macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἵ^να_ μά^θῃς αὐτὸ ἐκ τῆς πηγῆς τοῦ θεοῦ ὄν.
ἵνα μάθῃς αὐτὸ ἐκ τῆς πηγῆς τοῦ θεοῦ ὄν.
ὕ^δωρ ζῶν τὸ πνεῦμα, πηγὴ ὕ^δα^τος ζῶντος ὁ θεὸς, ἴν' ὅταν μά^θῃς τὴν πηγὴν, νοήσῃς πόθεν τὸ ὕ^δωρ τὸ ζῶν.
ὕδωρ ζῶν τὸ πνεῦμα, πηγὴ ὕδατος ζῶντος ὁ θεὸς, ἴν' ὅταν μάθῃς τὴν πηγὴν, νοήσῃς πόθεν τὸ ὕδωρ τὸ ζῶν.
ποταμοὶ ἐκ τῆς κοιλί^α_ς αὐτοῦ ῥεύσουσι^ν ὕ^δα^τος ζῶντος.
ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
τοῦτο δὲ ἔλεγε τὸ ὕ^δωρ περὶ^ τοῦ πνεύματος, οὗ ἔμελλον λα^μβά^νειν οἱ πιστεύοντες.
τοῦτο δὲ ἔλεγε τὸ ὕδωρ περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες.
εἰ ὕ^δωρ ζῶν τὸ πνεῦμα, ζητήσωμεν αὐ τοῦ τὴν πηγὴν.
εἰ ὕδωρ ζῶν τὸ πνεῦμα, ζητήσωμεν αὐ τοῦ τὴν πηγὴν.
τίς ἡ πηγή;
τίς ἡ πηγή;
λεγέτω ἰερεμίας·
λεγέτω ἰερεμίας·
τάδε λέγει κύριος·
τάδε λέγει κύριος·
ἐξέστη ὁ οὐρα^νὸς ἐπὶ^ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ, ὅτι δύ^ο καὶ πονηρὰ^ ἐποίησεν ὁ λα_ὸς μου·
ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαὸς μου·
ἐμὲ ἐγκατέλιπε πηγὴν ὕ^δα^τος ζῶντος.
ἐμὲ ἐγκατέλιπε πηγὴν ὕδατος ζῶντος.
ὁρᾷς πηγὴν ὕ^δα^τος τὸν θεὸν, ζῶν δὲ ὕ^δωρ τὸ πνεῦμα τὸ ἅ^γι^ον;
ὁρᾷς πηγὴν ὕδατος τὸν θεὸν, ζῶν δὲ ὕδωρ τὸ πνεῦμα τὸ ἅγιον;
πηγὴ ὕ^δα^τος ζῶντος ὁ πατήρ·
πηγὴ ὕδατος ζῶντος ὁ πατήρ·
ποτα^μὸς ἐκ τῆς γῆς προερχόμενος, ὁ υἱός·
ποταμὸς ἐκ τῆς γῆς προερχόμενος, ὁ υἱός·
ὕ^δωρ τοῦ ποτα^μοῦ τὸ πνεῦμα τὸ ἅ^γι^ον.
ὕδωρ τοῦ ποταμοῦ τὸ πνεῦμα τὸ ἅγιον.
ἐμὲ ἐγκατέλιπον πηγὴν ὕ^δα^τος ζῶντος.
ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος.
λεγέτω περὶ^ τοῦ υἱοῦ τὰ^ αὐτὰ^ καὶ ὁ προφήτης ἠσαΐας·
λεγέτω περὶ τοῦ υἱοῦ τὰ αὐτὰ καὶ ὁ προφήτης ἠσαΐας·
καὶ ἥξει κύριος ὡς ποτα^μὸς ἔνδοξος ἐν γῇ διψώσῃ.
καὶ ἥξει κύριος ὡς ποταμὸς ἔνδοξος ἐν γῇ διψώσῃ.
ὁρᾷς πηγήν;
ὁρᾷς πηγήν;
ποτα^μόν;
ποταμόν;
ὕ^δωρ ζῶν;
ὕδωρ ζῶν;
καὶ ὥσπερ οὐ δύ_νῃ τὴν πηγὴν κα^λέσαι ποτα^μὸν, ἕως τὴν ῥίζαν ὁρᾷς, οὔ τε πά^λι^ν τὸν ποτα^μὸν προελθόντα^ ἔξω οὐ δύ_νῃ κα^λέσαι πηγὴν, οὔ τε τὸ ὕ^δωρ τὸ ἀ^πὸ τοῦ ποτα^μοῦ σχιζόμενον καὶ τὴν γῆν ἀρδεῦον οὐ κα^λεῖς ποτα^μὸν, ἀλλ' ὕ^δωρ ἀρδεία_ς·
καὶ ὥσπερ οὐ δύνῃ τὴν πηγὴν καλέσαι ποταμὸν, ἕως τὴν ῥίζαν ὁρᾷς, οὔ τε πάλιν τὸν ποταμὸν προελθόντα ἔξω οὐ δύνῃ καλέσαι πηγὴν, οὔ τε τὸ ὕδωρ τὸ ἀπὸ τοῦ ποταμοῦ σχιζόμενον καὶ τὴν γῆν ἀρδεῦον οὐ καλεῖς ποταμὸν, ἀλλ' ὕδωρ ἀρδείας·
καὶ τὰ^ μὲν ὀνόμα^τα^ τέμνεται, ἡ δὲ φύ^σι^ς ἀμέρι^στος·
καὶ τὰ μὲν ὀνόματα τέμνεται, ἡ δὲ φύσις ἀμέριστος·
ὥσπερ οὖν πά^λι^ν γὰ^ρ τὰ^ αὐτὰ^ ἀ^να^λα^βὼν δι^ηγήσομαι οὔ τε τὴν πηγὴν κα^λεῖς ποτα^μὸν, ἕως τὴν ῥίζαν ὁρᾷς, οὔ τε προελθοῦσα^ν τὴν πηγὴν εἰς ποτα^μὸν οὐ κα^λεῖς πηγὴν, ἀλλ' ἐκείνης τῆς πηγῆς ἀπόῤῥοια^ν·
ὥσπερ οὖν πάλιν γὰρ τὰ αὐτὰ ἀναλαβὼν διηγήσομαι οὔ τε τὴν πηγὴν καλεῖς ποταμὸν, ἕως τὴν ῥίζαν ὁρᾷς, οὔ τε προελθοῦσαν τὴν πηγὴν εἰς ποταμὸν οὐ καλεῖς πηγὴν, ἀλλ' ἐκείνης τῆς πηγῆς ἀπόῤῥοιαν·
πά^λι^ν τοῦ ποτα^μοῦ τὸ ὕ^δωρ ἐπειδὰ^ν εἰς ἀρδείαν προέλθῃ, ποτα^μὸς οὐ λέγεται, ἀλλ' ὕ^δωρ ἀρδεῦον, καὶ τὰ^ μὲν ὀνόμα^τα^ τέμνεται, ἡ δὲ φύ^σι^ς οὐ μερίζεται·
πάλιν τοῦ ποταμοῦ τὸ ὕδωρ ἐπειδὰν εἰς ἀρδείαν προέλθῃ, ποταμὸς οὐ λέγεται, ἀλλ' ὕδωρ ἀρδεῦον, καὶ τὰ μὲν ὀνόματα τέμνεται, ἡ δὲ φύσις οὐ μερίζεται·
οὕτω τὸν μὲν πατέρα υἱὸν κα^λέσαι οὐ δυ^να^τόν, οὐ δὲ τὸν υἱὸν πατέρα, ἵ^να_ μὴ εἰς τὴν σαβελλίου δόξα^ν ἐμπέσωμεν.
οὕτω τὸν μὲν πατέρα υἱὸν καλέσαι οὐ δυνατόν, οὐ δὲ τὸν υἱὸν πατέρα, ἵνα μὴ εἰς τὴν σαβελλίου δόξαν ἐμπέσωμεν.
οὐ μὴν ἡ δι^α^φορὰ_ τῶν ὀνομά^των τέμνει τὴν φύ^σι^ν.
οὐ μὴν ἡ διαφορὰ τῶν ὀνομάτων τέμνει τὴν φύσιν.
οἱ γὰ^ρ αἱρετι^κοὶ βούλονται ἀ^πὸ τῆς δι^α^φορᾶ_ς τῶν ὀνομά^των δι^α^φορὰ_ν κα^τα^σκευά^σαι φύ^σεως.
οἱ γὰρ αἱρετικοὶ βούλονται ἀπὸ τῆς διαφορᾶς τῶν ὀνομάτων διαφορὰν κατασκευάσαι φύσεως.
ὅταν δὲ ἴ^δῃς τὰ_ς εἰκόνα^ς ταύτα_ς παραβαλλομένας, μὴ δι' ὅλου δούλευε τῇ εἰκόνι^.
ὅταν δὲ ἴδῃς τὰς εἰκόνας ταύτας παραβαλλομένας, μὴ δι' ὅλου δούλευε τῇ εἰκόνι.
οὐδὲν γὰ^ρ τῶν ὁρωμένων πα^ριστᾷ ἐναργῶς τὰ^ ἀόρα_τα^.
οὐδὲν γὰρ τῶν ὁρωμένων παριστᾷ ἐναργῶς τὰ ἀόρατα.
ἀλλὰ^ διαφεύγουσι^ τὸ ἄ^τοπον, καὶ λα^μβά^νουσι^ τὸ ἔνδοξον.
ἀλλὰ διαφεύγουσι τὸ ἄτοπον, καὶ λαμβάνουσι τὸ ἔνδοξον.
οὐ γὰ^ρ ἐπειδὴ ποτα^μὸς κα^τὰ^ ἀπόῤῥοια^ν προέρχεται, κα^τὰ^ ῥεῦσι^ν ἐγέννησεν ὁ πατήρ.
οὐ γὰρ ἐπειδὴ ποταμὸς κατὰ ἀπόῤῥοιαν προέρχεται, κατὰ ῥεῦσιν ἐγέννησεν ὁ πατήρ.
καὶ ταῦτα^ εἶπον, τῇ γραφῇ ἀκολουθήσα_ς.
καὶ ταῦτα εἶπον, τῇ γραφῇ ἀκολουθήσας.
οὐδεὶς γὰ^ρ ἀφ' ἑαυτοῦ τολμᾷ πιστὸς φθέγγεσθαι.
οὐδεὶς γὰρ ἀφ' ἑαυτοῦ τολμᾷ πιστὸς φθέγγεσθαι.
εἰ μὴ ἤκουσα^ τοῦ πατρὸς λέγοντος, ἐμὲ ἐγκατέλιπον πηγὴν ὕ^δα^τος ζῶντος·
εἰ μὴ ἤκουσα τοῦ πατρὸς λέγοντος, ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος·
εἰ μὴ ἤκουσα^ τοῦ κυρίου λέγοντος, ποταμοὶ ἐκ τῆς κοιλί^α_ς αὐτοῦ ῥεύσουσι^ν ὕ^δα^τος ζῶντος·
εἰ μὴ ἤκουσα τοῦ κυρίου λέγοντος, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος·
τοῦτο δὲ ἔλεγε περὶ^ τοῦ πνεύματος, οὗ ἔμελλον λα^μβά^νειν οἱ πιστεύοντες·
τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες·
οὐκ ἂ^ν ἀ^νθρωπί^νῃ καὶ θνητῇ ἐννοίᾳ κα^τὰ^ τῆς ἀ_θα^νά^του ταῦτα^ ἐκαινοτόμησα^.
οὐκ ἂν ἀνθρωπίνῃ καὶ θνητῇ ἐννοίᾳ κατὰ τῆς ἀθανάτου ταῦτα ἐκαινοτόμησα.
ἀλλ' ἔλθωμεν εἰς τρανοτέραν ἀ^πόδειξι^ν.
ἀλλ' ἔλθωμεν εἰς τρανοτέραν ἀπόδειξιν.
καὶ μὴ τι^ς νομί^σῃ περιττὴν εἶναι ταύτην τὴν διδασκαλίαν.
καὶ μὴ τις νομίσῃ περιττὴν εἶναι ταύτην τὴν διδασκαλίαν.
μάλιστα γὰ^ρ πλησιαζούσης τῆς χά^ρι^τος, καὶ ἐπειδὴ μέλλει λοιπὸν τὸ ὕ^δωρ τὸ ζῶν τὴν ἑαυτοῦ ἐνέργεια^ν δεικνύ^ναι, ἐνέθηκε τοῖς ὕ^δα^σι^ ὕ^δωρ νοητόν.
μάλιστα γὰρ πλησιαζούσης τῆς χάριτος, καὶ ἐπειδὴ μέλλει λοιπὸν τὸ ὕδωρ τὸ ζῶν τὴν ἑαυτοῦ ἐνέργειαν δεικνύναι, ἐνέθηκε τοῖς ὕδασι ὕδωρ νοητόν.
καὶ γὰ^ρ δεῖ οὕτω λέγεσθαι, καὶ δι^ὰ^ τούς προσι^όντα^ς μα^θεῖν οἵᾳ δωρεᾷ προσέρχονται, καὶ τοὺς ἤδη ἀ^ξι^ωθέντα^ς δωρεᾶς, καὶ τοὺς μηδέπω λα^βόντα^ς εἰς ἐπι^θυ_μί^αν ἐλθεῖν ταύτης τῆς δωρεᾶς.
καὶ γὰρ δεῖ οὕτω λέγεσθαι, καὶ διὰ τούς προσιόντας μαθεῖν οἵᾳ δωρεᾷ προσέρχονται, καὶ τοὺς ἤδη ἀξιωθέντας δωρεᾶς, καὶ τοὺς μηδέπω λαβόντας εἰς ἐπιθυμίαν ἐλθεῖν ταύτης τῆς δωρεᾶς.
ἀναγκαίως τὸ ὕ^δωρ τὸ ἅ^γι^ον καὶ ζῶν προέρχεται, λόγῳ μὲν κηρυττόμενον, πίστει δὲ προσκυ^νούμενον.
ἀναγκαίως τὸ ὕδωρ τὸ ἅγιον καὶ ζῶν προέρχεται, λόγῳ μὲν κηρυττόμενον, πίστει δὲ προσκυνούμενον.
ὁ δὲ κύριος ἡμῶν ἰησοῦς χριστὸς κα^λεῖ ὕ^δωρ ζῶν τὸ πνεῦμα τὸ ἅ^γι^ον, ὡς λέγει τῇ σαμαρείτιδι·
ὁ δὲ κύριος ἡμῶν ἰησοῦς χριστὸς καλεῖ ὕδωρ ζῶν τὸ πνεῦμα τὸ ἅγιον, ὡς λέγει τῇ σαμαρείτιδι·
εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, καὶ τίς ἐστι^ν ὁ λέγων σοι, δός μοι πι^εῖν, σὺ^ ἂ^ν ᾔτησα^ς αὐτὸν, καὶ ἔδωκεν ἂ^ν σοι ὕ^δωρ ζῶν.
εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἂν σοι ὕδωρ ζῶν.
περὶ^ τούτου τοῦ ὕ^δα^τος καὶ ζαχαρίας δι^α^λέγεται καὶ ἰεζεκιὴλ οἱ προφῆται.
περὶ τούτου τοῦ ὕδατος καὶ ζαχαρίας διαλέγεται καὶ ἰεζεκιὴλ οἱ προφῆται.
πρόσεχε ἀ^κρι_βῶς.
πρόσεχε ἀκριβῶς.
λέγει ὁ σωτὴρ νικοδήμῳ τῷ ἄ^ρχοντι^ τῶν ἰουδαίων·
λέγει ὁ σωτὴρ νικοδήμῳ τῷ ἄρχοντι τῶν ἰουδαίων·
ἀμὴν, ἀμὴν, λέγω ὑ_μῖν, ἐὰ^ν μὴ τι^ς γεννηθῇ ἐξ ὕ^δα^τος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρα^νῶν.
ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
ἐκεῖνος ὡς ἰουδαῖος, ἰουδαϊκῇ ἀμα^θίᾳ συγγηράσας, καὶ μηδὲν δυ^νά^μενος ἔξω τῶν σωμα^τι^κῶν φαντάζεσθαι, λέγει τῷ σωτῆρι, ἀ^κούσα_ς περὶ^ ἀναγεννήσεως·
ἐκεῖνος ὡς ἰουδαῖος, ἰουδαϊκῇ ἀμαθίᾳ συγγηράσας, καὶ μηδὲν δυνάμενος ἔξω τῶν σωματικῶν φαντάζεσθαι, λέγει τῷ σωτῆρι, ἀκούσας περὶ ἀναγεννήσεως·
πῶς ταῦτα^ δύ^να^ται γενέσθαι;
πῶς ταῦτα δύναται γενέσθαι;
μὴ δύ^να^ται ἄνθρωπος γέρων ὢν, ἐκ δευτέρου εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ εἰσελθεῖν, καὶ γεννηθῆναι;
μὴ δύναται ἄνθρωπος γέρων ὢν, ἐκ δευτέρου εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ εἰσελθεῖν, καὶ γεννηθῆναι;
πνευματικὰ ἀ^κούων, σωμα^τι^κὴν αἴσθησι^ν ἐλά^μβα^νε.
πνευματικὰ ἀκούων, σωματικὴν αἴσθησιν ἐλάμβανε.
λέγει αὐτῷ ὁ σωτήρ·
λέγει αὐτῷ ὁ σωτήρ·
πᾶν τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι^ν.
πᾶν τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστιν.
οὐ περὶ σαρκὸς δι^α^λέγομαι, ἢ σαρκικῆς ἀναγεννήσεως·
οὐ περὶ σαρκὸς διαλέγομαι, ἢ σαρκικῆς ἀναγεννήσεως·
τὸ δὲ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμα ἐστι^ν·
τὸ δὲ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμα ἐστιν·
εἶτα^ ἐγκαλεῖ αὐτῷ·
εἶτα ἐγκαλεῖ αὐτῷ·
σὺ^ εἶ ὁ δι^δά^σκα^λος τοῦ ἰσραὴλ, καὶ ταῦτα^ οὐ γι^νώσκεις;
σὺ εἶ ὁ διδάσκαλος τοῦ ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις;
ὁρᾷς ὅσον ἐστὶ^ν ἔγκλημα^, διδασκά^λου τάξι^ν ἐπέχοντα^, μὴ ἐπι^βά^λλειν ἑαυτὸν καὶ ἐρευνᾷν τά_ς γραφάς·
ὁρᾷς ὅσον ἐστὶν ἔγκλημα, διδασκάλου τάξιν ἐπέχοντα, μὴ ἐπιβάλλειν ἑαυτὸν καὶ ἐρευνᾷν τάς γραφάς·
σὺ εἶ ὁ δι^δά^σκα^λος τοῦ ἰσραὴλ, καὶ ταῦτα^ οὐ γι^νώσκεις;
σὺ εἶ ὁ διδάσκαλος τοῦ ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις;
καὶ εἰ δι^δά^σκα^λος ἦν τοῦ ἰσραὴλ, πόθεν ᾔδει ὅτι μυστήριον ξένον κηρύττεις καὶ οὐρά^νι^ον δῶρον;
καὶ εἰ διδάσκαλος ἦν τοῦ ἰσραὴλ, πόθεν ᾔδει ὅτι μυστήριον ξένον κηρύττεις καὶ οὐράνιον δῶρον;
οὐδείς γὰ^ρ μέχρι^ τοῦ νῦν ἐκήρυξε βάπτισμα^ τοιοῦτον ἀθανασία_ς.
οὐδείς γὰρ μέχρι τοῦ νῦν ἐκήρυξε βάπτισμα τοιοῦτον ἀθανασίας.
ναὶ, φησί^ν·
ναὶ, φησίν·
ἀλλ' οἱ προφῆται ἐμήνυ_σα^ν.
ἀλλ' οἱ προφῆται ἐμήνυσαν.
οὐκ ἀ^νέγνως τοὺς προφήτα_ς;
οὐκ ἀνέγνως τοὺς προφήτας;
οὐκ εἶ σὺ ἱ^ερεύς;
οὐκ εἶ σὺ ἱερεύς;
οὐκ εἶ δι^δά^σκα^λος;
οὐκ εἶ διδάσκαλος;
οὐκ ἤκουσα^ς περὶ ὕ^δα^τος καὶ πνεύματος ἐν τῷ προφήτῃ;
οὐκ ἤκουσας περὶ ὕδατος καὶ πνεύματος ἐν τῷ προφήτῃ;
τί ξένον εἶπον ἐγὼ πα^ρὰ^ τοὺς προφήτα_ς, ἐὰν μὴ τι^ς γεννηθῇ ἐξ ὕ^δα^τος καὶ πνεύματος;
τί ξένον εἶπον ἐγὼ παρὰ τοὺς προφήτας, ἐὰν μὴ τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος;
ταῦτα^ καὶ ἰεζεκιὴλ ἐλά^λησε·
ταῦτα καὶ ἰεζεκιὴλ ἐλάλησε·
καὶ ἔσται ἐπ' ἐσχά^των τῶν ἡμερῶν, λέγει ἀδωναῒ κύριος·
καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν, λέγει ἀδωναῒ κύριος·
καὶ προσλήψομαι ὑ_μᾶς καὶ ῥα^νῶ ἐφ' ὑ_μᾶς ὕ^δωρ κα^θα^ρὸν, καὶ δώσω τὸ πνεῦμὰ μου εἰς ὑ_μᾶς.
καὶ προσλήψομαι ὑμᾶς καὶ ῥανῶ ἐφ' ὑμᾶς ὕδωρ καθαρὸν, καὶ δώσω τὸ πνεῦμὰ μου εἰς ὑμᾶς.
ὕ^δωρ καὶ πνεῦμα.
ὕδωρ καὶ πνεῦμα.
ἐὰν μὴ τι^ς γεννηθῇ ἐξ ὕ^δα^τος καὶ πνεύματος.
ἐὰν μὴ τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος.
ῥανῶ ἐφ' ὑ_μᾶς ὕ^δωρ κα^θα^ρὸν, καὶ δώσω ὑ_μῖν πνεῦμα καινόν.
ῥανῶ ἐφ' ὑμᾶς ὕδωρ καθαρὸν, καὶ δώσω ὑμῖν πνεῦμα καινόν.
ὕ^δωρ καὶ πνεῦμα.
ὕδωρ καὶ πνεῦμα.
πάλιν τρα_νῶς ὁ μα^κά^ριος ἰεζεκιὴλ διαγράφων τὴν μέλλουσα^ν παλιγγενεσίαν, λέγει·
πάλιν τρανῶς ὁ μακάριος ἰεζεκιὴλ διαγράφων τὴν μέλλουσαν παλιγγενεσίαν, λέγει·
καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου.
καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου.
καὶ ἐξήγα^γέ με κύριος ἐπὶ^ τὰ^ πρόθυ^ρα^ τῆς πύλης, τῆς βλεπούσης κα^τὰ^ ἀνατολὰ_ς.
καὶ ἐξήγαγέ με κύριος ἐπὶ τὰ πρόθυρα τῆς πύλης, τῆς βλεπούσης κατὰ ἀνατολὰς.
καὶ ἰ^δοὺ ὕ^δωρ ἐξήρχετο ἐκ τοῦ αἰθρί^ου κα^τὰ^ ἀνατολά_ς.
καὶ ἰδοὺ ὕδωρ ἐξήρχετο ἐκ τοῦ αἰθρίου κατὰ ἀνατολάς.
πανταχοῦ τὸ, κα^τὰ^ ἀνατολὰ_ς, ἐπειδὴ ἐκεῖθεν ἡ πηγὴ τῆς σωτηρί^α_ς.
πανταχοῦ τὸ, κατὰ ἀνατολὰς, ἐπειδὴ ἐκεῖθεν ἡ πηγὴ τῆς σωτηρίας.
ὥσπερ γὰ^ρ ἐκεῖθεν ἡ δόξα_ αὐτοῦ ἤρχετο κα^τὰ^ τὴν ὁδὸν τὴν κα^τὰ^ ἀνατολὰ_ς, οὕτω καὶ τὸ ὕ^δωρ ἐκεῖθεν ἤρχετο.
ὥσπερ γὰρ ἐκεῖθεν ἡ δόξα αὐτοῦ ἤρχετο κατὰ τὴν ὁδὸν τὴν κατὰ ἀνατολὰς, οὕτω καὶ τὸ ὕδωρ ἐκεῖθεν ἤρχετο.
καὶ ἰ^δοὺ, φησὶ^ν, ὕ^δωρ ἐξήρχετο ἀ^πὸ τοῦ αἰθρί^ου κα^τὰ^ τὴν πύλην τῆς ὀδοῦ τῆς βλεπούσης κα^τὰ^ ἀνατολά_ς.
καὶ ἰδοὺ, φησὶν, ὕδωρ ἐξήρχετο ἀπὸ τοῦ αἰθρίου κατὰ τὴν πύλην τῆς ὀδοῦ τῆς βλεπούσης κατὰ ἀνατολάς.
καὶ ἐξῆλθεν ὕ^δωρ, καὶ ἰ^δοὺ ὅρα_σι^ς ἀνθρώπου.
καὶ ἐξῆλθεν ὕδωρ, καὶ ἰδοὺ ὅρασις ἀνθρώπου.
καὶ εἶχε μέτρον ἐν τῇ χειρὶ^ αὐτοῦ, καὶ ἰ^δοὺ ὡς ἔξοδος ἀνδρός.
καὶ εἶχε μέτρον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἰδοὺ ὡς ἔξοδος ἀνδρός.
καὶ εἶδεν ὕ^δωρ, εἶδε δὲ καὶ ἄνθρωπον.
καὶ εἶδεν ὕδωρ, εἶδε δὲ καὶ ἄνθρωπον.
καὶ ἐξήγα^γέ με κύριος ἐπὶ^ τὴν πύλην τὴν βλέπουσα^ν κα^τὰ^ ἀνατολὰ_ς, καὶ ἰδοὺ ὕ^δωρ ἐξήρχετο ὑποκάτωθεν τοῦ αἰθρί^ου.
καὶ ἐξήγαγέ με κύριος ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς, καὶ ἰδοὺ ὕδωρ ἐξήρχετο ὑποκάτωθεν τοῦ αἰθρίου.
οὐδὲ τοῦτο ἀργὸν, τὸ, ὑποκάτωθεν τοῦ αἰθρί^ου.
οὐδὲ τοῦτο ἀργὸν, τὸ, ὑποκάτωθεν τοῦ αἰθρίου.
οὐδὲν κεκα^λυμμένον, ὅλον γυμνὸν, κα^θα^ρὸν, διειδὲς, φωτὸς πεπληρωμένον.
οὐδὲν κεκαλυμμένον, ὅλον γυμνὸν, καθαρὸν, διειδὲς, φωτὸς πεπληρωμένον.
ὑποκάτωθεν τοῦ αἰθρί^ου ἐκ τοῦ κλί^τους τοῦ δεξι^οῦ τοῦ κα^τὰ^ ἀνατολὰ_ς·
ὑποκάτωθεν τοῦ αἰθρίου ἐκ τοῦ κλίτους τοῦ δεξιοῦ τοῦ κατὰ ἀνατολὰς·
καὶ ἰδοὺ ὡς ἔξοδος ἀνδρός.
καὶ ἰδοὺ ὡς ἔξοδος ἀνδρός.
οὐκ ἂ^ν ἦν ἄλλως, ἢ, ὥς ἔξοδος ἀνδρός.
οὐκ ἂν ἦν ἄλλως, ἢ, ὥς ἔξοδος ἀνδρός.
συνήρχετο τῷ ὕ^δα^τι^ ἄνθρωπος, καὶ ἦν μυστήριον.
συνήρχετο τῷ ὕδατι ἄνθρωπος, καὶ ἦν μυστήριον.
τὸ μὲν γὰ^ρ ἑρμήνευσε τοῦ σωτῆρος τὴν οἰκονομίαν, τὸ δὲ τοῦ πνεύματος τὴν ἐνέργεια^ν.
τὸ μὲν γὰρ ἑρμήνευσε τοῦ σωτῆρος τὴν οἰκονομίαν, τὸ δὲ τοῦ πνεύματος τὴν ἐνέργειαν.
ὕ^δωρ καὶ ἀ^νὴρ, ἡ ἔνσαρκος οἰκονομί^α_ καὶ ἡ τοῦ πνεύματος ἐνέργεια^.
ὕδωρ καὶ ἀνὴρ, ἡ ἔνσαρκος οἰκονομία καὶ ἡ τοῦ πνεύματος ἐνέργεια.
καὶ μέτρον ἐν τῇ χειρὶ^ αὐτοῦ.
καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ.
ποῖον μέτρον;
ποῖον μέτρον;
δωρεᾶς.
δωρεᾶς.
ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χά^ρι^ς κα^τὰ^ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ.
ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ.
καὶ μέτρον ἐν τῇ χειρὶ^ αὐτοῦ.
καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ.