macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
προσέχετε ἀ^κρι_βῶς, πα^ρα^κα^λῶ, ἵν' εἰδῆτε τὴν ἐλπί^δα^ τῆς ἀθανασία_ς ἄ^νωθεν προκατηγγελμένην. | προσέχετε ἀκριβῶς, παρακαλῶ, ἵν' εἰδῆτε τὴν ἐλπίδα τῆς ἀθανασίας ἄνωθεν προκατηγγελμένην. |
ἰδοὺ ὕ^δωρ ἐξήρχετο, καὶ ὡς ἔξοδος ἀνδρὸς ἐνώπι^ον, καὶ ἦν ἐν τῇ χειρὶ^ αὐτοῦ μέτρον. | ἰδοὺ ὕδωρ ἐξήρχετο, καὶ ὡς ἔξοδος ἀνδρὸς ἐνώπιον, καὶ ἦν ἐν τῇ χειρὶ αὐτοῦ μέτρον. |
τὶ ἐστι^ τὸ μέτρον; | τὶ ἐστι τὸ μέτρον; |
ἡ χά^ρι^ς, καὶ τὸ μέτρον δωρεᾶς. | ἡ χάρις, καὶ τὸ μέτρον δωρεᾶς. |
καὶ διεμέτρησεν ἐν τῷ ὕ^δα^τι^ χι_λί^ους. | καὶ διεμέτρησεν ἐν τῷ ὕδατι χιλίους. |
τὶ ἐστι^, χι_λί^ους; | τὶ ἐστι, χιλίους; |
οὐκ εἶπε, πήχεις, κα^λά^μους, ἀλλὰ^, χι_λί^ους. | οὐκ εἶπε, πήχεις, καλάμους, ἀλλὰ, χιλίους. |
τὰ^ μὲν λέγει, τὰ^ δὲ κρύπτει. | τὰ μὲν λέγει, τὰ δὲ κρύπτει. |
καὶ διεμέτρησε χι_λί^ους. | καὶ διεμέτρησε χιλίους. |
καὶ δι^ῆλθε δι^ὰ^ τοῦ ὕ^δα^τος ὕ^δωρ ἀφέσεως. | καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως. |
καὶ διεμέτρησεν ἐν τῷ μέτρῳ, ᾧ ἐμέτρησε, χι_λί^ους. | καὶ διεμέτρησεν ἐν τῷ μέτρῳ, ᾧ ἐμέτρησε, χιλίους. |
καὶ δι^ῆλθε δι^ὰ^ τοῦ ὕ^δα^τος ὕ^δωρ ἀφέσεως. | καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως. |
ποῖον ὕ^δωρ ἀφέσεως δι^ὰ^ τοῦ ὕ^δα^τος δι^ῆλθεν; | ποῖον ὕδωρ ἀφέσεως διὰ τοῦ ὕδατος διῆλθεν; |
ἐπειδὴ καὶ αἰσθητὸν ὕ^δωρ ἐστὶ^ν ἐν τῷ βαπτίσμα^τι^ καὶ νοητὸν, δι^ῆλθε δι^ὰ^ τοῦ ὕ^δα^τος τοῦ αἰσθητοῦ τὸ ὕ^δωρ τῆς ἀφέσεως· | ἐπειδὴ καὶ αἰσθητὸν ὕδωρ ἐστὶν ἐν τῷ βαπτίσματι καὶ νοητὸν, διῆλθε διὰ τοῦ ὕδατος τοῦ αἰσθητοῦ τὸ ὕδωρ τῆς ἀφέσεως· |
τουτέστι^, τὸ πνεῦμα τὸ τὴν ἄφεσι^ν ἔχον τῶν ἁ^μα^ρτημά^των, δι^ῆλθε δι^ὰ^ τοῦ ὕ^δα^τος; | τουτέστι, τὸ πνεῦμα τὸ τὴν ἄφεσιν ἔχον τῶν ἁμαρτημάτων, διῆλθε διὰ τοῦ ὕδατος; |
τοῦ αἰσθητοῦ. | τοῦ αἰσθητοῦ. |
καὶ δι^ῆλθε δι^ὰ^ τοῦ ὕ^δα^τος ὕ^δωρ ἀφέσεως. | καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως. |
ὅπου γὰ^ρ πνεῦμα, ἐκεῖ καὶ ἄφεσι^ς ἁ^μα^ρτημά^των· | ὅπου γὰρ πνεῦμα, ἐκεῖ καὶ ἄφεσις ἁμαρτημάτων· |
ὥς φησι^ν ὁ σωτὴρ ἐμφυ_σήσα_ς· | ὥς φησιν ὁ σωτὴρ ἐμφυσήσας· |
λάβετε πνεῦμα ἅ^γι^ον· | λάβετε πνεῦμα ἅγιον· |
ἄ^ν τι^νων ἀ^φῆτε τὰς ἁ^μαρτί^α_ς, ἀ^φί_ενται αὐτοῖς. | ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς. |
εἶτα^ βουλόμενος δεῖξαι ὁ προφήτης, μᾶλλον δὲ θεὸς τῷ προφήτῃ, πῶς τὸ μυστήριον τοῦ βαπτίσμα^τος ἄρχεται μὲν ἀ^πὸ ὀλί^γων, πληθῦνον δὲ καὶ κα^λύ^πτειν ἔμελλε τὸν κόσμον, ἄρχεται πρῶτον ἀ^πὸ παλαιστίνης δι^ὰ^ τῶν δώδεκα^ ἀ^ποστόλων· | εἶτα βουλόμενος δεῖξαι ὁ προφήτης, μᾶλλον δὲ θεὸς τῷ προφήτῃ, πῶς τὸ μυστήριον τοῦ βαπτίσματος ἄρχεται μὲν ἀπὸ ὀλίγων, πληθῦνον δὲ καὶ καλύπτειν ἔμελλε τὸν κόσμον, ἄρχεται πρῶτον ἀπὸ παλαιστίνης διὰ τῶν δώδεκα ἀποστόλων· |
εἶτα^ ἐπλήρωσε τὴν παλαιστίνην, ἐπλήρωσε τὴν συρίαν, ἐξῆλθε καὶ εἰς ἀνατολὴν, κα^τέλα^βε καὶ τὰ^ ἑσπέρι^α^ μέρη, ὑπέδυ τῆς δύσεως. | εἶτα ἐπλήρωσε τὴν παλαιστίνην, ἐπλήρωσε τὴν συρίαν, ἐξῆλθε καὶ εἰς ἀνατολὴν, κατέλαβε καὶ τὰ ἑσπέρια μέρη, ὑπέδυ τῆς δύσεως. |
τοῦτο αὐτὸ βουλόμενος δεῖξαι ὁ θεὸς, πῶς κα^τὰ^ μέρος ἡ γνῶσι^ς τοῦ μυστηρί^ου προκόπτειν ἔμελλε, λέγει διὰ τοῦ προφήτου· | τοῦτο αὐτὸ βουλόμενος δεῖξαι ὁ θεὸς, πῶς κατὰ μέρος ἡ γνῶσις τοῦ μυστηρίου προκόπτειν ἔμελλε, λέγει διὰ τοῦ προφήτου· |
εἶχεν ἐν τῇ χειρὶ^ αὐτοῦ μέτρον, καὶ ἐμέτρησε χι_λί^ους· | εἶχεν ἐν τῇ χειρὶ αὐτοῦ μέτρον, καὶ ἐμέτρησε χιλίους· |
καὶ δι^ῆλθε διὰ τοῦ ὕ^δα^τος ὕ^δωρ ἀφέσεως· | καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως· |
ἐμέτρησε δὲ καὶ ἄλλους χι_λί^ους, καὶ ἀ^νέβη τὸ ὕ^δωρ ἕως ὀσφύ^ος. | ἐμέτρησε δὲ καὶ ἄλλους χιλίους, καὶ ἀνέβη τὸ ὕδωρ ἕως ὀσφύος. |
προέκοψε κατὰ μικρόν. | προέκοψε κατὰ μικρόν. |
πρῶτον ὕ^δωρ· | πρῶτον ὕδωρ· |
εἶτα^ ὕ^δωρ βαθὺ μέχρι^ τῆς ὀσφύ^ος ἀ^νερχόμενον. | εἶτα ὕδωρ βαθὺ μέχρι τῆς ὀσφύος ἀνερχόμενον. |
καὶ διεμέτρησεν ἄλλους χι_λί^ους· | καὶ διεμέτρησεν ἄλλους χιλίους· |
καὶ οὐκ ἠδύνατο λοιπὸν δι^ελθεῖν, ὅτι τὸ ὕ^δωρ ἐπλεόνα^σε. | καὶ οὐκ ἠδύνατο λοιπὸν διελθεῖν, ὅτι τὸ ὕδωρ ἐπλεόνασε. |
καὶ ἐξήρχετο τὸ ὕ^δωρ, καὶ ποτα^μὸς μέγας. | καὶ ἐξήρχετο τὸ ὕδωρ, καὶ ποταμὸς μέγας. |
πρῶτον ὕ^δωρ· | πρῶτον ὕδωρ· |
εἶτα^ μέχρι^ς ὀσφύ^ος· | εἶτα μέχρις ὀσφύος· |
εἶτα ποτα^μός. | εἶτα ποταμός. |
καὶ διεμέτρησε τρί^τον, χι_λί^ους, χι_λί^ους, χι_λί^ους. | καὶ διεμέτρησε τρίτον, χιλίους, χιλίους, χιλίους. |
μέχρι τῶν χι_λίων ὁ ἀριθμός. | μέχρι τῶν χιλίων ὁ ἀριθμός. |
τελεία γὰ^ρ καὶ ἡ τοῦ πατρὸς προσηγορί^α_, καὶ ἡ τοῦ υἱοῦ προσηγορί^α_, καὶ ἡ τοῦ ἁ^γί^ου πνεύματος προσηγορί^α_. | τελεία γὰρ καὶ ἡ τοῦ πατρὸς προσηγορία, καὶ ἡ τοῦ υἱοῦ προσηγορία, καὶ ἡ τοῦ ἁγίου πνεύματος προσηγορία. |
καὶ διεμέτρησε χι_λί^ους· | καὶ διεμέτρησε χιλίους· |
καὶ δι^ῆλθε διὰ τοῦ ὕ^δα^τος ὕ^δωρ ἀφέσεως. | καὶ διῆλθε διὰ τοῦ ὕδατος ὕδωρ ἀφέσεως. |
καὶ ἐμέτρησεν ἄλλους χιλίους, καὶ ἀ^νέβη τὸ ὕ^δωρ ἕως ὀσφύ^ος, καὶ ἐμέτρησε τρί^τον χιλίους. | καὶ ἐμέτρησεν ἄλλους χιλίους, καὶ ἀνέβη τὸ ὕδωρ ἕως ὀσφύος, καὶ ἐμέτρησε τρίτον χιλίους. |
ὅτε τὸ πλήρωμα^ τῆς γνώσεως, τότε τὸ τρί^τον ἐπετέθη. | ὅτε τὸ πλήρωμα τῆς γνώσεως, τότε τὸ τρίτον ἐπετέθη. |
καὶ ἓν μὲν τὸ μέτρον, τρί^τον δὲ ἐπι^τι^θέμενον, τουτέστι^ πατρὸς, υἱοῦ, καὶ ἁ^γί^ου πνεύματος, μί^α^ θεότης, μί^α^ δύ^να^μι^ς, μία ἐξουσί^α_, ἐν τρισὶ^ν ὀνόμα^σι^ κηρυττομένη. | καὶ ἓν μὲν τὸ μέτρον, τρίτον δὲ ἐπιτιθέμενον, τουτέστι πατρὸς, υἱοῦ, καὶ ἁγίου πνεύματος, μία θεότης, μία δύναμις, μία ἐξουσία, ἐν τρισὶν ὀνόμασι κηρυττομένη. |
καὶ ἦν, φησὶ^, πλεονάζον τὸ ὕ^δωρ, ὡς χειμάῤῥους κατακλύ^ζων. | καὶ ἦν, φησὶ, πλεονάζον τὸ ὕδωρ, ὡς χειμάῤῥους κατακλύζων. |
τὶ ἐστι^ν, ὡς χειμάῤῥους; | τὶ ἐστιν, ὡς χειμάῤῥους; |
ἡ τοῦ πνεύματος τοῦ ἁ^γί^ου ἐν ἐνέργεια^. | ἡ τοῦ πνεύματος τοῦ ἁγίου ἐν ἐνέργεια. |
χειμάῤῥουν δὲ κα^λεῖ τὸ ἐπάλληλον τῶν δωρεῶν. | χειμάῤῥουν δὲ καλεῖ τὸ ἐπάλληλον τῶν δωρεῶν. |
ὁ ποτα^μὸς μὲν γὰ^ρ ὁ διὰ παντὸς ῥέων ἥσυ^χον φέρει τὸ ῥεῦμα^· | ὁ ποταμὸς μὲν γὰρ ὁ διὰ παντὸς ῥέων ἥσυχον φέρει τὸ ῥεῦμα· |
χειμάῤῥους δὲ ἀθρόον κορυφούμενος, ἐπάλληλα^ φέρει τὰ^ κύ_μα^τα^, καὶ κατασύ^ρει πά^ντα^. | χειμάῤῥους δὲ ἀθρόον κορυφούμενος, ἐπάλληλα φέρει τὰ κύματα, καὶ κατασύρει πάντα. |
βουλόμενος τοίνυ^ν δεῖξαι ὁ φι^λάνθρωπος θεὸς τῆς χά^ρι^τος τὴν δωρεὰν, ὅτι ὕ^δωρ μὲν ἀφέσεως τοῖς πιστεύουσι^ν, ὕ^δωρ δὲ κατακλύ^ζον τοῖς ἀ^πι^στοῦσι^, καὶ κατασῦρον δαιμόνων πλάνην, δαιμόνων τυραννίδα, δι^α^βόλου κα^κί^α_ν, φησί^ν· | βουλόμενος τοίνυν δεῖξαι ὁ φιλάνθρωπος θεὸς τῆς χάριτος τὴν δωρεὰν, ὅτι ὕδωρ μὲν ἀφέσεως τοῖς πιστεύουσιν, ὕδωρ δὲ κατακλύζον τοῖς ἀπιστοῦσι, καὶ κατασῦρον δαιμόνων πλάνην, δαιμόνων τυραννίδα, διαβόλου κακίαν, φησίν· |
ἐξῆλθεν ὡς χειμάῤῥους κατακλύ^ζων. | ἐξῆλθεν ὡς χειμάῤῥους κατακλύζων. |
τίς ὁ χειμάῤῥους; | τίς ὁ χειμάῤῥους; |
ἄκουε τοῦ θεοῦ λέγοντος διὰ ἡσαΐου· | ἄκουε τοῦ θεοῦ λέγοντος διὰ ἡσαΐου· |
ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς, ὡς ποτα^μὸς, καὶ ὡς χειμάῤῥους κατακλύ^ζων. | ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς, ὡς ποταμὸς, καὶ ὡς χειμάῤῥους κατακλύζων. |
ποτα^μὸς, τοῖς πιστοῖς· | ποταμὸς, τοῖς πιστοῖς· |
χειμάῤῥους, τοῖς ἀντιλέγουσι^. | χειμάῤῥους, τοῖς ἀντιλέγουσι. |
καὶ δι^ῆλθεν ὡς χειμάῤῥους τοῖς ἀντιλέγουσι^, καὶ ὡς χειμάῤῥους κατακλύ^ζων ἐγένετο τὰ^ ὕ^δα^τα^ ἐκεῖνα^. | καὶ διῆλθεν ὡς χειμάῤῥους τοῖς ἀντιλέγουσι, καὶ ὡς χειμάῤῥους κατακλύζων ἐγένετο τὰ ὕδατα ἐκεῖνα. |
βλέπε πῶς ἑρμηνεύει τὴν δωρεάν. | βλέπε πῶς ἑρμηνεύει τὴν δωρεάν. |
ποίαν ἔχει ἐνέργεια^ν τὸ ὕ^δωρ ἐκεῖνο; | ποίαν ἔχει ἐνέργειαν τὸ ὕδωρ ἐκεῖνο; |
ὥς φησι^ν ὁ προφήτης· | ὥς φησιν ὁ προφήτης· |
καὶ ἐξῆλθεν ὕ^δα^τα^, καὶ ἐγένετο ἔνθεν τοῦ ποτα^μοῦ καὶ ἔνθεν τοῦ ποτα^μοῦ φυτὰ^ μεγά^λα_ σφόδρα^, καὶ τὰ^ ὕ^δα^τα^ ὑγιάζοντα^. | καὶ ἐξῆλθεν ὕδατα, καὶ ἐγένετο ἔνθεν τοῦ ποταμοῦ καὶ ἔνθεν τοῦ ποταμοῦ φυτὰ μεγάλα σφόδρα, καὶ τὰ ὕδατα ὑγιάζοντα. |
τὶ ἐστι^, καὶ τὰ^ ὕ^δα^τα^ ὑγιάζοντα^; | τὶ ἐστι, καὶ τὰ ὕδατα ὑγιάζοντα; |
ἐπειδὴ ὑγίεια^ν φέρει. | ἐπειδὴ ὑγίειαν φέρει. |
ἰδὲ ὑγι^ὴς γέγονα^ς· | ἰδὲ ὑγιὴς γέγονας· |
μηκέτι^ ἁ^μά^ρτα^νε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. | μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. |
καὶ ἰδοὺ δένδρα^ ἔνθεν τοῦ ποτα^μοῦ καὶ ἔνθεν τοῦ ποτα^μοῦ. | καὶ ἰδοὺ δένδρα ἔνθεν τοῦ ποταμοῦ καὶ ἔνθεν τοῦ ποταμοῦ. |
καὶ πᾶσα^ν ψυ_χὴν, ἐφ' ἢν ἂ^ν ἔλθοι τὰ^ ὕ^δα^τα^, ὑγιά^σει. | καὶ πᾶσαν ψυχὴν, ἐφ' ἢν ἂν ἔλθοι τὰ ὕδατα, ὑγιάσει. |
καὶ ἰχθὺς πολὺ^ς ἦν ἐν τῷ ποτα^μῷ. | καὶ ἰχθὺς πολὺς ἦν ἐν τῷ ποταμῷ. |
ποῖος ἰχθύς; | ποῖος ἰχθύς; |
ὁ λα_ὸς ὁ πολύ^ς. | ὁ λαὸς ὁ πολύς. |
δεῦτε ὀπί^σω μου, καὶ ποιήσω ὑ_μᾶς ἁλιεῖς ἀνθρώπων. | δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. |
καὶ ἰδοὺ ἰχθὺς πολὺ^ς ἐν τῷ ποτα^μῷ ὡς ἰ^χθύ^ες τῆς θα^λάσσης· | καὶ ἰδοὺ ἰχθὺς πολὺς ἐν τῷ ποταμῷ ὡς ἰχθύες τῆς θαλάσσης· |
ἀντὶ^ τοῦ, τοσούτους συ^νά^γει ἡ χριστοῦ πα^ρουσί^α_, ὅσους ἔχει ἡ οἰκουμένη, κατὰ τοὺς ἰ^χθύ^α^ς τοὺς ἐν τῇ θα^λά^σσῃ τῇ μεγά^λῃ. | ἀντὶ τοῦ, τοσούτους συνάγει ἡ χριστοῦ παρουσία, ὅσους ἔχει ἡ οἰκουμένη, κατὰ τοὺς ἰχθύας τοὺς ἐν τῇ θαλάσσῃ τῇ μεγάλῃ. |
οὓς εἶχεν ὁ κόσμος, ἔλα^βεν ἡ ἐκκλησί^α_. | οὓς εἶχεν ὁ κόσμος, ἔλαβεν ἡ ἐκκλησία. |
καὶ πᾶν δένδρον πάλιν ἐπαναλαμβάνω τὸν λόγον ἔνθεν τοῦ ποτα^μοῦ καὶ ἔνθεν τοῦ ποτα^μοῦ ἀ^να^βήσεται καὶ ζωοποιήσει τὰ^ ὕ^δα^τα^, καὶ ὑγιά^σει· | καὶ πᾶν δένδρον πάλιν ἐπαναλαμβάνω τὸν λόγον ἔνθεν τοῦ ποταμοῦ καὶ ἔνθεν τοῦ ποταμοῦ ἀναβήσεται καὶ ζωοποιήσει τὰ ὕδατα, καὶ ὑγιάσει· |
καὶ ὁ καρπὸς τῶν φυ^τῶν οὐ μὴ ἐκλείπῃ. | καὶ ὁ καρπὸς τῶν φυτῶν οὐ μὴ ἐκλείπῃ. |
χριστοῦ κηρυττομένου, λύχνος εἰσάγεται. | χριστοῦ κηρυττομένου, λύχνος εἰσάγεται. |
πεφύκασι γὰ^ρ καὶ αἱ προφητεῖαι ἅπτειν λύχνον χριστῷ, ὡς λέγει ὁ δαυΐδ· | πεφύκασι γὰρ καὶ αἱ προφητεῖαι ἅπτειν λύχνον χριστῷ, ὡς λέγει ὁ δαυΐδ· |
ἡτοίμασα λύχνον τῷ χριστῷ μου. | ἡτοίμασα λύχνον τῷ χριστῷ μου. |
λαμπὰς κα^τέλα^βεν αἰσθητή. | λαμπὰς κατέλαβεν αἰσθητή. |
νόει τὴν λαμπάδα, τὸ δὲ προκείμενον· | νόει τὴν λαμπάδα, τὸ δὲ προκείμενον· |
καὶ ἦν ἐπὶ^ τοῦ ποτα^μοῦ δένδρα^ πολλὰ, καὶ ὁ καρπὸς τῶν δένδρων ἐκείνων οὐ μὴ ἐκλείπῃ ἀ^πὸ τῆς καινότητος αὐτῶν. | καὶ ἦν ἐπὶ τοῦ ποταμοῦ δένδρα πολλὰ, καὶ ὁ καρπὸς τῶν δένδρων ἐκείνων οὐ μὴ ἐκλείπῃ ἀπὸ τῆς καινότητος αὐτῶν. |
οὐ γὰ^ρ πα^λαιῶν ἦν φυ^τῶν, ἀλλὰ^ νέων. | οὐ γὰρ παλαιῶν ἦν φυτῶν, ἀλλὰ νέων. |
καινὰ λέγει φυτὰ^, καινοὺς καρπούς. | καινὰ λέγει φυτὰ, καινοὺς καρπούς. |
ἀποδύσασθε τὸν πα^λαιὸν ἄνθρωπον, καὶ ἐνδύ_σα^σθε τὸν νέον τὸν ἀ^να^καινούμενον. | ἀποδύσασθε τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδύσασθε τὸν νέον τὸν ἀνακαινούμενον. |
ὁρᾷς τὴν χά^ρι^ν προμεμηνυμένην; | ὁρᾷς τὴν χάριν προμεμηνυμένην; |
ὁρᾷς εἰκότως τὸν κύριον ἐγκαλοῦντα^ νικοδήμῳ· | ὁρᾷς εἰκότως τὸν κύριον ἐγκαλοῦντα νικοδήμῳ· |
σὺ εἶ ὁ δι^δά^σκα^λος τοῦ ἰσραὴλ, καὶ ταῦτα οὐ γι^νώσκεις; | σὺ εἶ ὁ διδάσκαλος τοῦ ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις; |
ἀλλὰ^ μα^ρτυ^ρεῖ τούτοις ζαχαρίας· | ἀλλὰ μαρτυρεῖ τούτοις ζαχαρίας· |
οὐχ ὁ ἰωάννου πατὴρ, ἰωάννου τοῦ τὴν ἔρημον τότε οἰκήσαντος, καὶ τὴν παλαιστίνην κοσμήσαντος, καὶ τὴν ἡμετέρα_ν πόλι^ν στεφανώσαντος. | οὐχ ὁ ἰωάννου πατὴρ, ἰωάννου τοῦ τὴν ἔρημον τότε οἰκήσαντος, καὶ τὴν παλαιστίνην κοσμήσαντος, καὶ τὴν ἡμετέραν πόλιν στεφανώσαντος. |
πρέπει τῷ ἰωάννῃ καὶ μετὰ^ θά^να^τον βοᾷν, καὶ ἐκ τά^φου ὑμνεῖν. | πρέπει τῷ ἰωάννῃ καὶ μετὰ θάνατον βοᾷν, καὶ ἐκ τάφου ὑμνεῖν. |
εἰ γὰ^ρ ἀ^πὸ γαστρὸς σκιρτήσα_ς τὸν δεσπότην ἐκήρυξεν, ἀ^πὸ τοῦ τά^φου σκιρτήσει τοῖς ἁ^γί^οις ὀστέοις, καὶ ἐρεῖ· | εἰ γὰρ ἀπὸ γαστρὸς σκιρτήσας τὸν δεσπότην ἐκήρυξεν, ἀπὸ τοῦ τάφου σκιρτήσει τοῖς ἁγίοις ὀστέοις, καὶ ἐρεῖ· |
πάντα τὰ^ ὀστᾶ μου· | πάντα τὰ ὀστᾶ μου· |
ἐροῦσι^, τίς ὅμοιός σοι, κύριε; | ἐροῦσι, τίς ὅμοιός σοι, κύριε; |
λέγει τοίνυ^ν ὁ μα^κά^ριος ζαχαρίας· | λέγει τοίνυν ὁ μακάριος ζαχαρίας· |
καὶ ἔσται ἐπ' ἐσχά^του τῶν ἡμερῶν πᾶς τόπος διανοιγόμενος τῷ οἴκῳ δαυΐδ. | καὶ ἔσται ἐπ' ἐσχάτου τῶν ἡμερῶν πᾶς τόπος διανοιγόμενος τῷ οἴκῳ δαυΐδ. |
οἶκον δαυῒδ κα^λεῖ τὴν συγγένεια^ν δαυΐδ· | οἶκον δαυῒδ καλεῖ τὴν συγγένειαν δαυΐδ· |
ἐπειδὴ ὁ ἰωσὴφ ὁ μνηστὴρ μαρίας ἐξ οἴκου ἦν δαυΐδ. | ἐπειδὴ ὁ ἰωσὴφ ὁ μνηστὴρ μαρίας ἐξ οἴκου ἦν δαυΐδ. |
μνηστευθείσης ἀνδρὶ^, ᾧ ὄνομα^ ἰωσὴφ, ἐξ οἴκου καὶ πατριᾶ_ς δαυΐδ. | μνηστευθείσης ἀνδρὶ, ᾧ ὄνομα ἰωσὴφ, ἐξ οἴκου καὶ πατριᾶς δαυΐδ. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.