶ διάβολος ἐν πένθει. |
σήμερον ἄγγελοι μετ' εὐφροσύνης χαίρουσι^ν καὶ δαίμονες μετ' αἰσχύνης δραπετεύουσι^ν. | σήμερον ἄγγελοι μετ' εὐφροσύνης χαίρουσιν καὶ δαίμονες μετ' αἰσχύνης δραπετεύουσιν. |
καὶ τί^ δεῖ πολλὰ^ λέγειν; | καὶ τί δεῖ πολλὰ λέγειν; |
σήμερον μετὰ^ τῆς ἑαυτοῦ εἰρήνης προῆλθεν χριστὸς ὁ βα^σι^λεὺς τῆς εἰρήνης καὶ πᾶσα^ν ἔχθραν καὶ πᾶσα^ν λύπην καὶ πᾶσα^ν μικροψυχίαν ἐξώρισεν. | σήμερον μετὰ τῆς ἑαυτοῦ εἰρήνης προῆλθεν χριστὸς ὁ βασιλεὺς τῆς εἰρήνης καὶ πᾶσαν ἔχθραν καὶ πᾶσαν λύπην καὶ πᾶσαν μικροψυχίαν ἐξώρισεν. |
οὐρα^νῷ μὲν ἥλι^ος ἐπι^λά^μπει· | οὐρανῷ μὲν ἥλιος ἐπιλάμπει· |
ἐκκλησί^α_ν δὲ χριστοῦ εἰρήνη φωτίζει. | ἐκκλησίαν δὲ χριστοῦ εἰρήνη φωτίζει. |
εἰρήνη τὸ ποθεινὸν ὄνομα^· | εἰρήνη τὸ ποθεινὸν ὄνομα· |
εἰρήνη τὸ φαιδρὸν τῆς εὐσεβεία_ς ἐπάγγελμα^· | εἰρήνη τὸ φαιδρὸν τῆς εὐσεβείας ἐπάγγελμα· |
εἰρήνη τὸ κα^θα^ρὸν τῆς ἱερωσύνης βλέμμα^· | εἰρήνη τὸ καθαρὸν τῆς ἱερωσύνης βλέμμα· |
εἰρήνη τὸ τοῦ θυσιαστηρί^ου κάλλος. | εἰρήνη τὸ τοῦ θυσιαστηρίου κάλλος. |
καὶ τί^ ἐπάξι^ον δυ^νά^μεθα^ εἰπεῖν εἰρήνης, ἥτι^ς ἐστὶ^ν τὸ ὄνομα^ τοῦ χριστοῦ; | καὶ τί ἐπάξιον δυνάμεθα εἰπεῖν εἰρήνης, ἥτις ἐστὶν τὸ ὄνομα τοῦ χριστοῦ; |
περὶ^ γὰ^ρ τοῦ χριστοῦ ὁ παῦλος δι^α^λεγόμενός φησι^ν· | περὶ γὰρ τοῦ χριστοῦ ὁ παῦλος διαλεγόμενός φησιν· |
ἐστι^ν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσα_ς τὰ^ ἀ^μφότερα^ ἕν. | ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν. |
ἀμφότερα ἦν οὐ γνώμῃ μεμερισμένα^, οὐ πίστει κατατετμημένα^, ἀλλὰ^ δι^α^βόλου φθόνῳ. | ἀμφότερα ἦν οὐ γνώμῃ μεμερισμένα, οὐ πίστει κατατετμημένα, ἀλλὰ διαβόλου φθόνῳ. |
ἀλλ' ὥσπερ προόδου καὶ κα^θαίρονται καὶ στοαὶ δι^α^φόροις στεφα^νοῦνται, ἵ^να_ φα^νῇ βα^σι^λι^κῆς ὄψεως ἀ^νάξιον, οὕτω προερχομένου χριστοῦ τοῦ βα^σι^λέως τῆς εἰρήνης πά^ντα^ τὰ^ λυπηρὰ^ ἐκποδὼν ἡμῖν. | ἀλλ' ὥσπερ προόδου καὶ καθαίρονται καὶ στοαὶ διαφόροις στεφανοῦνται, ἵνα φανῇ βασιλικῆς ὄψεως ἀνάξιον, οὕτω προερχομένου χριστοῦ τοῦ βασιλέως τῆς εἰρήνης πάντα τὰ λυπηρὰ ἐκποδὼν ἡμῖν. |
ἐπέλαμψεν ἡ ἀ^λήθεια^ καὶ δραπετεύει τὸ ψεῦδος. | ἐπέλαμψεν ἡ ἀλήθεια καὶ δραπετεύει τὸ ψεῦδος. |
ἐπέλαμψεν ἡ ὁμόνοια^ καὶ ἔφυ^γεν ἡ. | ἐπέλαμψεν ἡ ὁμόνοια καὶ ἔφυγεν ἡ. |
καὶ ὥσπερ πολλά^κι^ς ἢ ἀ^δελφῶν καὶ ἀρχόντων οἱ ἄ^ρι^στοι τῶν γραφέων βουλόμενοι τῆς ψυ_χῆς τὴν ἕνωσι^ν δεῖξαι ἐν σχήμα^τι^ γυ^ναικὸς ὄπισθεν πα^ρα^στῶσι^ν τὴν ὁμόνοια^ν, ἀμφοτέραις ταῖς ὠλέναις περι^λαμβάνουσα^ν τοὺς ἡνωμένους ἵ^να_ δείξῃ ὅτι^ τὰ^ σώμα^τα^ δι^ῃρημένα^ συ^νῆπται τῇ γνώμῃ , οὕτως ἡ τοῦ χριστοῦ εἰρήνη μ... | καὶ ὥσπερ πολλάκις ἢ ἀδελφῶν καὶ ἀρχόντων οἱ ἄριστοι τῶν γραφέων βουλόμενοι τῆς ψυχῆς τὴν ἕνωσιν δεῖξαι ἐν σχήματι γυναικὸς ὄπισθεν παραστῶσιν τὴν ὁμόνοιαν, ἀμφοτέραις ταῖς ὠλέναις περιλαμβάνουσαν τοὺς ἡνωμένους ἵνα δείξῃ ὅτι τὰ σώματα διῃρημένα συνῆπται τῇ γνώμῃ , οὕτως ἡ τοῦ χριστοῦ εἰρήνη μεσολαβήσασα τὰ διεστῶτα σ... |
τῇ μὲν οὖν προτέρᾳ ὁ κοινὸς ἡμῶν πα^τὴρ τὸ εὐαγγελι^κὸν προοιμιάσατο, τῆς εἰρήνης τὸ λόγον. | τῇ μὲν οὖν προτέρᾳ ὁ κοινὸς ἡμῶν πατὴρ τὸ εὐαγγελικὸν προοιμιάσατο, τῆς εἰρήνης τὸ λόγον. |
σήμερον δὲ ἡμεῖς τοῦ τῆς εἰρήνης ἡγούμεθα^ λόγον. | σήμερον δὲ ἡμεῖς τοῦ τῆς εἰρήνης ἡγούμεθα λόγον. |
αὐτὸς ἡμᾶς χθὲς ὑπτί^αις ταῖς χερσὶ^ν ἠσπά^σα^το τῷ λόγῳ τῆς ἀ^ληθεία_ς, καὶ ἡμεῖς σήμερον, ὡς εἰπεῖν, πλα^τείαις ἀ^γκά^λαις τοῖς τῆς εἰρήνης δώροις. | αὐτὸς ἡμᾶς χθὲς ὑπτίαις ταῖς χερσὶν ἠσπάσατο τῷ λόγῳ τῆς ἀληθείας, καὶ ἡμεῖς σήμερον, ὡς εἰπεῖν, πλατείαις ἀγκάλαις τοῖς τῆς εἰρήνης δώροις. |
καταλέλυται ὁ πόλεμος καὶ λάμπει τὸ τῆς εἰρήνης κάλλος. | καταλέλυται ὁ πόλεμος καὶ λάμπει τὸ τῆς εἰρήνης κάλλος. |
νῦν στενάζει δι^ά^βολος. | νῦν στενάζει διάβολος. |
νῦν πενθεῖ τὸ τῶν δαιμόνων σύστη μα. | νῦν πενθεῖ τὸ τῶν δαιμόνων σύστη μα. |
νῦν ἐν ἀγαλλιάσει τὰ^ τῆς ποίμνης. | νῦν ἐν ἀγαλλιάσει τὰ τῆς ποίμνης. |
νῦν ἐν εὐφροσύνη τὰ^ οὐρά^νι^α^. | νῦν ἐν εὐφροσύνη τὰ οὐράνια. |
εἰρήνη σήμερον χορεύει ἡ τῶν ἐν οὐρα^νοῖς ἀγγέλων ὁμοδίαιτος καὶ τῶν ἐπὶ^ γῆς ἁ^γί^ων ὁμόσκηνος. | εἰρήνη σήμερον χορεύει ἡ τῶν ἐν οὐρανοῖς ἀγγέλων ὁμοδίαιτος καὶ τῶν ἐπὶ γῆς ἁγίων ὁμόσκηνος. |
εἰρήνη ὁ τῶν ἀγγέλων ὕμνος, τὸ τῶν ἁ^γί^ων ἔργον. | εἰρήνη ὁ τῶν ἀγγέλων ὕμνος, τὸ τῶν ἁγίων ἔργον. |
καὶ ὅρα_ τὸ θαυμαστόν. | καὶ ὅρα τὸ θαυμαστόν. |
καὶ τὰ^ ἐπουρά^νι^α^ ὑμνεῖ τὴν εἰρήνην καὶ τὰ^ ἐπί^γεια^ ὑμνεῖ τὴν εἰρήνην. | καὶ τὰ ἐπουράνια ὑμνεῖ τὴν εἰρήνην καὶ τὰ ἐπίγεια ὑμνεῖ τὴν εἰρήνην. |
ἀλλ' ὅτε μὲν οἱ ἐν οὐρα^νοῖς ἄγγελοι ὑμνοῦσι^ν εἰρήνην, τῇ γῇ αὐτὴν, καὶ τῇ γῇ τῆς εἰρήνης τὰ_ς ἀκτῖνα^ς ἐπι^λάμπουσι^ν. | ἀλλ' ὅτε μὲν οἱ ἐν οὐρανοῖς ἄγγελοι ὑμνοῦσιν εἰρήνην, τῇ γῇ αὐτὴν, καὶ τῇ γῇ τῆς εἰρήνης τὰς ἀκτῖνας ἐπιλάμπουσιν. |
δὲ οἱ ἐπὶ^ γῆς ἅ^γι^οι αὐτὴν ὑμνοῦσι^ν, εἰς τὸν οὐρα^νὸν αὐτῆς τὰ_ς μαρμαρυγὰς ἀναπέμπουσι^ν. | δὲ οἱ ἐπὶ γῆς ἅγιοι αὐτὴν ὑμνοῦσιν, εἰς τὸν οὐρανὸν αὐτῆς τὰς μαρμαρυγὰς ἀναπέμπουσιν. |
ὑμνοῦσιν οἱ ἐξ οὐρα^νῶν ἄγγελοι καὶ λέγουσι^ν· | ὑμνοῦσιν οἱ ἐξ οὐρανῶν ἄγγελοι καὶ λέγουσιν· |
δόξα_ ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ^ τῆς εἰρήνη. | δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ τῆς εἰρήνη. |
πῶς τὰ^ ἐπουρά^νι^α^ τά^γμα^τα^ ἀλλήλοις ἐπι^πέμπουσι^ τὰ^ τῆς εἰρήνης δῶρα^; | πῶς τὰ ἐπουράνια τάγματα ἀλλήλοις ἐπιπέμπουσι τὰ τῆς εἰρήνης δῶρα; |
οἱ ἐν οὐρα^νοῖς ἄγγελοι τῇ γῇ εὐαγγελίζονται τὴν εἰρήνην. | οἱ ἐν οὐρανοῖς ἄγγελοι τῇ γῇ εὐαγγελίζονται τὴν εἰρήνην. |
ὅτε γὰ^ρ ὁ χορὸς ἐκεῖνος ὁ εὐσεβὴς τὸν χριστὸν ὑμνῶν ἔλεγεν· | ὅτε γὰρ ὁ χορὸς ἐκεῖνος ὁ εὐσεβὴς τὸν χριστὸν ὑμνῶν ἔλεγεν· |
ὡσαννὰ τῷ υἱῷ δαυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόμα^τι^ κυ_ρί^ου, καὶ τοῦτο προσετέθη· | ὡσαννὰ τῷ υἱῷ δαυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, καὶ τοῦτο προσετέθη· |
εἰρήνη ἐν οὐρα^νοῖς καὶ δόξα_ ἐν ὑψίστοις. | εἰρήνη ἐν οὐρανοῖς καὶ δόξα ἐν ὑψίστοις. |
εἴπωμεν τοίνυ^ν καὶ ἡμεῖς· | εἴπωμεν τοίνυν καὶ ἡμεῖς· |
δόξα_ ἐν ὑψίστοις θεῷ, τῷ τὸν δι^ά^βολον ταπεινώσαντι^ καὶ τὸν λα_ὸν τὸν ἴ^δι^ον ὑψώσαντι^. | δόξα ἐν ὑψίστοις θεῷ, τῷ τὸν διάβολον ταπεινώσαντι καὶ τὸν λαὸν τὸν ἴδιον ὑψώσαντι. |
δόξα ἐν ὑψίστοις θεῷ, τῷ ἔχθραν ἐξορίσαντι^ καὶ εἰρήνην βραβεύσαντι^. | δόξα ἐν ὑψίστοις θεῷ, τῷ ἔχθραν ἐξορίσαντι καὶ εἰρήνην βραβεύσαντι. |
εἴπωμεν ὑ_μῖν τοῦ δι^α^βόλου τὴν τέχνην καὶ πρὸ ἡμῶν οὐκ τὰ^ νοήμα^τα^. | εἴπωμεν ὑμῖν τοῦ διαβόλου τὴν τέχνην καὶ πρὸ ἡμῶν οὐκ τὰ νοήματα. |
εἶδεν ὁ σατανᾶ_ς τὴν ἐκκλησί^α_ν πίστεως τετειχισμένην. | εἶδεν ὁ σατανᾶς τὴν ἐκκλησίαν πίστεως τετειχισμένην. |
εἶδεν δογμά^των εὐσεβεία_ς ἐστεφανωμένην. | εἶδεν δογμάτων εὐσεβείας ἐστεφανωμένην. |
εἶδεν καὶ ἰ^δὼν ἐτάκη· | εἶδεν καὶ ἰδὼν ἐτάκη· |
ἰ^δὼν ἐλύσσησεν· | ἰδὼν ἐλύσσησεν· |
ἰ^δὼν ἐμά^νη. | ἰδὼν ἐμάνη. |
ἐπειρά_θη δι^α^σκεδά^σαι χριστοῦ δόξα^ν, αλλ ' οὐκ ἴσχυ_σεν οὔτε γὰ^ρ χριστοῦ λύ_εται δόξα, οὔ τε ἱ^ερέων ἀφα^νί^ζεται εἰρήνην. | ἐπειράθη διασκεδάσαι χριστοῦ δόξαν, αλλ ' οὐκ ἴσχυσεν οὔτε γὰρ χριστοῦ λύεται δόξα, οὔ τε ἱερέων ἀφανίζεται εἰρήνην. |
οὐδὲν ὤνησεν ἡ ἐκείνου κα^κί^α_. | οὐδὲν ὤνησεν ἡ ἐκείνου κακία. |
ἡ γὰ^ρ τῶν ἀ^δελφῶν ὁμόνοια^ τὸν τῆς εἰρήνης ἡγήσα^το λόγον. | ἡ γὰρ τῶν ἀδελφῶν ὁμόνοια τὸν τῆς εἰρήνης ἡγήσατο λόγον. |
χριστὸς γά^ρ ἐστι^ν ἡ εἰρήνη ἡμῶν. | χριστὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν. |
εἰρήνη χριστοῦ βραβευέτω ἐν ταῖς κα^ρδί^αις ἡμῶν. | εἰρήνη χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ἡμῶν. |
προσέχετε δὲ μετὰ^ ἀ^σφα^λεία_ς πῶς ὁ θεὸς τὸ κάλλος τῆς εἰρήνης ἁπλοῖ καὶ δείκνυ_σι^ν αὐτὴν καὶ ἐν προφήταις ἀκμάζουσα^ν καὶ ἐν ἀ^ποστόλοις λάμπουσα^ν καὶ ἐν μάρτυ^σι^ χορεύουσα^ν. | προσέχετε δὲ μετὰ ἀσφαλείας πῶς ὁ θεὸς τὸ κάλλος τῆς εἰρήνης ἁπλοῖ καὶ δείκνυσιν αὐτὴν καὶ ἐν προφήταις ἀκμάζουσαν καὶ ἐν ἀποστόλοις λάμπουσαν καὶ ἐν μάρτυσι χορεύουσαν. |
ἔξω εἰρήνης δυ^να^τὸν συστῆναι μή τε τῶν ἐν οὐρανῷ, μή τε τῶν ἐπὶ^ γῆς. | ἔξω εἰρήνης δυνατὸν συστῆναι μή τε τῶν ἐν οὐρανῷ, μή τε τῶν ἐπὶ γῆς. |
εἰρήνη νόμου στόμα^. | εἰρήνη νόμου στόμα. |
εἰρήνη προφητῶν γλῶσσα^. | εἰρήνη προφητῶν γλῶσσα. |
εἰρήνη ἀ^ποστόλων δι^δα^σκα^λί^α_. | εἰρήνη ἀποστόλων διδασκαλία. |
εἰρήνη μα^ρτύ^ρων καὶ προφητῶν ἐπι^θυ_μί^α_. | εἰρήνη μαρτύρων καὶ προφητῶν ἐπιθυμία. |
τίς ἐπι^θυ_μί^α_ τῶν προφητῶν; | τίς ἐπιθυμία τῶν προφητῶν; |
κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. | κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. |
ἐδέξα^το τὴν δέησι^ν ὁ βα^σι^λεύς. | ἐδέξατο τὴν δέησιν ὁ βασιλεύς. |
ἔδει αὐτὸν ὑποσημειώσασθαι τὴν δέησι^ν καὶ τῇ ἐπιγρα^φῇ οἰκείως ἀ^ποκρι^θῆναι πρὸς τὴν δέησι^ν. | ἔδει αὐτὸν ὑποσημειώσασθαι τὴν δέησιν καὶ τῇ ἐπιγραφῇ οἰκείως ἀποκριθῆναι πρὸς τὴν δέησιν. |
τί^ θέλετε, φησί^ν, ἄνθρωποι, εὐσεβεία_ς σύντροφοι; | τί θέλετε, φησίν, ἄνθρωποι, εὐσεβείας σύντροφοι; |
κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. | κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. |
δί^δωμι^ τὴν χά^ρι^ν, ὑποσημειοῦμαι καὶ ἀντιγρά^φω. | δίδωμι τὴν χάριν, ὑποσημειοῦμαι καὶ ἀντιγράφω. |
ὑπεσημειώσατο ὁ βα^σι^λεὺς δι' ἑαυτοῦ. | ὑπεσημειώσατο ὁ βασιλεὺς δι' ἑαυτοῦ. |
πληρῶ ὑ_μῶν τὴν δέησι^ν. | πληρῶ ὑμῶν τὴν δέησιν. |
τῶν προφητῶν λεγόντων· | τῶν προφητῶν λεγόντων· |
κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, τί^ οὖν δι^ὰ^ τῆς εὐαγγελικῆς αὐτοῖς ἀ^ποκρί_νεται χά^ρι^τος; | κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, τί οὖν διὰ τῆς εὐαγγελικῆς αὐτοῖς ἀποκρίνεται χάριτος; |
εἰρήνην τὴν ἐμὴν δί^δωμι^ ὑ_μῖν· | εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· |
εἰρήνην τὴν ἐμὴν ἀ^φί_ημι^ ὑ_μῖν. | εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. |
δι^ὰ^ τί^ δί^δωμι^; | διὰ τί δίδωμι; |
δι^ὰ^ τί^ ἀ^φί_ημι^; | διὰ τί ἀφίημι; |
ἐπειδὴ καὶ θεωρεῖται πᾶς ὁ τοῦ χριστοῦ δοῦλος. | ἐπειδὴ καὶ θεωρεῖται πᾶς ὁ τοῦ χριστοῦ δοῦλος. |
δὲ κα^τὰ^ σάρκα^, μένων κα^τὰ^ θεότητα^. | δὲ κατὰ σάρκα, μένων κατὰ θεότητα. |
εἶπεν καὶ ἀ^φί_ημι^ καὶ δί^δωμι^. | εἶπεν καὶ ἀφίημι καὶ δίδωμι. |
ἀφίημι ὡς ἀναλαμβανόμενος· | ἀφίημι ὡς ἀναλαμβανόμενος· |
δίδωμι ὡς συ^μπολιτευόμενος. | δίδωμι ὡς συμπολιτευόμενος. |
εἰρήνη δὲ ὑ^πογέγρα^πται σύνθεμα^ τοῦ δρόμου τῶν ἀ^ποστόλων. | εἰρήνη δὲ ὑπογέγραπται σύνθεμα τοῦ δρόμου τῶν ἀποστόλων. |
ὡσπερ γὰ^ρ συνθέματα^ δημόσι^ου δρόμου, ἐὰ^ν μὴ βα^σι^λι^κῇ σφραγισθέντα^ χειρί^, ἀβέβαια^· | ὡσπερ γὰρ συνθέματα δημόσιου δρόμου, ἐὰν μὴ βασιλικῇ σφραγισθέντα χειρί, ἀβέβαια· |
οὕτως ὁ δρόμος τῶν ἀ^ποστόλων, εἰ μὴ ἔλα^βεν εἰρήνης, οὐκ ἂ^ν ἴσχυ_σεν δι^ελθεῖν τὸν κόσμον πολέμου γέμοντα^. | οὕτως ὁ δρόμος τῶν ἀποστόλων, εἰ μὴ ἔλαβεν εἰρήνης, οὐκ ἂν ἴσχυσεν διελθεῖν τὸν κόσμον πολέμου γέμοντα. |
οἷον οὖν ἐστι^ τὸ τῆς εἰρήνης σύνθεμα^ ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ^ ἀ^γα^θά^, τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ^ ἀ^γα^θά^. | οἷον οὖν ἐστι τὸ τῆς εἰρήνης σύνθεμα ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά, τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. |
εἶδες τὸ τῆς εἰρήνης σύνθεμα^; | εἶδες τὸ τῆς εἰρήνης σύνθεμα; |
ἄκουε καὶ τοῦ εὐαγγελι^κοῦ λόγου τὸ προοίμιον. | ἄκουε καὶ τοῦ εὐαγγελικοῦ λόγου τὸ προοίμιον. |
εὐαγγελικοῦ λόγου προοίμιον εἰρήνη. | εὐαγγελικοῦ λόγου προοίμιον εἰρήνη. |
ἄκουε τοῦ σωτῆρος λέγοντος· | ἄκουε τοῦ σωτῆρος λέγοντος· |
εἰς δ' ἂ_ν πόλι^ν ἢ οἰκί^α_ν εἰσέλθητε, λέγετε εἰρήνη τῷ οἴκῳ τούτῳ. | εἰς δ' ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, λέγετε εἰρήνη τῷ οἴκῳ τούτῳ. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.