macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
λα^μβά^νει τῆς δι^δα^σκα^λί^α_ς χά^ρι^ν·
λαμβάνει τῆς διδασκαλίας χάριν·
καὶ ἵ^να_ μὴ ἐπαίρηται, ἐν πρα_γμά^των βουλῇ εὑρίσκεται ἀτονῶν·
καὶ ἵνα μὴ ἐπαίρηται, ἐν πραγμάτων βουλῇ εὑρίσκεται ἀτονῶν·
καὶ ἄλλος δι^δά^σκειν μὴ δυ^νά^μενος, συμβουλεύει κα^λῶς.
καὶ ἄλλος διδάσκειν μὴ δυνάμενος, συμβουλεύει καλῶς.
καὶ εὑρίσκεται ὁ δανείζων ἄλλοις, ἀλλαχοῦ δανειζόμενος.
καὶ εὑρίσκεται ὁ δανείζων ἄλλοις, ἀλλαχοῦ δανειζόμενος.
πόθεν τοῦτο;
πόθεν τοῦτο;
νῦν ἀ^πόδειξι^ν πα^ρα^στήσω, ὅτι^ ὁ λα^βὼν χά^ρι^ν δι^δα^σκα^λί^α_ς ἐπι^δέεται γνώμης ἑτέρου.
νῦν ἀπόδειξιν παραστήσω, ὅτι ὁ λαβὼν χάριν διδασκαλίας ἐπιδέεται γνώμης ἑτέρου.
μωϋσῆς ἔλα^βε πνεῦμα^ σοφί^α_ς, νομοθεσία_ς, δι^δα^σκα^λί^α_ς·
μωϋσῆς ἔλαβε πνεῦμα σοφίας, νομοθεσίας, διδασκαλίας·
ἐπέτρεψεν ἑαυτῷ δι^κά^ζειν πᾶσα^ν ἡμέρα_ν.
ἐπέτρεψεν ἑαυτῷ δικάζειν πᾶσαν ἡμέραν.
ἐπέρχεται ἰωθὸρ ὁ πενθερὸς αὐτοῦ συμβουλεύων αὐτῷ καὶ λέγει·
ἐπέρχεται ἰωθὸρ ὁ πενθερὸς αὐτοῦ συμβουλεύων αὐτῷ καὶ λέγει·
οὐ δύ_νῃ ἀρκέσαι πρὸς τοσοῦτον λα_ὸν μόνος σύ^, ὥστε δι^κά^ζειν.
οὐ δύνῃ ἀρκέσαι πρὸς τοσοῦτον λαὸν μόνος σύ, ὥστε δικάζειν.
ἀλλὰ^ φθορᾷ καταφθαρήσῃ, ἐὰν τοῦτο ποιήσῃς.
ἀλλὰ φθορᾷ καταφθαρήσῃ, ἐὰν τοῦτο ποιήσῃς.
ἀλλὰ^ τί^;
ἀλλὰ τί;
κατάστησόν φησι^ δεκάρχους καὶ πεντηκοντάρχους καὶ ἑκα^τοντά^ρχους καὶ χι_λιά^ρχους, ἵ^να_ τὰ^ ὑπερβαίνοντα^ τὸν δέκαρχον ἀ^νενέγκῃ ἐπὶ^ τὸν πεντηκόνταρχον·
κατάστησόν φησι δεκάρχους καὶ πεντηκοντάρχους καὶ ἑκατοντάρχους καὶ χιλιάρχους, ἵνα τὰ ὑπερβαίνοντα τὸν δέκαρχον ἀνενέγκῃ ἐπὶ τὸν πεντηκόνταρχον·
τὰ^ δὲ ὑπερβαίνοντα^ τὸν πεντηκόνταρχον ἀ^νενέγκῃ ἐπὶ^ τὸν χι_λίαρχον καὶ τὰ^ ὑπερβαίνοντα^ τὸν χι_λίαρχον ἀ^νενέγκῃ σοι καὶ τὰ^ ὑπερβαίνοντα^ σε ἀνοίσῃς τῷ θεῷ.
τὰ δὲ ὑπερβαίνοντα τὸν πεντηκόνταρχον ἀνενέγκῃ ἐπὶ τὸν χιλίαρχον καὶ τὰ ὑπερβαίνοντα τὸν χιλίαρχον ἀνενέγκῃ σοι καὶ τὰ ὑπερβαίνοντα σε ἀνοίσῃς τῷ θεῷ.
εἴ τι^ φησὶ^ βαρὺ ῥῆμα^ ἀνοίσουσι^ν ἐπὶ^ σέ·
εἴ τι φησὶ βαρὺ ῥῆμα ἀνοίσουσιν ἐπὶ σέ·
εἰ δὲ τί^ σοι βαρύ, ἀνοίσεις πρὸς τὸν θεόν.
εἰ δὲ τί σοι βαρύ, ἀνοίσεις πρὸς τὸν θεόν.
καὶ ὁ νομοθέτης σοφὸς ὤν, ἐδέξα^το γνώμην ἰδιώτου.
καὶ ὁ νομοθέτης σοφὸς ὤν, ἐδέξατο γνώμην ἰδιώτου.
καὶ ἐγένετο ἡ γνώμη νόμος καὶ εἰκὼν τῶν μελλόντων.
καὶ ἐγένετο ἡ γνώμη νόμος καὶ εἰκὼν τῶν μελλόντων.
ἐπειδὴ ἰωθὸρ ὁ πενθερὸς μωϋσέως ἱ^ερεὺς ἦν τῶν εἰδώλων, μετὰ^ δὲ ταῦτα^ κατέγνω τῆς πλά^νης καὶ ἔμα^θε τὴν ἀ^λήθεια^ν καὶ εἰκὼν ἐγένετο τῆς τῶν ἐθνῶν ἐκκλησί^α_ς, ὅτι^ τὴν σοφί^α_ν τοῦ νόμου ὑπερβαίνει ἡ τῶν ἐθνῶν σύ^νεσι^ς, οὐκ ἐν τῷ εἶναι ἐθνι^κή, ἀλλ' ἐν τῷ μετα^νοῆσαι.
ἐπειδὴ ἰωθὸρ ὁ πενθερὸς μωϋσέως ἱερεὺς ἦν τῶν εἰδώλων, μετὰ δὲ ταῦτα κατέγνω τῆς πλάνης καὶ ἔμαθε τὴν ἀλήθειαν καὶ εἰκὼν ἐγένετο τῆς τῶν ἐθνῶν ἐκκλησίας, ὅτι τὴν σοφίαν τοῦ νόμου ὑπερβαίνει ἡ τῶν ἐθνῶν σύνεσις, οὐκ ἐν τῷ εἶναι ἐθνική, ἀλλ' ἐν τῷ μετανοῆσαι.
πότε γὰ^ρ ἐδέχθη ἡ γνώμη ἰωθόρ;
πότε γὰρ ἐδέχθη ἡ γνώμη ἰωθόρ;
οὐκ ἐν ὅσῳ ἦν ἱ^ερεύς, ἀλλὰ^ μετὰ^ τὸ ἐπιγνῶναι τὸν θεόν.
οὐκ ἐν ὅσῳ ἦν ἱερεύς, ἀλλὰ μετὰ τὸ ἐπιγνῶναι τὸν θεόν.
ὅτε γὰ^ρ εἶδε τοῦ θεοῦ τὰ^ ἔργα^ καὶ δι^ηγήσατο αὐτῷ μωϋσῆς τὰ^ ἐν αἰγύπτῳ θαύμα^τα^, λέγει·
ὅτε γὰρ εἶδε τοῦ θεοῦ τὰ ἔργα καὶ διηγήσατο αὐτῷ μωϋσῆς τὰ ἐν αἰγύπτῳ θαύματα, λέγει·
νῦν ἔγνων ἴδε μετάνοια^ν ὅτι^ μέγα^ς κύ_ρι^ος ὁ θεὸς ὑ_μῶν πα^ρὰ^ πά^ντα^ς τοὺς θεούς.
νῦν ἔγνων ἴδε μετάνοιαν ὅτι μέγας κύριος ὁ θεὸς ὑμῶν παρὰ πάντας τοὺς θεούς.
ἀφ' οὗ οὖν ἔγνω τὴν ἀ^λήθεια^ν, ἔλα^βε χάρισμα^ γνώμης ἀ^γα^θῆς.
ἀφ' οὗ οὖν ἔγνω τὴν ἀλήθειαν, ἔλαβε χάρισμα γνώμης ἀγαθῆς.
ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν.
ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν.
ἔλα^βεν ὁ δι^δά^σκων πνεῦμα^ σοφί^α_ς, ὁ δι^δα^σκόμενος πνεῦμα^ συνέσεως, ἵ^να_ συ^νι_ῇ.
ἔλαβεν ὁ διδάσκων πνεῦμα σοφίας, ὁ διδασκόμενος πνεῦμα συνέσεως, ἵνα συνιῇ.
σοφὸν ἀρχιτέκτονα^ καὶ συ^νετὸν ἀκροατήν.
σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν.
πνεῦμα^ βουλῆς δί^δοται τῷ γνωμοδοτοῦντι^, πνεῦμα^ ἰσχύ^ος τῷ τὴν γνώμην δεχομένῳ.
πνεῦμα βουλῆς δίδοται τῷ γνωμοδοτοῦντι, πνεῦμα ἰσχύος τῷ τὴν γνώμην δεχομένῳ.
λα^μβά^νει χά^ρι^ν ὁ γνωμοδότης εἰπεῖν τι^ χρηστόν.
λαμβάνει χάριν ὁ γνωμοδότης εἰπεῖν τι χρηστόν.
λα^μβά^νει χά^ρι^ν ὁ τὴν γνώμην δεχόμενος ἐπι^τελέσαι τὸ συμφέρον.
λαμβάνει χάριν ὁ τὴν γνώμην δεχόμενος ἐπιτελέσαι τὸ συμφέρον.
πνεῦμα^ φόβου θεοῦ.
πνεῦμα φόβου θεοῦ.
ἕκαστον τούτων τῶν χα^ρι^σμά^των πρὸς τὴν προκειμένην χρεία_ν ἐδί^δοτο.
ἕκαστον τούτων τῶν χαρισμάτων πρὸς τὴν προκειμένην χρείαν ἐδίδοτο.
ἀμέλει ὅτε κα^τεσκευά^ζετο ἡ σκηνὴ ἐπὶ^ μωϋσέως ἐν τῇ ἐρήμῳ, οὐ χρεία_ ἦν ἐκεῖ δωρεᾶς δι^δα^σκα^λι^κῆς, ἀλλὰ^ δωρεᾶς ἀρχιτεκτονικῆς·
ἀμέλει ὅτε κατεσκευάζετο ἡ σκηνὴ ἐπὶ μωϋσέως ἐν τῇ ἐρήμῳ, οὐ χρεία ἦν ἐκεῖ δωρεᾶς διδασκαλικῆς, ἀλλὰ δωρεᾶς ἀρχιτεκτονικῆς·
πῶς ὑ^φά_νωσι^ τὴν βύσσον, τὴν ὑάκινθον, τὸ κόκκι^νον, τὴν πορφύρα_ν.
πῶς ὑφάνωσι τὴν βύσσον, τὴν ὑάκινθον, τὸ κόκκινον, τὴν πορφύραν.
ἔδωκεν ὁ θεὸς χάρισμα^ δωρεᾶς ἀρχιτεκτονικῆς, ὑφαντικῆς, ἱστουργικῆς, χρυσοχοϊκῆς, λιθουργικῆς, ῥαφιδευτικῆς.
ἔδωκεν ὁ θεὸς χάρισμα δωρεᾶς ἀρχιτεκτονικῆς, ὑφαντικῆς, ἱστουργικῆς, χρυσοχοϊκῆς, λιθουργικῆς, ῥαφιδευτικῆς.
καὶ δι^ὰ^ τί^ ταύτα_ς τὰ_ς τέχνα_ς ἔδωκεν;
καὶ διὰ τί ταύτας τὰς τέχνας ἔδωκεν;
ἐπειδὴ τὴν σκηνὴν ἐποίει ὁ θεὸς ἐπὶ^ τῆς γῆς.
ἐπειδὴ τὴν σκηνὴν ἐποίει ὁ θεὸς ἐπὶ τῆς γῆς.
ἦν δὲ εἰκὼν οὐρα^νοῦ καὶ γῆς ἡ σκηνή.
ἦν δὲ εἰκὼν οὐρανοῦ καὶ γῆς ἡ σκηνή.
ἐν ἓξ δὲ ἡμέραις ὁ θεὸς ἐποίησε τὸν οὐρα^νὸν καὶ τὴν γῆν.
ἐν ἓξ δὲ ἡμέραις ὁ θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν.
κατεσκευάζετο ἡ σκηνὴ τύ^πον ἔχουσα^ οὐρα^νοῦ καὶ γῆς καὶ χρεία_ δωρεᾶς τοῦ ἁ^γί^ου πνεύμα^τος ἦν πρὸς τὸ πρᾶγμα^ ἁρμοζούσης.
κατεσκευάζετο ἡ σκηνὴ τύπον ἔχουσα οὐρανοῦ καὶ γῆς καὶ χρεία δωρεᾶς τοῦ ἁγίου πνεύματος ἦν πρὸς τὸ πρᾶγμα ἁρμοζούσης.
οὐ γὰ^ρ ἦν καιρὸς δι^δα^κτι^κῆς, ἀλλ' ὑφαντικῆς καὶ τῶν ἄλλων.
οὐ γὰρ ἦν καιρὸς διδακτικῆς, ἀλλ' ὑφαντικῆς καὶ τῶν ἄλλων.
καὶ λέγει ὁ θεός·
καὶ λέγει ὁ θεός·
ἰδοὺ κέκληκα^ ἐξ ὀνόμα^τος τὸν βεσελεὴλ ἐκ φυ_λῆς ἰούδα καὶ ἐπλήρωσα^ αὐτὸν πνεύμα^τος θείου, πνεύμα^τος σοφί^α_ς καὶ ἐπιστήμης καὶ αἰσθήσεως.
ἰδοὺ κέκληκα ἐξ ὀνόματος τὸν βεσελεὴλ ἐκ φυλῆς ἰούδα καὶ ἐπλήρωσα αὐτὸν πνεύματος θείου, πνεύματος σοφίας καὶ ἐπιστήμης καὶ αἰσθήσεως.
σοφίας πρὸς τὸ ὑποτί^θεσθαι τοῖς ἐργαζομένοις τοιῶσδε ἐργάζεσθαι ἢ τόδε ποιῆσαι.
σοφίας πρὸς τὸ ὑποτίθεσθαι τοῖς ἐργαζομένοις τοιῶσδε ἐργάζεσθαι ἢ τόδε ποιῆσαι.
ἐπιστήμης, ἵ^να_ ἁρμόσῃ·
ἐπιστήμης, ἵνα ἁρμόσῃ·
αἰσθήσεως, ἵ^να_ νοήσῃ τὰ^ πα^ρὰ^ τοῦ θεοῦ λεγόμενα^ ποία_ν ἔχει δύ^να^μι^ν.
αἰσθήσεως, ἵνα νοήσῃ τὰ παρὰ τοῦ θεοῦ λεγόμενα ποίαν ἔχει δύναμιν.
ἀλλαχοῦ ἐπαγγέλλεται ὁ θεὸς δι^δόναι χά^ρι^ν φιλανθρωπία_ς καὶ λέγει·
ἀλλαχοῦ ἐπαγγέλλεται ὁ θεὸς διδόναι χάριν φιλανθρωπίας καὶ λέγει·
ἐκχεῶ ἐπὶ^ τὸν οἶκον δαυὶδ πνεῦμα^ χά^ρι^τος καὶ οἰκτιρμοῦ, τουτέστι^ δωρεὰν φιλανθρωπία_ς.
ἐκχεῶ ἐπὶ τὸν οἶκον δαυὶδ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ, τουτέστι δωρεὰν φιλανθρωπίας.
πάλιν δωρεῖται χάρισμα^ ταπεινοφροσύνης.
πάλιν δωρεῖται χάρισμα ταπεινοφροσύνης.
πόθεν τοῦτο;
πόθεν τοῦτο;
οἱ τρεῖς παῖδες ἐν τῇ καμί^νῳ, ἐπειδὴ ὡς δί^καιοι τὴν φλόγα ἐπά^τησα^ν, ὡς δὲ ταπεινόφρονες ἁμαρτωλοὺς ἑαυτοὺς ἐκά^λεσα^ν, διὰ τὴν ὑπερβάλλουσα^ν δι^καιοσύ^νην ἐπά^τησα^ν τὴν φλόγα, καὶ τὴν κάμι_νον δρόσον ἐποίησα^ν·
οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ, ἐπειδὴ ὡς δίκαιοι τὴν φλόγα ἐπάτησαν, ὡς δὲ ταπεινόφρονες ἁμαρτωλοὺς ἑαυτοὺς ἐκάλεσαν, διὰ τὴν ὑπερβάλλουσαν δικαιοσύνην ἐπάτησαν τὴν φλόγα, καὶ τὴν κάμινον δρόσον ἐποίησαν·
οὐκ ἐπήρθησα^ν δέ, οὐ δὲ εἶπον·
οὐκ ἐπήρθησαν δέ, οὐ δὲ εἶπον·
ὢ πῶς ἡ δι^καιοσύ^νη μεθ' ἡμῶν.
ὢ πῶς ἡ δικαιοσύνη μεθ' ἡμῶν.
ἐνι_κήσα^μεν φύ^σι^ν·
ἐνικήσαμεν φύσιν·
ὑπερέβημεν νόμον.
ὑπερέβημεν νόμον.
ἀλλὰ^ πρά_ττουσι^ν ὡς δί^καιοι καὶ λα^λοῦσι^ν ὡς ἁμαρτωλοί.
ἀλλὰ πράττουσιν ὡς δίκαιοι καὶ λαλοῦσιν ὡς ἁμαρτωλοί.
ἐννόησον γά^ρ.
ἐννόησον γάρ.
ἐπάτουν τὴν φλόγα καὶ ἐχόρευον ὡς ἅ^γι^οι καὶ ἐξωμολογοῦντο ὡς ἁμαρτωλοί·
ἐπάτουν τὴν φλόγα καὶ ἐχόρευον ὡς ἅγιοι καὶ ἐξωμολογοῦντο ὡς ἁμαρτωλοί·
ἡμάρτομεν, ἠνομήσαμεν, ἠδι^κήσα^μεν.
ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν.
πά^ντα^ ὅσα^ ἐπήγαγες ἡμῖν ἐν ἀ^ληθι^νῇ κρί^σει ἐποίησα^ς·
πάντα ὅσα ἐπήγαγες ἡμῖν ἐν ἀληθινῇ κρίσει ἐποίησας·
ὅτι^ ἠνομήσαμεν ἀποστά^ντες ἀ^πὸ σοῦ καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσα^μεν, ἵ^να_ εὖ ἡμῖν γένηται.
ὅτι ἠνομήσαμεν ἀποστάντες ἀπὸ σοῦ καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, ἵνα εὖ ἡμῖν γένηται.
ἐπεὶ οὖν δί^καιοι ὄντες ἑαυτοὺς ἐταπείνουν, ἔλα^βον πνεῦμα^ ταπεινώσεως, χάρισμα^ ταπεινοφροσύνης.
ἐπεὶ οὖν δίκαιοι ὄντες ἑαυτοὺς ἐταπείνουν, ἔλαβον πνεῦμα ταπεινώσεως, χάρισμα ταπεινοφροσύνης.
διὰ τοῦτο ἰδόντες τὴν χά^ρι^ν, λέγουσι^ν ὅτι^ οὐκ ἔστιν ἡμῖν ἐν τῷ καιρῷ τούτῳ προφήτης οὐ δὲ προσφορὰ οὐ δὲ θυ_μία_μα^, οὐ τόπος τοῦ καρπῶσαι καὶ εὑρεῖν ἔλεος.
διὰ τοῦτο ἰδόντες τὴν χάριν, λέγουσιν ὅτι οὐκ ἔστιν ἡμῖν ἐν τῷ καιρῷ τούτῳ προφήτης οὐ δὲ προσφορὰ οὐ δὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι καὶ εὑρεῖν ἔλεος.
ἐπεὶ οὖν οὐκ ἔχομεν πόλι^ν, οὐ να_όν, οὐ θυ^σιαστήριον, οὐ θυ_μία_μα^, ἀντὶ^ πάντων ἡ τα^πεινοφροσύνη ἡμῖν ἀρκέσει.
ἐπεὶ οὖν οὐκ ἔχομεν πόλιν, οὐ ναόν, οὐ θυσιαστήριον, οὐ θυμίαμα, ἀντὶ πάντων ἡ ταπεινοφροσύνη ἡμῖν ἀρκέσει.
διὰ τοῦτο λέγουσι^ν·
διὰ τοῦτο λέγουσιν·
ἀλλ' ἐν ψυ^χῇ συντετριμμένῃ καὶ πνεύμα^τι^ ταπεινώσεως προσδεχθείημεν.
ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν.
ἄλλος, ὅταν πλήρης ᾖ τῆς χά^ρι^τος, λα^βὼν ὁλόκληρον τὸ δῶρον λέγει·
ἄλλος, ὅταν πλήρης ᾖ τῆς χάριτος, λαβὼν ὁλόκληρον τὸ δῶρον λέγει·
πνεῦμα^ ἔλα^βε πληρώσεως.
πνεῦμα ἔλαβε πληρώσεως.
πόθεν τοῦτο;
πόθεν τοῦτο;
ἡ ὁδὸς τῆς θυγατρὸς τοῦ λα_οῦ μου οὐκ εἰς ἅ^γι^ον, οὐ δὲ εἰς κα^θα^ρὸν πνεῦμα^ πληρώσεως.
ἡ ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς ἅγιον, οὐ δὲ εἰς καθαρὸν πνεῦμα πληρώσεως.
οὐκ ἔχουσι^ φησὶ^ πνεῦμα^ τὸ πληροῦν αὐτούς.
οὐκ ἔχουσι φησὶ πνεῦμα τὸ πληροῦν αὐτούς.
οὕτως εἶχον πνεῦμα^ πληρώσεως οἱ ἀ^πόστολοι, κα^θὼς γέγραπται·
οὕτως εἶχον πνεῦμα πληρώσεως οἱ ἀπόστολοι, καθὼς γέγραπται·
τότε φησὶ^ν ὁ παῦλος πλησθεὶς πνεύμα^τος ἁ^γί^ου, ὅτε ἐλέγχει ἐλύμαν τὸν μά^γον.
τότε φησὶν ὁ παῦλος πλησθεὶς πνεύματος ἁγίου, ὅτε ἐλέγχει ἐλύμαν τὸν μάγον.
ὁρᾷς τὰ^ χα^ρί^σμα^τα^;
ὁρᾷς τὰ χαρίσματα;
ἐπαναλαμβάνω τοίνυ^ν τὰ^ ὀνόμα^τα^ τῆς ἀφράστου φύ^σεως·
ἐπαναλαμβάνω τοίνυν τὰ ὀνόματα τῆς ἀφράστου φύσεως·
πνεῦμα^ θεοῦ, πνεῦμα^ τὸ ἐκ τοῦ θεοῦ, πνεῦμα^ κυ_ρί^ου, πνεῦμα^ πατρός, πνεῦμα^ υἱοῦ, πνεῦμα^ χριστοῦ, πνεῦμα^ τοῦ ἐγείραντος τὸν χριστόν, πνεῦμα^ ζωῆς, πνεῦμα^ ἀ^ληθεία_ς.
πνεῦμα θεοῦ, πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, πνεῦμα κυρίου, πνεῦμα πατρός, πνεῦμα υἱοῦ, πνεῦμα χριστοῦ, πνεῦμα τοῦ ἐγείραντος τὸν χριστόν, πνεῦμα ζωῆς, πνεῦμα ἀληθείας.
λοιπὸν τὰ^ χα^ρί^σμα^τα^·
λοιπὸν τὰ χαρίσματα·
πνεῦμα^ δυ^νά^μεως, πνεῦμα^ ἀγάπης, πνεῦμα^ σωφρονισμοῦ, πνεῦμα^ ἐπαγγελία_ς, πνεῦμα^ πίστεως, πνεῦμα^ ἀποκαλύψεως, πνεῦμα^ υἱοθεσία_ς.
πνεῦμα δυνάμεως, πνεῦμα ἀγάπης, πνεῦμα σωφρονισμοῦ, πνεῦμα ἐπαγγελίας, πνεῦμα πίστεως, πνεῦμα ἀποκαλύψεως, πνεῦμα υἱοθεσίας.
ὅταν λά^βῃ τι^ς χάρισμα^ τοῦ δι^κά^ζειν, ἔλα^βε πνεῦμα^ κρί^σεως, καὶ κα^θα^ρι^εῖ αὐτοὺς ὁ κύ_ρι^ος πνεύμα^τι^ κρί^σεως καὶ πνεύμα^τι^ καύσεως.
ὅταν λάβῃ τις χάρισμα τοῦ δικάζειν, ἔλαβε πνεῦμα κρίσεως, καὶ καθαριεῖ αὐτοὺς ὁ κύριος πνεύματι κρίσεως καὶ πνεύματι καύσεως.
τὴν τιμωρητικὴν καὶ κα^θα^ρτι^κὴν δύ^να^μι^ν κα^λεῖ πνεῦμα^ κρί^σεως καὶ πνεῦμα^ καύσεως.
τὴν τιμωρητικὴν καὶ καθαρτικὴν δύναμιν καλεῖ πνεῦμα κρίσεως καὶ πνεῦμα καύσεως.
ὁ δὲ δαυὶδ αἰτεῖ πνεῦμα^ εὐθές, τὸ εἰς εὐθύτητα^ φέρον.
ὁ δὲ δαυὶδ αἰτεῖ πνεῦμα εὐθές, τὸ εἰς εὐθύτητα φέρον.
καὶ πάλιν αἰτεῖ χάρισμα^ ἡγεμονεῦον τῶν πα^θῶν καὶ ποιοῦν τὴν ψυ_χὴν μὴ δουλεύειν τοῖς πά^θεσι^ν.
καὶ πάλιν αἰτεῖ χάρισμα ἡγεμονεῦον τῶν παθῶν καὶ ποιοῦν τὴν ψυχὴν μὴ δουλεύειν τοῖς πάθεσιν.
ἐπειδὴ γὰ^ρ διεστράφη ἡ κα^ρδί^α_ τοῦ δαυίδ, καὶ ἀ^πὸ σωφροσύνης ἦλθεν εἰς κα^κί^α_ν πα^θῶν καὶ ἡδονῆς, καὶ ἐπειδὴ οὐ δι^καίως ἔκρι_νεν ἀ^ναιρεθῆναι τὸν ἄνδρα^ καὶ δοῦλος ἐγένετο ἐπι^θυ_μί^α_ς καὶ εἰς μοιχείαν ἐτρά^πη, αἰτεῖ πνεῦμα^ εὐθές, ἐγκαίνισον ἐν τοῖς ἐγκά^τοις μου καὶ μὴ ἀπορρίψῃς με φησὶ^ν ἀ^πὸ τοῦ προσώπου σο...
ἐπειδὴ γὰρ διεστράφη ἡ καρδία τοῦ δαυίδ, καὶ ἀπὸ σωφροσύνης ἦλθεν εἰς κακίαν παθῶν καὶ ἡδονῆς, καὶ ἐπειδὴ οὐ δικαίως ἔκρινεν ἀναιρεθῆναι τὸν ἄνδρα καὶ δοῦλος ἐγένετο ἐπιθυμίας καὶ εἰς μοιχείαν ἐτράπη, αἰτεῖ πνεῦμα εὐθές, ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου καὶ μὴ ἀπορρίψῃς με φησὶν ἀπὸ τοῦ προσώπου σου·
ἀ^πόδος μοι τὴν ἀγαλλίασι^ν τοῦ σωτηρί^ου σου καὶ πνεύμα^τι^ ἡγεμονι^κῷ στήριξον με, τουτέστι^ χαρίσμα^τι^ ἡγεμονεύοντι^ τῶν πα^θῶν καὶ κρα^τοῦντι^ τῶν ἡδονῶν.
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξον με, τουτέστι χαρίσματι ἡγεμονεύοντι τῶν παθῶν καὶ κρατοῦντι τῶν ἡδονῶν.
ταῦτα ἡμῖν εἴρηται περὶ^ τῆς τοῦ ἁ^γί^ου πνεύμα^τος θεϊ^κῆς αὐθεντία_ς καὶ τῆς κα^τὰ^ τὰ^ ἐνεργήματα^ δι^α^φορᾶ_ς.
ταῦτα ἡμῖν εἴρηται περὶ τῆς τοῦ ἁγίου πνεύματος θεϊκῆς αὐθεντίας καὶ τῆς κατὰ τὰ ἐνεργήματα διαφορᾶς.
οἱ δὲ αἱρετι^κοὶ ἀγνοήσαντες ὅτι^, ὅταν λέγῃ πνεῦμα^ ἁγιωσύνης ἢ ἐπαγγελίας, τῶν δωρεῶν μέμνηται, αὐτοὶ εἰς τὴν φύ^σι^ν ἀ^νά^γουσι^, λέγοντες, ὅτι^ ὁ θεὸς ἔδωκε, καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐδωρήσα^το.
οἱ δὲ αἱρετικοὶ ἀγνοήσαντες ὅτι, ὅταν λέγῃ πνεῦμα ἁγιωσύνης ἢ ἐπαγγελίας, τῶν δωρεῶν μέμνηται, αὐτοὶ εἰς τὴν φύσιν ἀνάγουσι, λέγοντες, ὅτι ὁ θεὸς ἔδωκε, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐδωρήσατο.
εἶδές φα_σιν ὅτι^ δῶρόν ἐστι^ θεοῦ;
εἶδές φασιν ὅτι δῶρόν ἐστι θεοῦ;
ἀνέγνων τὰ^ τῶν δωρεῶν καὶ εἰς τὴν φύ^σι^ν ἀ^νήγα^γον, δέον νοῆσαι τί^να^ τὰ^ ὀνόμα^τα^ τὰ^ τὴν φύ^σι^ν δηλοῦντα^ καὶ τί^να^ τὰ^ ὀνόμα^τα^ τὰ^ τὴν χά^ρι^ν ἑρμηνεύοντα^.
ἀνέγνων τὰ τῶν δωρεῶν καὶ εἰς τὴν φύσιν ἀνήγαγον, δέον νοῆσαι τίνα τὰ ὀνόματα τὰ τὴν φύσιν δηλοῦντα καὶ τίνα τὰ ὀνόματα τὰ τὴν χάριν ἑρμηνεύοντα.
ἐκαπήλευσαν τὴν ἀ^λήθεια^ν, συνέχεον τὰ^ πά^ντα^, ἀνέστρεψα^ν ἑαυτούς, ἐξώκειλα^ν τῆς ἀ^ληθεία_ς.
ἐκαπήλευσαν τὴν ἀλήθειαν, συνέχεον τὰ πάντα, ἀνέστρεψαν ἑαυτούς, ἐξώκειλαν τῆς ἀληθείας.
ἐσκοτίσθη ἡ ἀσύ^νετος αὐτῶν κα^ρδί^α_·
ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία·
φά^σκουσι^ν εἶναι σοφοί, ἐμωράνθησα^ν.
φάσκουσιν εἶναι σοφοί, ἐμωράνθησαν.
διὸ ἐπά^γουσι^ν·
διὸ ἐπάγουσιν·
ἐπειδή φησι^ περὶ^ πνεύμα^τος κι_νεῖς καὶ ἀ^πὸ γρα^φῶν δι^δά^σκεις, καὶ βούλει μά^ρτυ^ρα^ς ἔχειν τὰ_ς γρα^φά_ς, ἀπ' αὐτῶν τῶν γρα^φῶν κινούμενοι λέγομεν ἅ_περ ὁ σωτὴρ περὶ^ τοῦ πνεύμα^τος εἶπε τοῦ ἁ^γί^ου.
ἐπειδή φησι περὶ πνεύματος κινεῖς καὶ ἀπὸ γραφῶν διδάσκεις, καὶ βούλει μάρτυρας ἔχειν τὰς γραφάς, ἀπ' αὐτῶν τῶν γραφῶν κινούμενοι λέγομεν ἅπερ ὁ σωτὴρ περὶ τοῦ πνεύματος εἶπε τοῦ ἁγίου.
τί^ οὖν λέγει;
τί οὖν λέγει;
ὅταν δὲ ἔλθῃ φησὶ^ν ὁ πα^ράκλητος, τὸ πνεῦμα^ τῆς ἀ^ληθεία_ς, ὃ πα^ρὰ^ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος ὑ_μᾶς ὁδηγήσει πρὸς πᾶσα^ν τὴν ἀ^λήθεια^ν·
ὅταν δὲ ἔλθῃ φησὶν ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος ὑμᾶς ὁδηγήσει πρὸς πᾶσαν τὴν ἀλήθειαν·
οὐ γὰ^ρ ἀφ' ἑαυτοῦ λα^λήσει, ἀλλ' ὅσα^ ἂ_ν ἀ^κούσῃ, ἀ^ναγγελεῖ ὑ_μῖν·
οὐ γὰρ ἀφ' ἑαυτοῦ λαλήσει, ἀλλ' ὅσα ἂν ἀκούσῃ, ἀναγγελεῖ ὑμῖν·
ὅτι^ ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀ^ναγγελεῖ ὑ_μῖν.
ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.
εἶδες πῶς, φησι^ν, ἀφ' ἑαυτοῦ οὐ λα^λεῖ, ἀλλ' ἐξ αὐτοῦ λα^μβά^νει;
εἶδες πῶς, φησιν, ἀφ' ἑαυτοῦ οὐ λαλεῖ, ἀλλ' ἐξ αὐτοῦ λαμβάνει;
μὴ δύ^να^ται ἡ αὐθεντία δειχθῆναι τοῦ πνεύμα^τος;
μὴ δύναται ἡ αὐθεντία δειχθῆναι τοῦ πνεύματος;
οὐκ ἔδειξέ φησι^ν ἡ γρα^φὴ ὑ^ποκείμενον αὐτὸ τῇ ἐξουσί^ᾳ τοῦ υἱοῦ καὶ δανειζόμενον παρ' αὐτοῦ καὶ ἄλλοις χορηγοῦν;
οὐκ ἔδειξέ φησιν ἡ γραφὴ ὑποκείμενον αὐτὸ τῇ ἐξουσίᾳ τοῦ υἱοῦ καὶ δανειζόμενον παρ' αὐτοῦ καὶ ἄλλοις χορηγοῦν;