macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
οἷον·
οἷον·
καὶ τότε φησὶ^ν ὁ πέτρος πλησθεὶς πνεύμα^τος ἁ^γί^ου εἶπε πρὸς τὸν λαόν·
καὶ τότε φησὶν ὁ πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπε πρὸς τὸν λαόν·
εἰ δί^καιόν ἐστι^ν ἐνώπι^ον τοῦ θεοῦ, ὑ_μῶν ἀ^κούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρί_να^τε.
εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ, ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε.
διὰ τί οὖν πλησθεὶς πνεύμα^τος ἁ^γί^ου;
διὰ τί οὖν πλησθεὶς πνεύματος ἁγίου;
ἐπειδὴ ἰδιώτην ὑπερέβαινεν ἡ πα^ρρησί^α_, ἵνα μή τι^ς εἰς τὸν ἁλιέα^ ἀποβλέψας, ἀ^πι^στήσῃ τῇ πα^ρρησί^ᾳ τοῦ λόγου τοῦ ἁ^γί^ου, προέταξε τοῦ ἁ^γί^ου πνεύμα^τος τὴν σοφί^α_ν, ἵνα μὴ θαυμά^σῃς τὴν χορηγίαν.
ἐπειδὴ ἰδιώτην ὑπερέβαινεν ἡ παρρησία, ἵνα μή τις εἰς τὸν ἁλιέα ἀποβλέψας, ἀπιστήσῃ τῇ παρρησίᾳ τοῦ λόγου τοῦ ἁγίου, προέταξε τοῦ ἁγίου πνεύματος τὴν σοφίαν, ἵνα μὴ θαυμάσῃς τὴν χορηγίαν.
σκοπήσωμεν, εἰ δοκεῖ, καὶ ἕτερον, ἵνα ἐπὶ^ πλεῖον ἡ βεβαίωσι^ς ἐπι^λάμψῃ τοῖς εἰρημένοις.
σκοπήσωμεν, εἰ δοκεῖ, καὶ ἕτερον, ἵνα ἐπὶ πλεῖον ἡ βεβαίωσις ἐπιλάμψῃ τοῖς εἰρημένοις.
ἀ^νοίγεται οὐρα^νὸς ἁ^γί^οις, ἀλλὰ ἄ^νευ πνεύμα^τος τοῦ ἁ^γί^ου οὐκ ἀνοίγεται.
ἀνοίγεται οὐρανὸς ἁγίοις, ἀλλὰ ἄνευ πνεύματος τοῦ ἁγίου οὐκ ἀνοίγεται.
οὐ γὰ^ρ ὀφθαλμοῖς σαρκὸς ὁρᾶται οὐρα^νὸς ἀ^νοιγόμενος, ἀλλ' ὑ^πὸ τῆς τοῦ ἁ^γί^ου πνεύμα^τος ἐνεργεία_ς.
οὐ γὰρ ὀφθαλμοῖς σαρκὸς ὁρᾶται οὐρανὸς ἀνοιγόμενος, ἀλλ' ὑπὸ τῆς τοῦ ἁγίου πνεύματος ἐνεργείας.
εἶδε στέφανος τοὺς οὐρανοὺς ἀνεῳγμένους, ἀλλ', ὡς ἡ γρα^φή φησι^ν, ὑ^πά^ρχων πλήρης πνεύμα^τος ἁ^γί^ου, εἶδεν.
εἶδε στέφανος τοὺς οὐρανοὺς ἀνεῳγμένους, ἀλλ', ὡς ἡ γραφή φησιν, ὑπάρχων πλήρης πνεύματος ἁγίου, εἶδεν.
οὐδαμοῦ τοίνυ^ν, ἀ^δελφοί, οὐρα^νόν ἐστι^ν ἰ^δεῖν ἄ^νευ πνεύμα^τος ἀ^νοιγόμενον, οὔ τε αὐθεντίαν δι^δα^σκα^λί^α_ς ἐνδύ_σα^σθαι, οὐ δύ^να^μι^ν θαυμά^των ἐνδείξασθαι ἄ^νευ τοῦ ἁ^γί^ου καὶ προσκυνητοῦ πνεύμα^τος.
οὐδαμοῦ τοίνυν, ἀδελφοί, οὐρανόν ἐστιν ἰδεῖν ἄνευ πνεύματος ἀνοιγόμενον, οὔ τε αὐθεντίαν διδασκαλίας ἐνδύσασθαι, οὐ δύναμιν θαυμάτων ἐνδείξασθαι ἄνευ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος.
πάντα γὰ^ρ ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, δι^αιροῦν ἰ^δί^ᾳ ἑκάστῳ, κα^θὼς βούλεται··
πάντα γὰρ ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται··
ᾧ ἡ δόξα_ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
χθὲς ἡμῖν, ὦ φιλόχριστοι, ἡ τοῦ ἁ^γί^ου καὶ προσκυνητοῦ πνεύμα^τος ἐπι^φοίτησι^ς ἀ^νυμνεῖτο, οὐκ ἀ^νθρωπί^ναις ἐννοίαις τι_μωμένη, ἀλλὰ^ τῇ πατρι^κῇ δυ^νά^μει μα^ρτυ^ρουμένη.
χθὲς ἡμῖν, ὦ φιλόχριστοι, ἡ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος ἐπιφοίτησις ἀνυμνεῖτο, οὐκ ἀνθρωπίναις ἐννοίαις τιμωμένη, ἀλλὰ τῇ πατρικῇ δυνάμει μαρτυρουμένη.
οὐ γὰ^ρ ἐξ ὧν λογι^ζόμεθα^ ἢ φθεγγόμεθα^ ὁ τοῦ θεοῦ συ^νίστα^ται λόγος, ἀλλ' ἐξ ὧν φωτιζόμεθα^ καὶ ἡ εὐσέβεια^ συ^νίστα^ται, καὶ ἡ ἀ^λήθεια^ κηρύττεται.
οὐ γὰρ ἐξ ὧν λογιζόμεθα ἢ φθεγγόμεθα ὁ τοῦ θεοῦ συνίσταται λόγος, ἀλλ' ἐξ ὧν φωτιζόμεθα καὶ ἡ εὐσέβεια συνίσταται, καὶ ἡ ἀλήθεια κηρύττεται.
μόνος ὁ τοῦ θεοῦ λόγος, μόνη ἡ τοῦ ἁ^γί^ου πνεύμα^τος δι^δα^σκα^λί^α_ καὶ λαμπάς ἐστι^ν εὐσεβεία_ς καὶ κήρυγμα^ θεογνωσία_ς καὶ φωτισμὸς τῆς ἐνθέου δι^δα^σκα^λί^α_ς.
μόνος ὁ τοῦ θεοῦ λόγος, μόνη ἡ τοῦ ἁγίου πνεύματος διδασκαλία καὶ λαμπάς ἐστιν εὐσεβείας καὶ κήρυγμα θεογνωσίας καὶ φωτισμὸς τῆς ἐνθέου διδασκαλίας.
ἀναγκαῖόν ἐστι^ν ἐπι^μεῖναι τῇ τοῦ ἁ^γί^ου καὶ προσκυνητοῦ πνεύμα^τος ἐξηγήσει καὶ σα^φέστερόν τι^ περὶ^ τῆς ἁγί^α_ς καὶ ἐνδόξου δυ^νά^μεως εἰπεῖν.
ἀναγκαῖόν ἐστιν ἐπιμεῖναι τῇ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος ἐξηγήσει καὶ σαφέστερόν τι περὶ τῆς ἁγίας καὶ ἐνδόξου δυνάμεως εἰπεῖν.
πά^λι^ν ἵ^να_ τοῖς αὐτοῖς χρήσωμαι, τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐξ ὧν οἱ θεῖοι δι^δά^σκουσι^ λόγοι, μᾶλλον δὲ ἐξ ὧν αὐτὸ περὶ^ ἑαυτοῦ κηρύττει καὶ δι^ὰ^ τῶν προφητῶν φθέγγεται καὶ δι^ὰ^ τῶν ἀ^ποστόλων τὴν ἑαυτοῦ ἀκτῖνα^ φέρει, τὴν μὲν φύ^σι^ν ἐστὶ^ν ἀδιαίρετον, ἅ^τε δὴ ἐκ τῆς ἀδιαιρέτου καὶ ἀμερί^στου φύ^σεως προελθόν.
πάλιν ἵνα τοῖς αὐτοῖς χρήσωμαι, τὸ πνεῦμα τὸ ἅγιον ἐξ ὧν οἱ θεῖοι διδάσκουσι λόγοι, μᾶλλον δὲ ἐξ ὧν αὐτὸ περὶ ἑαυτοῦ κηρύττει καὶ διὰ τῶν προφητῶν φθέγγεται καὶ διὰ τῶν ἀποστόλων τὴν ἑαυτοῦ ἀκτῖνα φέρει, τὴν μὲν φύσιν ἐστὶν ἀδιαίρετον, ἅτε δὴ ἐκ τῆς ἀδιαιρέτου καὶ ἀμερίστου φύσεως προελθόν.
ὄνομα^ δὲ αὐτοῦ πνεῦμα^ ἅ^γι^ον, πνεῦμα^ ἀ^ληθεία_ς, πνεῦμα^ τοῦ θεοῦ, πνεῦμα^ κυ_ρί^ου, πνεῦμα^ τοῦ πατρός, πνεῦμα^ τοῦ υἱοῦ, πνεῦμα^ χριστοῦ.
ὄνομα δὲ αὐτοῦ πνεῦμα ἅγιον, πνεῦμα ἀληθείας, πνεῦμα τοῦ θεοῦ, πνεῦμα κυρίου, πνεῦμα τοῦ πατρός, πνεῦμα τοῦ υἱοῦ, πνεῦμα χριστοῦ.
καὶ οὕτω κα^λεῖ αὐτὸ ἡ γρα^φή, μᾶλλον δὲ αὐτὸ ἑαυτό, καὶ πνεῦμα^ θεοῦ καὶ πνεῦμα^ τὸ ἐκ τοῦ θεοῦ.
καὶ οὕτω καλεῖ αὐτὸ ἡ γραφή, μᾶλλον δὲ αὐτὸ ἑαυτό, καὶ πνεῦμα θεοῦ καὶ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ.
καὶ ἵ^να_ μήποτε ἀ^κούσα^ντες ἡμεῖς πνεῦμα^ θεοῦ, νομί^σωμεν δι' οἰκειότητα^ λέγεσθαι πνεῦμα^ θεοῦ, εἰσά^γει ἡ γρα^φὴ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον καὶ προστί^θησι^ τῷ θεῷ τὸ ἐκ θεοῦ.
καὶ ἵνα μήποτε ἀκούσαντες ἡμεῖς πνεῦμα θεοῦ, νομίσωμεν δι' οἰκειότητα λέγεσθαι πνεῦμα θεοῦ, εἰσάγει ἡ γραφὴ τὸ πνεῦμα τὸ ἅγιον καὶ προστίθησι τῷ θεῷ τὸ ἐκ θεοῦ.
ἄλλο δὲ τὸ θεοῦ καὶ ἄλλο τὸ ἐκ θεοῦ.
ἄλλο δὲ τὸ θεοῦ καὶ ἄλλο τὸ ἐκ θεοῦ.
θεοῦ μὲν γὰ^ρ οὐρα^νὸς καὶ γῆ, ὡς παρ' αὐτοῦ πεποιημένα^.
θεοῦ μὲν γὰρ οὐρανὸς καὶ γῆ, ὡς παρ' αὐτοῦ πεποιημένα.
ἐκ θεοῦ δὲ οὐδὲν λέγεται εἰ μὴ ὃ ἐκ τῆς οὐσί^α_ς ἐστί^.
ἐκ θεοῦ δὲ οὐδὲν λέγεται εἰ μὴ ὃ ἐκ τῆς οὐσίας ἐστί.
λέγεται τοίνυ^ν πνεῦμα^ ἅ^γι^ον.
λέγεται τοίνυν πνεῦμα ἅγιον.
αὕτη γά^ρ ἐστι^ν ἡ κυ_ρί^α_ καὶ πρώτη προσηγορί^α_, ἡ ἐμφαντικωτέραν ἔχουσα^ τὴν δι^ά^νοια^ν καὶ πα^ρι^στᾶσα^ τοῦ ἁ^γί^ου πνεύμα^τος τὴν φύ^σι^ν πνεῦμα^ ἅ^γι^ον, πνεῦμα^ τοῦ θεοῦ.
αὕτη γάρ ἐστιν ἡ κυρία καὶ πρώτη προσηγορία, ἡ ἐμφαντικωτέραν ἔχουσα τὴν διάνοιαν καὶ παριστᾶσα τοῦ ἁγίου πνεύματος τὴν φύσιν πνεῦμα ἅγιον, πνεῦμα τοῦ θεοῦ.
τίς αὐτὸ κα^λεῖ πνεῦμα^ θεοῦ;
τίς αὐτὸ καλεῖ πνεῦμα θεοῦ;
ἄκουε τοῦ σωτῆρος·
ἄκουε τοῦ σωτῆρος·
εἰ δὲ ἐγὼ ἐν πνεύμα^τι^ θεοῦ ἐκβάλλω τὰ^ δαιμόνι^α^.
εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια.
πνεῦμα^ θεοῦ.
πνεῦμα θεοῦ.
ἵ^να_ τοίνυ^ν, ὡς ἔφθην εἰπών, μή τι^ς ἀ^κούσα_ς πνεῦμα^ θεοῦ, νομί^σῃ οἰκειότητα^ σημαίνεσθαι, καὶ μὴ φύ^σεως κοινωνί^α_ν ὑ_μῖν δὲ οὐκ ἐδόθη τὸ πνεῦμα^ τοῦ κόσμου, ἀλλὰ^ τὸ πνεῦμα^ τὸ ἐκ τοῦ θεοῦ.
ἵνα τοίνυν, ὡς ἔφθην εἰπών, μή τις ἀκούσας πνεῦμα θεοῦ, νομίσῃ οἰκειότητα σημαίνεσθαι, καὶ μὴ φύσεως κοινωνίαν ὑμῖν δὲ οὐκ ἐδόθη τὸ πνεῦμα τοῦ κόσμου, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ.
πά^λι^ν λέγεται πνεῦμα^ πατρός, ὡς ὁ σωτὴρ τοῖς ἀ^ποστόλοις λέγει·
πάλιν λέγεται πνεῦμα πατρός, ὡς ὁ σωτὴρ τοῖς ἀποστόλοις λέγει·
μὴ μεριμνήσητε πῶς ἢ τί^ λα^λήσητε·
μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε·
οὐ γὰ^ρ ὑ_μεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ^ τὸ πνεῦμα^ τοῦ πατρὸς ἡμῶν τὸ λα^λοῦν ἐν ὑ_μῖν, ὥσπερ δὲ εἶπε πνεῦμα^ θεοῦ.
οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ἡμῶν τὸ λαλοῦν ἐν ὑμῖν, ὥσπερ δὲ εἶπε πνεῦμα θεοῦ.
καὶ ἐπήγα^γεν ἡ γρα^φὴ τὸ ἐκ θεοῦ, οὕτω πά^λι^ν εἴρηται πνεῦμα^ πατρός.
καὶ ἐπήγαγεν ἡ γραφὴ τὸ ἐκ θεοῦ, οὕτω πάλιν εἴρηται πνεῦμα πατρός.
καὶ ἵ^να_ μὴ νομί^σῃς τοῦτο κατ' οἰκείωσι^ν λέγεσθαι, ὁ σωτὴρ βεβαιοῖ·
καὶ ἵνα μὴ νομίσῃς τοῦτο κατ' οἰκείωσιν λέγεσθαι, ὁ σωτὴρ βεβαιοῖ·
ὅτα^ν δὲ ἔλθῃ ὁ πα^ράκλητος, τὸ πνεῦμα^ τῆς ἀ^ληθεία_ς, ὃ πα^ρὰ^ τοῦ πατρὸς ἐκπορεύεται.
ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται.
ἐκεῖ ἐκ θεοῦ, ὧδε πα^ρὰ^ τοῦ πατρός.
ἐκεῖ ἐκ θεοῦ, ὧδε παρὰ τοῦ πατρός.
ὅπερ ἐπήγα^γεν ἑαυτῷ·
ὅπερ ἐπήγαγεν ἑαυτῷ·
ἐγὼ πα^ρὰ^ τοῦ πατρὸς ἐξῆλθον, τοῦτο δὲ τῷ ἁ^γί^ῳ πνεύμα^τι^·
ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον, τοῦτο δὲ τῷ ἁγίῳ πνεύματι·
ὃ πα^ρὰ^ τοῦ πατρὸς ἐκπορεύεται.
ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται.
ἔστι^ν οὖν θεοῦ πνεῦμα^ καὶ θεοῦ πατρὸς πνεῦμα^, καὶ πα^ρὰ^ τοῦ πατρὸς ἐκπορεύεται.
ἔστιν οὖν θεοῦ πνεῦμα καὶ θεοῦ πατρὸς πνεῦμα, καὶ παρὰ τοῦ πατρὸς ἐκπορεύεται.
τί^ ἐστι^ν ἐκπορεύεται;
τί ἐστιν ἐκπορεύεται;
οὐκ εἶπε·
οὐκ εἶπε·
γεννᾶται.
γεννᾶται.
ἃ^ γὰ^ρ οὐ γέγραπται οὐ δεῖ φρονεῖν.
ἃ γὰρ οὐ γέγραπται οὐ δεῖ φρονεῖν.
υἱὸς ἐκ πατρὸς γεννηθείς, πνεῦμα^ ἐκ πατρὸς ἐκπορευόμενον.
υἱὸς ἐκ πατρὸς γεννηθείς, πνεῦμα ἐκ πατρὸς ἐκπορευόμενον.
ζητεῖς παρ' ἐμοῦ τὴν δι^α^φορὰ_ν πάντως·
ζητεῖς παρ' ἐμοῦ τὴν διαφορὰν πάντως·
πῶς ἐγεννήθη οὗτος;
πῶς ἐγεννήθη οὗτος;
πῶς ἐξεπορεύθη ἐκεῖνος;
πῶς ἐξεπορεύθη ἐκεῖνος;
τί^ γά^ρ;
τί γάρ;
ὅτι^ ἐγεννήθη μα^θών, ἔμα^θες καὶ τὸν τρόπον.
ὅτι ἐγεννήθη μαθών, ἔμαθες καὶ τὸν τρόπον.
ἄ^ρα^ οὖν, ἐπειδὴ κηρυττόμενον υἱὸν ἀ^κούεις, καὶ γεννήσεως τὸν τρόπον κα^τέλα^βες.
ἄρα οὖν, ἐπειδὴ κηρυττόμενον υἱὸν ἀκούεις, καὶ γεννήσεως τὸν τρόπον κατέλαβες.
ὀνόματά ἐστι^ πίστει τιμώμενα^ καὶ εὐσεβεῖ λογισμῷ τηρούμενα^.
ὀνόματά ἐστι πίστει τιμώμενα καὶ εὐσεβεῖ λογισμῷ τηρούμενα.
τίς δὲ ἡ δύ^να^μι^ς τοῦ ἐκπορεύεται;
τίς δὲ ἡ δύναμις τοῦ ἐκπορεύεται;
ἵ^να_ τὸ τῆς γεννήσεως ὄνομα^ πα^ρέλθῃ ἡ γρα^φή, ἵ^να_ μὴ υἱὸν αὐτὸ κα^λέσῃ, λέγει πνεῦμα^ ἅ^γι^ον.
ἵνα τὸ τῆς γεννήσεως ὄνομα παρέλθῃ ἡ γραφή, ἵνα μὴ υἱὸν αὐτὸ καλέσῃ, λέγει πνεῦμα ἅγιον.
ὃ πα^ρὰ^ τοῦ πατρὸς ἐκπορεύεται.
ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται.
εἰσάγει αὐτὸ ἐκπορευόμενον, ὡς ὕ^δωρ ἀ^πὸ γῆς βρύ^ον, κα^τὰ^ τὸ εἰρημένον περὶ^ τοῦ παραδείσου·
εἰσάγει αὐτὸ ἐκπορευόμενον, ὡς ὕδωρ ἀπὸ γῆς βρύον, κατὰ τὸ εἰρημένον περὶ τοῦ παραδείσου·
ποταμὸς δὲ ἐκπορεύεται ἐξ ἐδέμ.
ποταμὸς δὲ ἐκπορεύεται ἐξ ἐδέμ.
ἐκπορεύεται, καὶ πηγάζει.
ἐκπορεύεται, καὶ πηγάζει.
ὁ πα^τὴρ πηγὴ ὕ^δα^τος ζῶντος λέγεται, ἐξέστη ὁ οὐρα^νὸς ἐπὶ^ τούτῳ καὶ ἔφριξεν ἐπὶ^ πλεῖον ἡ γῆ, ὅτι^ δύ^ο καὶ πονηρὰ^ ἐποίησεν ὁ λαός μου·
ὁ πατὴρ πηγὴ ὕδατος ζῶντος λέγεται, ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου·
ἐμὲ ἐγκατέλιπον πηγὴν ὕ^δα^τος ζῶντος.
ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος.
ὁριζόμενος πηγὴν ὕ^δα^τος ζῶντος, τὸν πα^τέρα^ ὁ θεῖος λόγος εἰσήγαγεν, ἐκ τῆς πηγῆς τῆς ζωῆς τὸ ὕ^δωρ τὸ ζῶν ἐκπορευόμενον.
ὁριζόμενος πηγὴν ὕδατος ζῶντος, τὸν πατέρα ὁ θεῖος λόγος εἰσήγαγεν, ἐκ τῆς πηγῆς τῆς ζωῆς τὸ ὕδωρ τὸ ζῶν ἐκπορευόμενον.
ὃ πα^ρὰ^ τοῦ πατρὸς ἐκπορεύεται.
ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται.
τί^ ἐκπορεύεται;
τί ἐκπορεύεται;
τὸ πνεῦμα^ τὸ ἅ^γι^ον.
τὸ πνεῦμα τὸ ἅγιον.
πῶς;
πῶς;
ὡς ἀ^πὸ πηγῆς ὕ^δωρ.
ὡς ἀπὸ πηγῆς ὕδωρ.
πόθεν τοῦτο, ὅτι^ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ὕ^δωρ κα^λεῖται;
πόθεν τοῦτο, ὅτι τὸ πνεῦμα τὸ ἅγιον ὕδωρ καλεῖται;
λέγει ὁ σωτήρ·
λέγει ὁ σωτήρ·
ὁ πιστεύων εἰς ἐμέ, κα^θὼς εἶπεν ἡ γρα^φή, ποτα^μοὶ ἐκ τῆς κοιλί^α_ς αὐτοῦ ῥεύσουσι^ν ὕ^δα^τος ζῶντος.
ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
τοῦτο δὲ ἔλεγε περὶ^ τοῦ πνεύμα^τος, οὗ ἔμελλον λα^μβά^νειν οἱ πιστεύοντες εἰς αὐτόν.
τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.
εἰ τοίνυ^ν ὁ εὐαγγελιστὴς ἰωάννης σαφηνίζων πνεῦμα^ τὸ ἅ^γι^ον εἶπε τὸ ὕ^δωρ τὸ ζῶν, ὁ δὲ πα^τὴρ λέγει·
εἰ τοίνυν ὁ εὐαγγελιστὴς ἰωάννης σαφηνίζων πνεῦμα τὸ ἅγιον εἶπε τὸ ὕδωρ τὸ ζῶν, ὁ δὲ πατὴρ λέγει·
ἐμὲ ἐγκατέλιπον πηγὴν ὕ^δα^τος ζῶντος.
ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος.
πηγὴ τοῦ πνεύμα^τος ὁ πα^τήρ.
πηγὴ τοῦ πνεύματος ὁ πατήρ.
δι^ὰ^ τοῦτο ἐκ τοῦ πατρὸς ἐκπορεύεται.
διὰ τοῦτο ἐκ τοῦ πατρὸς ἐκπορεύεται.
λέγεται τοίνυ^ν ἐπαναλαμβάνω γά^ρ.
λέγεται τοίνυν ἐπαναλαμβάνω γάρ.
πνεῦμα^ θεοῦ καὶ πνεῦμα^ τὸ ἐκ θεοῦ, πνεῦμα^ πατρὸς καὶ πνεῦμα^ τὸ πα^ρὰ^ τοῦ πατρός.
πνεῦμα θεοῦ καὶ πνεῦμα τὸ ἐκ θεοῦ, πνεῦμα πατρὸς καὶ πνεῦμα τὸ παρὰ τοῦ πατρός.
πνεῦμα^ κυ_ρί^ου πνεῦμα^ κυ_ρί^ου ἐπ' ἐμέ·
πνεῦμα κυρίου πνεῦμα κυρίου ἐπ' ἐμέ·
οὗ εἵνεκεν ἔχρι_σέ με.
οὗ εἵνεκεν ἔχρισέ με.
ὁ δὲ κύ_ρι^ος τὸ πνεῦμά^ ἐστι^ν.
ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν.
οὗ δὲ τὸ πνεῦμα^ κυ_ρί^ου, ἐκεῖ ἐλευθερί^α_.
οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία.
εἰ ὅπου παραγίνεται τὸ πνεῦμα^, ἐκεῖ ἐλευθερί^α_, αὐτὸ δοῦλον;
εἰ ὅπου παραγίνεται τὸ πνεῦμα, ἐκεῖ ἐλευθερία, αὐτὸ δοῦλον;
εἰ οἷς ἐπι^φοιτᾷ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, λύ_ει τὸν τῆς δουλεία_ς ζυ^γόν, καὶ χα^ρί^ζεται τὸ τῆς ἐλευθερί^α_ς πρόσωπον, πῶς αὐτὸ δοῦλον;
εἰ οἷς ἐπιφοιτᾷ τὸ πνεῦμα τὸ ἅγιον, λύει τὸν τῆς δουλείας ζυγόν, καὶ χαρίζεται τὸ τῆς ἐλευθερίας πρόσωπον, πῶς αὐτὸ δοῦλον;
πῶς χα^ρί^ζεται ὃ μὴ ἔχει;
πῶς χαρίζεται ὃ μὴ ἔχει;
πῶς αὐτὸ δοῦλον ὂν ἐλευθεροῖ;
πῶς αὐτὸ δοῦλον ὂν ἐλευθεροῖ;
οὐκ ἤκουσα^ς ὁ γὰ^ρ νόμος τοῦ πνεύμα^τος τῆς ζωῆς ἠλευθέρωσέ με ἐν χριστῷ ἰησοῦ;
οὐκ ἤκουσας ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἐν χριστῷ ἰησοῦ;
ἐλευθεροῖ τὸ πνεῦμα^ τοὺς δούλους, τὸ μὴ ἔχον ἐν φύ^σει τὴν ἐλευθερίαν;
ἐλευθεροῖ τὸ πνεῦμα τοὺς δούλους, τὸ μὴ ἔχον ἐν φύσει τὴν ἐλευθερίαν;
εἰ γὰ^ρ ἔκτισται καὶ δεδούλωται, οὐκ ἐλευθεροῖ.
εἰ γὰρ ἔκτισται καὶ δεδούλωται, οὐκ ἐλευθεροῖ.
μὴ κατασοφιζέσθωσα^ν ὑ_μᾶς αἱρετι^κοί.
μὴ κατασοφιζέσθωσαν ὑμᾶς αἱρετικοί.
οὐ λέγω αὐτὸ δοῦλον οὐ δὲ κτίσμα^·
οὐ λέγω αὐτὸ δοῦλον οὐ δὲ κτίσμα·
καινὴ τοῦτο αἵρεσι^ς.
καινὴ τοῦτο αἵρεσις.
κινδυνεύουσι τρεῖς ἀ^ρχὰ_ς εἰσάγοντες, ἄκτιστον, κτιστὴν καὶ ἄλλην, ἣν οὐκ οἶδα^ πῶς κα^λέσω.
κινδυνεύουσι τρεῖς ἀρχὰς εἰσάγοντες, ἄκτιστον, κτιστὴν καὶ ἄλλην, ἣν οὐκ οἶδα πῶς καλέσω.
πνεῦμα^ θεοῦ, πνεῦμα^ τὸ ἐκ θεοῦ, πνεῦμα^ πατρός, πνεῦμα^ ὃ πα^ρὰ^ τοῦ πατρὸς πορεύεται, πνεῦμα^ κυ_ρί^ου, πνεῦμα^ υἱοῦ.
πνεῦμα θεοῦ, πνεῦμα τὸ ἐκ θεοῦ, πνεῦμα πατρός, πνεῦμα ὃ παρὰ τοῦ πατρὸς πορεύεται, πνεῦμα κυρίου, πνεῦμα υἱοῦ.
ὅτι^ δέ εστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα^ τοῦ υἱοῦ αὐτοῦ εἰς τὰ_ς κα^ρδί^α_ς ὑ_μῶν κράζον·
ὅτι δέ εστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον·
ἀββᾶ ὁ πα^τήρ.
ἀββᾶ ὁ πατήρ.
ἰδοὺ τὸ πνεῦμα^ τοῦ υἱοῦ.
ἰδοὺ τὸ πνεῦμα τοῦ υἱοῦ.
ἀλλαχοῦ πά^λι^ν πνεῦμα^ χριστοῦ ὑ_μεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί^, ἀλλ' ἐν πνεύμα^τι^·
ἀλλαχοῦ πάλιν πνεῦμα χριστοῦ ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν πνεύματι·
εἴπερ πνεῦμα^ χριστοῦ οἰκεῖ ἐν ὑ_μῖν.
εἴπερ πνεῦμα χριστοῦ οἰκεῖ ἐν ὑμῖν.
πα^ρα^κα^λῶ, πρόσεχε τῇ πλοκῇ ταύτῃ τῇ ἁγί^ᾳ, πῶς ὥσπερ σειράν τι^να^ ἁγί^α_ν καὶ ζῶσα^ν ἐκ τριπλόκου δυ^νά^μεως ὑ_μεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί^, ἀλλ' ἐν πνεύμα^τι^.
παρακαλῶ, πρόσεχε τῇ πλοκῇ ταύτῃ τῇ ἁγίᾳ, πῶς ὥσπερ σειράν τινα ἁγίαν καὶ ζῶσαν ἐκ τριπλόκου δυνάμεως ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν πνεύματι.