macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἀνέβη εἰς τὸ ἱ^ερὸν ὁ τοῦ ἱεροῦ δημιουργός, ὁ τῆς λα^τρεία_ς δεσπότης.
ἀνέβη εἰς τὸ ἱερὸν ὁ τοῦ ἱεροῦ δημιουργός, ὁ τῆς λατρείας δεσπότης.
ἐλά^λει ἐν τῷ ἱερῷ, ἵ^να_ πληρωθῇ καὶ ἐξαίφνης ἥξει εἰς τὸν ἑαυτοῦ να_όν, ὁ κύ_ρι^ος, ὃν ὑ_μεῖς ζητεῖτε καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑ_μεῖς θέλετε.
ἐλάλει ἐν τῷ ἱερῷ, ἵνα πληρωθῇ καὶ ἐξαίφνης ἥξει εἰς τὸν ἑαυτοῦ ναόν, ὁ κύριος, ὃν ὑμεῖς ζητεῖτε καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε.
καὶ κύ_ρι^ον αὐτὸν κα^λεῖ καὶ ἄγγελον.
καὶ κύριον αὐτὸν καλεῖ καὶ ἄγγελον.
ὢ τῶν θείων μυ^στηρί^ων·
ὢ τῶν θείων μυστηρίων·
ὢ τῆς ἐνδόξου καὶ προφητι^κῆς μυσταγωγία_ς.
ὢ τῆς ἐνδόξου καὶ προφητικῆς μυσταγωγίας.
ἐξαίφνης ἥξει εἰς τὸν ἑαυτοῦ να_όν.
ἐξαίφνης ἥξει εἰς τὸν ἑαυτοῦ ναόν.
θεοῦ να_ός.
θεοῦ ναός.
καὶ λέγει αὐτοῦ εἶναι τὸν να_όν, ὡς μὴ νομί^σαι ἑτέρου εἶναι τοῦ πατρὸς τὴν δεσποτείαν καὶ ἑτέρου εἶναι τοῦ υἱοῦ τὴν βα^σι^λεία_ν.
καὶ λέγει αὐτοῦ εἶναι τὸν ναόν, ὡς μὴ νομίσαι ἑτέρου εἶναι τοῦ πατρὸς τὴν δεσποτείαν καὶ ἑτέρου εἶναι τοῦ υἱοῦ τὴν βασιλείαν.
τὸν να_ὸν τοῦ πατρὸς, ὃν ἀνέθηκε σολομὼν τῷ θεῷ, τοῦτον τὸν να_ὸν τοῦ σωτῆρος κα^λεῖ ὁ προφήτης·
τὸν ναὸν τοῦ πατρὸς, ὃν ἀνέθηκε σολομὼν τῷ θεῷ, τοῦτον τὸν ναὸν τοῦ σωτῆρος καλεῖ ὁ προφήτης·
ἐξαίφνης ἥξει εἰς τὸν ἑαυτοῦ να_όν ὁ κύ_ρι^ος.
ἐξαίφνης ἥξει εἰς τὸν ἑαυτοῦ ναόν ὁ κύριος.
ὅτα^ν τοίνυ^ν να_ὸς τοῦ πατρὸς ᾖ, να_ὸς τοῦ υἱοῦ ἐστι^ν·
ὅταν τοίνυν ναὸς τοῦ πατρὸς ᾖ, ναὸς τοῦ υἱοῦ ἐστιν·
ὅτα^ν να_ὸς ᾖ τοῦ υἱοῦ, να_ός ἐστι^ τοῦ πατρός.
ὅταν ναὸς ᾖ τοῦ υἱοῦ, ναός ἐστι τοῦ πατρός.
δι^ὰ^ τοῦτο καὶ αὐτὸς ὁ σωτήρ, ὅτε ἀ^πελαύνει τοὺς ἰουδαίους τι^νὶ^ φραγγελλί^ῳ, ὁ κα^τεσκεύα^σεν ἀ^πὸ σχοινί^ων, λέγει·
διὰ τοῦτο καὶ αὐτὸς ὁ σωτήρ, ὅτε ἀπελαύνει τοὺς ἰουδαίους τινὶ φραγγελλίῳ, ὁ κατεσκεύασεν ἀπὸ σχοινίων, λέγει·
ἐκβάλετε ταῦτα^ ἐντεῦθεν καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορί^ου.
ἐκβάλετε ταῦτα ἐντεῦθεν καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.
ὁ αὐτὸς πά^λι^ν·
ὁ αὐτὸς πάλιν·
ἐκβάλετε ταῦτα^ ἐντεῦθεν.
ἐκβάλετε ταῦτα ἐντεῦθεν.
ὁ γὰ^ρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται.
ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται.
ὁ οἶκος τοῦ πατρός μου καὶ ὁ οἶκός μου.
ὁ οἶκος τοῦ πατρός μου καὶ ὁ οἶκός μου.
καὶ ἀλλαχοῦ ὁ εὐαγγελιστὴς λέγει·
καὶ ἀλλαχοῦ ὁ εὐαγγελιστὴς λέγει·
εἰς τὰ^ ἴ^δι^α^ ἦλθε καὶ οἱ ἴ^δι^οι αὐτὸν οὐκ ἐδέξαντο.
εἰς τὰ ἴδια ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐκ ἐδέξαντο.
περὶ^ ἰουδαίων λέγει.
περὶ ἰουδαίων λέγει.
ἰουδαῖοι γὰ^ρ ἦσα^ν, ἐπειδὴ αὐτὸς αὐτοὺς δι^ὰ^ νόμου ἐφώτισε καὶ δι^ὰ^ προφητῶν ὠδήγησε.
ἰουδαῖοι γὰρ ἦσαν, ἐπειδὴ αὐτὸς αὐτοὺς διὰ νόμου ἐφώτισε καὶ διὰ προφητῶν ὠδήγησε.
καὶ ἦν πα^ρὰ^ ἰουδαίοις ἴ^δι^α^ τοῦ σωτῆρος.
καὶ ἦν παρὰ ἰουδαίοις ἴδια τοῦ σωτῆρος.
ὅτε γὰ^ρ ἐζήτει αὐτὸν ἡ μήτηρ περιιοῦσα^ καὶ ἔφησε·
ὅτε γὰρ ἐζήτει αὐτὸν ἡ μήτηρ περιιοῦσα καὶ ἔφησε·
τέκνον, τί^ ἐποίησα^ς ἡμῖν;
τέκνον, τί ἐποίησας ἡμῖν;
περι^ερχόμεθα^ ζητοῦντές σε, ἀ^ποκρί_νεται·
περιερχόμεθα ζητοῦντές σε, ἀποκρίνεται·
οὐκ οἴδα^τε ὅτι^ ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;
οὐκ οἴδατε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;
ἀνέβη οὖν εἰς τὸ ἱ^ερὸν καὶ ἐδί^δα^σκε καὶ ἐπληροῦτο ἑτέρα_ προφητεία_·
ἀνέβη οὖν εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε καὶ ἐπληροῦτο ἑτέρα προφητεία·
αὐτὸς ὁ λα^λῶν, πά^ρειμι^.
αὐτὸς ὁ λαλῶν, πάρειμι.
ἐδίδασκεν, οὐχ ὑβριζούσης τῆς δι^δα^σκα^λί^α_ς τὴν ἀ^ξί^α_ν.
ἐδίδασκεν, οὐχ ὑβριζούσης τῆς διδασκαλίας τὴν ἀξίαν.
δι^δά^σκα^λος δὲ δι^ὰ^ τὴν φιλανθρωπίαν.
διδάσκαλος δὲ διὰ τὴν φιλανθρωπίαν.
μή, ὅτα^ν ἀ^κούσῃς ὅτι^ ἐδί^δα^σκε, νομί^σῃς αὐτὸν ἕνα^ τῶν δι^δα^σκά^λων τῶν λοιπῶν εἶναι.
μή, ὅταν ἀκούσῃς ὅτι ἐδίδασκε, νομίσῃς αὐτὸν ἕνα τῶν διδασκάλων τῶν λοιπῶν εἶναι.
εἰ δὲ τὸ ἐδί^δα^σκε σὲ σκα^νδα^λί^ζει, ἐὰ^ν ἀ^κούσῃς λέγοντος·
εἰ δὲ τὸ ἐδίδασκε σὲ σκανδαλίζει, ἐὰν ἀκούσῃς λέγοντος·
εὐλογητὸς εἶ, κύ_ρι^ε, δί^δα^ξόν με τὰ^ δι^καιώμα^τά^ σου, ἀγνοεῖς τὴν ἀ^ξί^α_ν καὶ οὐ θαυμάζεις τὴν δι^δασκαλί^α_ν.
εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου, ἀγνοεῖς τὴν ἀξίαν καὶ οὐ θαυμάζεις τὴν διδασκαλίαν.
ἀνέβη ὁ ἰησοῦς εἰς τὸ ἱ^ερὸν.
ἀνέβη ὁ ἰησοῦς εἰς τὸ ἱερὸν.
οὐδαμοῦ εὑρίσκεις κα^ταβαίνοντα^.
οὐδαμοῦ εὑρίσκεις καταβαίνοντα.
ἀνέβαινεν ἀ^πὸ ἱεριχὼ εἰς ἱεροσόλυμα·
ἀνέβαινεν ἀπὸ ἱεριχὼ εἰς ἱεροσόλυμα·
ἀνέβη εἰς τὸ ὄρος.
ἀνέβη εἰς τὸ ὄρος.
ὅπου γὰ^ρ θεός, ἐκεῖ καὶ ἀνάβα^σι^ς.
ὅπου γὰρ θεός, ἐκεῖ καὶ ἀνάβασις.
μακάριος ἀ^νὴρ οὗ ἐστι^ν ἀντίληψι^ς αὐτῷ πα^ρὰ^ σοῦ, κύ_ρι^ε·
μακάριος ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ, κύριε·
αἱ ἀ^να^βά^σεις σου ἐν τῇ καρδί^ᾳ αὐτοῦ.
αἱ ἀναβάσεις σου ἐν τῇ καρδίᾳ αὐτοῦ.
ὅπου ἀ^ρετή, ἀνάβα^σι^ς·
ὅπου ἀρετή, ἀνάβασις·
ὅπου κα^κί^α_, κατάβα^σι^ς.
ὅπου κακία, κατάβασις.
ῥῦσαί με ἀ^πὸ τῶν κα^τα^βαινόντων εἰς λάκκον.
ῥῦσαί με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
ἐθαύμαζον οἱ ἰουδαῖοι, πῶς οὗτος οἶδε γράμματα μὴ μεμα^θηκώς.
ἐθαύμαζον οἱ ἰουδαῖοι, πῶς οὗτος οἶδε γράμματα μὴ μεμαθηκώς.
καὶ τὸ οὗτος ὑ^περηφα_νί^α_ς ῥῆμα^, ἐξουθενήσεως ἐπάγγελμα^, σχῆμα^ κα^κί^α_ς.
καὶ τὸ οὗτος ὑπερηφανίας ῥῆμα, ἐξουθενήσεως ἐπάγγελμα, σχῆμα κακίας.
πῶς οὗτος;
πῶς οὗτος;
σὺ^ μὲν λέγεις ὑβρίζων, ὦ ἰουδαῖε, πῶς οὗτος;
σὺ μὲν λέγεις ὑβρίζων, ὦ ἰουδαῖε, πῶς οὗτος;
ἐγὼ δὲ λα^μβά^νω δοξάζων.
ἐγὼ δὲ λαμβάνω δοξάζων.
ἔστι γὰ^ρ εἰπεῖν μετὰ^ ὕβρεως τὸ οὗτος καὶ ἔστι^ν εἰπεῖν μετὰ^ δόξης τὸ οὗτος.
ἔστι γὰρ εἰπεῖν μετὰ ὕβρεως τὸ οὗτος καὶ ἔστιν εἰπεῖν μετὰ δόξης τὸ οὗτος.
λέγεις ὑβρίζων πῶς οὗτος οἶδεν;
λέγεις ὑβρίζων πῶς οὗτος οἶδεν;
ἐγὼ δὲ λέγω μετὰ^ μωϋσέως οὗτός μου θεὸς καὶ δοξάσω αὐτόν.
ἐγὼ δὲ λέγω μετὰ μωϋσέως οὗτός μου θεὸς καὶ δοξάσω αὐτόν.
ἐλέγχει ἰουδαίων τὴν ἀ^πιστίαν·
ἐλέγχει ἰουδαίων τὴν ἀπιστίαν·
στηλιτεύει τοῦ λα_οῦ τὴν ἀπείθεια^ν·
στηλιτεύει τοῦ λαοῦ τὴν ἀπείθειαν·
δείκνυ_σι^ν ἑαυτὸν πηγὴν σοφί^α_ς καὶ πηγὴν πά_σης γνώσεως, καὶ λέγει·
δείκνυσιν ἑαυτὸν πηγὴν σοφίας καὶ πηγὴν πάσης γνώσεως, καὶ λέγει·
ἡ ἐμὴ δι^δα^χὴ οὐκ ἔστι^ν ἐμή, ἀλλὰ^ τοῦ πέμψαντός με πατρός.
ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με πατρός.
παντα^χοῦ δεικνὺ_ς ὅτι^ ὡμολογημένῳ θεῷ μά^χονται οἱ τὸν ἀμφι^βα^λλόμενον μὴ δεξά^μενοι.
πανταχοῦ δεικνὺς ὅτι ὡμολογημένῳ θεῷ μάχονται οἱ τὸν ἀμφιβαλλόμενον μὴ δεξάμενοι.
ἐπειδὴ πεπίστευτο παρ' αὐτοῖς ὁ θεός, ἀμφ εβάλλετο δὲ παρ' αὐτοῖς ὁ ἰησοῦς, ἑαυτοῦ κρύπτει τὴν ἀ^ξί^α_ν, καὶ προφέρει τοῦ πατρὸς τὴν αὐθεντίαν, δεικνὺ_ς ὅτι^ ὁ χριστῷ μα^χόμενος, θεῷ μά^χεται.
ἐπειδὴ πεπίστευτο παρ' αὐτοῖς ὁ θεός, ἀμφ εβάλλετο δὲ παρ' αὐτοῖς ὁ ἰησοῦς, ἑαυτοῦ κρύπτει τὴν ἀξίαν, καὶ προφέρει τοῦ πατρὸς τὴν αὐθεντίαν, δεικνὺς ὅτι ὁ χριστῷ μαχόμενος, θεῷ μάχεται.
ἀλλὰ^ νομίζεις εἰρωνείαν τὸ πρᾶγμα^ καὶ κατασκευὴν ῥημά^των καὶ οὐκ ἀ^πόδειξι^ν πρα_γμά^των;
ἀλλὰ νομίζεις εἰρωνείαν τὸ πρᾶγμα καὶ κατασκευὴν ῥημάτων καὶ οὐκ ἀπόδειξιν πραγμάτων;
ἐξ αὐτῶν δέχου τῶν πρα_γμά^των τὸν ἔλεγχον.
ἐξ αὐτῶν δέχου τῶν πραγμάτων τὸν ἔλεγχον.
κα^τὰ^ τὸν λόγον σου, ὦ ἰουδαῖε, τὸν ἐξουθενοῦντα^ χριστὸν καὶ ἐκφαυλίζοντα^ τὰ^ τοῦ σωτῆρος πρά_γμα^τα^, οὗτος οὔ τε κα^τὰ^ θεόν ἐστι^ν, οὔ τε νόμῳ στοιχεῖ, ἀλλὰ^ μάχεται τῇ εὐσεβείᾳ κα^τὰ^ τὸν λόγον τῶν ἀσεβούντων.
κατὰ τὸν λόγον σου, ὦ ἰουδαῖε, τὸν ἐξουθενοῦντα χριστὸν καὶ ἐκφαυλίζοντα τὰ τοῦ σωτῆρος πράγματα, οὗτος οὔ τε κατὰ θεόν ἐστιν, οὔ τε νόμῳ στοιχεῖ, ἀλλὰ μάχεται τῇ εὐσεβείᾳ κατὰ τὸν λόγον τῶν ἀσεβούντων.
σὺ^ δὲ καὶ ὑπερμαχεῖς τοῦ νόμου καὶ ὑπεραγωνίζῃ τοῦ θείου λόγου καὶ ἐκδικεῖς θεὸν κα^τὰ^ τὸν σὸν σκοπὸν καὶ νομίζεις εὐσεβεῖν, ἀποκρουόμενος μὲν τοῦ χριστοῦ τὴν δόξα^ν, φυλάττων δὲ τοῦ νόμου τὴν βα^σι^λεία_ν.
σὺ δὲ καὶ ὑπερμαχεῖς τοῦ νόμου καὶ ὑπεραγωνίζῃ τοῦ θείου λόγου καὶ ἐκδικεῖς θεὸν κατὰ τὸν σὸν σκοπὸν καὶ νομίζεις εὐσεβεῖν, ἀποκρουόμενος μὲν τοῦ χριστοῦ τὴν δόξαν, φυλάττων δὲ τοῦ νόμου τὴν βασιλείαν.
ἴ^δωμεν οὖν ἐκ τῶν πρα_γμά^των, πῶς ψηφίζεται θεὸς τῇ σῇ γνώμῃ καὶ τῇ ἡμετέρᾳ γνώμῃ.
ἴδωμεν οὖν ἐκ τῶν πραγμάτων, πῶς ψηφίζεται θεὸς τῇ σῇ γνώμῃ καὶ τῇ ἡμετέρᾳ γνώμῃ.
κα^τὰ^ τὸν σὸν λόγον ὑπερασπί^ζεις θεοῦ καὶ μά^χῃ ἀντι^θέῳ τι^νὶ^ καὶ μὴ στοιχοῦντι^ τῷ νόμῳ, ἀλλὰ^ δι^αλύοντι^ τὰ^ τοῦ θεοῦ δόγμα^τα^.
κατὰ τὸν σὸν λόγον ὑπερασπίζεις θεοῦ καὶ μάχῃ ἀντιθέῳ τινὶ καὶ μὴ στοιχοῦντι τῷ νόμῳ, ἀλλὰ διαλύοντι τὰ τοῦ θεοῦ δόγματα.
ἴδωμεν πῶς προσέχει ὁ θεὸς τοῖς ἀντιποιουμένοις τοῦ νόμου καὶ τοῖς ἀκολουθοῦσι^ τῷ ἀντιβαίνοντι^ τῷ νόμῳ.
ἴδωμεν πῶς προσέχει ὁ θεὸς τοῖς ἀντιποιουμένοις τοῦ νόμου καὶ τοῖς ἀκολουθοῦσι τῷ ἀντιβαίνοντι τῷ νόμῳ.
ἀ^πὸ τῶν πρα_γμά^των τῶν κοινῶν λέγω.
ἀπὸ τῶν πραγμάτων τῶν κοινῶν λέγω.
ἐάν τι^ς πόλι^ς ὑ^ποδέξηται τύ^ρα^ννον, κι^νδυ_νεύει, κ ἂ_ν μὴ κοινωνήσῃ τῇ γνώμῃ.
ἐάν τις πόλις ὑποδέξηται τύραννον, κινδυνεύει, κ ἂν μὴ κοινωνήσῃ τῇ γνώμῃ.
καὶ ἐπειδὴ ὅλως ἐδέξα^το τὸν τύ^ρα^ννον, συναπολαύει τῶν κι^νδύ_νων.
καὶ ἐπειδὴ ὅλως ἐδέξατο τὸν τύραννον, συναπολαύει τῶν κινδύνων.
ἐὰ^ν δέ τι^ς πόλι^ς ἀποκλείσῃ τύ^ρα^ννον, θαυμά^των ἀ^ξι^οῦται καὶ καρποὺς δέχεται πα^ρὰ^ βα^σι^λέως, ὅτι^ ἐν καιρῷ κινδύ^νου ἔστησε τρόπαια^, τὴν γνώμην ἀ^σφα^λῆ, καὶ οὐ παρεδέξατο πα^ρὰ^ τὸν βα^σι^λέα^ ἕτερον τύ^ρα^ννον.
ἐὰν δέ τις πόλις ἀποκλείσῃ τύραννον, θαυμάτων ἀξιοῦται καὶ καρποὺς δέχεται παρὰ βασιλέως, ὅτι ἐν καιρῷ κινδύνου ἔστησε τρόπαια, τὴν γνώμην ἀσφαλῆ, καὶ οὐ παρεδέξατο παρὰ τὸν βασιλέα ἕτερον τύραννον.
τοῦτο ἐποίησα^ς, ἰουδαῖε, κα^τὰ^ τὸν σὸν λόγον.
τοῦτο ἐποίησας, ἰουδαῖε, κατὰ τὸν σὸν λόγον.
ἐλθόντα τὸν τύ^ρα^ννον κα^τὰ^ τὴν σὴν ἀσέβεια^ν, ἀντιπολιτευόμενον τῷ νόμῳ μωϋσέως οὐκ ἐδέξω, ἀλλ' ἀ^πεπέμψω, φυλάττων τῷ θεῷ τὴν βα^σι^λεία_ν ἄτρωτον.
ἐλθόντα τὸν τύραννον κατὰ τὴν σὴν ἀσέβειαν, ἀντιπολιτευόμενον τῷ νόμῳ μωϋσέως οὐκ ἐδέξω, ἀλλ' ἀπεπέμψω, φυλάττων τῷ θεῷ τὴν βασιλείαν ἄτρωτον.
ἡ ἐκκλησί^α_ τοῦ σωτῆρος ἀ^νέῳξε πύ^λα_ς κα^τὰ^ μὲν σὲ τυ^ρά^ννῳ, κα^τὰ^ ταύτην δὲ βα^σι^λεῖ τῆς δόξης.
ἡ ἐκκλησία τοῦ σωτῆρος ἀνέῳξε πύλας κατὰ μὲν σὲ τυράννῳ, κατὰ ταύτην δὲ βασιλεῖ τῆς δόξης.
ἴδωμεν πῶς ὁ ἀ^ληθι^νὸς ἐψηφί^σα^το τοῖς μὴ δεξα^μένοις τὸν βα^σι^λέα^.
ἴδωμεν πῶς ὁ ἀληθινὸς ἐψηφίσατο τοῖς μὴ δεξαμένοις τὸν βασιλέα.
μία πόλι^ς αὐτὸν οὐκ ἐδέξα^το καὶ εἰς ἔδα^φος ἔστρωται, τὰ^ ἱεροσόλυμα.
μία πόλις αὐτὸν οὐκ ἐδέξατο καὶ εἰς ἔδαφος ἔστρωται, τὰ ἱεροσόλυμα.
μία πόλι^ς αὕτη τῷ βα^σι^λεῖ τῆς δόξης ἀπέκλεισε θύ^ρα_ς καὶ μὴ δεξα^μένη τύ^ρα^ννον ἔστρωται.
μία πόλις αὕτη τῷ βασιλεῖ τῆς δόξης ἀπέκλεισε θύρας καὶ μὴ δεξαμένη τύραννον ἔστρωται.
αἱ ἐκκλησί^αι τοῦ θεοῦ παντα^χοῦ δεξά^μεναι τὸ σωτήριον, ἀ^νθοῦσι^ καὶ ἀκμάζουσι^ καὶ εἰς τὴν ὑπερκόσμιον τι_μὴν ἀ^νά^γονται.
αἱ ἐκκλησίαι τοῦ θεοῦ πανταχοῦ δεξάμεναι τὸ σωτήριον, ἀνθοῦσι καὶ ἀκμάζουσι καὶ εἰς τὴν ὑπερκόσμιον τιμὴν ἀνάγονται.
καὶ πά^λι^ν ἀ^πὸ τοῦ ἐνα^ντί^ου στόχαζε.
καὶ πάλιν ἀπὸ τοῦ ἐναντίου στόχαζε.
ἕως ζῇ τύ^ρα^ννος, ἐν εὐδοκιμήσει οἱ φί^λοι οἱ τὸ πιστὸν τῆς γνώμης ἐν καιρῷ ἐνδειξάμενοι·
ἕως ζῇ τύραννος, ἐν εὐδοκιμήσει οἱ φίλοι οἱ τὸ πιστὸν τῆς γνώμης ἐν καιρῷ ἐνδειξάμενοι·
οἱ ἐχθροὶ αὐτοῦ ἐν κινδύ^νῳ.
οἱ ἐχθροὶ αὐτοῦ ἐν κινδύνῳ.
ἐπειδὰν δὲ ἀποθά^νῃ ὁ τύ^ρα^ννος, οἱ φί^λοι ἐν κινδύ^νῳ καὶ οἱ ἐχθροὶ ἐν πα^ρρησί^ᾳ.
ἐπειδὰν δὲ ἀποθάνῃ ὁ τύραννος, οἱ φίλοι ἐν κινδύνῳ καὶ οἱ ἐχθροὶ ἐν παρρησίᾳ.
ἴδωμεν τοίνυ^ν μετὰ^ τὴν τοῦ σωτῆρος τελευτήν, μετὰ^ τὴν βά^σι^ν τὴν ἐκ τοῦ αἰῶνος τούτου πρὸς τὸν πα^τέρα^, μετὰ^ τὸν πα^ρὰ^ σοὶ νομιζόμενον θά^να^τον, μετὰ^ τὴν παρ' ἐμοὶ πιστευομένην ἀνάστασι^ν, ἴδωμεν τί^ μετὰ^ τὸ τέλος.
ἴδωμεν τοίνυν μετὰ τὴν τοῦ σωτῆρος τελευτήν, μετὰ τὴν βάσιν τὴν ἐκ τοῦ αἰῶνος τούτου πρὸς τὸν πατέρα, μετὰ τὸν παρὰ σοὶ νομιζόμενον θάνατον, μετὰ τὴν παρ' ἐμοὶ πιστευομένην ἀνάστασιν, ἴδωμεν τί μετὰ τὸ τέλος.
εἰ μὲν εὐδοκιμοῦσι^ν οἱ ἐχθροὶ τοῦ βα^σι^λέως ἢ οἱ ἐχθροὶ τούτου τοῦ τυ^ρά^ννου, τύ^ρα^ννος ἀ^ληθῶς.
εἰ μὲν εὐδοκιμοῦσιν οἱ ἐχθροὶ τοῦ βασιλέως ἢ οἱ ἐχθροὶ τούτου τοῦ τυράννου, τύραννος ἀληθῶς.
εἰ δὲ οἱ μὲν ἐχθροὶ ἐν αἰσχύ_νῃ καὶ ἐξορισμῷ, οἱ δὲ φί^λοι ἐν πα^ρρησί^ᾳ καὶ δόξῃ, εἰ τοῖς λόγοις οὐ πείθη, τὰ^ πρά_γμα^τα^ δυσωπήθητι^.
εἰ δὲ οἱ μὲν ἐχθροὶ ἐν αἰσχύνῃ καὶ ἐξορισμῷ, οἱ δὲ φίλοι ἐν παρρησίᾳ καὶ δόξῃ, εἰ τοῖς λόγοις οὐ πείθη, τὰ πράγματα δυσωπήθητι.
πῶς ὕψωσεν ὁ θεὸς τὴν χριστοῦ βα^σι^λεία_ν, πῶς κα^θεῖλε τοὺς παραιτησαμένους αὐτοῦ τὴν βα^σι^λεία_ν.
πῶς ὕψωσεν ὁ θεὸς τὴν χριστοῦ βασιλείαν, πῶς καθεῖλε τοὺς παραιτησαμένους αὐτοῦ τὴν βασιλείαν.
ἠδύνατο αὐτοῖς ἀ^νελεῖν ὁ θεὸς ἀρνησαμένους τὸν υἱόν.
ἠδύνατο αὐτοῖς ἀνελεῖν ὁ θεὸς ἀρνησαμένους τὸν υἱόν.
ἠδύνατο ἀποκτεῖναι τοὺς ἐχθροὺς τοῦ βα^σι^λέως, τοὺς νομί^σα^ντα^ς τύ^ρα^ννον τὸν βα^σι^λέα^ τῆς δόξης.
ἠδύνατο ἀποκτεῖναι τοὺς ἐχθροὺς τοῦ βασιλέως, τοὺς νομίσαντας τύραννον τὸν βασιλέα τῆς δόξης.
ἀλλ' οὐκ ἀ^νεῖλεν αὐτούς, ἀλλ' ἐσκόρπι^σεν.
ἀλλ' οὐκ ἀνεῖλεν αὐτούς, ἀλλ' ἐσκόρπισεν.
εἰ ἀ^νεῖλεν, ἐγί_νετο αὐτοῖς ἀ^πολογί^α_·
εἰ ἀνεῖλεν, ἐγίνετο αὐτοῖς ἀπολογία·
εἰ συνεχώρησεν ἡμῖν μένειν ἐπὶ^ τῆς γῆς, ἐκ τῶν πρα_γμά^των ἐδυσωπούμεθα^ ἄ^ν·
εἰ συνεχώρησεν ἡμῖν μένειν ἐπὶ τῆς γῆς, ἐκ τῶν πραγμάτων ἐδυσωπούμεθα ἄν·
εἰ εἴδομεν τὴν γῆν πιστεύσασα^ν, ἐπεστράφημεν ἂ^ν καὶ ἡμεῖς μετὰ^ πά_σης τῆς οἰκουμένης.
εἰ εἴδομεν τὴν γῆν πιστεύσασαν, ἐπεστράφημεν ἂν καὶ ἡμεῖς μετὰ πάσης τῆς οἰκουμένης.
ἠδύναντο λέγειν οἱ ἐχθροί·
ἠδύναντο λέγειν οἱ ἐχθροί·
ἐθεα_σά^μεθα^ αὐτὸν μετὰ^ δώδεκα^ καὶ ὡς εὐτελοῦς αὐτοῦ κα^τεφρονήσα^μεν.
ἐθεασάμεθα αὐτὸν μετὰ δώδεκα καὶ ὡς εὐτελοῦς αὐτοῦ κατεφρονήσαμεν.
εἰ εἴδομεν αὐτὸν ὑ^πὸ βα^σι^λέων προσκυ^νούμενον, ἀναντιρρήτως τῷ ζυγῷ τῆς εὐσεβεία_ς προσεπίπτομεν.
εἰ εἴδομεν αὐτὸν ὑπὸ βασιλέων προσκυνούμενον, ἀναντιρρήτως τῷ ζυγῷ τῆς εὐσεβείας προσεπίπτομεν.
δι^ὰ^ τί^ προλαβὼν ἀ^νεῖλες ἡμῶν τὴν μετάνοια^ν καὶ προέλαβες τῇ τι_μωρί^ᾳ τὴν δι^όρθωσι^ν;
διὰ τί προλαβὼν ἀνεῖλες ἡμῶν τὴν μετάνοιαν καὶ προέλαβες τῇ τιμωρίᾳ τὴν διόρθωσιν;
δι^ὰ^ τοῦτο, ἵ^να_ μή τι^ς εἴπῃ·
διὰ τοῦτο, ἵνα μή τις εἴπῃ·
ἐσταυρωμένον μὲν οἴδα^μεν, προσκυ^νούμενον δὲ οὐκ ἐθεασάμεθα, οὐκ ἀ^ναιρεῖ αὐτούς, ἀλλὰ^ σκορπίζει.
ἐσταυρωμένον μὲν οἴδαμεν, προσκυνούμενον δὲ οὐκ ἐθεασάμεθα, οὐκ ἀναιρεῖ αὐτούς, ἀλλὰ σκορπίζει.
μὴ ἀποκτείνῃς αὐτούς, μήποτε ἐπι^λάθωνται τοῦ νόμου σου·
μὴ ἀποκτείνῃς αὐτούς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου·
δι^ασκόρπισον αὐτοὺς ἐν τῇ δυ^νά^μει σου.
διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου.
βλέπε αὐτοὺς πρὸ τῶν θυ^ρῶν τοῦ χριστοῦ πωλοῦντα^ς σουδάρια^ καὶ σημικίνθια^.
βλέπε αὐτοὺς πρὸ τῶν θυρῶν τοῦ χριστοῦ πωλοῦντας σουδάρια καὶ σημικίνθια.
πρὸς τὰ_ς θύ^ρα_ς αὐτοὺς ἔστησεν, ἵ^να_ μά^ρτυ^ρες γένωνται τῶν προσκυ^νούντων.
πρὸς τὰς θύρας αὐτοὺς ἔστησεν, ἵνα μάρτυρες γένωνται τῶν προσκυνούντων.