macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
δεῖξον, ὁ δὲ σωτήρ·
δεῖξον, ὁ δὲ σωτήρ·
οὐκ ἔγνωκά^ς με;
οὐκ ἔγνωκάς με;
, βουλόμενος δεῖξαι ὅτι^ θεὸν οὐκ ὄψι^ς, ἀλλὰ^ γνῶσι^ς πα^ρί^στησι^ν.
, βουλόμενος δεῖξαι ὅτι θεὸν οὐκ ὄψις, ἀλλὰ γνῶσις παρίστησιν.
οὐ πιστεύεις ὅτι^ ἐγὼ ἐν τῷ πατρὶ^ καὶ ὁ πα^τὴρ ἐν ἐμοί;.
οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί;.
πά^λι^ν τὸ ἐγώ, καὶ τότε ὁ πα^τήρ.
πάλιν τὸ ἐγώ, καὶ τότε ὁ πατήρ.
ἐγὼ ἐν τῷ πατρὶ^ καὶ ὁ πα^τὴρ ἐν ἐμοί.
ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.
πῶς οὖν σὺ^ λέγεις·
πῶς οὖν σὺ λέγεις·
δεῖξον ἡμῖν τὸν πα^τέρα^;
δεῖξον ἡμῖν τὸν πατέρα;
ἀντὶ^ τοῦ πῶς ὡς ἕτερον αὐτὸν ἰ^δεῖν προσεδόκησα^ς;
ἀντὶ τοῦ πῶς ὡς ἕτερον αὐτὸν ἰδεῖν προσεδόκησας;
ἐγὼ ἐν τῷ πατρὶ^ καὶ ὁ πα^τὴρ ἐν ἐμοί, καὶ γνωρίζεται υἱὸς δι^ὰ^ πατρὸς καὶ πα^τὴρ διὰ υἱοῦ.
ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ γνωρίζεται υἱὸς διὰ πατρὸς καὶ πατὴρ διὰ υἱοῦ.
πῶς σὺ^ λέγεις·
πῶς σὺ λέγεις·
“δεῖξον ἡμῖν”, ὡς ἄλλον παρ' ἐμὲ ζητῶν ἰ^δεῖν τὸν πα^τέρα^;
“δεῖξον ἡμῖν”, ὡς ἄλλον παρ' ἐμὲ ζητῶν ἰδεῖν τὸν πατέρα;
ἐγὼ ἐν τῷ πατρὶ^ καὶ ὁ πα^τὴρ ἐν ἐμοί, οὐχ ὡς τῆς φύ^σεως συγκεχυμένης, οὐ δὲ ὥσπερ φιάλης ἐν φι^ά^λῃ ἀποκειμένης.
ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, οὐχ ὡς τῆς φύσεως συγκεχυμένης, οὐ δὲ ὥσπερ φιάλης ἐν φιάλῃ ἀποκειμένης.
ἐγὼ ἐν τῷ πατρὶ^ καὶ ὁ πα^τὴρ ἐν ἐμοί.
ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.
οὐ σωμά^των λέγει συνθήκην, ἀλλὰ^ νοημά^των θεωρί^α_.
οὐ σωμάτων λέγει συνθήκην, ἀλλὰ νοημάτων θεωρία.
ἐγὼ ἐν τῷ πατρί^ πα^τὴρ γὰ^ρ ἄ^νευ υἱοῦ οὐ γνωρίζεται, καὶ ὁ πα^τὴρ ἐν ἐμοί υἱὸς γὰ^ρ ἄ^νευ πατρὸς οὐ φαίνεται, ὥσπερ ὁ νοῦς ἐν τῷ λόγῳ καὶ ὁ λόγος ἐν τῷ νῷ θεωρεῖται.
ἐγὼ ἐν τῷ πατρί πατὴρ γὰρ ἄνευ υἱοῦ οὐ γνωρίζεται, καὶ ὁ πατὴρ ἐν ἐμοί υἱὸς γὰρ ἄνευ πατρὸς οὐ φαίνεται, ὥσπερ ὁ νοῦς ἐν τῷ λόγῳ καὶ ὁ λόγος ἐν τῷ νῷ θεωρεῖται.
πόθεν δύ^να^μαι τὴν ἔννοιά^ν σου εἰδέναι ἢ δι' ὧν φθέγγῃ;
πόθεν δύναμαι τὴν ἔννοιάν σου εἰδέναι ἢ δι' ὧν φθέγγῃ;
παριστᾷ σου ὁ λόγος τὸν νοῦν, ὁ νοῦς ὁ σὸς πάλιν ἑρμηνεύει σου τὸν λόγον.
παριστᾷ σου ὁ λόγος τὸν νοῦν, ὁ νοῦς ὁ σὸς πάλιν ἑρμηνεύει σου τὸν λόγον.
οὔτε λόγον ἔστι^ν ἰ^δεῖν μὴ τὴν ἔννοια^ν καταμαθόντα^, οὔ τε τὴν ἔννοια^ν κα^τα^λα^βεῖν μὴ τοῦ λόγου ἑρμηνευθέντος.
οὔτε λόγον ἔστιν ἰδεῖν μὴ τὴν ἔννοιαν καταμαθόντα, οὔ τε τὴν ἔννοιαν καταλαβεῖν μὴ τοῦ λόγου ἑρμηνευθέντος.
διὰ τοῦτο ὁ εὐαγγελιστής φησι^ν ἐν ἀρχῇ ἦν ὁ λόγος, ἵ^να_ τὸ ἀ^πα^θὲς τῆς γεννήσεως δείξῃ.
διὰ τοῦτο ὁ εὐαγγελιστής φησιν ἐν ἀρχῇ ἦν ὁ λόγος, ἵνα τὸ ἀπαθὲς τῆς γεννήσεως δείξῃ.
ὅπερ ἐστὶ^ν ὁ λόγος πρὸς τὸν νοῦν, τοῦτο ὁ μονογενὴς λόγος πρὸς τὸν πα^τέρα^.
ὅπερ ἐστὶν ὁ λόγος πρὸς τὸν νοῦν, τοῦτο ὁ μονογενὴς λόγος πρὸς τὸν πατέρα.
καὶ τὸ θαυμαστόν.
καὶ τὸ θαυμαστόν.
ἐπαναλήψομαι γά^ρ τι^να^ τῶν προειρημένων.
ἐπαναλήψομαι γάρ τινα τῶν προειρημένων.
εἴρηται πρώην ὅτι^ ἐκ τῶν καθ' ἡμᾶς τὰ^ ὑ^πὲρ ἡμᾶς μα^θήσῃ ὥς εἰσι^ν.
εἴρηται πρώην ὅτι ἐκ τῶν καθ' ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς μαθήσῃ ὥς εἰσιν.
ὁ λόγος ἔσω μετὰ^ τοῦ γεννήσαντος αὐτόν, μὴ ὁρα_τός ἐστι^ μετὰ^ ὁρατοῦ;
ὁ λόγος ἔσω μετὰ τοῦ γεννήσαντος αὐτόν, μὴ ὁρατός ἐστι μετὰ ὁρατοῦ;
ἀόρατός ἐστι^ μετά ἀορά^του, νοητὸς μετά νοητοῦ, ἀσώμα^τος μετά ἀσωμά^του.
ἀόρατός ἐστι μετά ἀοράτου, νοητὸς μετά νοητοῦ, ἀσώματος μετά ἀσωμάτου.
ὅταν δὲ μέλλῃ προέρχεσθαι ὁ λόγος, χωρεῖ ἐπὶ^ τό στόμα^ κ ἀκεῖθεν ἑαυτῷ ἐνδύ^εται φωνήν, οὐχ ἑτέρα_ς αὐτῷ φύ^σεως τὴν φωνὴν πα^ρεχούσης, ἀλλ' αὐτοῦ τοῦ λόγου ἑαυτῷ τὴν λέξι^ν ὑ^φαίνοντος.
ὅταν δὲ μέλλῃ προέρχεσθαι ὁ λόγος, χωρεῖ ἐπὶ τό στόμα κ ἀκεῖθεν ἑαυτῷ ἐνδύεται φωνήν, οὐχ ἑτέρας αὐτῷ φύσεως τὴν φωνὴν παρεχούσης, ἀλλ' αὐτοῦ τοῦ λόγου ἑαυτῷ τὴν λέξιν ὑφαίνοντος.
καὶ ὁ ἀόρα_τος τὴν φύ^σι^ν μετὰ^ τοῦ πατρός, τὴν φωνὴν ἐνδυ_σά^μενος προέρχεται, καὶ γί_νεται πᾶσι^ δῆλος ὁ πρὸ τούτου ἄ^δηλος.
καὶ ὁ ἀόρατος τὴν φύσιν μετὰ τοῦ πατρός, τὴν φωνὴν ἐνδυσάμενος προέρχεται, καὶ γίνεται πᾶσι δῆλος ὁ πρὸ τούτου ἄδηλος.
εἶτα προελθὼν καὶ πά^ντα^ πληροῖ, καὶ τοῦ γεννήσαντος αὐτὸν νοῦ οὐκ ἀφί^στα^ται.
εἶτα προελθὼν καὶ πάντα πληροῖ, καὶ τοῦ γεννήσαντος αὐτὸν νοῦ οὐκ ἀφίσταται.
τίς γὰ^ρ ἀνθρώπων, ἐπειδὰ^ν λα^λήσῃ λόγον καὶ ἄλλους δι^δά^ξῃ, ἑαυτὸν κενοῖ τοῦ λόγου;
τίς γὰρ ἀνθρώπων, ἐπειδὰν λαλήσῃ λόγον καὶ ἄλλους διδάξῃ, ἑαυτὸν κενοῖ τοῦ λόγου;
ἆρα ἐάν τι^ φθέγξωμαι καὶ προέλθῃ εἰς ἄλλων ἀ^κοά_ς, τὸν ἐμόν νοῦν ἔρημον κατέλιπεν;
ἆρα ἐάν τι φθέγξωμαι καὶ προέλθῃ εἰς ἄλλων ἀκοάς, τὸν ἐμόν νοῦν ἔρημον κατέλιπεν;
ἆρα οὐ προῆλθεν ἔξω ὁ λόγος καὶ ἔμεινεν ἔσω;
ἆρα οὐ προῆλθεν ἔξω ὁ λόγος καὶ ἔμεινεν ἔσω;
οὐ μυ_ρί^α_ς ἀ^κοὰ_ς ἐπλήρωσεν καὶ τοῦ γεννήσαντος οὑκ ἀ^νεχώρησεν;
οὐ μυρίας ἀκοὰς ἐπλήρωσεν καὶ τοῦ γεννήσαντος οὑκ ἀνεχώρησεν;
εἶτα ὁ μὲν ἀ^νθρώπι^νος λόγος πα^ρὰ^ τοῦ γεννήσαντος ἀποστελλόμενος καὶ ἔξω προέρχεται καὶ τὸν γεννήσα^ντα^ οὐ καταλιμπά^νει.
εἶτα ὁ μὲν ἀνθρώπινος λόγος παρὰ τοῦ γεννήσαντος ἀποστελλόμενος καὶ ἔξω προέρχεται καὶ τὸν γεννήσαντα οὐ καταλιμπάνει.
ὁ δὲ θεὸς λόγος, ἐπειδὴ δι' ἡμᾶς ἐφά^νη εἰς τὸν κόσμον, τοὺς πατρῴους κόλπους ἐρήμους κατέλιπεν;
ὁ δὲ θεὸς λόγος, ἐπειδὴ δι' ἡμᾶς ἐφάνη εἰς τὸν κόσμον, τοὺς πατρῴους κόλπους ἐρήμους κατέλιπεν;
οὐδαμῶς.
οὐδαμῶς.
ἀλλὰ^ καὶ τὸ θαυμαστόν.
ἀλλὰ καὶ τὸ θαυμαστόν.
μυριάδες ἀ^κούουσι^ν ἑνὸς αὐτοῦ τοῦ θεοῦ λόγου καὶ εἰς τοσούτους χωρῶν οὐ μερίζεται, ἀλλ' ὅλος ἐστὶ^ μεθ' ἑκάστου ἡμῶν τῶν ἀ^κουόντων, ὅλος μετὰ^ πάντων.
μυριάδες ἀκούουσιν ἑνὸς αὐτοῦ τοῦ θεοῦ λόγου καὶ εἰς τοσούτους χωρῶν οὐ μερίζεται, ἀλλ' ὅλος ἐστὶ μεθ' ἑκάστου ἡμῶν τῶν ἀκουόντων, ὅλος μετὰ πάντων.
καὶ ὁ πα^τήρ ἐγέννησε κα^τὰ^ ῥεῦσι^ν καὶ τμῆσι^ν, καὶ ἐμερίσθη καὶ δι^ῃρέθη, ὡς λέγουσι^ν;
καὶ ὁ πατήρ ἐγέννησε κατὰ ῥεῦσιν καὶ τμῆσιν, καὶ ἐμερίσθη καὶ διῃρέθη, ὡς λέγουσιν;
λεγέτω πρὸς αὐτοὺς ὁ σωτήρ·
λεγέτω πρὸς αὐτοὺς ὁ σωτήρ·
ἐρευνᾶτε τὰ_ς γρα^φά_ς.
ἐρευνᾶτε τὰς γραφάς.
ἐρευνᾶτε, μὴ παραφθείρετε.
ἐρευνᾶτε, μὴ παραφθείρετε.
ἐρευνᾶτε, μὴ ἁπλῶς ἀναγινώσκοντες, ἀλλὰ^ τὰ^ βά^θη τῶν νοημά^των ἐξιχνιάζοντες.
ἐρευνᾶτε, μὴ ἁπλῶς ἀναγινώσκοντες, ἀλλὰ τὰ βάθη τῶν νοημάτων ἐξιχνιάζοντες.
ὁ θεὸς τὰ_ς γρα^φὰ_ς ἔδωκεν, τὰ_ς δὲ θεωρί^α_ς οὐκ ἐγύμνωσεν, ἀλλὰ^ κατέλιπε τῷ δρόμῳ τῷ σῷ, ἵ^να_ σοῦ τὴν εὐγνωμοσύνην πειρά_σῃ καὶ τὴν σπουδὴν ἴ^δῃ, ἵ^να_ ἴ^δῃ σε, εἰ δουλεύεις γρα^φαῖς ἢ βι^ά^ζῃ γρα^φά_ς.
ὁ θεὸς τὰς γραφὰς ἔδωκεν, τὰς δὲ θεωρίας οὐκ ἐγύμνωσεν, ἀλλὰ κατέλιπε τῷ δρόμῳ τῷ σῷ, ἵνα σοῦ τὴν εὐγνωμοσύνην πειράσῃ καὶ τὴν σπουδὴν ἴδῃ, ἵνα ἴδῃ σε, εἰ δουλεύεις γραφαῖς ἢ βιάζῃ γραφάς.
ὥσπερ γὰ^ρ τὴν φύ^σι^ν τῶν πρα_γμά^των προέθηκεν ὁ θεός, τὰ_ς δὲ τέχνα_ς ἔκρυψεν καὶ πά^ντα^ μὲν προεβλήθη ὑ^πὸ τοῦ θεοῦ, τέχνη δὲ ἐξ ἀ^νθρωπί^νης ἐννοία_ς ἀπετέχθη, οὕτω καὶ ἐπὶ^ τῶν γρα^φῶν.
ὥσπερ γὰρ τὴν φύσιν τῶν πραγμάτων προέθηκεν ὁ θεός, τὰς δὲ τέχνας ἔκρυψεν καὶ πάντα μὲν προεβλήθη ὑπὸ τοῦ θεοῦ, τέχνη δὲ ἐξ ἀνθρωπίνης ἐννοίας ἀπετέχθη, οὕτω καὶ ἐπὶ τῶν γραφῶν.
ἀλλ' ἵ^να_ σαφηνίσω·
ἀλλ' ἵνα σαφηνίσω·
ἔδωκεν ὁ θεὸς λί^θους, ἔδωκεν ὁ θεὸς λί^θων φύ^σι^ν, οὐκ οἰκοδομὴν ἕτοιμον·
ἔδωκεν ὁ θεὸς λίθους, ἔδωκεν ὁ θεὸς λίθων φύσιν, οὐκ οἰκοδομὴν ἕτοιμον·
ἔδωκε σῖτον, οὐκ ἄρτον·
ἔδωκε σῖτον, οὐκ ἄρτον·
ἔδωκε βότρυν, οὐκ οἶνον·
ἔδωκε βότρυν, οὐκ οἶνον·
ἔδωκε τὴν τῶν ἐρίων φύ^σι^ν, οὐχ ἱ_μά^τι^ον·
ἔδωκε τὴν τῶν ἐρίων φύσιν, οὐχ ἱμάτιον·
ἔδωκε γῆν γεωργοῦσα^ν χρυ_σόν, ἀλλ' οὐ χρυ_σόν.
ἔδωκε γῆν γεωργοῦσαν χρυσόν, ἀλλ' οὐ χρυσόν.
διά τί^;
διά τί;
ἐπειδὴ ἐν εἰκόνι^ θεοῦ ποιεῖ τὸν ἄνθρωπον, μερίζεται τὴν δημιουργίαν·
ἐπειδὴ ἐν εἰκόνι θεοῦ ποιεῖ τὸν ἄνθρωπον, μερίζεται τὴν δημιουργίαν·
αὐτὸς κτίζει, κ ἀκείνου τῇ τέχνῃ ῥυθμίζει τὴν δημιουργίαν.
αὐτὸς κτίζει, κ ἀκείνου τῇ τέχνῃ ῥυθμίζει τὴν δημιουργίαν.
ἐπειδὴ κατ' εἰκόνα^ ἑαυτοῦ ποιεῖ τὸν ἄνθρωπον, μερίζεται πρὸς αὐτὸν τῶν γενομένων τὴν εὐγένεια^ν.
ἐπειδὴ κατ' εἰκόνα ἑαυτοῦ ποιεῖ τὸν ἄνθρωπον, μερίζεται πρὸς αὐτὸν τῶν γενομένων τὴν εὐγένειαν.
αὐτὸς ἐργάζεται ὡς δημιουργός, καὶ ὡς θεὸς ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τά^ πά^ντα^ πα^ρα^γα^γὼν αὐτὸς ἐπά^γει τὴν φύ^σι^ν τὴν μὴ οὖσα^ν.
αὐτὸς ἐργάζεται ὡς δημιουργός, καὶ ὡς θεὸς ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τά πάντα παραγαγὼν αὐτὸς ἐπάγει τὴν φύσιν τὴν μὴ οὖσαν.
παραχωρεῖ δὲ τῇ εἰκόνι^ κοσμεῖν τά^ γεγενημένα_.
παραχωρεῖ δὲ τῇ εἰκόνι κοσμεῖν τά γεγενημένα.
ἐννόησον τίς ἦν ὁ ἄνθρωπος ὁ πρῶτον ἄ^ροτρον πηξά^μενος, πῶς ἐνενόησε τεμεῖν ξύ^λον, πα^ρεμβαλεῖν μέσον σί^δηρον, τῇ ἁρμονίᾳ σφίγξαι ζυ^γὸν ἐπι^νοῆσαι, ῥυθμὸν εὐθῦναι, βόας συ^να^γα^γεῖν.
ἐννόησον τίς ἦν ὁ ἄνθρωπος ὁ πρῶτον ἄροτρον πηξάμενος, πῶς ἐνενόησε τεμεῖν ξύλον, παρεμβαλεῖν μέσον σίδηρον, τῇ ἁρμονίᾳ σφίγξαι ζυγὸν ἐπινοῆσαι, ῥυθμὸν εὐθῦναι, βόας συναγαγεῖν.
ξύλον ἦν, σί^δηρος ἦν, ἀλλ' ἡ τέχνη οὐ πα^ρῆν.
ξύλον ἦν, σίδηρος ἦν, ἀλλ' ἡ τέχνη οὐ παρῆν.
τίς σοι εἶπεν, ἄνθρωπε, ὅτι^ ἄ^ροτρον οὕτω πήγνυ^ται;
τίς σοι εἶπεν, ἄνθρωπε, ὅτι ἄροτρον οὕτω πήγνυται;
τίς ὑ^πέβαλέ σοι τὴν ἀ^δά^μαστον φύ^σι^ν τοῦ σιδήρου πυ_ρὶ^ μαλά^ττειν;
τίς ὑπέβαλέ σοι τὴν ἀδάμαστον φύσιν τοῦ σιδήρου πυρὶ μαλάττειν;
τίς ὑ^πέδειξέ σοι ἐκ τοσαύτης παχύτητος ῥαφίδα μι_κρὰ_ν ἐργά^σα^σθαι;
τίς ὑπέδειξέ σοι ἐκ τοσαύτης παχύτητος ῥαφίδα μικρὰν ἐργάσασθαι;
τίς ἐπενόησεν ἐν τῇ δι^α^νοίᾳ ἐκ λί^θων κα^τα^σκευά^σαι θυ^ρῶν κατασκευήν;
τίς ἐπενόησεν ἐν τῇ διανοίᾳ ἐκ λίθων κατασκευάσαι θυρῶν κατασκευήν;
ὀρόφων ἐπίνοια^ν πόθεν ἔμα^θες;
ὀρόφων ἐπίνοιαν πόθεν ἔμαθες;
εἰπέ μοι, ἄνθρωπε.
εἰπέ μοι, ἄνθρωπε.
πολύ, φησί^ν, ἀ^πείρως ξενίζῃ.
πολύ, φησίν, ἀπείρως ξενίζῃ.
εἰκόνα^ θεοῦ ὁρᾷς καὶ ἐρωτᾷς μα^νθά^νειν;
εἰκόνα θεοῦ ὁρᾷς καὶ ἐρωτᾷς μανθάνειν;
διὰ τοῦτο, ἀ^δελφοί, παντα^χοῦ ἡ ἀ^νθρωπί^νη φύ^σι^ς τὸν ἑαυτῆς δεσπότην μι_μουμένη τῇ τέχνῃ τὴν φύ^σι^ν κοσμεῖ.
διὰ τοῦτο, ἀδελφοί, πανταχοῦ ἡ ἀνθρωπίνη φύσις τὸν ἑαυτῆς δεσπότην μιμουμένη τῇ τέχνῃ τὴν φύσιν κοσμεῖ.
ἀλλ' ἕως μὲν τῷ μέτρῳ μι_μεῖται, κα^λή·
ἀλλ' ἕως μὲν τῷ μέτρῳ μιμεῖται, καλή·
ἐκβαίνουσα^ δὲ τὰ^ μέτρα^, ἐκ τῆς ἀμετρία_ς ὑβρίζεται.
ἐκβαίνουσα δὲ τὰ μέτρα, ἐκ τῆς ἀμετρίας ὑβρίζεται.
οἷον·
οἷον·
ἐπενόησε, πῶς ὑ^ποτά^ξῃ βοῦν καὶ ἵππον καὶ κά^μηλον καὶ ὅσα^ τῶν ἀλόγων εἰς ὑπηρεσίαν ἐδόθη·
ἐπενόησε, πῶς ὑποτάξῃ βοῦν καὶ ἵππον καὶ κάμηλον καὶ ὅσα τῶν ἀλόγων εἰς ὑπηρεσίαν ἐδόθη·
ἀ^πὸ δὲ πλεονεξί^α_ς ἐπενόησε μῖξαι τὰ^ πα^ρὰ^ φύ^σι^ν.
ἀπὸ δὲ πλεονεξίας ἐπενόησε μῖξαι τὰ παρὰ φύσιν.
ἔμιξεν ὄνον ἵππῳ, τοῦτο τοῦ θεοῦ μὴ θελήσαντος, ἀλλ' ἀπ' ἀρχῆς εἰρηκότος·
ἔμιξεν ὄνον ἵππῳ, τοῦτο τοῦ θεοῦ μὴ θελήσαντος, ἀλλ' ἀπ' ἀρχῆς εἰρηκότος·
ἐξαγαγέτω ἡ γῆ τετρά^ποδα^ καὶ ἑρπετὰ^ κα^τὰ^ γένος.
ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ κατὰ γένος.
ἡ δὲ πλεονεξί^α_ ἔμιξε τὰ^ πα^ρὰ^ φύ^σι^ν.
ἡ δὲ πλεονεξία ἔμιξε τὰ παρὰ φύσιν.
ὁ θεὸς κολάζων τὴν ἀμετρίαν, ἄγονον ἐποίησε τὴν ἐπίνοια^ν.
ὁ θεὸς κολάζων τὴν ἀμετρίαν, ἄγονον ἐποίησε τὴν ἐπίνοιαν.
ὅθεν ἡμίονος οὐ τίκτει, δι^ό^τι^ οὐκ ἔστι^ν ἐξ ἐκείνων τῶν τότε γενομένων τῶν ἀ^κουσά^ντων·
ὅθεν ἡμίονος οὐ τίκτει, διότι οὐκ ἔστιν ἐξ ἐκείνων τῶν τότε γενομένων τῶν ἀκουσάντων·
αὐξάνεσθε, καὶ πληρώσα^τε τὴν γῆν.
αὐξάνεσθε, καὶ πληρώσατε τὴν γῆν.
ὅμως, καὶ πρὶ^ν ποιήσῃ, συγχωρεῖ τῇ εἰκόνι^ ἃ^ βούλεται, ἵ^να_ τὴν δύ^να^μι^ν αὐτῆς δείξῃ καὶ τὴν ἀμετρίαν αὐτῆς κολά^σῃ.
ὅμως, καὶ πρὶν ποιήσῃ, συγχωρεῖ τῇ εἰκόνι ἃ βούλεται, ἵνα τὴν δύναμιν αὐτῆς δείξῃ καὶ τὴν ἀμετρίαν αὐτῆς κολάσῃ.
πάλιν ἡ ἀμετρία τῆς ἐπι^θυ_μί^α_ς ἐπεβά^λετο ποιῆσαι ἀνθρώπου μορφήν, μι_μουμένη, φησί^ν, θεὸν ἐργαζόμενον·
πάλιν ἡ ἀμετρία τῆς ἐπιθυμίας ἐπεβάλετο ποιῆσαι ἀνθρώπου μορφήν, μιμουμένη, φησίν, θεὸν ἐργαζόμενον·
καὶ ποιεῖ σώμα^τος εἰκόνα^ καὶ βι^ά^ζεται τῇ τέχνῃ τὴν φύ^σι^ν.
καὶ ποιεῖ σώματος εἰκόνα καὶ βιάζεται τῇ τέχνῃ τὴν φύσιν.
καὶ ἐπειδὴ ἤκουσεν ὅτι^ ὁ θεὸς ἀ^πὸ γῆς ἐποίησε τὸν ἄνθρωπον καὶ ἔπλα^σεν, ἀποροῦσα^ ἡ τέχνη μι_μήσα^σθαι τὸν ἑαυτῆς δεσπότην κα^τὰ^ τὴν ἀ^λήθεια^ν, ταῖς ἐπι^νοίαις πορίζεται τὸ ἀμήχα^νον, καὶ συ^νά^γει ῥί^ζα_ς καὶ κιρνᾷ τὰ^ χρώμα^τα^ καὶ μι_μεῖται ὀφθαλμὸν ἀ^νεῳγμένον, βλέποντα^ καὶ μὴ βλέποντα^·
καὶ ἐπειδὴ ἤκουσεν ὅτι ὁ θεὸς ἀπὸ γῆς ἐποίησε τὸν ἄνθρωπον καὶ ἔπλασεν, ἀποροῦσα ἡ τέχνη μιμήσασθαι τὸν ἑαυτῆς δεσπότην κατὰ τὴν ἀλήθειαν, ταῖς ἐπινοίαις πορίζεται τὸ ἀμήχανον, καὶ συνάγει ῥίζας καὶ κιρνᾷ τὰ χρώματα καὶ μιμεῖται ὀφθαλμὸν ἀνεῳγμένον, βλέποντα καὶ μὴ βλέποντα·
ἀκοὴν ἀναπεπταμένην, ἀλλ' οὐκ ἀ^κούουσα^ν·
ἀκοὴν ἀναπεπταμένην, ἀλλ' οὐκ ἀκούουσαν·
ῥῖνα^ς ἐπ' εὐθεία_ς ἀνατεταμένας, ἀλλὰ^ πνοὴν ἕλκειν μὴ δυ^να^μένα_ς·
ῥῖνας ἐπ' εὐθείας ἀνατεταμένας, ἀλλὰ πνοὴν ἕλκειν μὴ δυναμένας·
στόμα^ διατετυπωμένον, ἀλλὰ^ τῆς φωνῆς ἐστερημένον·
στόμα διατετυπωμένον, ἀλλὰ τῆς φωνῆς ἐστερημένον·
πόδα^ς κα^λῶς ἐρρυθμισμένους, ἀλλὰ^ πρὸς δρόμον οὐκ ἔχοντα^ς ἐπιτηδειότητα^, ἵ^να_ δείξῃ, ὅ, τι^ συνεχώρησε τῇ εἰκόνι^·
πόδας καλῶς ἐρρυθμισμένους, ἀλλὰ πρὸς δρόμον οὐκ ἔχοντας ἐπιτηδειότητα, ἵνα δείξῃ, ὅ, τι συνεχώρησε τῇ εἰκόνι·
ἵ^να_ δειχθῇ ἡ ἐμὴ ἐνέργεια^.
ἵνα δειχθῇ ἡ ἐμὴ ἐνέργεια.
πάντων ἅψασθαι οὐ συνεχώρησεν, ἵ^να_ μὴ ἐλθοῦσα^ εἰς ἀλαζονείαν ἑαυτῆς ἀπογνῷ καὶ τῆς ἑαυτῆς σωτηρί^α_ς.
πάντων ἅψασθαι οὐ συνεχώρησεν, ἵνα μὴ ἐλθοῦσα εἰς ἀλαζονείαν ἑαυτῆς ἀπογνῷ καὶ τῆς ἑαυτῆς σωτηρίας.
ὅμως συνεχώρησεν ἀ^πὸ γῆς ζωγρά^φοις ποιεῖν, ἵ^να_ ἐντρέψῃ τοὺς ἀρνουμένους ὅτι^ ὁ θεὸς ἀ^πὸ γῆς ἔπλα^σε τὸν ἄνθρωπον.
ὅμως συνεχώρησεν ἀπὸ γῆς ζωγράφοις ποιεῖν, ἵνα ἐντρέψῃ τοὺς ἀρνουμένους ὅτι ὁ θεὸς ἀπὸ γῆς ἔπλασε τὸν ἄνθρωπον.
ἄλλη τέχνη ἐμι_μήσα^το τὸν δημιουργόν.
ἄλλη τέχνη ἐμιμήσατο τὸν δημιουργόν.
εἶδε σῶ^μα^ κατατμηθὲν σιδήρῳ, οἷον ἀ^πεκόπη τῷ σιδήρῳ μέρος τι^ τῆς σαρκός.
εἶδε σῶμα κατατμηθὲν σιδήρῳ, οἷον ἀπεκόπη τῷ σιδήρῳ μέρος τι τῆς σαρκός.
δεῖ ἀναπληρωθῆναι τὸ κοιλανθέν, δεῖ οἰκοδομηθῆναι τὴν βρωθεῖσα^ν σάρκα^.
δεῖ ἀναπληρωθῆναι τὸ κοιλανθέν, δεῖ οἰκοδομηθῆναι τὴν βρωθεῖσαν σάρκα.
δημιουργὸς οὐκ ἔστι^ν, ἵ^να_ σά^ρκα^ς πλά^σῃ.
δημιουργὸς οὐκ ἔστιν, ἵνα σάρκας πλάσῃ.
τί^ οὖν;
τί οὖν;
ἡ τέχνη τῆς εἰκόνος τὴν φύ^σι^ν τοῦ δεσπότου μι_μουμένη ἔδρα^μεν ἐπὶ^ τὴν γῆν, ἐξ ἧς τὸ σῶ^μα^·
ἡ τέχνη τῆς εἰκόνος τὴν φύσιν τοῦ δεσπότου μιμουμένη ἔδραμεν ἐπὶ τὴν γῆν, ἐξ ἧς τὸ σῶμα·
κα^τα^σκευά^ζει φάρμα^κα^, ποιεῖ τὰ_ς ἐμπλάστρους·
κατασκευάζει φάρμακα, ποιεῖ τὰς ἐμπλάστρους·
καὶ ἡ μὲν κα^θαίρει, ἡ δὲ οἰκοδομεῖ.
καὶ ἡ μὲν καθαίρει, ἡ δὲ οἰκοδομεῖ.
καὶ ὅρα_ τὸ θαυμαστόν.
καὶ ὅρα τὸ θαυμαστόν.
ὁ θεὸς κάθηται ὥσπερ πα^τὴρ καὶ παιδευτής, ὁρῶν τῆς ἑαυτοῦ εἰκόνος τὰ^ ἔργα^.
ὁ θεὸς κάθηται ὥσπερ πατὴρ καὶ παιδευτής, ὁρῶν τῆς ἑαυτοῦ εἰκόνος τὰ ἔργα.