macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
βλέπε αὐτοὺς πα^ρεστῶτα^ς τοῖς πυ^λῶσι^ τῆς ἐκκλησί^α_ς, ὡς τοὺς ἀ^δελφοὺς τοῦ ἰωσήφ. | βλέπε αὐτοὺς παρεστῶτας τοῖς πυλῶσι τῆς ἐκκλησίας, ὡς τοὺς ἀδελφοὺς τοῦ ἰωσήφ. |
ἐννόησον ὅτι^ ὥσπερ οἱ ἀ^δελφοὶ τοῦ ἰωσήφ, βλέποντες τοῦ ἀ^δελφοῦ τὴν ἀ^ξί^α_ν, οὐκ ἐτόλμων προσελθεῖν ὡς ἰ^δί^ῳ, ἀλλ' ἐφοβοῦντο διὰ τὴν ἀ^ξί^α_ν. | ἐννόησον ὅτι ὥσπερ οἱ ἀδελφοὶ τοῦ ἰωσήφ, βλέποντες τοῦ ἀδελφοῦ τὴν ἀξίαν, οὐκ ἐτόλμων προσελθεῖν ὡς ἰδίῳ, ἀλλ' ἐφοβοῦντο διὰ τὴν ἀξίαν. |
βλέπε αὐτοὺς τρέμοντα^ς τὴν ἀ^ξί^α_ν τῆς ἐκκλησί^α_ς, ἣν πα^ρὰ^ τοῦ θεοῦ ἐδέξα^το, ἣν πα^ρὰ^ τοῦ δεσπότου καὶ σωτῆρος τῶν ἁ^πά^ντων ἐδέξα^το. | βλέπε αὐτοὺς τρέμοντας τὴν ἀξίαν τῆς ἐκκλησίας, ἣν παρὰ τοῦ θεοῦ ἐδέξατο, ἣν παρὰ τοῦ δεσπότου καὶ σωτῆρος τῶν ἁπάντων ἐδέξατο. |
βλέπε αὐτοὺς τα^πεινοὺς καὶ κατεπτηχότας, ὁρῶντα^ς τὸν ἐσταυρωμένον ἐν δόξῃ. | βλέπε αὐτοὺς ταπεινοὺς καὶ κατεπτηχότας, ὁρῶντας τὸν ἐσταυρωμένον ἐν δόξῃ. |
ἐννόησον τὸ πά^θος καὶ ἐννόησον τὴν δόξα^ν. | ἐννόησον τὸ πάθος καὶ ἐννόησον τὴν δόξαν. |
αἱ ὧραι τοῦ σταυροῦ τρεῖς, ἀ^πὸ ἕκτης ἕως ἐνάτης· | αἱ ὧραι τοῦ σταυροῦ τρεῖς, ἀπὸ ἕκτης ἕως ἐνάτης· |
ὁ καιρὸς τῆς δόξης αἰῶνες αἰώνων καὶ οὐκ ἀ^να_λί^σκονται. | ὁ καιρὸς τῆς δόξης αἰῶνες αἰώνων καὶ οὐκ ἀναλίσκονται. |
βλέπε πῶς πα^ρῆλθεν ὡς σκιὰ^ τὰ^ τῆς ὕβρεως. | βλέπε πῶς παρῆλθεν ὡς σκιὰ τὰ τῆς ὕβρεως. |
βλέπε πῶς ἤνθησεν ἡ ἀ^λήθεια^ τῆς δόξης. | βλέπε πῶς ἤνθησεν ἡ ἀλήθεια τῆς δόξης. |
ἀ^πὸ ἕκτης ἕως ἐνάτης ἡ ὕ^βρις· | ἀπὸ ἕκτης ἕως ἐνάτης ἡ ὕβρις· |
ἀπὸ τοῦ αἰῶνος ἕως αἰώνων ἡ εὐδοξία καὶ οὐκ ἀ^να_λί^σκεται ἡ χριστοῦ εὐφημία· | ἀπὸ τοῦ αἰῶνος ἕως αἰώνων ἡ εὐδοξία καὶ οὐκ ἀναλίσκεται ἡ χριστοῦ εὐφημία· |
οὐ δα^πα^νᾶται αὐτοῦ ἡ δοξολογί^α_. | οὐ δαπανᾶται αὐτοῦ ἡ δοξολογία. |
πάντες ἐκκενοῦσι^ν ἑαυτῶν τὰ_ς φωνά_ς, προφῆται καὶ εὐαγγελισταὶ καὶ ποιμένες, ἐπίσκοποι καὶ δι^δά^σκα^λοι, καὶ ὑ^πὸ τοῦ πελά^γους τῆς θεότητος οὐκ ἀ^να_λί^σκονται. | πάντες ἐκκενοῦσιν ἑαυτῶν τὰς φωνάς, προφῆται καὶ εὐαγγελισταὶ καὶ ποιμένες, ἐπίσκοποι καὶ διδάσκαλοι, καὶ ὑπὸ τοῦ πελάγους τῆς θεότητος οὐκ ἀναλίσκονται. |
καὶ ὥσπερ ἡ θά^λασσα^ ποτα^μοὺς δεχομένη οὐ κα^λύ^πτεται τοῖς ποτα^μοῖς, ἀλλὰ^ κα^λύ^πτει τὰ^ ῥεύμα^τα^, οὕτω πάντες οἱ λαλοῦντες περὶ^ τοῦ χριστοῦ τῆς δόξης, ὑ^πὸ τῆς δόξης σκέπονται καὶ τὴν δόξα^ν οὐ σκέπουσι^. | καὶ ὥσπερ ἡ θάλασσα ποταμοὺς δεχομένη οὐ καλύπτεται τοῖς ποταμοῖς, ἀλλὰ καλύπτει τὰ ῥεύματα, οὕτω πάντες οἱ λαλοῦντες περὶ τοῦ χριστοῦ τῆς δόξης, ὑπὸ τῆς δόξης σκέπονται καὶ τὴν δόξαν οὐ σκέπουσι. |
φοβερὰ ἡ τόλμα_ τῶν θεομά^χων, ἀλλ' ἔνδοξος ἡ τι_μὴ τοῦ ὑβρισμένου μὲν διὰ τὴν οἰκονομίαν, δοξαζομένου δὲ διὰ τὴν ἔνθεον ἀ^ξί^α_ν. | φοβερὰ ἡ τόλμα τῶν θεομάχων, ἀλλ' ἔνδοξος ἡ τιμὴ τοῦ ὑβρισμένου μὲν διὰ τὴν οἰκονομίαν, δοξαζομένου δὲ διὰ τὴν ἔνθεον ἀξίαν. |
ἐννόησον ὅτι^ ὥσπερ τρεῖς ὧραι ἦσα^ν τῆς ὕβρεως, αἰῶνες δὲ αἰώνων οὐ πληροῦσι^ τὴν τοῦ θεοῦ δόξα^ν. | ἐννόησον ὅτι ὥσπερ τρεῖς ὧραι ἦσαν τῆς ὕβρεως, αἰῶνες δὲ αἰώνων οὐ πληροῦσι τὴν τοῦ θεοῦ δόξαν. |
ἐννόησον καὶ τοῦ σταυροῦ τὸν τόπον. | ἐννόησον καὶ τοῦ σταυροῦ τὸν τόπον. |
ἆρα μιᾶ_ς σπιθαμῆς εἶχε περίμετρον ὁ τόπος τοῦ ξύ^λου; | ἆρα μιᾶς σπιθαμῆς εἶχε περίμετρον ὁ τόπος τοῦ ξύλου; |
εἶχε ποδὸς μέτρον ἡ πῆξι^ς τοῦ σταυροῦ. | εἶχε ποδὸς μέτρον ἡ πῆξις τοῦ σταυροῦ. |
ἐννόησον τὸ μέτρον τῆς ὕβρεως καὶ ἐννόησον τὰ^ κλίμα^τα^ τῆς ὑπ' οὐρα^νόν, ὅτι^ ἐπλήσθη ἡ σύ^μπα_σα^ τοῦ γνῶναι τὸν κύ_ρι^ον, ὡς ὕ^δωρ πολὺ^ κατακαλύψαι θα^λά^σσα_ς. | ἐννόησον τὸ μέτρον τῆς ὕβρεως καὶ ἐννόησον τὰ κλίματα τῆς ὑπ' οὐρανόν, ὅτι ἐπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. |
περιειστήκησαν οἱ ἰουδαῖοι τῷ σταυρῷ γελῶντες τὸ πά^θος, μᾶλλον δὲ γελώμενοι ὑ^πὸ τοῦ πά^θους. | περιειστήκησαν οἱ ἰουδαῖοι τῷ σταυρῷ γελῶντες τὸ πάθος, μᾶλλον δὲ γελώμενοι ὑπὸ τοῦ πάθους. |
ἔβλεπον τὸν ἐσταυρωμένον καὶ ἠγνόουν τὸν δοξαζόμενον. | ἔβλεπον τὸν ἐσταυρωμένον καὶ ἠγνόουν τὸν δοξαζόμενον. |
τότε ἥξει κύ_ρι^ος ὁ θεὸς καὶ ἔσται κοπετὸς μέγα^ς ἐν ἱερουσαλήμ. | τότε ἥξει κύριος ὁ θεὸς καὶ ἔσται κοπετὸς μέγας ἐν ἱερουσαλήμ. |
ὄψονται γὰ^ρ εἰς ὃν ἐξεκέντησα^ν. | ὄψονται γὰρ εἰς ὃν ἐξεκέντησαν. |
ἀντὶ^ τοῦ ὃν τοῖς ἥλοις προσήλωσα^ν. | ἀντὶ τοῦ ὃν τοῖς ἥλοις προσήλωσαν. |
καὶ οὐκ εἶπεν· | καὶ οὐκ εἶπεν· |
ὄψονται ὃν ἐξεκέντησα^ν, ἀλλ' εἰς ὃν ἐξεκέντησα^ν. | ὄψονται ὃν ἐξεκέντησαν, ἀλλ' εἰς ὃν ἐξεκέντησαν. |
τί ἐστι^ τὸ εἰς ὃν; | τί ἐστι τὸ εἰς ὃν; |
σταυρὸς ἦν εἰς ὃν ἐξεκέντησα^ν. | σταυρὸς ἦν εἰς ὃν ἐξεκέντησαν. |
πρὸ δὲ τῆς πα^ρουσί^α_ς τοῦ σωτῆρος, ὥσπερ βα^σι^λι^κὸν σημεῖον, τὸ λεγόμενον σίγνον κα^τὰ^ τὴν κοινὴν συνήθεια^ν, προτρέχει τῆς χριστοῦ πα^ρουσί^α_ς, ὑ^πὸ τῶν ἀγγέλων δοξαζόμενον. | πρὸ δὲ τῆς παρουσίας τοῦ σωτῆρος, ὥσπερ βασιλικὸν σημεῖον, τὸ λεγόμενον σίγνον κατὰ τὴν κοινὴν συνήθειαν, προτρέχει τῆς χριστοῦ παρουσίας, ὑπὸ τῶν ἀγγέλων δοξαζόμενον. |
φα^νήσεται ὁ σταυρὸς ἐπὶ^ τῆς γῆς, σκέπων ἥλι^ον, ἀμβλύνων σελήνην, ὡς ἔλεγεν ὁ σωτήρ· | φανήσεται ὁ σταυρὸς ἐπὶ τῆς γῆς, σκέπων ἥλιον, ἀμβλύνων σελήνην, ὡς ἔλεγεν ὁ σωτήρ· |
τότε φα^νήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ οὐρα^νῷ. | τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ οὐρανῷ. |
καὶ ἵ^να_ πληρωθῇ τὸ ῥῆμα^ ζαχαρίου, αὐτὴν τὴν λέξι^ν λα^βὼν ὁ σωτήρ, μετήγαγεν εἰς ἀ^λήθεια^ν. | καὶ ἵνα πληρωθῇ τὸ ῥῆμα ζαχαρίου, αὐτὴν τὴν λέξιν λαβὼν ὁ σωτήρ, μετήγαγεν εἰς ἀλήθειαν. |
καὶ τότε ὄψονται εἰς ὃν ἐξεκέντησα^ν. | καὶ τότε ὄψονται εἰς ὃν ἐξεκέντησαν. |
ὀφθήσεται δὲ τὸ σημεῖον τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ οὐρα^νῷ. | ὀφθήσεται δὲ τὸ σημεῖον τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ οὐρανῷ. |
καὶ κόψονται φυλαί· | καὶ κόψονται φυλαί· |
φυ_λὴ οἴκου δαυὶδ καθ' ἑαυτὴν καὶ αἱ γυ^ναῖκες αὐτοῦ καθ' ἑαυτά_ς· | φυλὴ οἴκου δαυὶδ καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτοῦ καθ' ἑαυτάς· |
φυ_λὴ οἴκου νάθαν καθ' ἑαυτὴν καὶ αἱ γυ^ναῖκες αὐτοῦ καθ' ἑαυτά_ς. | φυλὴ οἴκου νάθαν καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτοῦ καθ' ἑαυτάς. |
διὰ τι^ οὖν οὐκ ὄνομα^ φυ_λῆς πα^ρήγα^γεν, ἀλλ' ὄνομα^ βα^σι^λεία_ς; | διὰ τι οὖν οὐκ ὄνομα φυλῆς παρήγαγεν, ἀλλ' ὄνομα βασιλείας; |
διὰ τί πενθεῖ ἡ φυ_λὴ δαυίδ; | διὰ τί πενθεῖ ἡ φυλὴ δαυίδ; |
φυλὴ γὰ^ρ δαυὶδ οὐκ ἐλέγετο, ἀλλὰ^ φυλὴ ἰούδα. | φυλὴ γὰρ δαυὶδ οὐκ ἐλέγετο, ἀλλὰ φυλὴ ἰούδα. |
ἐπειδὴ τὸν ἐκ δαυὶδ κα^τὰ^ σάρκα^ οἱ μὲν παραπλησιάζοντες τῷ γένει τῆς σαρκός, ἠγνόησα^ν τὸ ἀξί^ωμα^ τῆς θεότητος. | ἐπειδὴ τὸν ἐκ δαυὶδ κατὰ σάρκα οἱ μὲν παραπλησιάζοντες τῷ γένει τῆς σαρκός, ἠγνόησαν τὸ ἀξίωμα τῆς θεότητος. |
ἅπτεται τοίνυ^ν πρῶτον ἡ συ^μφορὰ τῶν παραπλησιαζόντων τῷ γένει καὶ ἀπεσχοινισμένων τῷ βί^ῳ. | ἅπτεται τοίνυν πρῶτον ἡ συμφορὰ τῶν παραπλησιαζόντων τῷ γένει καὶ ἀπεσχοινισμένων τῷ βίῳ. |
φυλὴ οἴκου νάθαν. | φυλὴ οἴκου νάθαν. |
τίς ὁ νάθαν; | τίς ὁ νάθαν; |
ἐγένετο προφήτης· | ἐγένετο προφήτης· |
ἐγένετο καὶ υἱὸς δαυίδ. | ἐγένετο καὶ υἱὸς δαυίδ. |
ἄλλος γὰ^ρ νάθαν ὁ προφήτης, ὁ ἐλέγξα_ς αὐτὸν περὶ^ ἁ^μαρτί^α_ς, καὶ ἄλλος νάθαν ὁ ἐξ αὐτοῦ. | ἄλλος γὰρ νάθαν ὁ προφήτης, ὁ ἐλέγξας αὐτὸν περὶ ἁμαρτίας, καὶ ἄλλος νάθαν ὁ ἐξ αὐτοῦ. |
ἀνάγνωθι τὰ_ς ἱ^στορί^α_ς τῶν υἱῶν δαυὶδ καὶ εὑρήσεις ἕνα^ τῶν τέκνων αὐτοῦ νάθαν λεγόμενον. | ἀνάγνωθι τὰς ἱστορίας τῶν υἱῶν δαυὶδ καὶ εὑρήσεις ἕνα τῶν τέκνων αὐτοῦ νάθαν λεγόμενον. |
λουκᾶς ὁ εὐαγγελιστὴς τὴν διαδοχὴν τὴν εἰς μαρίαν πα^ρα^πέμπων καὶ τὸν ἰωσὴφ διὰ τοῦ νάθαν κα^τά^γει. | λουκᾶς ὁ εὐαγγελιστὴς τὴν διαδοχὴν τὴν εἰς μαρίαν παραπέμπων καὶ τὸν ἰωσὴφ διὰ τοῦ νάθαν κατάγει. |
ἰδοὺ ὅτι^ βα^θὺ^ς ὁ λόγος καὶ περι^εσκεμμένης δι^α^νοία_ς χρῄζων. | ἰδοὺ ὅτι βαθὺς ὁ λόγος καὶ περιεσκεμμένης διανοίας χρῄζων. |
ἐρευνᾶτε τὰ_ς γρα^φά_ς. | ἐρευνᾶτε τὰς γραφάς. |
οὐκ εἶπεν ἀνάγνωτε, ἀλλ' ἐρευνᾶτε. | οὐκ εἶπεν ἀνάγνωτε, ἀλλ' ἐρευνᾶτε. |
οὐ γὰ^ρ ἡ ψι_λὴ ἀνάγνωσι^ς πα^ριστᾷ τὴν γνῶσι^ν, ἀλλ' ἡ ἀ^κρι_βὴς κατανόησι^ς πα^ρί^στησι^ τὸ ζητούμενον. | οὐ γὰρ ἡ ψιλὴ ἀνάγνωσις παριστᾷ τὴν γνῶσιν, ἀλλ' ἡ ἀκριβὴς κατανόησις παρίστησι τὸ ζητούμενον. |
ὀφθήσεται τοίνυ^ν τὸ σημεῖον τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ οὐρα^νῷ. | ὀφθήσεται τοίνυν τὸ σημεῖον τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ οὐρανῷ. |
ὀφθήσεται τοῦ ξύ^λου φέρων τὴν εἰκόνα^, ἀλλὰ^ φωτὸς ἐκλάμπων ἀκτῖνα^. | ὀφθήσεται τοῦ ξύλου φέρων τὴν εἰκόνα, ἀλλὰ φωτὸς ἐκλάμπων ἀκτῖνα. |
ὅταν δὲ ὀφθῇ ὁ σταυρός, κα^λυ^φθήσεται ὁ ἥλι^ος, οὐκ ἀφα^νι^ζόμενος, ἀλλὰ^ τῇ ὑπερβολῇ τῆς δόξης σκεπόμενος. | ὅταν δὲ ὀφθῇ ὁ σταυρός, καλυφθήσεται ὁ ἥλιος, οὐκ ἀφανιζόμενος, ἀλλὰ τῇ ὑπερβολῇ τῆς δόξης σκεπόμενος. |
καλυφθήσεται καὶ ἡ σελήνη· | καλυφθήσεται καὶ ἡ σελήνη· |
κρυβήσονται καὶ οἱ ἀστέρες, μᾶλλον δὲ πεσοῦνται, ὁ ἥλι^ός φησι^ σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς· | κρυβήσονται καὶ οἱ ἀστέρες, μᾶλλον δὲ πεσοῦνται, ὁ ἥλιός φησι σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς· |
οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρα^νοῦ καὶ δειχθήσεται τότε τὸ φοβερὸν ἐκεῖνο καὶ ἔνδοξον σημεῖον, ἰουδαίων ὁρώντων· | οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ καὶ δειχθήσεται τότε τὸ φοβερὸν ἐκεῖνο καὶ ἔνδοξον σημεῖον, ἰουδαίων ὁρώντων· |
περιεστοιχισμένων τῶν δοξαζόν των. | περιεστοιχισμένων τῶν δοξαζόν των. |
τότε ἀ^ποκρι^θήσεται τῶν δικάων ἕκαστος πρὸς τοὺς ἀδί^κους. | τότε ἀποκριθήσεται τῶν δικάων ἕκαστος πρὸς τοὺς ἀδίκους. |
ἰδοὺ ὁ θεὸς ἡμῶν, εἰς ὃν ἠλπί^σα^μεν, ἠγαλλιώμεθα^. | ἰδοὺ ὁ θεὸς ἡμῶν, εἰς ὃν ἠλπίσαμεν, ἠγαλλιώμεθα. |
τότε φα^νεὶς ὁ σταυρὸς ἐλέγξει τὴν τόλμαν καὶ βεβαιώσει τὴν ἐκκλησί^α_ν. | τότε φανεὶς ὁ σταυρὸς ἐλέγξει τὴν τόλμαν καὶ βεβαιώσει τὴν ἐκκλησίαν. |
τότε ἀ^ποκρι^θήσονται οἱ ἀντιλέγοντες καὶ δοξασθήσονται οἱ ὑ^πακούσαντες. | τότε ἀποκριθήσονται οἱ ἀντιλέγοντες καὶ δοξασθήσονται οἱ ὑπακούσαντες. |
τότε πᾶσα^ ἡ κτίσις προσκυ^νήσει τῷ υἱῷ τοῦ θεοῦ, καὶ τὸ τάγμα^ τῶν ἀ^πι^στησά^ντων καὶ τὸ τάγμα^ τῶν πιστευσάντων. | τότε πᾶσα ἡ κτίσις προσκυνήσει τῷ υἱῷ τοῦ θεοῦ, καὶ τὸ τάγμα τῶν ἀπιστησάντων καὶ τὸ τάγμα τῶν πιστευσάντων. |
ἀλλὰ^ τὸ μὲν μετὰ^ πα^ρρησί^α_ς, τὸ δὲ μετὰ^ αἰσχύνης. | ἀλλὰ τὸ μὲν μετὰ παρρησίας, τὸ δὲ μετὰ αἰσχύνης. |
ὥσπερ γὰ^ρ ἐν ταῖς βα^σι^λι^καῖς εἰκόσι^ διαγράφεται ἡ δόξα_ τῶν δορυφορούντων τὸν βα^σι^λέα^ καὶ τῶν βα^ρβά^ρων τὰ^ γένη, τῶν ὑποτεταγμένων τῷ βα^σι^λεῖ. | ὥσπερ γὰρ ἐν ταῖς βασιλικαῖς εἰκόσι διαγράφεται ἡ δόξα τῶν δορυφορούντων τὸν βασιλέα καὶ τῶν βαρβάρων τὰ γένη, τῶν ὑποτεταγμένων τῷ βασιλεῖ. |
καὶ ὑποπί^πτει μὲν καὶ ὁ βά^ρβα^ρος κά^τωθεν, ὑποπί^πτει δὲ καὶ ὁ ὁμόφυ_λος· | καὶ ὑποπίπτει μὲν καὶ ὁ βάρβαρος κάτωθεν, ὑποπίπτει δὲ καὶ ὁ ὁμόφυλος· |
ἀλλ' ὅμως μετὰ^ πα^ρρησί^α_ς ἕστηκε, δοξάζων τὸν ἑαυτοῦ βα^σι^λέα^. | ἀλλ' ὅμως μετὰ παρρησίας ἕστηκε, δοξάζων τὸν ἑαυτοῦ βασιλέα. |
ὁ δὲ ἀ^νάγκαις πεπεδημένος ὑ^πὸ τοὺς πόδα^ς, προσκυ^νῶν μὲν τὸν βα^σι^λέα^, μισθὸν δὲ τῆς προσκυνήσεως οὐκ ἔχων. | ὁ δὲ ἀνάγκαις πεπεδημένος ὑπὸ τοὺς πόδας, προσκυνῶν μὲν τὸν βασιλέα, μισθὸν δὲ τῆς προσκυνήσεως οὐκ ἔχων. |
οὐ γὰ^ρ γνώμη αὐτὸν ἤγα^γεν, ἀλλ' ἀ^νάγκη αὐτὸν ἐπέδησεν. | οὐ γὰρ γνώμη αὐτὸν ἤγαγεν, ἀλλ' ἀνάγκη αὐτὸν ἐπέδησεν. |
καὶ ἔστι^ν ἡ μὲν ἄ^νω τά^ξι_ς προσκυ^νούντων, ἡ δὲ κά^τω τά^ξι_ς πιπτόντων. | καὶ ἔστιν ἡ μὲν ἄνω τάξις προσκυνούντων, ἡ δὲ κάτω τάξις πιπτόντων. |
ἄλλο γά^ρ ἐστι^ προσκυ^νῆσαι καὶ ἄλλο πεσεῖν· | ἄλλο γάρ ἐστι προσκυνῆσαι καὶ ἄλλο πεσεῖν· |
οὕτως ἐν τῇ πα^ρουσί^ᾳ τοῦ μεγά^λου βα^σι^λέως, ἐν εἰκόνι^ τῆς δόξης φανήσεται τὸ τάγμα^ τῶν πιστευόντων, ἐν πα^ρρησί^ᾳ μετὰ^ τῆς ἀγγελι^κῆς τάξεως ὑμνοῦντες καὶ δοξάζοντες. | οὕτως ἐν τῇ παρουσίᾳ τοῦ μεγάλου βασιλέως, ἐν εἰκόνι τῆς δόξης φανήσεται τὸ τάγμα τῶν πιστευόντων, ἐν παρρησίᾳ μετὰ τῆς ἀγγελικῆς τάξεως ὑμνοῦντες καὶ δοξάζοντες. |
φανήσεται δὲ καὶ τὸ τάγμα^ τῶν ἀ^πι^στησά^ντων ἐστρωμένον ὑ^πὸ τοὺς πόδα^ς τοῦ μεγά^λου βα^σι^λέως. | φανήσεται δὲ καὶ τὸ τάγμα τῶν ἀπιστησάντων ἐστρωμένον ὑπὸ τοὺς πόδας τοῦ μεγάλου βασιλέως. |
καὶ οἱ μὲν ἔσονται λελυ^μένοι τῇ πα^ρρησί^ᾳ· | καὶ οἱ μὲν ἔσονται λελυμένοι τῇ παρρησίᾳ· |
οἱ δὲ πεπεδημένοι τῇ ἀ^νάγκῃ. | οἱ δὲ πεπεδημένοι τῇ ἀνάγκῃ. |
ἐπειδὴ γὰ^ρ προεδέθησα^ν τῷ πόθῳ οἱ πιστοί, οὐ χρεία_ δεσμῶν. | ἐπειδὴ γὰρ προεδέθησαν τῷ πόθῳ οἱ πιστοί, οὐ χρεία δεσμῶν. |
δεσμὸς αὐτοῖς ὁ πόθος. | δεσμὸς αὐτοῖς ὁ πόθος. |
οὓς δὲ μὴ ἔδησεν ὁ πόθος, δεσμεῖ πολλά^κι^ς ἡ ἀ^νάγκη. | οὓς δὲ μὴ ἔδησεν ὁ πόθος, δεσμεῖ πολλάκις ἡ ἀνάγκη. |
καὶ προσά^γονται μετὰ^ πα^ρρησί^α_ς οἱ πιστοὶ τῷ βα^σι^λεῖ τῆς δόξης. | καὶ προσάγονται μετὰ παρρησίας οἱ πιστοὶ τῷ βασιλεῖ τῆς δόξης. |
οἱ μὲν πιστοὶ μετὰ^ πα^ρρησί^α_ς· | οἱ μὲν πιστοὶ μετὰ παρρησίας· |
οἱ δὲ ἄδοξοι καὶ ἀντιλέγοντες τῷ λόγῳ τῆς ἀ^ληθεία_ς προσελεύσονται δεδεμένοι χειροπέδαις σιδηραῖς. | οἱ δὲ ἄδοξοι καὶ ἀντιλέγοντες τῷ λόγῳ τῆς ἀληθείας προσελεύσονται δεδεμένοι χειροπέδαις σιδηραῖς. |
καὶ οἱ μὲν ἔσονται ἐν τῷ τάγμα^τι^ τῶν προσκυ^νούντων ἐν ὕψει, οἱ δὲ ἐν τάγμα^τι^ τῶν πιπτόντων ἐν βά^θει. | καὶ οἱ μὲν ἔσονται ἐν τῷ τάγματι τῶν προσκυνούντων ἐν ὕψει, οἱ δὲ ἐν τάγματι τῶν πιπτόντων ἐν βάθει. |
ὥσπερ γὰ^ρ ἐν ταῖς εἰκόσι^ν ἀνωτέρα μέν ἐστι^ν ἡ ζώνη ἡ τοὺς προσκυνοῦντα^ς ἔχουσα^, κατωτέρα δὲ ἡ τοὺς βα^ρβά^ρους φέρουσα^, οὕτω καὶ ἐπὶ^ τῆς χριστοῦ βα^σι^λεία_ς, ὑψηλότερον μὲν δεῖ φαίνεσθαι τὸ τάγμα^ τῶν πιστευόντων, χαμαιπετὲς δὲ καὶ γήϊ^νον τῶν ὑποπιπτόντων. | ὥσπερ γὰρ ἐν ταῖς εἰκόσιν ἀνωτέρα μέν ἐστιν ἡ ζώνη ἡ τοὺς προσκυνοῦντας ἔχουσα, κατωτέρα δὲ ἡ τοὺς βαρβάρους φέρουσα, οὕτω καὶ ἐπὶ τῆς χριστοῦ βασιλείας, ὑψηλότερον μὲν δεῖ φαίνεσθαι τὸ τάγμα τῶν πιστευόντων, χαμαιπετὲς δὲ καὶ γήϊνον τῶν ὑποπιπτόντων. |
μνησθήσονται καὶ ἐπι^στραφήσονται πρὸς κύ_ρι^ον πά^ντα^ τὰ^ πέρα^τα^ τῆς γῆς, καὶ προσκυ^νήσουσι^ν ἐνώπι^ον αὐτοῦ πᾶσαι αἱ πα^τρι^αὶ τῶν ἐθνῶν, ὅτι^ τοῦ κυ_ρί^ου ἡ βα^σι^λεία_ καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. | μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. |
ὅτε ἐπὶ^ τῶν προσκυ^νούντων τὴν τάξι^ν ἔδειξεν. | ὅτε ἐπὶ τῶν προσκυνούντων τὴν τάξιν ἔδειξεν. |
ὅτε ἐπὶ^ τῶν ὑποπιπτόντων ἐπήγα^γεν· | ὅτε ἐπὶ τῶν ὑποπιπτόντων ἐπήγαγεν· |
ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ κα^ταβαίνοντες εἰς γῆν. | ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. |
πῶς δέ ἐστι^ τὸ τάγμα^ τῶν πιστῶν ἀνώτερον; | πῶς δέ ἐστι τὸ τάγμα τῶν πιστῶν ἀνώτερον; |
ὅτι^ οὐκ ἐπὶ^ γῆς οἱ πιστοὶ στήσονται, ἀλλ' ἐν τῷ ἀ_έρι^ συ^μπάρεδροι καὶ συ^νδορυφόροι τοῦ μεγίστου βα^σι^λέως. | ὅτι οὐκ ἐπὶ γῆς οἱ πιστοὶ στήσονται, ἀλλ' ἐν τῷ ἀέρι συμπάρεδροι καὶ συνδορυφόροι τοῦ μεγίστου βασιλέως. |
οὐ γὰ^ρ ὁ θρόνος τοῦ θεοῦ ἐπὶ^ γῆς πήγνυ^ται, ἀλλ' ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. | οὐ γὰρ ὁ θρόνος τοῦ θεοῦ ἐπὶ γῆς πήγνυται, ἀλλ' ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. |
ὥστε πά^ντα^ς μὲν εἶναι τοὺς δικαζομένους κά^τω, ἄ^νω δὲ τὸν δικάζοντα^ καὶ τοὺς μετὰ^ τοῦ δικαστοῦ φί^λους. | ὥστε πάντας μὲν εἶναι τοὺς δικαζομένους κάτω, ἄνω δὲ τὸν δικάζοντα καὶ τοὺς μετὰ τοῦ δικαστοῦ φίλους. |
ἡμεῖς δὲ ἁρπα^γησόμεθα^ ἐν νεφέλαις εἰς ἀ^πάντησι^ν τοῦ κυ_ρί^ου εἰς ἀ_έρα^ καὶ οὕτω πάντοτε σὺ^ν κυ_ρί^ῳ ἐσόμεθα^. | ἡμεῖς δὲ ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα. |
ταῦτά μοι εἰς μνήμην ἤγα^γεν ἡ ἀ^φορμὴ τῆς τόλμης τῶν θεομά^χων, τῶν τολμησάντων εἰπεῖν· | ταῦτά μοι εἰς μνήμην ἤγαγεν ἡ ἀφορμὴ τῆς τόλμης τῶν θεομάχων, τῶν τολμησάντων εἰπεῖν· |
δαιμόνιον ἔχει. | δαιμόνιον ἔχει. |
ὡς πολὺ^ τὸ πλῆθος τῆς χρηστότητός σου, κύ_ρι^ε. | ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, κύριε. |
οἷα^ λαλοῦντα^, οἷα τολμήσαντα^, κατὰ σοῦ τοὺς θεομά^χους οὐ κολάζεις; | οἷα λαλοῦντα, οἷα τολμήσαντα, κατὰ σοῦ τοὺς θεομάχους οὐ κολάζεις; |
οὐκ ἀ^να_λί^σκεις ῥοπῇ τοῦ νεύμα^τος, οὐκ ἀ^να_λί^σκεις ἐν κελεύσματι^, οὐκ ἠδύνω ἀ^πειλῆσαι; | οὐκ ἀναλίσκεις ῥοπῇ τοῦ νεύματος, οὐκ ἀναλίσκεις ἐν κελεύσματι, οὐκ ἠδύνω ἀπειλῆσαι; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.