macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
τὸ γεννῆσαι καὶ τὸ κτί^σαι πα^ρὰ^ τῷ θεῷ τ αὐτόν ἐστι^ν;
τὸ γεννῆσαι καὶ τὸ κτίσαι παρὰ τῷ θεῷ τ αὐτόν ἐστιν;
πέτρος σε ταῦτα^ ἐδί^δα^ξεν;
πέτρος σε ταῦτα ἐδίδαξεν;
παῦλος ὑπέθετο;
παῦλος ὑπέθετο;
ἀλλ' ὁ σωτὴρ ταῦτα^ ὑ_μῖν παρέδωκεν;
ἀλλ' ὁ σωτὴρ ταῦτα ὑμῖν παρέδωκεν;
ἀνάγνωθι τὴν γραφὴν καὶ δυσωποῦ τὸν νόμον.
ἀνάγνωθι τὴν γραφὴν καὶ δυσωποῦ τὸν νόμον.
πλὴν οὐ δὲ οἷς λέγει ἐμμένει.
πλὴν οὐ δὲ οἷς λέγει ἐμμένει.
ὅταν γὰ^ρ ἐρωτήσῃ·
ὅταν γὰρ ἐρωτήσῃ·
ὢν ἐγεννήθη ἢ οὐκ ὤν;
ὢν ἐγεννήθη ἢ οὐκ ὤν;
, ψεύδεται.
, ψεύδεται.
ὃ γὰ^ρ μὴ ὁμολογεῖ, ἐξετάζει.
ὃ γὰρ μὴ ὁμολογεῖ, ἐξετάζει.
πρῶτον ὁμολόγησον ὅτι^ ἐγεννήθη καὶ τότε ἐρώτα_, εἰ ὢν ἡ μὴ ὤν.
πρῶτον ὁμολόγησον ὅτι ἐγεννήθη καὶ τότε ἐρώτα, εἰ ὢν ἡ μὴ ὤν.
τὸ πρᾶγμα^ ἀρνῇ καὶ τὸ ῥῆμα^ βασανί^ζεις;
τὸ πρᾶγμα ἀρνῇ καὶ τὸ ῥῆμα βασανίζεις;
ὧι μὴ δί^δως γεγεννῆσθαι, τούτου τὴν ἔρευνα^ν τί^ ζητεῖς;
ὧι μὴ δίδως γεγεννῆσθαι, τούτου τὴν ἔρευναν τί ζητεῖς;
ὢν ἐγεννήθη ἢ οὐκ ὤν;
ὢν ἐγεννήθη ἢ οὐκ ὤν;
δὸς ὅτι^ ἐγεννήθη.
δὸς ὅτι ἐγεννήθη.
πρῶτον στῆσον ὅτι^ ἐγεννήθη καὶ τότε ζήτει.
πρῶτον στῆσον ὅτι ἐγεννήθη καὶ τότε ζήτει.
ἀρνῇ τὴν φύ^σι^ν καὶ τὴν λέξι^ν ἐξετάζεις;
ἀρνῇ τὴν φύσιν καὶ τὴν λέξιν ἐξετάζεις;
τὸ κτί^σαι καὶ τὸ γεννῆσαι τ αὐτόν;
τὸ κτίσαι καὶ τὸ γεννῆσαι τ αὐτόν;
πόθεν ὁ υἱός;
πόθεν ὁ υἱός;
λεγέτω τι^ς αὐτῶν.
λεγέτω τις αὐτῶν.
ἐὰν μὴ ᾖ πρῶτον φανερὰ ἡ τά^ξι_ς τῶν δύ^ο καὶ τότε ἡ δι^ά^νοια^ συμφωνῇ, οὐ δύ^να^μαι εἰπεῖν·
ἐὰν μὴ ᾖ πρῶτον φανερὰ ἡ τάξις τῶν δύο καὶ τότε ἡ διάνοια συμφωνῇ, οὐ δύναμαι εἰπεῖν·
τὸ ἰ^δεῖν καὶ τὸ βλέπειν τ αὐτόν·
τὸ ἰδεῖν καὶ τὸ βλέπειν τ αὐτόν·
ἓν γὰ^ρ εἶπον.
ἓν γὰρ εἶπον.
ἐὰν δὲ εἴπω·
ἐὰν δὲ εἴπω·
τὸ ἀ^κοῦσαι καὶ ἰ^δεῖν τ αὐτόν ἐστι^ν, τότε δοκῶ τὰ^ διαφέροντα^, οὐ μὴν καὶ τῇ ὄψει, συμφωνοῦντα^ δὲ τῇ ἀκοῇ λέγειν, ὅτι^ τ αὐτόν ἐστι^ν πα^ρὰ^ θεῷ.
τὸ ἀκοῦσαι καὶ ἰδεῖν τ αὐτόν ἐστιν, τότε δοκῶ τὰ διαφέροντα, οὐ μὴν καὶ τῇ ὄψει, συμφωνοῦντα δὲ τῇ ἀκοῇ λέγειν, ὅτι τ αὐτόν ἐστιν παρὰ θεῷ.
πόθεν οἶδα^ς ὅτι^ τὸ κτί^σαι καὶ τὸ γεννῆσαι τ αὐτόν;
πόθεν οἶδας ὅτι τὸ κτίσαι καὶ τὸ γεννῆσαι τ αὐτόν;
εἰ μὲν γὰ^ρ ἐγέννησε καὶ ἔκτι^σε, κα^λῶς λέγεις τ αὐτόν.
εἰ μὲν γὰρ ἐγέννησε καὶ ἔκτισε, καλῶς λέγεις τ αὐτόν.
εἰ δὲ μηδέποτε ἐγέννησε κα^τὰ^ σέ, ἀλλ' ἔκτι^σεν, ποῦ τὸ γεννῆσαι καὶ τὸ κτί^σαι τ αὐτόν;
εἰ δὲ μηδέποτε ἐγέννησε κατὰ σέ, ἀλλ' ἔκτισεν, ποῦ τὸ γεννῆσαι καὶ τὸ κτίσαι τ αὐτόν;
ῥημάτων κενοδοξία, ῥήμα^τα^ κενὰ^ πρα_γμά^των ἀ^ληθεία_ς.
ῥημάτων κενοδοξία, ῥήματα κενὰ πραγμάτων ἀληθείας.
διὰ τί δὲ τὸ γεννῆσαι καὶ τὸ κτί^σαι σοφίζονται;
διὰ τί δὲ τὸ γεννῆσαι καὶ τὸ κτίσαι σοφίζονται;
ὁ θεός, φησί^ν, ἁπλοῦς ἐστι^ καὶ οὐχ ὥσπερ ἡμεῖς.
ὁ θεός, φησίν, ἁπλοῦς ἐστι καὶ οὐχ ὥσπερ ἡμεῖς.
μέρει μὲν γεννῶμεν, μέρει δὲ κτίζομεν.
μέρει μὲν γεννῶμεν, μέρει δὲ κτίζομεν.
οἷον τι^ς μὲν γεννητι^κοῖς γεννῶμεν, τῇ δὲ χειρὶ^ κτίζομεν.
οἷον τις μὲν γεννητικοῖς γεννῶμεν, τῇ δὲ χειρὶ κτίζομεν.
οὐχ οὕτω δὲ ὁ θεός, φησί^ν·
οὐχ οὕτω δὲ ὁ θεός, φησίν·
ἁπλοῦς γὰ^ρ καὶ ἀσχημά^τιστος.
ἁπλοῦς γὰρ καὶ ἀσχημάτιστος.
ἀλλ' ᾧ τρόπω γεννᾷ, τούτῳ καὶ κτίζει.
ἀλλ' ᾧ τρόπω γεννᾷ, τούτῳ καὶ κτίζει.
ἐπεὶ δὲ περὶ^ ἀορά^των ἐπαγγέλλῃ, πεφυσιωμένος ὑ^πὸ τῆς ἀκαίρου ταύτης καὶ μα^ταία_ς φι^λοσοφί^α_ς, ἓν τῶν ὁρωμένων σε πεισά^τω ὅτι^ τῷ αὐτῷ τρόπῳ τὰ^ γενόμενα^ μὴ καλὸν τὴν αὐτὴν ἔχειν δύ^να^μι^ν.
ἐπεὶ δὲ περὶ ἀοράτων ἐπαγγέλλῃ, πεφυσιωμένος ὑπὸ τῆς ἀκαίρου ταύτης καὶ ματαίας φιλοσοφίας, ἓν τῶν ὁρωμένων σε πεισάτω ὅτι τῷ αὐτῷ τρόπῳ τὰ γενόμενα μὴ καλὸν τὴν αὐτὴν ἔχειν δύναμιν.
λάβε χεῖρα^ τὴν ἐμὴν τὴν φαινομένην, ἵ^να_ ἀ^πὸ τῶν φαινομένων ὁ ἔλεγχος δρά^μῃ τῶν ἀορά^των.
λάβε χεῖρα τὴν ἐμὴν τὴν φαινομένην, ἵνα ἀπὸ τῶν φαινομένων ὁ ἔλεγχος δράμῃ τῶν ἀοράτων.
ἡ χεὶρ αὕτη μί^α^ οὖσα^ καθ' ἑαυτὴν καὶ ἐργαζομένη δι^ά^φορα^ οὐ δύ^να^ται τὰ^ ἀποτελούμενα^ εἰς μί^α^ν θεωρί^α_ν δεῖξαι.
ἡ χεὶρ αὕτη μία οὖσα καθ' ἑαυτὴν καὶ ἐργαζομένη διάφορα οὐ δύναται τὰ ἀποτελούμενα εἰς μίαν θεωρίαν δεῖξαι.
οἷον τῇ αὐτῇ χειρὶ^ κτίζω καὶ κα^ταστρέφω.
οἷον τῇ αὐτῇ χειρὶ κτίζω καὶ καταστρέφω.
οὐκοῦν, ἐπειδὴ τῇ αὐτῇ ἐστι^ τὸ κτί^σαι καὶ τὸ στρέψαι, τ αὐτὸν ἄ^ρα^;
οὐκοῦν, ἐπειδὴ τῇ αὐτῇ ἐστι τὸ κτίσαι καὶ τὸ στρέψαι, τ αὐτὸν ἄρα;
ἀλλ' οὐ τ αὐτόν.
ἀλλ' οὐ τ αὐτόν.
ἐπειδὴ λέγουσιν ὅτι^ ἡμεῖς ἄλλως γεννῶμεν καὶ ἄλλως κτίζομεν, λέγω κ ἀγώ·
ἐπειδὴ λέγουσιν ὅτι ἡμεῖς ἄλλως γεννῶμεν καὶ ἄλλως κτίζομεν, λέγω κ ἀγώ·
τῷ αὐτῷ τρόπῳ κτίζω, τῇ αὐτῇ χειρὶ^ καὶ κα^θαιρῶ.
τῷ αὐτῷ τρόπῳ κτίζω, τῇ αὐτῇ χειρὶ καὶ καθαιρῶ.
τῇ αὐτῇ χειρὶ^ καὶ τύπτω καὶ θερα^πεύω.
τῇ αὐτῇ χειρὶ καὶ τύπτω καὶ θεραπεύω.
ἔσται οὖν τὸ τύψαι καὶ τὸ θερα^πεῦσαι τ αὐτόν;
ἔσται οὖν τὸ τύψαι καὶ τὸ θεραπεῦσαι τ αὐτόν;
τῇ αὐτῇ χειρὶ^ καὶ ὠθῶ τὸν στήκοντα^ καὶ ἐγείρω τὸν πεσόντα^.
τῇ αὐτῇ χειρὶ καὶ ὠθῶ τὸν στήκοντα καὶ ἐγείρω τὸν πεσόντα.
τῇ αὐτῇ χειρὶ^ καὶ ψηφίζω καὶ λύ_ω τὴν ψῆφον.
τῇ αὐτῇ χειρὶ καὶ ψηφίζω καὶ λύω τὴν ψῆφον.
ἔσται οὖν τὸ ψηφί^σαι καὶ τὸ λῦσαι τὴν ψῆφον τ αὐτόν;
ἔσται οὖν τὸ ψηφίσαι καὶ τὸ λῦσαι τὴν ψῆφον τ αὐτόν;
ταῦτα^ οὐκ ἔστι μωρολογία_ς ἐπέκεινα^;
ταῦτα οὐκ ἔστι μωρολογίας ἐπέκεινα;
ταῦτα οὐ μῦθοι καὶ ἀκαιρίαι;
ταῦτα οὐ μῦθοι καὶ ἀκαιρίαι;
ἆρα οὐ στένει ἡ ψυ_χὴ παύλου, οὐκ ἀγανακτεῖ πέτρος τοιούτων κωμαζόντων κα^τὰ^ τῆς θεία_ς δι^δα^σκα^λί^α_ς;
ἆρα οὐ στένει ἡ ψυχὴ παύλου, οὐκ ἀγανακτεῖ πέτρος τοιούτων κωμαζόντων κατὰ τῆς θείας διδασκαλίας;
ἀπέγνως τὰ^ χριστοῦ καὶ ἔμα^θες τὰ^ ἑτέρων.
ἀπέγνως τὰ χριστοῦ καὶ ἔμαθες τὰ ἑτέρων.
οὐκ ἤκουσα^ς τοῦ κυ_ρί^ου λέγοντος·
οὐκ ἤκουσας τοῦ κυρίου λέγοντος·
ὃς ἂ_ν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους;
ὃς ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους;
πολλοὶ πολλά^κι^ς χριστὸν ὁμολογοῦσι^, τοὺς δὲ λόγους αὐτοῦ αἰσχύ_νονται.
πολλοὶ πολλάκις χριστὸν ὁμολογοῦσι, τοὺς δὲ λόγους αὐτοῦ αἰσχύνονται.
ὁμολογεῖ χριστὸν αἱρετι^κός, ἔρχεται δὲ εἰς τὸν λόγον πατρὸς καὶ υἱοῦ, καὶ αἰσχύ_νεται τὸ ῥῆμα^ καὶ λέγει·
ὁμολογεῖ χριστὸν αἱρετικός, ἔρχεται δὲ εἰς τὸν λόγον πατρὸς καὶ υἱοῦ, καὶ αἰσχύνεται τὸ ῥῆμα καὶ λέγει·
ἐγέννησε γὰ^ρ ὁ ἀ^πα^θής;
ἐγέννησε γὰρ ὁ ἀπαθής;
οὐκοῦν κα^τὰ^ ῥεῦσι^ν, οὐκοῦν κα^τὰ^ ποίησι^ν.
οὐκοῦν κατὰ ῥεῦσιν, οὐκοῦν κατὰ ποίησιν.
ὁρᾷς ὅτι^ αἰσχύ_νῃ τὸ ῥῆμα^;
ὁρᾷς ὅτι αἰσχύνῃ τὸ ῥῆμα;
ὢ τῆς ἀνοία_ς.
ὢ τῆς ἀνοίας.
ἐγένοντο λέξεων θηραταὶ καὶ οὐ τῆς δυ^νά^μεως ἀ^κρι_βεῖς ἐξετασταί.
ἐγένοντο λέξεων θηραταὶ καὶ οὐ τῆς δυνάμεως ἀκριβεῖς ἐξετασταί.
πάντα γὰ^ρ ἔφθειρεν ἡ ματαιότης.
πάντα γὰρ ἔφθειρεν ἡ ματαιότης.
ὃ δὲ πολλά^κι^ς εἶπον·
ὃ δὲ πολλάκις εἶπον·
ὅτι^ τῶν αἱρετι^κῶν αἱ ἀρχαὶ αὗται καὶ αἱ πηγαὶ δῆλαι.
ὅτι τῶν αἱρετικῶν αἱ ἀρχαὶ αὗται καὶ αἱ πηγαὶ δῆλαι.
εἰ ἡ ἐκκλησί^α_ αἱρετι^κὴν ἔχει δι^δασκαλί^α_ν, εἰπὲ τὸν ἡγησά^μενον τοῦ προειρημένου.
εἰ ἡ ἐκκλησία αἱρετικὴν ἔχει διδασκαλίαν, εἰπὲ τὸν ἡγησάμενον τοῦ προειρημένου.
τίς ἐστι^ν ὁ ταύτην τὴν αἵρεσι^ν τὴν καθ' ἡμᾶς, ἣν σὺ κα^λεῖς αἵρεσι^ν, γεννήσα_ς.
τίς ἐστιν ὁ ταύτην τὴν αἵρεσιν τὴν καθ' ἡμᾶς, ἣν σὺ καλεῖς αἵρεσιν, γεννήσας.
ἀπ' ἀρχῆς οἱ ἀ^πόστολοι ἐκήρυ^ξα^ν.
ἀπ' ἀρχῆς οἱ ἀπόστολοι ἐκήρυξαν.
μετὰ^ τοὺς ἀ^ποστόλους ἡ ἐν νικαίᾳ σύνοδος ἐβεβαίωσεν.
μετὰ τοὺς ἀποστόλους ἡ ἐν νικαίᾳ σύνοδος ἐβεβαίωσεν.
καὶ ἵ^να_ δειχθῇ ὅτι^ οἰκουμένης ἦν ἡ πί^στι_ς, τοσούτων συ^ναχθέντων ἑπτὰ^ μόνοι δι^εφώνησα^ν, οἳ καὶ ἀπεκηρύχθησα^ν.
καὶ ἵνα δειχθῇ ὅτι οἰκουμένης ἦν ἡ πίστις, τοσούτων συναχθέντων ἑπτὰ μόνοι διεφώνησαν, οἳ καὶ ἀπεκηρύχθησαν.
πᾶσα ἡ οἰκουμένη συνεφώνησεν εἰς ἕν, ἐπειδὴ τοῦ φυράμα^τος ἦν τοῦ ἀποστολι^κοῦ.
πᾶσα ἡ οἰκουμένη συνεφώνησεν εἰς ἕν, ἐπειδὴ τοῦ φυράματος ἦν τοῦ ἀποστολικοῦ.
καὶ ὅρα_ τὸ θαυμαστόν.
καὶ ὅρα τὸ θαυμαστόν.
ἐμιμήσατο ἡ νέα_ δι' οἰκονομί^α_ς τὴν πα^λαιά_ν.
ἐμιμήσατο ἡ νέα δι' οἰκονομίας τὴν παλαιάν.
ὅτε οἱ βα^σι^λεῖς ἀσσυρίων ἐπῆλθον ἐπὶ^ τὴν γῆν τῆς παλαιστίνης, ἐξῆλθεν ἀβραὰμ κα^τὰ^ τῶν ἀλλοφύ_λων, κα^τὰ^ πέντε βα^σι^λέων.
ὅτε οἱ βασιλεῖς ἀσσυρίων ἐπῆλθον ἐπὶ τὴν γῆν τῆς παλαιστίνης, ἐξῆλθεν ἀβραὰμ κατὰ τῶν ἀλλοφύλων, κατὰ πέντε βασιλέων.
ἐξῆλθε μόνος ὁ πιστός.
ἐξῆλθε μόνος ὁ πιστός.
καὶ πόσους στρα^τεύει κατ' αὐτῶν δούλους;
καὶ πόσους στρατεύει κατ' αὐτῶν δούλους;
τριακοσίους οἰκογενεῖς καὶ δεκαοκτώ.
τριακοσίους οἰκογενεῖς καὶ δεκαοκτώ.
ὅσους ἐστρά^τευσεν ἀβραὰμ κα^τὰ^ ἀλλοφύ_λων, ἐστρά^τευσε καὶ χριστὸς κα^τὰ^ τῶν αἱρέσεων.
ὅσους ἐστράτευσεν ἀβραὰμ κατὰ ἀλλοφύλων, ἐστράτευσε καὶ χριστὸς κατὰ τῶν αἱρέσεων.
ὅσους ἐστρά^τευσεν ἀβραὰμ κα^τὰ^ ἀλλοφύ_λων, μᾶλλον δὲ ὅσους ἑαυτῷ συνεστράτευσε, τοσούτους καὶ ὁ χριστὸς μεθ' ἑαυτοῦ ὥπλισε κα^τὰ^ τῶν αἱρέσεων.
ὅσους ἐστράτευσεν ἀβραὰμ κατὰ ἀλλοφύλων, μᾶλλον δὲ ὅσους ἑαυτῷ συνεστράτευσε, τοσούτους καὶ ὁ χριστὸς μεθ' ἑαυτοῦ ὥπλισε κατὰ τῶν αἱρέσεων.
τρι^α_κόσι^οι δέ^κα^ καὶ ὀκτὼ ἐπίσκοποι ἐν νικαίᾳ.
τριακόσιοι δέκα καὶ ὀκτὼ ἐπίσκοποι ἐν νικαίᾳ.
κ ἀκεῖ τριακόσιοι δέ^κα^ καὶ ὀκτὼ οἰκέται τοῦ ἀβραὰμ οἰκογενεῖς.
κ ἀκεῖ τριακόσιοι δέκα καὶ ὀκτὼ οἰκέται τοῦ ἀβραὰμ οἰκογενεῖς.
διὰ τὶ^ δὲ εἶπεν οἰκογενεῖς;
διὰ τὶ δὲ εἶπεν οἰκογενεῖς;
εἶχε γὰ^ρ καὶ ἀργυρωνήτους.
εἶχε γὰρ καὶ ἀργυρωνήτους.
ἀλλὰ τὸ γνήσιον ἔδειξε τῆς οἰκί^α_ς.
ἀλλὰ τὸ γνήσιον ἔδειξε τῆς οἰκίας.
καὶ νῦν χριστὸς ἐστρά^τευσεν οὐχ ἁπλῶς πά^ντα^ς, ἀλλὰ τοὺς οἰκογενεῖς, τοὺς κηρύττοντα^ς τὸν ὄντα^ τὸν ἐξ ὄντος, τὸν ζῶντα^ τὸν ἐκ ζῶντος, τὸ φῶς τὸ ἐκ φωτός.
καὶ νῦν χριστὸς ἐστράτευσεν οὐχ ἁπλῶς πάντας, ἀλλὰ τοὺς οἰκογενεῖς, τοὺς κηρύττοντας τὸν ὄντα τὸν ἐξ ὄντος, τὸν ζῶντα τὸν ἐκ ζῶντος, τὸ φῶς τὸ ἐκ φωτός.
τί λέγεις φῶς καὶ φῶς;
τί λέγεις φῶς καὶ φῶς;
ποία δι^α^φορὰ_ ζωὴ καὶ ζωή;
ποία διαφορὰ ζωὴ καὶ ζωή;
ποῖον τὸ δι^ά^φορον;
ποῖον τὸ διάφορον;
καὶ τὸ θαυμαστόν.
καὶ τὸ θαυμαστόν.
ὁ πα^τὴρ φῶς ἐλέχθη, ὁ δὲ υἱὸς μετὰ^ προσθήκης.
ὁ πατὴρ φῶς ἐλέχθη, ὁ δὲ υἱὸς μετὰ προσθήκης.
λέγει ἰωάννης ὁ εὐαγγελιστὴς περὶ^ τοῦ πατρός·
λέγει ἰωάννης ὁ εὐαγγελιστὴς περὶ τοῦ πατρός·
ὁ θεὸς φῶς ἐστι^ν.
ὁ θεὸς φῶς ἐστιν.
περὶ δὲ τοῦ υἱοῦ·
περὶ δὲ τοῦ υἱοῦ·
ἦν τὸ φῶς τὸ ἀ^ληθι^νόν.
ἦν τὸ φῶς τὸ ἀληθινόν.
ὁ πα^τὴρ ἀπολελυ^μένως ἐκλήθη φῶς, ἐπειδὴ γὰ^ρ κα^τὰ^ τῆς τοῦ πατρὸς θεότητος οὐ τα^χέως στρα^τεύονται αἱρετι^καὶ τόλμαι, εἰ καὶ τὰ^ μά^λι^στα^ τὰ^ κα^τὰ^ χριστοῦ τολμώμενα^ εἰς πα^τέρα^ ἀ^να^φέρει τὴν ὕβρι^ν.
ὁ πατὴρ ἀπολελυμένως ἐκλήθη φῶς, ἐπειδὴ γὰρ κατὰ τῆς τοῦ πατρὸς θεότητος οὐ ταχέως στρατεύονται αἱρετικαὶ τόλμαι, εἰ καὶ τὰ μάλιστα τὰ κατὰ χριστοῦ τολμώμενα εἰς πατέρα ἀναφέρει τὴν ὕβριν.
ἀλλ' ὅμως τὸ ὡμολογημένον ἁπλῷ κα^τα^σκευά^ζει λόγῳ ἡ γρα^φή, τὸ δὲ ἀμφι^βα^λλόμενον ὀχυροῖ τῇ ἀ^ληθείᾳ.
ἀλλ' ὅμως τὸ ὡμολογημένον ἁπλῷ κατασκευάζει λόγῳ ἡ γραφή, τὸ δὲ ἀμφιβαλλόμενον ὀχυροῖ τῇ ἀληθείᾳ.
φῶς ὁ πα^τήρ, καὶ οὐ μετὰ προσθήκης.
φῶς ὁ πατήρ, καὶ οὐ μετὰ προσθήκης.
ἀρκεῖ γὰ^ρ κηρυχθεὶς γνωρισθῆναι.
ἀρκεῖ γὰρ κηρυχθεὶς γνωρισθῆναι.
φῶς ὁ υἱός.
φῶς ὁ υἱός.
ἵνα δὲ μὴ εἴπῃ ὅτι^ φῶς μὲν νοερὸν ἐκεῖνο, τὸ δὲ ἕτερον νόθον, φῶς ἀ^ληθι^νόν.
ἵνα δὲ μὴ εἴπῃ ὅτι φῶς μὲν νοερὸν ἐκεῖνο, τὸ δὲ ἕτερον νόθον, φῶς ἀληθινόν.