macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
τί^ς δώσει πά^ντα^ τὸν λα_ὸν προφήτα_ς εἶναι, ἐν τῷ δοῦναι κύ_ρι^ον τὸ ἅ^γι^ον πνεῦμα^ αὐτοῦ ἐπ' αὐτούς; | τίς δώσει πάντα τὸν λαὸν προφήτας εἶναι, ἐν τῷ δοῦναι κύριον τὸ ἅγιον πνεῦμα αὐτοῦ ἐπ' αὐτούς; |
ἐνταῦθα προσέχωμεν ἀ^κρι_βῶς, πῶς ἡ θεότης δείκνυ^ται τοῦ πνεύμα^τος τοῦ ἁ^γί^ου, οὐχ ὑφ' ἡμῶν ὑψουμένη, ἀλλ' ὑ^πὸ τῆς οἰκεία_ς ἀ^ξί^α_ς κηρυττομένη. | ἐνταῦθα προσέχωμεν ἀκριβῶς, πῶς ἡ θεότης δείκνυται τοῦ πνεύματος τοῦ ἁγίου, οὐχ ὑφ' ἡμῶν ὑψουμένη, ἀλλ' ὑπὸ τῆς οἰκείας ἀξίας κηρυττομένη. |
καί μοι μικρὸν ἐπιτρέψα^τε δι^ὰ^ πεύσεως καὶ ἀποκρίσεως σχηματίσαι τὸ προκείμενον. | καί μοι μικρὸν ἐπιτρέψατε διὰ πεύσεως καὶ ἀποκρίσεως σχηματίσαι τὸ προκείμενον. |
ταῖς γὰ^ρ τοιαύταις ἀ^ντι^θέσεσι^ν εὐμαρεστέρα κα^θί^στα^ται τῶν ἀ^πορουμένων ἡ λύ^σι^ς. | ταῖς γὰρ τοιαύταις ἀντιθέσεσιν εὐμαρεστέρα καθίσταται τῶν ἀπορουμένων ἡ λύσις. |
ἐρωτήσωμεν τοίνυ^ν· | ἐρωτήσωμεν τοίνυν· |
ὁμολογοῦσι^ν ὅτι^ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐλά^λησε δι^ὰ^ τῶν προφητῶν ἢ ἀπειθοῦσι^ν ἔτι^ καὶ ἀμφι^βά^λλουσι^ν; | ὁμολογοῦσιν ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ τῶν προφητῶν ἢ ἀπειθοῦσιν ἔτι καὶ ἀμφιβάλλουσιν; |
εἰ μὲν ἀμφι^βά^λλουσι^, τὸ προειρημένον ὑπομνήσωμεν, πῶς αὐτὸς μα^ρτυ^ρεῖ εκχεῶ ἀ^πὸ τοῦ πνεύμα^τός μου ἐπὶ^ πᾶσα^ν σάρκα^ καὶ προφητεύσουσι^. | εἰ μὲν ἀμφιβάλλουσι, τὸ προειρημένον ὑπομνήσωμεν, πῶς αὐτὸς μαρτυρεῖ εκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσι. |
τὸ πνεῦμα^ γά^ρ ἐστι^ τὸ ἐνεργοῦν τὴν προφητι^κὴν δύ^να^μι^ν. | τὸ πνεῦμα γάρ ἐστι τὸ ἐνεργοῦν τὴν προφητικὴν δύναμιν. |
καὶ τίς δώσει πά^ντα^ τὸν λα_ὸν κυ_ρί^ου προφήτα_ς εἶναι, ἐν τῷ δοῦναι κύ_ρι^ον τὸ πνεῦμα^ αὐτοῦ τὸ ἅ^γι^ον ἐπ' αὐτούς; | καὶ τίς δώσει πάντα τὸν λαὸν κυρίου προφήτας εἶναι, ἐν τῷ δοῦναι κύριον τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον ἐπ' αὐτούς; |
εἰ δὲ ὁμολογοῦσιν ἀ^ληθῶς, ὥσπερ καὶ ἔστι^ν ἀ^ληθῶς, ὅτι^ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐλά^λησεν ἐν τοῖς προφήταις, ἄ^κουε ὡς εὐλογητὸς κύ_ρι^ος ὁ θεὸς τοῦ ἰσραήλ, ὅτι^ ἐπεσκέψα^το καὶ ἐποίησε λύτρωσι^ν τῷ λα_ῷ αὐτοῦ· | εἰ δὲ ὁμολογοῦσιν ἀληθῶς, ὥσπερ καὶ ἔστιν ἀληθῶς, ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν ἐν τοῖς προφήταις, ἄκουε ὡς εὐλογητὸς κύριος ὁ θεὸς τοῦ ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ· |
καὶ ἤγειρε κέρα^ς σωτηρί^α_ς ἡμῖν ἐν οἴκῳ δαυὶδ τοῦ παιδὸς αὐτοῦ· | καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ δαυὶδ τοῦ παιδὸς αὐτοῦ· |
κα^θὼς ἐλά^λησε δι^ὰ^ στόμα^τος τῶν ἁ^γί^ων τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ. | καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ. |
εἰ τοίνυ^ν λα^λήσα_ς δι^ὰ^ στόμα^τος τῶν προφητῶν θεός, ἐλά^λησε δὲ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐν τοῖς προφήταις, πνεῦμα^ γὰ^ρ κυ_ρί^ου ἐλά^λησεν ἐν εμοί. | εἰ τοίνυν λαλήσας διὰ στόματος τῶν προφητῶν θεός, ἐλάλησε δὲ τὸ πνεῦμα τὸ ἅγιον ἐν τοῖς προφήταις, πνεῦμα γὰρ κυρίου ἐλάλησεν ἐν εμοί. |
θεὸς ἄρα καὶ κύ_ρι^ος τὸ πνεῦμα^ τὸ ἅ^γι^ον τὸ δι^ὰ^ τῶν προφητῶν φθεγξά^μενον. | θεὸς ἄρα καὶ κύριος τὸ πνεῦμα τὸ ἅγιον τὸ διὰ τῶν προφητῶν φθεγξάμενον. |
λάβε δέ μοι σα^φῆ τῶν λεγομένων ἀ^πόδειξι^ν. | λάβε δέ μοι σαφῆ τῶν λεγομένων ἀπόδειξιν. |
ἐὰ^ν πάντες προφητεύητε, εἰσέλθῃ δέ τι^ς ἰδι^ώτης ἢ ἄπι^στος, ἐλέγχεται ὑ^πὸ πάντων, ἀ^να^κρί_νεται ὑ^πὸ πάντων, τὰ^ κρυπτὰ^ τῆς κα^ρδί^α_ς αὐτοῦ φανερὰ^ γινεται· | ἐὰν πάντες προφητεύητε, εἰσέλθῃ δέ τις ἰδιώτης ἢ ἄπιστος, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γινεται· |
καὶ οὕτω πεσὼν ἐπὶ^ πρόσωπον αὐτοῦ προσκυ^νήσει, ἀ^πα^γγέλλων, ὅτι^ ὄντως ὁ θεὸς ἐν ὑ_μῖν ἐστι^ν. | καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον αὐτοῦ προσκυνήσει, ἀπαγγέλλων, ὅτι ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν. |
ὁρᾷς ὅτι^ τὸ ἐν τοῖς προφητεύουσι^ πνεῦμα^ θεὸν δι^αρρήδην ἀ^νηγόρευσεν ὁ τῆς εὐσεβεία_ς δι^δά^σκα^λος; | ὁρᾷς ὅτι τὸ ἐν τοῖς προφητεύουσι πνεῦμα θεὸν διαρρήδην ἀνηγόρευσεν ὁ τῆς εὐσεβείας διδάσκαλος; |
τί τοίνυ^ν σκα^νδα^λί^ζῃ περὶ^ τὴν εὐσέβεια^ν, αἱρετι^κέ; | τί τοίνυν σκανδαλίζῃ περὶ τὴν εὐσέβειαν, αἱρετικέ; |
τί συκοφαντεῖς τοῦ πνεύμα^τος τὴν ἀ^ξί^α_ν; | τί συκοφαντεῖς τοῦ πνεύματος τὴν ἀξίαν; |
τί πα^ραβαίνεις τῆς πίστεως τὴν ὁμολογίαν; | τί παραβαίνεις τῆς πίστεως τὴν ὁμολογίαν; |
ἀνάγνωθί σου τὰ_ς συ^νθήκα_ς ἐπὶ^ τῶν μυ^στηρί^ων, πῶς εἶπα^ς· | ἀνάγνωθί σου τὰς συνθήκας ἐπὶ τῶν μυστηρίων, πῶς εἶπας· |
πιστεύω εἰς πα^τέρα^ καὶ υἱὸν καὶ ἅ^γι^ον πνεῦμα^. | πιστεύω εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. |
ὃ ἐπί^στευσα^ς, ἀνεσκεύα^σα^ς; | ὃ ἐπίστευσας, ἀνεσκεύασας; |
ὃ ὡμολόγησα^ς, ἀνέτρεψα^ς; | ὃ ὡμολόγησας, ἀνέτρεψας; |
ὃ κα^θα^ρῶς διεσάφησα^ς, τοῦτο πά^λι^ν ἀσεβῶς ἐθόλωσα^ς; | ὃ καθαρῶς διεσάφησας, τοῦτο πάλιν ἀσεβῶς ἐθόλωσας; |
πολεμεῖς τῇ εἰρήνῃ; | πολεμεῖς τῇ εἰρήνῃ; |
μάχῃ σου ταῖς συνθήκαις; | μάχῃ σου ταῖς συνθήκαις; |
ἀπηρνήσω τὴν πίστι^ν καὶ εἰσά^γεις ζητήσεις; | ἀπηρνήσω τὴν πίστιν καὶ εἰσάγεις ζητήσεις; |
πιστεύοντι, ὁμολογοῦντί^ σοι πα^ρεδόθη τὸ δῶρον καὶ μετὰ^ τὸ δῶρον ἐξορίζεται πί^στι_ς καὶ εἰσάγεται δι^άλεξι^ς; | πιστεύοντι, ὁμολογοῦντί σοι παρεδόθη τὸ δῶρον καὶ μετὰ τὸ δῶρον ἐξορίζεται πίστις καὶ εἰσάγεται διάλεξις; |
μὴ ὕβριζε τὴν ἀ^ξί^α_ν τῆς χά^ρι^τος. | μὴ ὕβριζε τὴν ἀξίαν τῆς χάριτος. |
μὴ παραχάραττε τὰ_ς συ^νθήκα_ς τῆς φοβερᾶς ἐκείνης καὶ φρικώδους μυσταγωγία_ς. | μὴ παραχάραττε τὰς συνθήκας τῆς φοβερᾶς ἐκείνης καὶ φρικώδους μυσταγωγίας. |
ἐν ὀνόμα^τι^ πατρὸς καὶ υἱοῦ καὶ ἁ^γί^ου πνεύμα^τος ὡμολόγησα^ς πιστεύειν· | ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὡμολόγησας πιστεύειν· |
ἐβαπτίσθης ὁμοίως εἰς πα^τέρα^ καὶ υἱὸν καὶ ἅ^γι^ον πνεῦμα^. | ἐβαπτίσθης ὁμοίως εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. |
ἡ εὐλογί^α_ ὁμοίως ἐν ὀνόμα^τι^ πατρὸς καὶ υἱοῦ καὶ ἁ^γί^ου πνεύμα^τος. | ἡ εὐλογία ὁμοίως ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. |
ἡμῖν τὰ^ δῶρα^ πα^ρὰ^ τῆς χά^ρι^τος καὶ παρ' ὑ_μῶν ἡ βλα^σφημί^α_ τῇ χάριτι^; | ἡμῖν τὰ δῶρα παρὰ τῆς χάριτος καὶ παρ' ὑμῶν ἡ βλασφημία τῇ χάριτι; |
παρὰ τοῦ ἁ^γί^ου πνεύμα^τος ἡμῖν ἐλευθερί^α_ καὶ παρ' ὑ_μῶν δουλεία_ τῷ πνεύμα^τι^; | παρὰ τοῦ ἁγίου πνεύματος ἡμῖν ἐλευθερία καὶ παρ' ὑμῶν δουλεία τῷ πνεύματι; |
ὢ τῆς ἀπονοία_ς. | ὢ τῆς ἀπονοίας. |
ὢ τῆς ἀγνωμοσύνης. | ὢ τῆς ἀγνωμοσύνης. |
ἢ τὴν νέα_ν ἀ^πάρνησαι χά^ρι^ν ἢ τὴν πα^λαιὰ_ν αἰδέσθητι^ διαθήκην ἢ παντα^χοῦ πα^ρίστα τῆς ἁγί^α_ς τριά^δος τὴν ὁμοτιμίαν, ὡς πολλά^κι^ς δι^ὰ^ πολλῶν ὑ_μῖν ἐγγρά^φων μα^ρτυ^ρι^ῶν ἀπεδείξα^μεν. | ἢ τὴν νέαν ἀπάρνησαι χάριν ἢ τὴν παλαιὰν αἰδέσθητι διαθήκην ἢ πανταχοῦ παρίστα τῆς ἁγίας τριάδος τὴν ὁμοτιμίαν, ὡς πολλάκις διὰ πολλῶν ὑμῖν ἐγγράφων μαρτυριῶν ἀπεδείξαμεν. |
αἷς καὶ ἑτέρα_ν βούλομαι προσθεῖναι πά^λι^ν ἀ^πόδειξι^ν. | αἷς καὶ ἑτέραν βούλομαι προσθεῖναι πάλιν ἀπόδειξιν. |
προαναπεφώνηται γά^ρ, ὡς πολλά^κι^ς ἔφθην εἰπών, ἐν τῇ πα^λαιᾷ τὰ^ νέα_. | προαναπεφώνηται γάρ, ὡς πολλάκις ἔφθην εἰπών, ἐν τῇ παλαιᾷ τὰ νέα. |
λάλησον τῷ ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· | λάλησον τῷ ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· |
οὕτως εὐλογήσα^τε τοὺς υἱοὺς ἰσραήλ. | οὕτως εὐλογήσατε τοὺς υἱοὺς ἰσραήλ. |
πρόσεχε ἀ^κρι_βῶς. | πρόσεχε ἀκριβῶς. |
ἵ^να_ μή τι^ς ἁπλῶς ὑ^πολα^βὼν νομίζῃ κα^λῶς ἔχειν, προσέταξε τὸ οὕτως, ἵ^να_ μηδεὶς κα^τὰ^ τὴν ἰ^δί^α_ν ἐξουσί^α_ν τὰ_ς εὐλογί^α_ς φέρῃ, ἀλλὰ^ κα^τὰ^ τὸν κανόνα^ τῆς γρα^φῆς τὰ^ πά^ντα^ ποιῇ. | ἵνα μή τις ἁπλῶς ὑπολαβὼν νομίζῃ καλῶς ἔχειν, προσέταξε τὸ οὕτως, ἵνα μηδεὶς κατὰ τὴν ἰδίαν ἐξουσίαν τὰς εὐλογίας φέρῃ, ἀλλὰ κατὰ τὸν κανόνα τῆς γραφῆς τὰ πάντα ποιῇ. |
λέγει· | λέγει· |
οὕτω φησὶ^ν εὐλογήσα^τε. | οὕτω φησὶν εὐλογήσατε. |
οὕτω· | οὕτω· |
πῶς; | πῶς; |
ευλογήσει σε κύ_ρι^ος καὶ φυ^λά^ξει σε. | ευλογήσει σε κύριος καὶ φυλάξει σε. |
καὶ πρόσεχε πῶς παντα^χοῦ τὴν τριάδα μυ^στι^κῶς εἰσά^γει, δι' ἧς καὶ εὐλογί^αι τριπλασιάζονται· | καὶ πρόσεχε πῶς πανταχοῦ τὴν τριάδα μυστικῶς εἰσάγει, δι' ἧς καὶ εὐλογίαι τριπλασιάζονται· |
εὐλογήσει σε κύ_ρι^ος καὶ φυ^λά^ξει σε. | εὐλογήσει σε κύριος καὶ φυλάξει σε. |
ἐπιφανεῖ κύ_ρι^ος τὸ πρόσωπον αὐτοῦ ἐπὶ^ σὲ καὶ εὐλο γήσει σε. | ἐπιφανεῖ κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ εὐλο γήσει σε. |
ἐπάρει κύ_ρι^ος τὸ πρόσωπον αὐτοῦ ἐπὶ^ σὲ καὶ δῴη σοι εἰρήνην. | ἐπάρει κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι εἰρήνην. |
ὅρα_ τὴν τριάδα δι^αρρήδην ἀ^νυμνουμένην. | ὅρα τὴν τριάδα διαρρήδην ἀνυμνουμένην. |
ποία χά^ρι^ς οὐκ ἀ^πὸ πνεύμα^τος ἁ^γί^ου; | ποία χάρις οὐκ ἀπὸ πνεύματος ἁγίου; |
ποῖον δῶρον οὐκ ἐξ ἐκείνου; | ποῖον δῶρον οὐκ ἐξ ἐκείνου; |
ποῖον ἀ^γα^θὸν ἄ^νευ ἐκείνου; | ποῖον ἀγαθὸν ἄνευ ἐκείνου; |
τί δύ^να^ται καὶ ὑπερκόσμιον ἐπι^φανῆναι τοῖς ἀνθρώποις ἄ^νευ πνεύμα^τος ἁ^γί^ου; | τί δύναται καὶ ὑπερκόσμιον ἐπιφανῆναι τοῖς ἀνθρώποις ἄνευ πνεύματος ἁγίου; |
ἐρευνᾶτε τὰ_ς γρα^φὰ_ς καὶ σκοπήσα^τε, ὡς, ὅτα^ν ἡ γρα^φὴ θέλῃ μηνῦσαί τι^ ἢ δεῖξαι τῶν ὑ^πὲρ φύ^σι^ν ἀποτελουμένων, τῇ τοῦ πνεύμα^τος αὐθεντίᾳ τὸ πᾶν ἐπιγρά^φει. | ἐρευνᾶτε τὰς γραφὰς καὶ σκοπήσατε, ὡς, ὅταν ἡ γραφὴ θέλῃ μηνῦσαί τι ἢ δεῖξαι τῶν ὑπὲρ φύσιν ἀποτελουμένων, τῇ τοῦ πνεύματος αὐθεντίᾳ τὸ πᾶν ἐπιγράφει. |
οἷον, σαμψὼν τὸν γενναῖον ἐκεῖνον ἀριστέα^, ὅτε τὰ^ μεγά^λα_ ἐκεῖνα^ καὶ πα^ρά^δοξα^ τῆς ἀ^νδρεία_ς ἐνεδείκνυτο στρα^τηγήμα^τα^, ἡ γρα^φὴ παντα^χοῦ δεικνύ^ουσα^, τὸ πνεῦμα^ τὸ ἅ^γι^ον τῶν στρα^τηγημά^των προέταττεν. | οἷον, σαμψὼν τὸν γενναῖον ἐκεῖνον ἀριστέα, ὅτε τὰ μεγάλα ἐκεῖνα καὶ παράδοξα τῆς ἀνδρείας ἐνεδείκνυτο στρατηγήματα, ἡ γραφὴ πανταχοῦ δεικνύουσα, τὸ πνεῦμα τὸ ἅγιον τῶν στρατηγημάτων προέταττεν. |
ἦλθον, φησί^ν, ἀλλόφυ_λοι ἐπὶ^ τὸν σαμψὼν πολλοὶ καὶ ἀ^να^ρίθμητοι· | ἦλθον, φησίν, ἀλλόφυλοι ἐπὶ τὸν σαμψὼν πολλοὶ καὶ ἀναρίθμητοι· |
καὶ μόνος ἦν ἐκεῖνος· | καὶ μόνος ἦν ἐκεῖνος· |
καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δεδεμένος. | καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δεδεμένος. |
τίς οὖν λύ^σι^ς τῷ δεδεμένῳ; | τίς οὖν λύσις τῷ δεδεμένῳ; |
τίς σωτηρί^α_ τῷ ἀπειλημμένῳ; | τίς σωτηρία τῷ ἀπειλημμένῳ; |
πῶς εἷς περι^γίνεται τῶν πολλων; | πῶς εἷς περιγίνεται τῶν πολλων; |
πνεῦμα^ κυ_ρί^ου κα^τῆλθεν ἐπὶ^ σαμψὼν καὶ ἐφήλα^το ἐπὶ^ τοὺς ἀλλοφύ_λους καὶ εὑρὼν ὄνου σιαγόνα χι_λί^ους ἄ^νδρα^ς διεχειρίσατο. | πνεῦμα κυρίου κατῆλθεν ἐπὶ σαμψὼν καὶ ἐφήλατο ἐπὶ τοὺς ἀλλοφύλους καὶ εὑρὼν ὄνου σιαγόνα χιλίους ἄνδρας διεχειρίσατο. |
καὶ ὅρα_ τῆς θεία_ς γρα^φῆς τὸ σοφόν. | καὶ ὅρα τῆς θείας γραφῆς τὸ σοφόν. |
ἐπειδὴ τοῖς ἀ^πείροις τοῦ ἀνδρὸς ἄπι^στον ἦν τὸ ῥῆμα^, ὅτι^ ὁ δεδεμένος ἐνί_κησεν τοὺς λελυ^μένους καὶ ὁ μόνος τῶν πολλῶν περι^εγένετο, δι^ὸ προέταξε καλῶς· | ἐπειδὴ τοῖς ἀπείροις τοῦ ἀνδρὸς ἄπιστον ἦν τὸ ῥῆμα, ὅτι ὁ δεδεμένος ἐνίκησεν τοὺς λελυμένους καὶ ὁ μόνος τῶν πολλῶν περιεγένετο, διὸ προέταξε καλῶς· |
καὶ πνεῦμα^ κυ_ρί^ου ἐπῆλθεν ἐπὶ^ σαμψὼν καὶ ἔλα^βε σιαγόνα ὄνου καὶ ἀ^νεῖλε χι_λί^ους, ἵν' ὅτα^ν ἀπιστηθῇ διὰ τὴν ἀ^νθρωπί^νην φύ^σι^ν, πιστευθῇ διὰ τὴν τοῦ πνεύμα^τος δύ^να^μι^ν. | καὶ πνεῦμα κυρίου ἐπῆλθεν ἐπὶ σαμψὼν καὶ ἔλαβε σιαγόνα ὄνου καὶ ἀνεῖλε χιλίους, ἵν' ὅταν ἀπιστηθῇ διὰ τὴν ἀνθρωπίνην φύσιν, πιστευθῇ διὰ τὴν τοῦ πνεύματος δύναμιν. |
πῶς δι^ώξεται εἷς χι_λί^ους καὶ δύ^ο μετα^κινήσουσι^ μυ_ρι^ά^δα^ς, εἰ μὴ ὅτι^ κύ_ρι^ος παρέδωκεν αὐτοὺς καὶ ὁ θεὸς ἀ^πέδοτο αὐτούς; | πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὅτι κύριος παρέδωκεν αὐτοὺς καὶ ὁ θεὸς ἀπέδοτο αὐτούς; |
ἀνάγνωθι τὰ_ς γρα^φὰ_ς καὶ εὑρήσεις ἐφ' ἑκάστου στρατηγήμα^τος προτεταγμένην τοῦ πνεύμα^τος τὴν αὐθεντίαν. | ἀνάγνωθι τὰς γραφὰς καὶ εὑρήσεις ἐφ' ἑκάστου στρατηγήματος προτεταγμένην τοῦ πνεύματος τὴν αὐθεντίαν. |
ἦλθον οἱ ἀλλόφυ_λοι καὶ πνεῦμα^ κυ_ρί^ου κα^τῆλθεν ἐπὶ^ σαμψών. | ἦλθον οἱ ἀλλόφυλοι καὶ πνεῦμα κυρίου κατῆλθεν ἐπὶ σαμψών. |
ἐπήδα λέων καὶ διεσπάραξε τὸν λέοντα^ ὡς ἔρι^φον. | ἐπήδα λέων καὶ διεσπάραξε τὸν λέοντα ὡς ἔριφον. |
ἐδέθη σιδηραῖς ἁλύ^σεσι^ καὶ ἡ γυ^νὴ πρὸς αὐτόν· | ἐδέθη σιδηραῖς ἁλύσεσι καὶ ἡ γυνὴ πρὸς αὐτόν· |
ἀλλόφυ_λοι ἐπὶ^ σαμψών. | ἀλλόφυλοι ἐπὶ σαμψών. |
ἀλλὰ πά^λι^ν ἡ γρα^φή· | ἀλλὰ πάλιν ἡ γραφή· |
καὶ πνεῦμα^ κυ_ρί^ου ἦλθεν ἐπὶ^ σαμψὼν καὶ δι^ελύ^θη τὰ^ δεσμά^, ὡς ὅτα^ν στυππί^ον ὀσφρανθῇ πυ_ρός. | καὶ πνεῦμα κυρίου ἦλθεν ἐπὶ σαμψὼν καὶ διελύθη τὰ δεσμά, ὡς ὅταν στυππίον ὀσφρανθῇ πυρός. |
οὐδαμοῦ οὐδεμί^α^ν εἰσῆγεν ἀριστείαν, μὴ προτάξας τοῦ πνεύμα^τος τὴν ἐνέργεια^ν. | οὐδαμοῦ οὐδεμίαν εἰσῆγεν ἀριστείαν, μὴ προτάξας τοῦ πνεύματος τὴν ἐνέργειαν. |
εἶτα ἐπεὶ λοιπὸν ἐγυμνώθη τῆς δυ^νά^μεως, πρόσεχε ἀ^κρι_βῶς, τί παραδέδωκεν ἡ θεία_ γρα^φὴ παντα^χοῦ λέγουσα^ ὅτε ἐστρα^τήγει καὶ ἐνί_κα_, ὅτι^ πνεῦμα^ κυ_ρί^ου ἦλθεν ἐπὶ^ σαμψών. | εἶτα ἐπεὶ λοιπὸν ἐγυμνώθη τῆς δυνάμεως, πρόσεχε ἀκριβῶς, τί παραδέδωκεν ἡ θεία γραφὴ πανταχοῦ λέγουσα ὅτε ἐστρατήγει καὶ ἐνίκα, ὅτι πνεῦμα κυρίου ἦλθεν ἐπὶ σαμψών. |
ὅτε ἐξυρᾶτο τὴν κεφαλήν, προδιδοὺς τῆς χά^ρι^τος τὸ ἐνέχυ^ρον, εὐθέως ἔγρα^φε· | ὅτε ἐξυρᾶτο τὴν κεφαλήν, προδιδοὺς τῆς χάριτος τὸ ἐνέχυρον, εὐθέως ἔγραφε· |
καὶ κύ_ρι^ος ἀπέστη ἀ^πὸ σαμψὼν.. | καὶ κύριος ἀπέστη ἀπὸ σαμψὼν.. |
ὅτε οἱ ἀλλόφυλοι· | ὅτε οἱ ἀλλόφυλοι· |
καὶ πνεῦμα κυ_ρί^ου κα^τῆλθεν ἐπ' αὐτόν. | καὶ πνεῦμα κυρίου κατῆλθεν ἐπ' αὐτόν. |
ὅτε ἀ^νεχώρει, λέγει· | ὅτε ἀνεχώρει, λέγει· |
καὶ κύ_ρι^ος ἀπέστη ἀπ' αὐτοῦ. | καὶ κύριος ἀπέστη ἀπ' αὐτοῦ. |
καὶ εἰκότως. | καὶ εἰκότως. |
ὁ γὰ^ρ κύριος τὸ πνεῦμά^ εστιν. | ὁ γὰρ κύριος τὸ πνεῦμά εστιν. |
οὐ μόνον δὲ ἐν τῇ πα^λαιᾷ ταύτην εὑρήσεις τὴν θεωρί^α_ν, ἀλλὰ καὶ ἐν τοῖς ἀ^ποστόλοις. | οὐ μόνον δὲ ἐν τῇ παλαιᾷ ταύτην εὑρήσεις τὴν θεωρίαν, ἀλλὰ καὶ ἐν τοῖς ἀποστόλοις. |
ὅταν τι^νὰ^ μεγά^λην καὶ ὑπερβά^λλουσν δύ^να^μι^ν κηρύττῃ τὰ^ θεῖα^ λόγι^α^, παντα^χοῦ τοῦ πνεύμα^τος τὴν αὐθεντίαν προτάττει. | ὅταν τινὰ μεγάλην καὶ ὑπερβάλλουσν δύναμιν κηρύττῃ τὰ θεῖα λόγια, πανταχοῦ τοῦ πνεύματος τὴν αὐθεντίαν προτάττει. |
εἰσάγει τὸν παῦλον ἐν τῇ κύπρῳ λόγῳ τι_μωρούμενον τὸν ἐπάρα_τον ἐκεῖνον ἐλύμαν τὸν μά^γον, τὸν κα^τὰ^ τῆς ἀ^ληθεία_ς στρα^τευόμενον καὶ ἐπειδὴ ἔμελλε πρᾶγμα^ δι^ηγεῖσθαι ξένον, ὅρα ὀφθαλμοὺς λόγῳ σβεννυμένους· | εἰσάγει τὸν παῦλον ἐν τῇ κύπρῳ λόγῳ τιμωρούμενον τὸν ἐπάρατον ἐκεῖνον ἐλύμαν τὸν μάγον, τὸν κατὰ τῆς ἀληθείας στρατευόμενον καὶ ἐπειδὴ ἔμελλε πρᾶγμα διηγεῖσθαι ξένον, ὅρα ὀφθαλμοὺς λόγῳ σβεννυμένους· |
ἰδοὺ γά^ρ φησι^ χεὶρ κυ_ρί^ου ἐπὶ^ σὲ καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλι^ον. | ἰδοὺ γάρ φησι χεὶρ κυρίου ἐπὶ σὲ καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον. |
τοῦτο δὲ ὑπερέβαινε τὴν παύλου καὶ πάντων ἀνθρώπων φύ^σι^ν, λέγω δὴ τὸ ἀφα^νί^σαι ὀφθαλμοὺς λόγῳ ἀνθρώπου. | τοῦτο δὲ ὑπερέβαινε τὴν παύλου καὶ πάντων ἀνθρώπων φύσιν, λέγω δὴ τὸ ἀφανίσαι ὀφθαλμοὺς λόγῳ ἀνθρώπου. |
λόγος οὖν ἀνθρώπου οὐ μετα^βά^λλει φύ^σι^ν οὐ δὲ τυφλοῖ τὴν ὄψι^ν. | λόγος οὖν ἀνθρώπου οὐ μεταβάλλει φύσιν οὐ δὲ τυφλοῖ τὴν ὄψιν. |
ἵνα οὖν μὴ ἀποβλέψας εἰς τὰ^ ἀ^νθρώπι^να^ ῥήμα^τα^, ξενισθῇ περὶ^ τὰ^ πρά_γμα^τα^ καὶ νομί^σα_ς πεπλα^νημένον εἶναι τὸ ῥῆμα^, προτάττει πά^λι^ν ἡ γρα^φὴ τοῦ πνεύμα^τος τὴν αὐθεντίαν. | ἵνα οὖν μὴ ἀποβλέψας εἰς τὰ ἀνθρώπινα ῥήματα, ξενισθῇ περὶ τὰ πράγματα καὶ νομίσας πεπλανημένον εἶναι τὸ ῥῆμα, προτάττει πάλιν ἡ γραφὴ τοῦ πνεύματος τὴν αὐθεντίαν. |
τότε δή φησι^ν ὁ παῦλος πνεύμα^τος ἁ^γί^ου πλησθεὶς εἶπε πρὸς αὐτόν. | τότε δή φησιν ὁ παῦλος πνεύματος ἁγίου πλησθεὶς εἶπε πρὸς αὐτόν. |
ἔχεις καὶ ἑτέρα_ν ἀ^πόδειξι^ν πνεύμα^τος, ἐὰν ὑ^πὲρ δύ^να^μι^ν ἰδι^ώτης λα^λήσῃ. | ἔχεις καὶ ἑτέραν ἀπόδειξιν πνεύματος, ἐὰν ὑπὲρ δύναμιν ἰδιώτης λαλήσῃ. |
ἀλλὰ πά^λι^ν ἡ γρα^φὴ τῷ πνεύμα^τι^ τὴν ἐνέργεια^ν ἐπιγρά^φει. | ἀλλὰ πάλιν ἡ γραφὴ τῷ πνεύματι τὴν ἐνέργειαν ἐπιγράφει. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.