macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
πῶς ταῦτα^ λα^ληθῇ ἢ πῶς σιωπηθῇ; | πῶς ταῦτα λαληθῇ ἢ πῶς σιωπηθῇ; |
λόγος οὐκ ἀρκεσθῇ. | λόγος οὐκ ἀρκεσθῇ. |
ἡ σι^ωπὴ ἀγνωμοσύνην ἡμῖν κα^τηγορεῖ. | ἡ σιωπὴ ἀγνωμοσύνην ἡμῖν κατηγορεῖ. |
καὶ τί^ ποιήσομεν καὶ εἰπεῖν μὴ ἰσχύ_οντες; | καὶ τί ποιήσομεν καὶ εἰπεῖν μὴ ἰσχύοντες; |
ἤρξατο νίπτειν τοὺς πόδα^ς τῶν μα^θητῶν καὶ ἐκμάσσειν τῷ λεντί^ῳ. | ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ. |
οὐδὲ ἓν ὑπηρεσί^α_ς εἶδος πα^ρέλι^πεν· | οὐδὲ ἓν ὑπηρεσίας εἶδος παρέλιπεν· |
οὐκ ἐπέτρεψε τὸ μὲν ὕ^δωρ ἐνθεῖναι παρ' ἄλλων, ἑαυτῷ δὲ νίψαι. | οὐκ ἐπέτρεψε τὸ μὲν ὕδωρ ἐνθεῖναι παρ' ἄλλων, ἑαυτῷ δὲ νίψαι. |
οὐδὲ ἔνιψε μὲν αὐτός, ἄλλοι δὲ ἀπέμαξα^ν. | οὐδὲ ἔνιψε μὲν αὐτός, ἄλλοι δὲ ἀπέμαξαν. |
καὶ φαίνεται ἐνταῦθα^ ξένον τι^ μυστήριον εἰσηγούμενος τοῖς μα^θηταῖς. | καὶ φαίνεται ἐνταῦθα ξένον τι μυστήριον εἰσηγούμενος τοῖς μαθηταῖς. |
ἀγαπήσας φησὶ^ τοὺς ἰ^δί^ους μα^θητά_ς, εἰς τέλος ἠγάπησε καὶ τοῦ δείπνου γενομένου, ἤδη τοῦ δι^α^βόλου βεβληκότος εἰς τὴν καρδί^α_ν ἰούδα σίμωνος ἰσκαριώτου, ἵ^να_ πα^ρα^δῷ αὐτόν, ἀ^να^στὰ_ς ἀπέθετο τὰ^ ἱ_μά^τι^α^. | ἀγαπήσας φησὶ τοὺς ἰδίους μαθητάς, εἰς τέλος ἠγάπησε καὶ τοῦ δείπνου γενομένου, ἤδη τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν ἰούδα σίμωνος ἰσκαριώτου, ἵνα παραδῷ αὐτόν, ἀναστὰς ἀπέθετο τὰ ἱμάτια. |
οὐχ ἁπλῶς τοῦτο εἶπεν, ἀλλ' ἵ^να_ δείξῃ ὅτι^ μελετήσαντος τοῦ προδότου τὴν παραδοσίαν οὐκ ὤκνησεν ὁ σωτὴρ αὐτοῦ τοῦ προδότου τοὺς πόδα^ς νίψαι. | οὐχ ἁπλῶς τοῦτο εἶπεν, ἀλλ' ἵνα δείξῃ ὅτι μελετήσαντος τοῦ προδότου τὴν παραδοσίαν οὐκ ὤκνησεν ὁ σωτὴρ αὐτοῦ τοῦ προδότου τοὺς πόδας νίψαι. |
καὶ ᾔδει αὐτοῦ τὸν δόλον καὶ ἔνιψε. | καὶ ᾔδει αὐτοῦ τὸν δόλον καὶ ἔνιψε. |
τί^ οὖν; | τί οὖν; |
προσωποληψία πα^ρὰ^ τῷ θεῷ; | προσωποληψία παρὰ τῷ θεῷ; |
μὴ γένοιτο. | μὴ γένοιτο. |
ἀεὶ μετα^ξὺ^ ἀδι^κούντων καὶ ἀδι^κουμένων ἐστὶ^ν ἡ προσωποληψία. | ἀεὶ μεταξὺ ἀδικούντων καὶ ἀδικουμένων ἐστὶν ἡ προσωποληψία. |
ἐὰν μέντοι ὁ ἀδι^κούμενος τι_μήσῃ τὸν ἀδικοῦντα^, οὐ προσωποληψία εστίν, ἀλλὰ^ τα^πεινοφροσύνη. | ἐὰν μέντοι ὁ ἀδικούμενος τιμήσῃ τὸν ἀδικοῦντα, οὐ προσωποληψία εστίν, ἀλλὰ ταπεινοφροσύνη. |
ἐὰν δὲ ὁ ἀδι^κούμενος λάθρα μὲν ἐργάζεται τὸ κα^κόν, σχήμα^τι^ δὲ φιλανθρωπεύεται, ἐκείνη ἐστὶ^ν ὑπόκρισι^ς. | ἐὰν δὲ ὁ ἀδικούμενος λάθρα μὲν ἐργάζεται τὸ κακόν, σχήματι δὲ φιλανθρωπεύεται, ἐκείνη ἐστὶν ὑπόκρισις. |
οἷον ἀπ' αὐτοῦ τοῦ πρά_γμα^τος λά^βε τὴν ἀ^πόδειξι^ν. | οἷον ἀπ' αὐτοῦ τοῦ πράγματος λάβε τὴν ἀπόδειξιν. |
ἤιδει ἰούδας ὁ πα^ρα^διδοὺς τὸν δεσπότην, ὅτι^ ἀσεβὲς ἦν αὐτοῦ. | ἤιδει ἰούδας ὁ παραδιδοὺς τὸν δεσπότην, ὅτι ἀσεβὲς ἦν αὐτοῦ. |
ὧι γὰ^ρ ἐπεβούλευε φί^λημα^ προσέφερεν. | ὧι γὰρ ἐπεβούλευε φίλημα προσέφερεν. |
ὁ δὲ σωτὴρ ἀδι^κούμενος ἐτί_μα_ τὸν ἀδικοῦντα^, ὅπερ οὐκ ἦν ἀ^δι^κί^α_, ἀλλὰ^ ταπεινοφροσύνης ὑπερβολή, καὶ πα^ρὰ^ θεῷ ἐπαινουμένη καὶ πα^ρὰ^ ἀνθρώποις θαυμαζομένη θέλεις ἰ^δεῖν σχῆμα^; | ὁ δὲ σωτὴρ ἀδικούμενος ἐτίμα τὸν ἀδικοῦντα, ὅπερ οὐκ ἦν ἀδικία, ἀλλὰ ταπεινοφροσύνης ὑπερβολή, καὶ παρὰ θεῷ ἐπαινουμένη καὶ παρὰ ἀνθρώποις θαυμαζομένη θέλεις ἰδεῖν σχῆμα; |
βλέπε τὸν ἰωὰβ τὸν ἀρχιστρά^τηγον τοῦ δαυίδ. | βλέπε τὸν ἰωὰβ τὸν ἀρχιστράτηγον τοῦ δαυίδ. |
κατέσχε τὸν ἀβνάρ, ἄλλον ἀρχιστρά^τηγον, καὶ φι^λί^α_ς προσέφερε ῥήμα^τα^ καὶ λάθρα ἐνέπηξε τὸ ξί^φος τῇ λαγόνι^. | κατέσχε τὸν ἀβνάρ, ἄλλον ἀρχιστράτηγον, καὶ φιλίας προσέφερε ῥήματα καὶ λάθρα ἐνέπηξε τὸ ξίφος τῇ λαγόνι. |
ἀ^δελφὸν ἐκά^λει καὶ ὡς ἐχθρὸν ἀ^νῄρει. | ἀδελφὸν ἐκάλει καὶ ὡς ἐχθρὸν ἀνῄρει. |
δι^ὰ^ τοῦτο κα^κὸν ἡ ὑπόκρισι^ς. | διὰ τοῦτο κακὸν ἡ ὑπόκρισις. |
ἀλλαχοῦ δὲ ὅταν ὁ ἀδι^κούμενος εὐεργετήσῃ τὸν ἀδικοῦντα^, ἐπαίνου ἐστὶ^ τὸ ἔργον. | ἀλλαχοῦ δὲ ὅταν ὁ ἀδικούμενος εὐεργετήσῃ τὸν ἀδικοῦντα, ἐπαίνου ἐστὶ τὸ ἔργον. |
ὁ ἰακὼβ ἐφοβεῖτο τὸν ἴ^δι^ον ἀδελφὸν τὸν ἠσαῦ καὶ πα^ρεκά^λει τὸν θεὸν λέγων· | ὁ ἰακὼβ ἐφοβεῖτο τὸν ἴδιον ἀδελφὸν τὸν ἠσαῦ καὶ παρεκάλει τὸν θεὸν λέγων· |
ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀ^δελφοῦ μου, μὴ ἐλθὼν ἀποκτείνῃ με. | ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου, μὴ ἐλθὼν ἀποκτείνῃ με. |
ὅτε μέντοι εἶδεν αὐτὸν, τι_μᾷ καὶ λέγει· | ὅτε μέντοι εἶδεν αὐτὸν, τιμᾷ καὶ λέγει· |
εἶδον τὸν πρόσωπόν σου ὡς ἂ_ν τι^ς ἴ^δῃ πρόσωπον θεοῦ. | εἶδον τὸν πρόσωπόν σου ὡς ἂν τις ἴδῃ πρόσωπον θεοῦ. |
ἰδὼν δὲ αὐτὸν ὡς πολέμι^ον, ὡς φονέα^, ἐπειδὴ ᾔδει ὅτι^ οὐκ ἔλεγεν ἵ^να_ ἐπι^βουλεύσῃ, ἀλλ' ἵ^να_ ἐπι^βουλὴν φύ^γῃ, συνέγνω ὁ θεός. | ἰδὼν δὲ αὐτὸν ὡς πολέμιον, ὡς φονέα, ἐπειδὴ ᾔδει ὅτι οὐκ ἔλεγεν ἵνα ἐπιβουλεύσῃ, ἀλλ' ἵνα ἐπιβουλὴν φύγῃ, συνέγνω ὁ θεός. |
οὕτω τι^ς ἐὰν φι^λί^α_ς προσενέγκῃ ῥήμα^τα^, οὐχ ἵ^να_ δολιεύσηται, ἀλλ' ἵ^να_ τὸν δόλον ἐκφύ^γῃ, οὐκ ἀγανακτεῖ ὁ θεός. | οὕτω τις ἐὰν φιλίας προσενέγκῃ ῥήματα, οὐχ ἵνα δολιεύσηται, ἀλλ' ἵνα τὸν δόλον ἐκφύγῃ, οὐκ ἀγανακτεῖ ὁ θεός. |
αὐτοῦ γά^ρ ἐστι^ δι^δά^σκα^λος. | αὐτοῦ γάρ ἐστι διδάσκαλος. |
λόγος ὑποπίπτων ἀποστρέφει ὀργήν. | λόγος ὑποπίπτων ἀποστρέφει ὀργήν. |
ἤδη οὖν, φησί^, τοῦ δι^α^βόλου βεβληκότος εἰς τὴν καρδί^α_ν ἰούδα πα^ρα^δοῦναι τὸν σωτῆρα^, ὁ σωτὴρ νι_κῆσαι θέλων τὴν ἀγνωμοσύνην τῇ φι^λανθρωπί^ᾳ καὶ τῇ ἐπιεικείᾳ τὴν ἀλαζονείαν λῦσαι, ἔνιψεν αὐτοῦ τοὺς πόδα^ς. | ἤδη οὖν, φησί, τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν ἰούδα παραδοῦναι τὸν σωτῆρα, ὁ σωτὴρ νικῆσαι θέλων τὴν ἀγνωμοσύνην τῇ φιλανθρωπίᾳ καὶ τῇ ἐπιεικείᾳ τὴν ἀλαζονείαν λῦσαι, ἔνιψεν αὐτοῦ τοὺς πόδας. |
ἐγὼ οὐ τοσοῦτον θαυμάζω τὸν δεσπότην τὰ^ ἴ^δι^α^ ποιοῦντα^ ἔργον γὰ^ρ ἦν αὐτοῦ ἡ ἐπιείκεια^. | ἐγὼ οὐ τοσοῦτον θαυμάζω τὸν δεσπότην τὰ ἴδια ποιοῦντα ἔργον γὰρ ἦν αὐτοῦ ἡ ἐπιείκεια. |
ὅσον ἐκεῖνον δόλου γέμοντα^. | ὅσον ἐκεῖνον δόλου γέμοντα. |
ποίᾳ καρδί^ᾳ προέτεινε τοὺς πόδα^ς; | ποίᾳ καρδίᾳ προέτεινε τοὺς πόδας; |
πῶς ἔβλεπε τὰ_ς ἁγί^α_ς χεῖρα^ς τοῦ δεσπότου περὶ^ τοὺς πόδα^ς αὐτοῦ στρεφομένας; | πῶς ἔβλεπε τὰς ἁγίας χεῖρας τοῦ δεσπότου περὶ τοὺς πόδας αὐτοῦ στρεφομένας; |
πῶς οὐκ ἐνάρκησε; | πῶς οὐκ ἐνάρκησε; |
πῶς οὐκ ἔφριξεν; | πῶς οὐκ ἔφριξεν; |
ἀλλ' ὅμως ἡ ἀνεξίκακος φύ^σι^ς μακροθυμεῖ. | ἀλλ' ὅμως ἡ ἀνεξίκακος φύσις μακροθυμεῖ. |
φαίνεται δὲ καὶ πρῶτον νί^ψα_ς αὐτόν. | φαίνεται δὲ καὶ πρῶτον νίψας αὐτόν. |
δι^ὰ^ τί^; | διὰ τί; |
εἰ μὴ ἔνιψε τοὺς πόδα^ς τοῦ προδότου, ἀλλὰ^ νίπτων τῶν ἄλλων αὐτὸν κατέλιπε, κ ἀκεῖνο ἦν τοῦ δεσπότου ἀ^λλότρι^ον καὶ ὁ ἰούδας εὔλογον ἔλα^βεν ἀ^φορμήν. | εἰ μὴ ἔνιψε τοὺς πόδας τοῦ προδότου, ἀλλὰ νίπτων τῶν ἄλλων αὐτὸν κατέλιπε, κ ἀκεῖνο ἦν τοῦ δεσπότου ἀλλότριον καὶ ὁ ἰούδας εὔλογον ἔλαβεν ἀφορμήν. |
αὐτός με ἀ^φώρι^σεν· | αὐτός με ἀφώρισεν· |
αὐτός με ἠλλοτρί^ωσε· | αὐτός με ἠλλοτρίωσε· |
πάντων ἔνιψε τοὺς πόδα^ς, ἐμὲ δὲ κατέγνω. | πάντων ἔνιψε τοὺς πόδας, ἐμὲ δὲ κατέγνω. |
ποίᾳ ψυ^χῇ ἐδυ^νά^μην εἶναι μετ' αὐτοῦ; | ποίᾳ ψυχῇ ἐδυνάμην εἶναι μετ' αὐτοῦ; |
εἶδεν ὁ θεὸς καρδί^α_ν συντετριμμένην καὶ οὐκ ἠθέλησε τὸ ἀφ' ἑαυτοῦ συ^ντρι_βόμενον αὐτὸς συντρίψαι. | εἶδεν ὁ θεὸς καρδίαν συντετριμμένην καὶ οὐκ ἠθέλησε τὸ ἀφ' ἑαυτοῦ συντριβόμενον αὐτὸς συντρίψαι. |
καὶ τοῦτο ἦν τὸ κά^λα^μον συντετριμμένον μὴ κατεάξῃς. | καὶ τοῦτο ἦν τὸ κάλαμον συντετριμμένον μὴ κατεάξῃς. |
ὅμως ἔνιψε τῶν μα^θητῶν τοὺς πόδα^ς. | ὅμως ἔνιψε τῶν μαθητῶν τοὺς πόδας. |
ἦλθε τελευταῖον ἐπὶ^ τὸν πέτρον. | ἦλθε τελευταῖον ἐπὶ τὸν πέτρον. |
ἐν ὅσῳ δὲ τοὺς ἄλλους ἔνιπτεν ὁ σωτήρ, ἐννοεῖ πέτρος τὸ ἀξί^ωμα^ τοῦ δεσπότου καὶ τὴν εὐτέλεια^ν τῶν ἀνθρώπων, τὸ τα^πεινὸν τῶν ἀνθρώπων καὶ τὴν δόξα^ν τοῦ δεδοξασμένου, καὶ ὥρι^σε παρ' ἑαυτῷ τὸ μὴ καταδέξασθαι. | ἐν ὅσῳ δὲ τοὺς ἄλλους ἔνιπτεν ὁ σωτήρ, ἐννοεῖ πέτρος τὸ ἀξίωμα τοῦ δεσπότου καὶ τὴν εὐτέλειαν τῶν ἀνθρώπων, τὸ ταπεινὸν τῶν ἀνθρώπων καὶ τὴν δόξαν τοῦ δεδοξασμένου, καὶ ὥρισε παρ' ἑαυτῷ τὸ μὴ καταδέξασθαι. |
ἦλθε πρὸς αὐτὸν ὁ σωτὴρ καὶ λέγει ἐκεῖνος· | ἦλθε πρὸς αὐτὸν ὁ σωτὴρ καὶ λέγει ἐκεῖνος· |
κύ_ρι^ε, σὺ^ μου νίπτεις τοὺς πόδα^ς;. | κύριε, σὺ μου νίπτεις τοὺς πόδας;. |
σὺ^ εἶ ὁ νεκροὺς ἐγείρων, ὁ λεπροὺς κα^θα^ρί^ζων τὸ γὰ^ρ σὺ^ πολλὴν ἔχει δύ^να^μι^ν. | σὺ εἶ ὁ νεκροὺς ἐγείρων, ὁ λεπροὺς καθαρίζων τὸ γὰρ σὺ πολλὴν ἔχει δύναμιν. |
σὺ^, ᾧ ἐγὼ ἐμα^ρτύ^ρησα^ ὅτι^ σὺ^ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. | σὺ, ᾧ ἐγὼ ἐμαρτύρησα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. |
εἰ μὲν ἀ^πὸ ἀ^γνοία_ς εἶπον, συ^νέβη ἂ^ν ὑπόνοια^ν ἀ^νθρωπί^νην εἶναι. | εἰ μὲν ἀπὸ ἀγνοίας εἶπον, συνέβη ἂν ὑπόνοιαν ἀνθρωπίνην εἶναι. |
εἰ δὲ σύ^ μου τὴν φωνὴν ἐσφράγισα^ς λέγων ὅτι^ ὁ πα^τήρ μου ὁ ἐν οὐρα^νοῖς ἀπεκάλυψέ σοι, ἀ^νέχῃ οἰκέτου πόδα^ς πλῦναι χερσὶ^ δεσπότου; | εἰ δὲ σύ μου τὴν φωνὴν ἐσφράγισας λέγων ὅτι ὁ πατήρ μου ὁ ἐν οὐρανοῖς ἀπεκάλυψέ σοι, ἀνέχῃ οἰκέτου πόδας πλῦναι χερσὶ δεσπότου; |
οὐ μὴ νίψεις τοὺς πόδα^ς εἰς τὸν αἰῶνα^. | οὐ μὴ νίψεις τοὺς πόδας εἰς τὸν αἰῶνα. |
τί^ οὖν ὁ σωτήρ; | τί οὖν ὁ σωτήρ; |
διεσκέδασε τὴν φωνὴν αὐτοῦ. | διεσκέδασε τὴν φωνὴν αὐτοῦ. |
ὃ ποιῶ φησι^ νῦν σὺ^ οὐκ οἶδα^ς, γνώσῃ δὲ μετὰ^ ταῦτα^, ἀντὶ^ τοῦ ἀγνοεῖς μου τὸν σκοπὸν τοῦ ποιοῦντος. | ὃ ποιῶ φησι νῦν σὺ οὐκ οἶδας, γνώσῃ δὲ μετὰ ταῦτα, ἀντὶ τοῦ ἀγνοεῖς μου τὸν σκοπὸν τοῦ ποιοῦντος. |
οὐκ ἠνείχετο, ἀλλὰ^ ταῦτα^ ἀ^κούσα_ς λέγει· | οὐκ ἠνείχετο, ἀλλὰ ταῦτα ἀκούσας λέγει· |
οὐ μή μου νίψεις τοὺς πόδα^ς εἰς τὸν αἰῶνα^. | οὐ μή μου νίψεις τοὺς πόδας εἰς τὸν αἰῶνα. |
ἔδειξε ψυ_χὴν ἀ^δά^μα^ντος σκληροτέραν. | ἔδειξε ψυχὴν ἀδάμαντος σκληροτέραν. |
προσήνεγκε δὲ ὁ σωτὴρ τὸ ἑαυτοῦ πῦρ καὶ ἐποίησε τὴν ἀ^δά^μα^ντα^ ψυ_χὴν κηροῦ ἁπαλωτέραν. | προσήνεγκε δὲ ὁ σωτὴρ τὸ ἑαυτοῦ πῦρ καὶ ἐποίησε τὴν ἀδάμαντα ψυχὴν κηροῦ ἁπαλωτέραν. |
ὥστε, φησί^, καὶ μονότονος καὶ φιλόνεικος λῦσόν σου τὴν ἔνστασι^ν. | ὥστε, φησί, καὶ μονότονος καὶ φιλόνεικος λῦσόν σου τὴν ἔνστασιν. |
εἰ μή σου νίψω τοὺς πόδα^ς, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. | εἰ μή σου νίψω τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. |
καὶ ὁ μονότονος καὶ ὁ φιλόνεικος λέγει· | καὶ ὁ μονότονος καὶ ὁ φιλόνεικος λέγει· |
κύ_ρι^ε, μὴ μόνον τοὺς πόδα^ς, ἀλλὰ^ τὰ_ς καὶ χεῖρα^ς καὶ τὴν κεφαλήν. | κύριε, μὴ μόνον τοὺς πόδας, ἀλλὰ τὰς καὶ χεῖρας καὶ τὴν κεφαλήν. |
τὸ κεφά^λαιον ἀπεστέρει καὶ μετὰ^ τόκου ἀπέδωκε. | τὸ κεφάλαιον ἀπεστέρει καὶ μετὰ τόκου ἀπέδωκε. |
χριστιανῶν ἦθος οὐκ ἐστὶ^ μονότονον. | χριστιανῶν ἦθος οὐκ ἐστὶ μονότονον. |
οὐ δεῖ χριστιανῶν ἔμφιλον ἦθος ἔχειν. | οὐ δεῖ χριστιανῶν ἔμφιλον ἦθος ἔχειν. |
οὐ δεῖ αὐτὸν ποικί^λον εἶναι εἰς ἐπι^βουλήν, ἀλλ' ἀπολύτροπον εἰς ἀ^ρετήν. | οὐ δεῖ αὐτὸν ποικίλον εἶναι εἰς ἐπιβουλήν, ἀλλ' ἀπολύτροπον εἰς ἀρετήν. |
οἷον δεῖ εἶναι, φαιδρὸν μὲν ἐν καιρῷ φαιδρότητος, στυγνὸν δὲ ἐν καιρῷ λύ_πης, χαίρειν μετὰ^ χαιρόντων, νηστεύειν μετὰ^ νηστευόντων, κλαίειν μετὰ^ κλαιόντων. | οἷον δεῖ εἶναι, φαιδρὸν μὲν ἐν καιρῷ φαιδρότητος, στυγνὸν δὲ ἐν καιρῷ λύπης, χαίρειν μετὰ χαιρόντων, νηστεύειν μετὰ νηστευόντων, κλαίειν μετὰ κλαιόντων. |
τοῦτο γά^ρ ἐστι^ν εἴτε ἐσθί^ετε, εἴ τε πί_νετε, πά^ντα^ εἰς δόξα^ν θεοῦ ποιεῖτε. | τοῦτο γάρ ἐστιν εἴτε ἐσθίετε, εἴ τε πίνετε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. |
οὐδὲν οὖν ὤνησεν ἡ πέτρου μονοτονί^α_. | οὐδὲν οὖν ὤνησεν ἡ πέτρου μονοτονία. |
ἐλύθη γὰ^ρ ὡς καὶ ἄλλου. | ἐλύθη γὰρ ὡς καὶ ἄλλου. |
ὅτε ἦλθεν ὁ χριστὸς βαπτισθῆναι ὑ^πὸ ἰωάννου, λέγει αὐτῷ ὁ βαπτιστής· | ὅτε ἦλθεν ὁ χριστὸς βαπτισθῆναι ὑπὸ ἰωάννου, λέγει αὐτῷ ὁ βαπτιστής· |
κύριε, ἐγὼ χρεία_ν ἔχω ὑ^πὸ σοῦ βαπτισθῆναι καὶ σὺ^ ἔρχῃ πρός με; | κύριε, ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με; |
λέγει αὐτῷ ὁ σωτήρ· | λέγει αὐτῷ ὁ σωτήρ· |
ἄφες ἄρτι^. | ἄφες ἄρτι. |
μὴ φιλονείκει, μὴ ἀ^νθί^στα^σο, ὅτι^ θεία_ ἐστὶ^ν ἡ γνώμη. | μὴ φιλονείκει, μὴ ἀνθίστασο, ὅτι θεία ἐστὶν ἡ γνώμη. |
μὴ πρὸ καιροῦ γυμνώσῃς τὸ ἀξί^ωμα^. | μὴ πρὸ καιροῦ γυμνώσῃς τὸ ἀξίωμα. |
ἔασόν με πληρῶσαι τὴν τάξι^ν καὶ δεῖξαι ἀ^ληθῶς ὅτι^ ἄνθρωπον ἔλα^βον, ἵ^να_ δι^ὰ^ τοῦ ἀνθρώπου τοῦ ἀ^ληθι^νοῦ θεὸν ἀναφανῶ. | ἔασόν με πληρῶσαι τὴν τάξιν καὶ δεῖξαι ἀληθῶς ὅτι ἄνθρωπον ἔλαβον, ἵνα διὰ τοῦ ἀνθρώπου τοῦ ἀληθινοῦ θεὸν ἀναφανῶ. |
μόνον εἶπεν· | μόνον εἶπεν· |
ἄφες ἄρτι^, καὶ εὐθέως ἐπι^σημαίνεται ὁ εὐαγγελιστής· | ἄφες ἄρτι, καὶ εὐθέως ἐπισημαίνεται ὁ εὐαγγελιστής· |
τότε ἀ^φῆκεν αὐτὸν βαπτισθῆναι. | τότε ἀφῆκεν αὐτὸν βαπτισθῆναι. |
ἐφιλονείκησεν ὡς εὐσεβὴς καὶ ὑ^πήκουσεν ὡς φι^λόθεος. | ἐφιλονείκησεν ὡς εὐσεβὴς καὶ ὑπήκουσεν ὡς φιλόθεος. |
ὁ ὢν δέσποτα^ κύριε, σὺ^ οἶδα^ς ὅτι^ νεώτερός εἰμι^. | ὁ ὢν δέσποτα κύριε, σὺ οἶδας ὅτι νεώτερός εἰμι. |
καὶ εἶπε κύ_ρι^ος πρός με· | καὶ εἶπε κύριος πρός με· |
μὴ λέγε ὅτι^ νεώτερος ἐγώ εἰμι^, ὅτι^ πρὸς οὓς ἂ_ν ἐχαποστελῶ σε, πορεύσῃ. | μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς οὓς ἂν ἐχαποστελῶ σε, πορεύσῃ. |
ἔλυσε τὴν μονοτονίαν ἡ εὐτονία. | ἔλυσε τὴν μονοτονίαν ἡ εὐτονία. |
προχείρισαι ἄλλον. | προχείρισαι ἄλλον. |
ἰσχνόφωνος γά^ρ εἰμι^ καὶ βρα^δύ^γλωσσος. | ἰσχνόφωνος γάρ εἰμι καὶ βραδύγλωσσος. |
ἀλλ' οὐκ ἐνέδωκεν. | ἀλλ' οὐκ ἐνέδωκεν. |
ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν. | ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.