macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
εἷς κύ_ρι^ος.
εἷς κύριος.
εἰ εἷς κύ_ρι^ος, πῶς κύ_ρι^ος καὶ κύ_ρι^ος;
εἰ εἷς κύριος, πῶς κύριος καὶ κύριος;
δηλονότι μί^α^ ἡ κυ_ριότης.
δηλονότι μία ἡ κυριότης.
οὕτω καὶ εἷς θεὸς, ἡμῖν δὲ εἷς θεὸς ὁ πα^τήρ, ἐξ οὗ τὰ^ πά^ντα^, καὶ εἷς κύ_ρι^ος ἰησοῦς χριστός, δι' οὗ τὰ πάντα.
οὕτω καὶ εἷς θεὸς, ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος ἰησοῦς χριστός, δι' οὗ τὰ πάντα.
ἆρα οὖν φησι^ τὸν μὲν πα^τέρα^ θεὸν εἶπε, τὸν δὲ υἱὸν κύριον.
ἆρα οὖν φησι τὸν μὲν πατέρα θεὸν εἶπε, τὸν δὲ υἱὸν κύριον.
ἴδωμεν, ἀ^δελφοί, ἴδωμεν, παρακαλῶ, εἰ τὸ κύ_ρι^ος δεύτερον ὄνομά^ ἐστι^ τῆς θεϊ^κῆς ἀ^ξί^α_ς καὶ οὐκ ἀ^ληθῶς καὶ πρῶτον καὶ ἁρμόζων ἐστὶ^ καὶ ὑ^πὸ τῆς ἁγί^α_ς γρα^φῆς μεμα^ρτυ^ρημένον.
ἴδωμεν, ἀδελφοί, ἴδωμεν, παρακαλῶ, εἰ τὸ κύριος δεύτερον ὄνομά ἐστι τῆς θεϊκῆς ἀξίας καὶ οὐκ ἀληθῶς καὶ πρῶτον καὶ ἁρμόζων ἐστὶ καὶ ὑπὸ τῆς ἁγίας γραφῆς μεμαρτυρημένον.
ἀναγκαῖον γὰ^ρ ὄντως καὶ ἡμᾶς εἰπεῖν μετὰ^ σπουδῆς καὶ ὑ_μεῖς ἀ^κοῦσαι μετὰ^ προθυμία_ς καὶ ἐκείνους παιδευθῆναι μετὰ ἀ^ληθεία_ς.
ἀναγκαῖον γὰρ ὄντως καὶ ἡμᾶς εἰπεῖν μετὰ σπουδῆς καὶ ὑμεῖς ἀκοῦσαι μετὰ προθυμίας καὶ ἐκείνους παιδευθῆναι μετὰ ἀληθείας.
τίς οὖν ἡμῖν μα^ρτυ^ρήσει λόγος, ὅτι^ τὸ κύ_ρι^ος ὄνομα^ καὶ πρῶτόν ἐστι^ καὶ τῆς μεγαλοπρεποῦς δόξης ἴ^δι^ον;
τίς οὖν ἡμῖν μαρτυρήσει λόγος, ὅτι τὸ κύριος ὄνομα καὶ πρῶτόν ἐστι καὶ τῆς μεγαλοπρεποῦς δόξης ἴδιον;
αἰσχυνθήτωσαν καὶ ταραχθήτωσα^ν εἰς τὸν αἰῶνα^ τοῦ αἰῶνος·
αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
καὶ ἐντραπήτωσα^ν καὶ ἀ^πολέσθωσα^ν.
καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν.
καὶ γνώτωσα^ν ὅτι ὄνομά^ σοι κύ_ρι^ος.
καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος.
ἐνδέχεται τὸν ἐχθρὸν εἰπεῖν περὶ^ τοῦ σωτῆρος λόγου·
ἐνδέχεται τὸν ἐχθρὸν εἰπεῖν περὶ τοῦ σωτῆρος λόγου·
ὄνομα^ γὰ^ρ τοῦ χριστοῦ κύ_ρι^ος·
ὄνομα γὰρ τοῦ χριστοῦ κύριος·
ὄνομα^ τοῦ πατρὸς θεός.
ὄνομα τοῦ πατρὸς θεός.
πάλιν ὅρον ἀ^παιτῶ τῶν προκειμένων.
πάλιν ὅρον ἀπαιτῶ τῶν προκειμένων.
τῶν αἱρετι^κῶν στοιχεῖς τῷ λόγῳ;
τῶν αἱρετικῶν στοιχεῖς τῷ λόγῳ;
ἐμμένεις ταῖς συνθήκαις;
ἐμμένεις ταῖς συνθήκαις;
φοβοῦμαι γά^ρ σου τὸ πα^λίμβολον.
φοβοῦμαι γάρ σου τὸ παλίμβολον.
ὅταν ἐλεγχθῇς καὶ ἐκ ταύτης τῆς ἀ^ληθεία_ς προσφύγῃς ἑτέρᾳ θεωρί^ᾳ, κ ἂ_ν ἐκεῖ συλληφθῇς, φεύγεις εἰς ἕτερον ἀγνωμοσύνης στοιχεῖον, δέον μὴ φεύγειν ἀ^λήθεια^ν λάμπουσα^ν, φωτίζουσα^ν.
ὅταν ἐλεγχθῇς καὶ ἐκ ταύτης τῆς ἀληθείας προσφύγῃς ἑτέρᾳ θεωρίᾳ, κ ἂν ἐκεῖ συλληφθῇς, φεύγεις εἰς ἕτερον ἀγνωμοσύνης στοιχεῖον, δέον μὴ φεύγειν ἀλήθειαν λάμπουσαν, φωτίζουσαν.
οὐκ ἐλαύνει γὰ^ρ φωτίζουσα^, ἀλλὰ γὰ^ρ φεύγει ὁ ἀσεβὴς μηδενὸς δι^ώκοντος.
οὐκ ἐλαύνει γὰρ φωτίζουσα, ἀλλὰ γὰρ φεύγει ὁ ἀσεβὴς μηδενὸς διώκοντος.
ἡμεῖς δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν.
ἡμεῖς δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν.
γνώτωσαν, ὅτι ὄνομά^ σοι κύριος.
γνώτωσαν, ὅτι ὄνομά σοι κύριος.
εἰ τοῦ πατρὸς μέμνηται, οὐκοῦν μά^θε ὅτι ὄνομα^ τοῦ πατρὸς κύριος.
εἰ τοῦ πατρὸς μέμνηται, οὐκοῦν μάθε ὅτι ὄνομα τοῦ πατρὸς κύριος.
καὶ εἰ τοῦ πατρὸς ὄνομα^ κύ_ρι^ός ἐστι^, εἷς κύριος ἰησοῦς χριστός.
καὶ εἰ τοῦ πατρὸς ὄνομα κύριός ἐστι, εἷς κύριος ἰησοῦς χριστός.
ἀλλὰ^ κύ_ρι^ος ὁ πα^τήρ, κύ_ρι^ος ὁ υἱός.
ἀλλὰ κύριος ὁ πατήρ, κύριος ὁ υἱός.
οὐκοῦν ὡς κοινωνὸς τοῦ ὀνόμα^τος κοινωνὸς καὶ τῆς ἀ^ξί^α_ς.
οὐκοῦν ὡς κοινωνὸς τοῦ ὀνόματος κοινωνὸς καὶ τῆς ἀξίας.
ἀλλ' ὁ ἰουδαῖος πα^ραιτεῖται εἰπεῖν, ὅτι^ οὐ περὶ^ τοῦ πατρὸς εἶπεν, ἵ^να_ τὸ κύ_ρι^ος τῷ υἱῷ ἁρμόσα_ς, τηρήσῃ τῷ πατρὶ^ τὸ θεός.
ἀλλ' ὁ ἰουδαῖος παραιτεῖται εἰπεῖν, ὅτι οὐ περὶ τοῦ πατρὸς εἶπεν, ἵνα τὸ κύριος τῷ υἱῷ ἁρμόσας, τηρήσῃ τῷ πατρὶ τὸ θεός.
δέχομαι τὸν ὅρον καὶ τὴν συνθήκην.
δέχομαι τὸν ὅρον καὶ τὴν συνθήκην.
οὐ μερίζω τὴν ἀ^ξί^α_ν τῶν ὀνομά^των, ὡς πολλά^κι^ς ἔφθην εἰπών, τῆς προσκυνητῆς τριά^δος, ὅτι^ ἡ ἐκκλησί^α_ ἀμέρι^στον ἔχει τὴν δόξα^ν.
οὐ μερίζω τὴν ἀξίαν τῶν ὀνομάτων, ὡς πολλάκις ἔφθην εἰπών, τῆς προσκυνητῆς τριάδος, ὅτι ἡ ἐκκλησία ἀμέριστον ἔχει τὴν δόξαν.
τῇ δὲ σῇ τα^λαιπωρίᾳ συγκαταβαίνω, καὶ λέγω·
τῇ δὲ σῇ ταλαιπωρίᾳ συγκαταβαίνω, καὶ λέγω·
δεδόσθω·
δεδόσθω·
γνώτωσα^ν, ὅτι^ ὄνομά^ σοι κύ_ρι^ος.
γνώτωσαν, ὅτι ὄνομά σοι κύριος.
τί^ οὖν ποιεῖς τῷ ἐπα^γομένῳ ῥήμα^τι^·
τί οὖν ποιεῖς τῷ ἐπαγομένῳ ῥήματι·
σὺ μόνος ὕψιστος ἐπὶ^ πᾶσα^ν τὴν γῆν;
σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν;
ἄ^ρα^ κα^τὰ^ τὴν σὴν ἀσθένεια^ν καὶ κα^τὰ^ τὴν δι^δασκαλί^α_ν, οὐκέτι^ πα^τὴρ ὁ ὕψιστος, δι^ό^τι^ μόνος ὕψιστος ὁ υἱός.
ἄρα κατὰ τὴν σὴν ἀσθένειαν καὶ κατὰ τὴν διδασκαλίαν, οὐκέτι πατὴρ ὁ ὕψιστος, διότι μόνος ὕψιστος ὁ υἱός.
ἐνταῦθα, ἀ^δελφοί, οὐ κύ_μα^τα^ θα^λάσσης ἐστὶ^ν, ἵ^να_ συμπνίξῃ, ἀλλ' ἀγάπης κύ_μα^τα^, ἵ^να_ ἁγιάσῃ.
ἐνταῦθα, ἀδελφοί, οὐ κύματα θαλάσσης ἐστὶν, ἵνα συμπνίξῃ, ἀλλ' ἀγάπης κύματα, ἵνα ἁγιάσῃ.
πλὴν χριστοῦ φθεγγομένου καὶ κηρυττομένου, ἡσυ^χί^α_ τὸ σκά^φος τοῦτο τὸ θεοφιλὲς ἀ^γέτω.
πλὴν χριστοῦ φθεγγομένου καὶ κηρυττομένου, ἡσυχία τὸ σκάφος τοῦτο τὸ θεοφιλὲς ἀγέτω.
ἄτοπον γὰ^ρ τὴν μὲν θά^λα^σσα^ν θεασαμένην τὰ^ ἴχνη τοῦ δεσπότου καὶ ἀ^κούσα_σα^ν σι^ώπα_, πεφί_μωσο, αἰδεσθῆναι τὴν αὐθεντίαν, τὴν δὲ ἐκκλησί^α_ν μὴ πεισθῆναι τῷ ἑαυτῆς νυμφί^ῳ τὰ^ ῥήμα^τα^ τῆς ζωῆς φθεγγομένῳ καὶ θεία_ν ὡς ἀ^ληθῶς χά^ρι^ν ἐπὶ^ τῶν χειλέων ἔχοντι^·
ἄτοπον γὰρ τὴν μὲν θάλασσαν θεασαμένην τὰ ἴχνη τοῦ δεσπότου καὶ ἀκούσασαν σιώπα, πεφίμωσο, αἰδεσθῆναι τὴν αὐθεντίαν, τὴν δὲ ἐκκλησίαν μὴ πεισθῆναι τῷ ἑαυτῆς νυμφίῳ τὰ ῥήματα τῆς ζωῆς φθεγγομένῳ καὶ θείαν ὡς ἀληθῶς χάριν ἐπὶ τῶν χειλέων ἔχοντι·
ἐξεχύθη γὰ^ρ χά^ρι^ς ἐν χείλεσί^ σου.
ἐξεχύθη γὰρ χάρις ἐν χείλεσί σου.
ἀλλ' ἐπὶ^ τὸ προκείμενον ἐπανέλθωμεν.
ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
γνώτωσα^ν, ὅτι^ ὄνομά^ σοι κύ_ρι^ος.
γνώτωσαν, ὅτι ὄνομά σοι κύριος.
ὃ θέλεις, ἐπίλεξαι, οὐχ ὡς ἐν τῇ σῇ ἐξουσί^ᾳ τῆς ἐκλογῆς κειμένης.
ὃ θέλεις, ἐπίλεξαι, οὐχ ὡς ἐν τῇ σῇ ἐξουσίᾳ τῆς ἐκλογῆς κειμένης.
οὐδὲ γὰ^ρ ὅτε ἰησοῦς ὁ τοῦ ναυῆ εἶπε πρὸς τὸν λαόν·
οὐδὲ γὰρ ὅτε ἰησοῦς ὁ τοῦ ναυῆ εἶπε πρὸς τὸν λαόν·
ἐκλέξασθε ὑ_μῖν πρὸς τὴν σήμερον τί^νι^ λατρεύσα^τε ἢ τοῖς θεοῖς, οἷς ἐλάτρευσα^ν οἱ πα^τέρες ὑ_μῶν ἢ κυ_ρί^ῳ τῷ θεῷ ἡμῶν, οὐ πάντως ἐν τῇ ἐξουσί^ᾳ τῶν ἀνθρώπων ἔδωκε τὴν ἐκλογήν, ἀλλ' ἵ^να_ δείξῃ ὅτι^ τῇ προαιρέσει τῶν ἀγα^πώντων τὸν θεὸν ἀ^κολουθεῖ ἡ εὐσέβεια^.
ἐκλέξασθε ὑμῖν πρὸς τὴν σήμερον τίνι λατρεύσατε ἢ τοῖς θεοῖς, οἷς ἐλάτρευσαν οἱ πατέρες ὑμῶν ἢ κυρίῳ τῷ θεῷ ἡμῶν, οὐ πάντως ἐν τῇ ἐξουσίᾳ τῶν ἀνθρώπων ἔδωκε τὴν ἐκλογήν, ἀλλ' ἵνα δείξῃ ὅτι τῇ προαιρέσει τῶν ἀγαπώντων τὸν θεὸν ἀκολουθεῖ ἡ εὐσέβεια.
καὶ ἀλλαχοῦ ὁ αὐτός·
καὶ ἀλλαχοῦ ὁ αὐτός·
μάρτυρες ὑ_μεῖς καθ' ἑαυτῶν ὅτι^ ὑ_μεῖς ἐξελέξασθε τὸν κύ_ρι^ον λατρεύειν αὐτῷ.
μάρτυρες ὑμεῖς καθ' ἑαυτῶν ὅτι ὑμεῖς ἐξελέξασθε τὸν κύριον λατρεύειν αὐτῷ.
ὥσπερ ἐκεῖ ἡ ἐκλογὴ τοῦ θεοῦ τὴν ἀ^ξί^α_ν οὐχ ὕβρι^σεν, ἀλλὰ^ τὴν προαίρεσι^ν τῶν εὐσεβούντων ἔδειξεν, οὕτω καὶ νῦν, ἐὰ^ν δῶ τῇ προαιρέσει τὴν ἐκλογήν, οὐ τὴν ἀ^ξί^α_ν ὑβρίζω, ἀλλὰ^ τὴν προαίρεσι^ν δοκι^μάζω.
ὥσπερ ἐκεῖ ἡ ἐκλογὴ τοῦ θεοῦ τὴν ἀξίαν οὐχ ὕβρισεν, ἀλλὰ τὴν προαίρεσιν τῶν εὐσεβούντων ἔδειξεν, οὕτω καὶ νῦν, ἐὰν δῶ τῇ προαιρέσει τὴν ἐκλογήν, οὐ τὴν ἀξίαν ὑβρίζω, ἀλλὰ τὴν προαίρεσιν δοκιμάζω.
τὸ γνώτωσαν ὅτι^ ὄνομά^ σοι κύ_ρι^ος ἄ^ρα^ περὶ^ πατρὸς εἴρηται ἢ περὶ^ υἱοῦ;
τὸ γνώτωσαν ὅτι ὄνομά σοι κύριος ἄρα περὶ πατρὸς εἴρηται ἢ περὶ υἱοῦ;
εἰ μὲν γὰ^ρ περὶ^ πατρὸς καὶ ὄνομα^ τοῦ πατρὸς κύ_ρι^ος, ὄνομα^ καὶ τοῦ υἱοῦ κύ_ρι^ος.
εἰ μὲν γὰρ περὶ πατρὸς καὶ ὄνομα τοῦ πατρὸς κύριος, ὄνομα καὶ τοῦ υἱοῦ κύριος.
εἷς γὰ^ρ κύ_ρι^ος ἰησοῦς χριστὸς, δι' οὗ τὰ^ πά^ντα^.
εἷς γὰρ κύριος ἰησοῦς χριστὸς, δι' οὗ τὰ πάντα.
ἄρα τὸ ἀξί^ωμα^ ὥσπερ κοινὸν καὶ τὸ ὄνομα^.
ἄρα τὸ ἀξίωμα ὥσπερ κοινὸν καὶ τὸ ὄνομα.
ἀλλὰ^ τοῦ υἱοῦ ὄνομα^ τὸ κύ_ρι^ος.
ἀλλὰ τοῦ υἱοῦ ὄνομα τὸ κύριος.
αὐτὸς οὖν μόνος κύ_ρι^ος ὁ υἱός.
αὐτὸς οὖν μόνος κύριος ὁ υἱός.
σὺ γὰ^ρ εἶ μόνος ὕψιστος ἐπὶ^ πᾶσα^ν τὴν γῆν.
σὺ γὰρ εἶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
ἄρα οὖν, ὅτε εἷς καὶ μόνος κύ_ρι^ος ὁ υἱός, ἀ^λλότρι^ος τῆς κυριότητος ὁ πα^τήρ;
ἄρα οὖν, ὅτε εἷς καὶ μόνος κύριος ὁ υἱός, ἀλλότριος τῆς κυριότητος ὁ πατήρ;
μὴ γένοιτο.
μὴ γένοιτο.
οὐδὲ γὰ^ρ ὁ πα^τὴρ ὅτε κηρύσσεται μόνος εἷς ὁ θεός, ἐκβάλλεται ὁ υἱὸς τῆς θεότητος.
οὐδὲ γὰρ ὁ πατὴρ ὅτε κηρύσσεται μόνος εἷς ὁ θεός, ἐκβάλλεται ὁ υἱὸς τῆς θεότητος.
ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος.
ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος.
οὔτε οὖν τὸ θεὸς ὁ πα^τήρ ἀ^φορί^ζει τὸν υἱὸν τῆς θεότητος.
οὔτε οὖν τὸ θεὸς ὁ πατήρ ἀφορίζει τὸν υἱὸν τῆς θεότητος.
καὶ γὰ^ρ θεὸς ὁ λόγος.
καὶ γὰρ θεὸς ὁ λόγος.
οὔτε μὴν ὁ υἱός, ὅτα^ν λέγηται εἷς κύ_ρι^ος, ἀ^λλότρι^ον δείκνυ_σι^ τὸν πα^τέρα^ τῆς κυριότητος.
οὔτε μὴν ὁ υἱός, ὅταν λέγηται εἷς κύριος, ἀλλότριον δείκνυσι τὸν πατέρα τῆς κυριότητος.
εἶπε γὰ^ρ ὁ κύ_ρι^ος τῷ κυ_ρί^ῳ μου·
εἶπε γὰρ ὁ κύριος τῷ κυρίῳ μου·
κάθου ἐκ δεξι^ῶν μου.
κάθου ἐκ δεξιῶν μου.
κύ_ρι^ος οὖν ὁ πα^τήρ, κύ_ρι^ος ὁ υἱός, κύ_ρι^ος τὸ πνεῦμα^ τὸ ἅ^γι^ον.
κύριος οὖν ὁ πατήρ, κύριος ὁ υἱός, κύριος τὸ πνεῦμα τὸ ἅγιον.
ὁ γὰ^ρ κύ_ρι^ος τὸ πνεῦμά^ ἐστι^ν.
ὁ γὰρ κύριος τὸ πνεῦμά ἐστιν.
ἀλλὰ^ πά^λι^ν ὁ αἱρετι^κὸς πα^ροξύ_νεται ἀνακύψας καὶ κύ_ρι^ον ἀ^κούσα_ς τὸ πνεῦμα^ τὸ ἅ^γι^ον διαρρήγνυται.
ἀλλὰ πάλιν ὁ αἱρετικὸς παροξύνεται ἀνακύψας καὶ κύριον ἀκούσας τὸ πνεῦμα τὸ ἅγιον διαρρήγνυται.
καὶ πῶς, φησί^, τὸ πᾶν κύ_ρι^ος, ὁπότε δι^ὰ^ τοῦ προφήτου δαυὶδ φθεγγόμενον ἀ^νυμνεῖ τὸν υἱὸν λέγον·
καὶ πῶς, φησί, τὸ πᾶν κύριος, ὁπότε διὰ τοῦ προφήτου δαυὶδ φθεγγόμενον ἀνυμνεῖ τὸν υἱὸν λέγον·
εἶπεν ὁ κύ_ρι^ος τῷ κυ_ρί^ῳ μου;
εἶπεν ὁ κύριος τῷ κυρίῳ μου;
ὁρᾷς, φησί^, τὸ πνεῦμα^ τὸ λα^λοῦν δι^ὰ^ τοῦ προφήτου ὁμολογεῖν κύ_ρι^ον ἑαυτοῦ καὶ τὸν πα^τέρα^ καὶ τὸν υἱόν;
ὁρᾷς, φησί, τὸ πνεῦμα τὸ λαλοῦν διὰ τοῦ προφήτου ὁμολογεῖν κύριον ἑαυτοῦ καὶ τὸν πατέρα καὶ τὸν υἱόν;
τί^ οὖν, ἀ^δελφοί;
τί οὖν, ἀδελφοί;
ἵ^να_ μὴ πλεῖον ἡ λέξι^ς προσενεχθεῖσα^ ἀ^μφί^βολος γένηται τοῖς ἀκροαταῖς ἐπ' αὐτὴν ἥξω τὴν ἐξέτασι^ν τοῦ λογου, πᾶσα^ν ὑ_μῖν ἀναπτύξω τῆς λέξεως τὴν θεωρί^α_ν.
ἵνα μὴ πλεῖον ἡ λέξις προσενεχθεῖσα ἀμφίβολος γένηται τοῖς ἀκροαταῖς ἐπ' αὐτὴν ἥξω τὴν ἐξέτασιν τοῦ λογου, πᾶσαν ὑμῖν ἀναπτύξω τῆς λέξεως τὴν θεωρίαν.
ὁ σωτήρ ποτε τῇ ἰουδαίων συ^ναγωγῇ προσδιαλεγόμενος καὶ δοκιμάζων, ἣν ἔχουσι^ περὶ^ αὐτοῦ δόξα^ν καὶ ὑπόληψι^ν οἱ πολλοί, λέγει πρὸς αὐτούς·
ὁ σωτήρ ποτε τῇ ἰουδαίων συναγωγῇ προσδιαλεγόμενος καὶ δοκιμάζων, ἣν ἔχουσι περὶ αὐτοῦ δόξαν καὶ ὑπόληψιν οἱ πολλοί, λέγει πρὸς αὐτούς·
τίνα λέγετε εἶναι τὸν χριστόν;
τίνα λέγετε εἶναι τὸν χριστόν;
τί^νος ἐστὶ^ν ὁ υἱός;
τίνος ἐστὶν ὁ υἱός;
λέγουσιν οἱ γραμμα^τεῖς καὶ οἱ φαρισαῖοι·
λέγουσιν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι·
τοῦ δαυίδ.
τοῦ δαυίδ.
εἶτα κύ_ρι^ος ἀντιτιθεὶς αὐτῶν τῇ ὑπονοίᾳ, πά^λι^ν ἐπήγαγε·
εἶτα κύριος ἀντιτιθεὶς αὐτῶν τῇ ὑπονοίᾳ, πάλιν ἐπήγαγε·
καὶ πῶς δαυὶδ ἐν πνεύμα^τι^ ἁ^γί^ῳ κα^λεῖ αὐτὸν κύ_ρι^ον;
καὶ πῶς δαυὶδ ἐν πνεύματι ἁγίῳ καλεῖ αὐτὸν κύριον;
εἶπε γὰ^ρ ὁ κύ_ρι^ος τῷ κυ_ρί^ῳ μου·
εἶπε γὰρ ὁ κύριος τῷ κυρίῳ μου·
κάθου ἐκ δεξι^ῶν μου.
κάθου ἐκ δεξιῶν μου.
τὸ δὲ ἐν πνεύμα^τι^ ἁ^γί^ῳ προσέθηκεν οὐχ, ἵ^να_ τὸ πνεῦμα^ δοῦλον ἀποδείξῃ τοῦ κηρυττομένου χριστοῦ, ἀλλ' ἵ^να_ σα^φῶς πα^ρα^στήσῃ, ὅτι^ ὁ προφήτης ἐν πνεύμα^τι^ ἁ^γί^ῳ τὰ^ μέλλοντα^ προορῶν, ὃ ἤμελλεν υἱὸν κα^τὰ^ σάρκα^ κύ_ρι^ον ὁμολογεῖ κα^τὰ^ ἀ^λήθεια^ν.
τὸ δὲ ἐν πνεύματι ἁγίῳ προσέθηκεν οὐχ, ἵνα τὸ πνεῦμα δοῦλον ἀποδείξῃ τοῦ κηρυττομένου χριστοῦ, ἀλλ' ἵνα σαφῶς παραστήσῃ, ὅτι ὁ προφήτης ἐν πνεύματι ἁγίῳ τὰ μέλλοντα προορῶν, ὃ ἤμελλεν υἱὸν κατὰ σάρκα κύριον ὁμολογεῖ κατὰ ἀλήθειαν.
οὐ γὰ^ρ περὶ^ τοῦ ἁ^γί^ου πνεύμα^τος προέκειτο τῷ κυ_ρί^ῳ ἐξεταζομένῳ, ἀλλὰ^ περὶ^ αὐτοῦ.
οὐ γὰρ περὶ τοῦ ἁγίου πνεύματος προέκειτο τῷ κυρίῳ ἐξεταζομένῳ, ἀλλὰ περὶ αὐτοῦ.
δαυὶδ υἱὸν ἔχει τὸν κύ_ρι^ον ἢ δεσπότην;
δαυὶδ υἱὸν ἔχει τὸν κύριον ἢ δεσπότην;
ἀμέλει γοῦν αὐτὸς ὁ κύ_ρι^ος προαναιρῶν τὴν τῶν αἱρετι^κῶν συκοφαντίαν καὶ φυλάττων ἀκέραιον τοῦ ἁ^γί^ου πνεύμα^τος τὸ ἀξί^ωμα^, τῇ ἐπα^γωγῇ λύ_ει τὴν ἀμφισβήτησι^ν.
ἀμέλει γοῦν αὐτὸς ὁ κύριος προαναιρῶν τὴν τῶν αἱρετικῶν συκοφαντίαν καὶ φυλάττων ἀκέραιον τοῦ ἁγίου πνεύματος τὸ ἀξίωμα, τῇ ἐπαγωγῇ λύει τὴν ἀμφισβήτησιν.
τί^ οὖν φησι^ν;
τί οὖν φησιν;
εἰ οὖν δαυὶδ κα^λεῖ αὐτὸν κύ_ρι^ον, πῶς υἱὸς αὐτοῦ ἐστι^ν;
εἰ οὖν δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;
οὐκ εἶπεν εἰ οὖν τὸ πνεῦμα^ τὸ ἅ^γι^ον κα^λεῖ αὐτὸν κύ_ρι^ον, ἀλλ' εἰ ὁ δαυὶδ κα^λεῖ αὐτὸν κύ_ρι^ον.
οὐκ εἶπεν εἰ οὖν τὸ πνεῦμα τὸ ἅγιον καλεῖ αὐτὸν κύριον, ἀλλ' εἰ ὁ δαυὶδ καλεῖ αὐτὸν κύριον.
δι^ὰ^ τί οὖν προσέθηκε τὸ ἐν πνεύμα^τι^ ἁ^γί^ῳ κα^λεῖ αὐτὸν κύ_ρι^ον;
διὰ τί οὖν προσέθηκε τὸ ἐν πνεύματι ἁγίῳ καλεῖ αὐτὸν κύριον;
ἐπειδὴ τὸ εἰπεῖν περὶ^ χριστοῦ πρὸ τῆς χριστοῦ πα^ρουσί^α_ς οὐκ ἦν σώμα^τος βλέποντος, ἀλλὰ^ πνεύμα^τος ἁ^γί^ου προδεικνύοντος.
ἐπειδὴ τὸ εἰπεῖν περὶ χριστοῦ πρὸ τῆς χριστοῦ παρουσίας οὐκ ἦν σώματος βλέποντος, ἀλλὰ πνεύματος ἁγίου προδεικνύοντος.
οὐδὲ γὰ^ρ ἃ^ ἔβλεπε δαυὶδ ἐκήρυττεν·
οὐδὲ γὰρ ἃ ἔβλεπε δαυὶδ ἐκήρυττεν·
ἀλλ' ἃ^ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ὑ^πέβαλλε, ταῦτα^ δι^ὰ^ τῆς πνευματικῆς ἐκρούετο λύ^ρα_ς.
ἀλλ' ἃ τὸ πνεῦμα τὸ ἅγιον ὑπέβαλλε, ταῦτα διὰ τῆς πνευματικῆς ἐκρούετο λύρας.
δι^ὰ^ τοῦτο τὸ κύ_ρι^ος προσέθηκε·
διὰ τοῦτο τὸ κύριος προσέθηκε·
πῶς οὖν δαυὶδ ἐν πνεύμα^τι^ ἁ^γί^ῳ κα^λεῖ αὐτὸν κύ_ρι^ον;
πῶς οὖν δαυὶδ ἐν πνεύματι ἁγίῳ καλεῖ αὐτὸν κύριον;
ἵ^να_ δὲ μὴ τὴν βλασφημίαν ὁ αἱρετι^κὸς εἰς τὸ ἅ^γι^ον πνεῦμα^ ἑλκύ^σῃ, ἐπήγαγε πά^λι^ν, ὡς ἔφθημεν εἰπόντες·
ἵνα δὲ μὴ τὴν βλασφημίαν ὁ αἱρετικὸς εἰς τὸ ἅγιον πνεῦμα ἑλκύσῃ, ἐπήγαγε πάλιν, ὡς ἔφθημεν εἰπόντες·
εἰ οὖν δαυὶδ κα^λεῖ κύ_ρι^ον, πῶς υἱὸς αὐτοῦ ἐστι^ν;
εἰ οὖν δαυὶδ καλεῖ κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;
οὐκοῦν ὁ δαυὶδ αὐτὸν ἐν πνεύμα^τι^ ἁ^γί^ῳ κα^λεῖ τὸν χριστὸν κύ_ρι^ον.
οὐκοῦν ὁ δαυὶδ αὐτὸν ἐν πνεύματι ἁγίῳ καλεῖ τὸν χριστὸν κύριον.
ἐκεῖνο δὲ προηγουμένως σκοπήσωμεν, ὅτι^ πᾶς προφήτης ἐκ πνεύμα^τος ἁ^γί^ου λα^λεῖ τὰ^ εἰκότα^.
ἐκεῖνο δὲ προηγουμένως σκοπήσωμεν, ὅτι πᾶς προφήτης ἐκ πνεύματος ἁγίου λαλεῖ τὰ εἰκότα.
πάντες γὰ^ρ ὁμολογοῦμεν, ὡς ἐν πνεύμα^τι^ ἁ^γί^ῳ ἐλά^λησα^ν οἱ προφῆται, κα^λῶς τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐλά^λησε πρὸς τοὺς πατέρας ὑ_μῶν δι^ὰ^ τοῦ προφήτου.
πάντες γὰρ ὁμολογοῦμεν, ὡς ἐν πνεύματι ἁγίῳ ἐλάλησαν οἱ προφῆται, καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησε πρὸς τοὺς πατέρας ὑμῶν διὰ τοῦ προφήτου.
καὶ πά^λι^ν κα^θολι^κῶς ὁ θεός·
καὶ πάλιν καθολικῶς ὁ θεός·
ἐκχεῶ ἀ^πὸ τοῦ πνεύμα^τός μου ἐπὶ^ πᾶσα^ν σάρκα^ καὶ προφητεύσουσι^.
ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσι.