macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἐπαχύνθη γὰ^ρ ἡ κα^ρδί^α_ τοῦ λα_οῦ τούτου, καὶ τοῖς ὠσὶ^ βα^ρέως ἥκουσα^ν, καὶ τὰ^ ἑξῆς. | ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἥκουσαν, καὶ τὰ ἑξῆς. |
τί^ τοίνυ^ν λέγει ἰωάννης ὁ εὐαγγελιστής, τὸ πτερὸν τὸ μέγα^ τῆς θεολογί^α_ς, ὁ ἀ^ληθῶς υἱὸς βροντῆς, ὁ εἰς τὴν οἰκονομίαν ἀστράψας, καὶ εἰς τὴν θεολογίαν βροντήσα_ς; | τί τοίνυν λέγει ἰωάννης ὁ εὐαγγελιστής, τὸ πτερὸν τὸ μέγα τῆς θεολογίας, ὁ ἀληθῶς υἱὸς βροντῆς, ὁ εἰς τὴν οἰκονομίαν ἀστράψας, καὶ εἰς τὴν θεολογίαν βροντήσας; |
λέγει περὶ^ τοῦ σωτῆρος· | λέγει περὶ τοῦ σωτῆρος· |
μνημόνευε δὴ τοῦ ῥήμα^τος, ἵ^να_ μὴ ἁπλῶς πα^ρά^γῃ τὸ πλῆθος τοῦ ῥήμα^τος, μᾶλλον δὲ τὸ πλῆθος τῶν λέξεων μὴ ἀ^πα^τήσῃ σου τὴν δι^ά^νοια^ν. | μνημόνευε δὴ τοῦ ῥήματος, ἵνα μὴ ἁπλῶς παράγῃ τὸ πλῆθος τοῦ ῥήματος, μᾶλλον δὲ τὸ πλῆθος τῶν λέξεων μὴ ἀπατήσῃ σου τὴν διάνοιαν. |
τὸν βα^σι^λέα^ κύριον, φησὶ^ν ἡσαΐας, εἶδον τοῖς ὀφθαλμοῖς μου, καὶ εἶπε πρὸς με· | τὸν βασιλέα κύριον, φησὶν ἡσαΐας, εἶδον τοῖς ὀφθαλμοῖς μου, καὶ εἶπε πρὸς με· |
πορευθεὶς εἰπὸν τῷ λα_ῷ τούτῳ· | πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· |
ἀκοῇ ἀ^κούετε, καὶ οὐ μὴ συ^νῆτε. | ἀκοῇ ἀκούετε, καὶ οὐ μὴ συνῆτε. |
λέγει τοίνυ^ν ἰωάννης· | λέγει τοίνυν ἰωάννης· |
τοσαῦτα δὲ σημεῖα^ ποιήσαντος τοῦ ἰησοῦ, οὐκ ἐπί^στευσα^ν εἰς αὐτὸν οἱ ἰουδαῖοι, ἵ^να_ πληρωθῇ τὸ ῥηθὲν δι^ὰ^ ἡσαΐου τοῦ προφήτου· | τοσαῦτα δὲ σημεῖα ποιήσαντος τοῦ ἰησοῦ, οὐκ ἐπίστευσαν εἰς αὐτὸν οἱ ἰουδαῖοι, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ἡσαΐου τοῦ προφήτου· |
πορευθεὶς εἰπὸν τῷ λα_ῷ τούτῳ· | πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· |
ἀκοῇ ἀ^κούσετε, καὶ οὐ μὴ συ^νῆτε, καὶ τὰ^ ἑξῆς. | ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ τὰ ἑξῆς. |
καὶ ἵ^να_ μὴ τι^ς νομί^σῃ, ὅτι^ τὰ^ ῥήμα^τα^ ἐξέλαβεν ὡς ἁρμόζοντα^, καὶ τὸ μὲν ῥῆμα^ ἁρμόζει, ὃν δὲ εἶδεν ἐπὶ^ τοῦ θρόνου κα^θήμενον, οὐκ ἦν ὁ υἱὸς, ἐπά^γει ὁ εὐαγγελιστής· | καὶ ἵνα μὴ τις νομίσῃ, ὅτι τὰ ῥήματα ἐξέλαβεν ὡς ἁρμόζοντα, καὶ τὸ μὲν ῥῆμα ἁρμόζει, ὃν δὲ εἶδεν ἐπὶ τοῦ θρόνου καθήμενον, οὐκ ἦν ὁ υἱὸς, ἐπάγει ὁ εὐαγγελιστής· |
ταῦτα^ δὲ εἶπεν ἡσαΐας, ὅτε εἶδε τὴν δόξα^ν αὐτοῦ, καὶ ἐλά^λησε περὶ^ αὐτοῦ. | ταῦτα δὲ εἶπεν ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ. |
ποίαν δόξα^ν; | ποίαν δόξαν; |
εἶδον τὸν κύριον καθήμενον ἐπὶ^ θρόνον ὑψηλοῦ, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. | εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνον ὑψηλοῦ, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. |
τίνα εἶδε; | τίνα εἶδε; |
καὶ τὸν βα^σι^λέα^ κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. | καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. |
βασιλέα ποῖον; | βασιλέα ποῖον; |
ὃν ἀνεβόησε ναθαναὴλ λέγων· | ὃν ἀνεβόησε ναθαναὴλ λέγων· |
ῥαββὶ, σὺ^ εἶ ὁ υἱὸς τοῦ θεοῦ· | ῥαββὶ, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ· |
σὺ^ εἶ ὁ βα^σι^λεὺς τοῦ ἰσραήλ. | σὺ εἶ ὁ βασιλεὺς τοῦ ἰσραήλ. |
τοῦτο γὰ^ρ ἐστι^ τὸ θαυμαστὸν, ὅτι^ τὴν φωνὴν τοῦ ναθαναὴλ, ὡς μέμνηνται οἱ φιλοπόνως καὶ φιλομαθῶς ἀ^κούοντες, πα^ρεστήσα^μεν σύμφωνον τῇ τοῦ ἡσαΐου προφητείᾳ τῇ λεγούσῃ· | τοῦτο γὰρ ἐστι τὸ θαυμαστὸν, ὅτι τὴν φωνὴν τοῦ ναθαναὴλ, ὡς μέμνηνται οἱ φιλοπόνως καὶ φιλομαθῶς ἀκούοντες, παρεστήσαμεν σύμφωνον τῇ τοῦ ἡσαΐου προφητείᾳ τῇ λεγούσῃ· |
τάδε λέγει κύριος ὁ βα^σι^λεὺς τοῦ ἰσραήλ. | τάδε λέγει κύριος ὁ βασιλεὺς τοῦ ἰσραήλ. |
λέγει δὲ ὁ αὐτὸς προφήτης πά^λι^ν ἀλλαχοῦ· | λέγει δὲ ὁ αὐτὸς προφήτης πάλιν ἀλλαχοῦ· |
τάδε λέγει κύριος ὁ θεὸς, ὁ βα^σι^λεὺς τοῦ ἰσραὴλ, ὁ λυτρωσά^μενoς αὐτὸν, θεὸς ὁ αἰώνιος. | τάδε λέγει κύριος ὁ θεὸς, ὁ βασιλεὺς τοῦ ἰσραὴλ, ὁ λυτρωσάμενoς αὐτὸν, θεὸς ὁ αἰώνιος. |
μέμνηται δὲ καὶ τί^ς ὁ λυτρωσά^μενος, καὶ τί^ τὸ λύτρον, καὶ πῶς ἐδόθη· | μέμνηται δὲ καὶ τίς ὁ λυτρωσάμενος, καὶ τί τὸ λύτρον, καὶ πῶς ἐδόθη· |
καὶ ὅτι^ λύτρον τὸ σῶ^μα^, καὶ ὅτι^ λύτρον τὸ αἷμα^. | καὶ ὅτι λύτρον τὸ σῶμα, καὶ ὅτι λύτρον τὸ αἷμα. |
ὁ λυτρωσά^μενος αὐτόν. | ὁ λυτρωσάμενος αὐτόν. |
ἐπειδὴ ἐδόκει προσφάτως φαίνεσθαι δι^ὰ^ τὴν οἰκονομίαν, ἵ^να_ μὴ πρὸς τήν σάρκα^ βλέποντες οἱ ἄνθρωποι ἀγνοήσωσι^ τὸ ἀξί^ωμα^ τῆς θεότητος, λέγει· | ἐπειδὴ ἐδόκει προσφάτως φαίνεσθαι διὰ τὴν οἰκονομίαν, ἵνα μὴ πρὸς τήν σάρκα βλέποντες οἱ ἄνθρωποι ἀγνοήσωσι τὸ ἀξίωμα τῆς θεότητος, λέγει· |
ὁ λυτρωσά^μενος αὐτὸν, ὁ θεὸς ὁ αἰώνιος. | ὁ λυτρωσάμενος αὐτὸν, ὁ θεὸς ὁ αἰώνιος. |
αἰώνιος τοίνυ^ν ὁ πα^τὴρ, αἰώνιος ὁ υἱὸς, αἰώνι^ον τὸ πνεῦμα τὸ ἅ^γι^ον. | αἰώνιος τοίνυν ὁ πατὴρ, αἰώνιος ὁ υἱὸς, αἰώνιον τὸ πνεῦμα τὸ ἅγιον. |
μὴ δύ^να^ται πά^λι^ν αἱρετι^κὸς εἰπεῖν τρεῖς αἰωνί^ους; | μὴ δύναται πάλιν αἱρετικὸς εἰπεῖν τρεῖς αἰωνίους; |
αἰώνιος, εἶπεν, ὁ πατὴρ, αἰώνιος ὁ υἱὸς, αἰώνι^ον τὸ πνεῦμα, οὐ τρεῖς φύ^σεις αἰωνί^ους, ἀλλὰ^ μί^α^ φύ^σι^ς αἰώνιος, ἐν τριάδι μι^ᾷ φα^νερουμένη. | αἰώνιος, εἶπεν, ὁ πατὴρ, αἰώνιος ὁ υἱὸς, αἰώνιον τὸ πνεῦμα, οὐ τρεῖς φύσεις αἰωνίους, ἀλλὰ μία φύσις αἰώνιος, ἐν τριάδι μιᾷ φανερουμένη. |
ἄκουε τί^ φησι^ν ὁ μα^κά^ριος ἡσαΐας· | ἄκουε τί φησιν ὁ μακάριος ἡσαΐας· |
ὁ θεὸς ὁ μέγα^ς, ὁ αἰώνιος, ὁ κα^τα^σκευά^σα_ς τὰ^ ἄ^κρα_ τῆς γῆς. | ὁ θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς. |
τί^ς ὁ κα^τα^σκευά^σα_ς; | τίς ὁ κατασκευάσας; |
ἑὰν θέλῃ ἐκφυ^γεῖν τὴν θεολογίαν τοῦ υἱοῦ ὁ αἱρετι^κὸς, λέγει, περὶ^ τοῦ πατρὸς εἴρηται, καὶ ἐπιλανθάνεται τῶν οἰκείων ῥημά^των. | ἑὰν θέλῃ ἐκφυγεῖν τὴν θεολογίαν τοῦ υἱοῦ ὁ αἱρετικὸς, λέγει, περὶ τοῦ πατρὸς εἴρηται, καὶ ἐπιλανθάνεται τῶν οἰκείων ῥημάτων. |
λέγει γὰ^ρ, τὸν υἱὸν μόνον ἐποίησεν ὁ πατὴρ, τὰ^ δὲ ἄλλα^ ὁ υἱός. | λέγει γὰρ, τὸν υἱὸν μόνον ἐποίησεν ὁ πατὴρ, τὰ δὲ ἄλλα ὁ υἱός. |
εἰ πάντων ποιητὴς ὁ υἱὸς, καὶ τὰ^ ἄ^κρα_ τῆς γῆς αὐτὸς ἐποίησεν· | εἰ πάντων ποιητὴς ὁ υἱὸς, καὶ τὰ ἄκρα τῆς γῆς αὐτὸς ἐποίησεν· |
ὁ γὰ^ρ κα^τα^σκευά^σα_ς τὰ^ ἄ^κρα_ τῆς γῆς, ὁ θεὸς ὁ μέγα^ς, ὁ αἰώνιος. | ὁ γὰρ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, ὁ θεὸς ὁ μέγας, ὁ αἰώνιος. |
ἀλλ' ἵ^να_ λαμπροτέραν αὐτῶν τὴν ἀμάθεια^ν ὁ λόγος ἐλέγξῃ, μάρτυρα^ πα^ρά^ξω τὸν μα^κά^ριον παῦλον, ὅτι^ μέγα^ν θεὸν τὸν υἱὸν κα^λεῖ· | ἀλλ' ἵνα λαμπροτέραν αὐτῶν τὴν ἀμάθειαν ὁ λόγος ἐλέγξῃ, μάρτυρα παράξω τὸν μακάριον παῦλον, ὅτι μέγαν θεὸν τὸν υἱὸν καλεῖ· |
μέγα^ν δὲ θεὸν, ἐπειδὴ μεγά^λου πατρὸς υἱός. | μέγαν δὲ θεὸν, ἐπειδὴ μεγάλου πατρὸς υἱός. |
οἷος γὰ^ρ ὁ γεννήσα_ς, τοιοῦτος καὶ ὁ γεγεννημένος. | οἷος γὰρ ὁ γεννήσας, τοιοῦτος καὶ ὁ γεγεννημένος. |
εἰ μικρὸς ὁ γεννήσα_ς, μικρὸς καὶ ὁ καρπὸς τῆς ῥίζης· | εἰ μικρὸς ὁ γεννήσας, μικρὸς καὶ ὁ καρπὸς τῆς ῥίζης· |
εἰ δὲ μέγα^ς ὁ πατὴρ, μέγα^ς καὶ ὁ υἱός. | εἰ δὲ μέγας ὁ πατὴρ, μέγας καὶ ὁ υἱός. |
μεγά^λου γὰ^ρ πατρὸς μικρὸς υἱὸς οὐκ ἔστι^ν. | μεγάλου γὰρ πατρὸς μικρὸς υἱὸς οὐκ ἔστιν. |
ὁ θεὸς ὁ αἰώνιος, ὁ κα^τα^σκευά^σα_ς τὰ^ ἄ^κρα_ τῆς γῆς. | ὁ θεὸς ὁ αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς. |
ἄκουε παύλου λέγοντος· | ἄκουε παύλου λέγοντος· |
ἐπεφάνη ἡ χά^ρι^ς τοῦ θεοῦ ἡ σωτήριος πᾶσι^ν ἀνθρώποις, παιδεύουσα^ ἡμᾶς, ἵ^να_ ἀρνησάμενοι τὴν ἀσέβεια^ν καὶ τὰ_ς κοσμικὰ_ς ἐπι^θυ_μί^α_ς, σωφρόνως καὶ δι^καίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι^, ἀπεκδεχόμενοι τὴν μακαρία_ν ἐλπί^δα^ καὶ ἐπι^φά^νεια^ν τῆς δόξης τοῦ μεγά^λου θεοῦ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ. | ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, ἀπεκδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ. |
ἐπεφάνη γὰ^ρ ἡ σωτήριος χά^ρι^ς παιδεύουσα^ ἡμᾶς ταῦτα^ ἐν τῇ πρὸς τίτον ἐπιστολῇ, ἵ^να_ ἀρνησάμενοι τὴν ἀσέβεια^ν καὶ τὰ_ς κοσμικὰ_ς ἐπι^θυ_μί^α_ς, σωφρόνως καὶ δι^καίως καὶ εὐσεβῶς ζήσωμεν τὸν νῦν αἰῶνα^, ἀπεκδεχόμενοι τὴν μακαρία_ν ἐλπί^δα^ καὶ ἐπι^φά^νεια^ν τῆς δόξης τοῦ μεγά^λου θεοῦ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ... | ἐπεφάνη γὰρ ἡ σωτήριος χάρις παιδεύουσα ἡμᾶς ταῦτα ἐν τῇ πρὸς τίτον ἐπιστολῇ, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν τὸν νῦν αἰῶνα, ἀπεκδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ. |
ἰ^δοὺ μέγα^ς θεὸς αἰώνιος, ὁ κα^τα^σκευά^σα_ς τὰ^ ἄ^κρα_ τῆς γῆς, καὶ μέγα^ς θεὸς αἰώνιος, ὁ πα^ρα^γενόμενος εἰς τὸν κόσμον. | ἰδοὺ μέγας θεὸς αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, καὶ μέγας θεὸς αἰώνιος, ὁ παραγενόμενος εἰς τὸν κόσμον. |
δι^ὰ^ τοῦτο καὶ ὁ δαυῒδ φησι^· | διὰ τοῦτο καὶ ὁ δαυῒδ φησι· |
μέγα^ς ὁ κύριος ἡμῶν, καὶ μεγά^λη ἡ ἰσχὺς αὐτοῦ· | μέγας ὁ κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ· |
ἐπειδὴ χριστὸς θεοῦ δύ^να^μι^ς, τὸ αὐτὸ δὲ παρ' ἑβραίοις καὶ ἰσχὺς, καὶ δύ^να^μι^ς. | ἐπειδὴ χριστὸς θεοῦ δύναμις, τὸ αὐτὸ δὲ παρ' ἑβραίοις καὶ ἰσχὺς, καὶ δύναμις. |
ἐπειδὴ μέγα^ς ὁ θεὸς, καὶ μέγα^ς ὁ χριστὸς, κα^τὰ^ τὸ, ὁ θεὸς ὁ μέγα^ς, ὁ αἰώνιος, καὶ, τοῦ μεγά^λου θεοῦ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ, οὕτως αὐτῷ ἑτέρῳ λόγῳ μελῳδεῖ· | ἐπειδὴ μέγας ὁ θεὸς, καὶ μέγας ὁ χριστὸς, κατὰ τὸ, ὁ θεὸς ὁ μέγας, ὁ αἰώνιος, καὶ, τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ, οὕτως αὐτῷ ἑτέρῳ λόγῳ μελῳδεῖ· |
μέγα^ς ὁ κύριος ἡμῶν, καὶ μεγά^λη ἡ ἰσχὺς αὐτοῦ. | μέγας ὁ κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. |
μέγα^ς ὁ κύριος ἡμῶν. | μέγας ὁ κύριος ἡμῶν. |
ἄλλος γὰ^ρ ὁ κύριος ἡμῶν, καὶ ἄλλη ἡ ἰσχὺς αὐτοῦ; | ἄλλος γὰρ ὁ κύριος ἡμῶν, καὶ ἄλλη ἡ ἰσχὺς αὐτοῦ; |
οὐχί· | οὐχί· |
ἀλλ' ἐπειδὴ ἡ ἰσχὺς ἦν ἡ δύ^να^μι^ς, χριστὸς δὲ θεοῦ δύ^να^μι^ς, μέγα^ς ὁ κύριος ἡμῶν, καὶ μέγας ὁ χριστός. | ἀλλ' ἐπειδὴ ἡ ἰσχὺς ἦν ἡ δύναμις, χριστὸς δὲ θεοῦ δύναμις, μέγας ὁ κύριος ἡμῶν, καὶ μέγας ὁ χριστός. |
ἰ^δοὺ οὖν ἔχεις μέγα^ν θεὸν αἰώνι^ον, θεὸν θεοῦ μεγάλου αἰωνί^ου υἱόν. | ἰδοὺ οὖν ἔχεις μέγαν θεὸν αἰώνιον, θεὸν θεοῦ μεγάλου αἰωνίου υἱόν. |
οὗτος δὲ ὁ θεὸς ὁ μέγας καὶ αἰώνιος, ἐπι^φανεὶς τοῖς ἀνθρώποις, ἀ^να^λα^μβά^νει σάρκα^ ἐκ πνεύματος ἁ^γί^ου κατασκευασθεῖσα^ν. | οὗτος δὲ ὁ θεὸς ὁ μέγας καὶ αἰώνιος, ἐπιφανεὶς τοῖς ἀνθρώποις, ἀναλαμβάνει σάρκα ἐκ πνεύματος ἁγίου κατασκευασθεῖσαν. |
τὸ γὰ^ρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστι^ν ἁ^γί^ου. | τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. |
πῶς οὖν πνεύματος δημιουργήσαντος; | πῶς οὖν πνεύματος δημιουργήσαντος; |
ἔπλα^σε γὰ^ρ τὸν να_ὸν τοῦ θεοῦ λόγου τὸ πνεῦμα τὸ ἅ^γι^ον ἐν τῇ ἁγί^ᾳ ἐκείνῃ καὶ μεγά^λῃ παρθένῳ, καὶ προῆλθε σῶ^μα^ ἔχων ἐκ παρθένου κα^τα^σκευα^σθὲν ὑ^πὸ τοῦ ἁ^γί^ου πνεύματος θείᾳ δυ^νά^μει ἀορά_τως καὶ ἀφράστως. | ἔπλασε γὰρ τὸν ναὸν τοῦ θεοῦ λόγου τὸ πνεῦμα τὸ ἅγιον ἐν τῇ ἁγίᾳ ἐκείνῃ καὶ μεγάλῃ παρθένῳ, καὶ προῆλθε σῶμα ἔχων ἐκ παρθένου κατασκευασθὲν ὑπὸ τοῦ ἁγίου πνεύματος θείᾳ δυνάμει ἀοράτως καὶ ἀφράστως. |
ποῦ οὖν δείκνυ^ται ὅτι^· | ποῦ οὖν δείκνυται ὅτι· |
τὸ πνεῦμα αἰώνι^ον; | τὸ πνεῦμα αἰώνιον; |
ἄκουε τοῦ μακαρί^ου παύλου λέγοντος· | ἄκουε τοῦ μακαρίου παύλου λέγοντος· |
εἰ γὰ^ρ τὸ αἷμα^ ταύρων καὶ τρά^γων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα^, τοὺς κεκοινωμένους ἁγιά^ζει πρὸς τὴν τῆς σαρκὸς κα^θαρότητα^· | εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· |
τουτέστι^, τὰ^ θύ_μα^τα^ τὰ^ δι^ὰ^ μωϋσέως προσφερόμενα^, ἐπειδή ποτε ἐῤῥαντίζετο τὸ αἷμα^ ἐκεῖνο, καὶ μυστα^γωγία τι^ς ἦν, ἄλλως μὲν φαινομένη, ἄλλως δὲ μυ^στι^κῶς νοουμένη, βουλόμενος παραθεῖναι τοῖς αἰσθητοῖς τὰ^ νοητὰ^, καὶ τῇ εὐχῇ τῇ ἀ^ληθι^νῇ, φησί^ν· | τουτέστι, τὰ θύματα τὰ διὰ μωϋσέως προσφερόμενα, ἐπειδή ποτε ἐῤῥαντίζετο τὸ αἷμα ἐκεῖνο, καὶ μυσταγωγία τις ἦν, ἄλλως μὲν φαινομένη, ἄλλως δὲ μυστικῶς νοουμένη, βουλόμενος παραθεῖναι τοῖς αἰσθητοῖς τὰ νοητὰ, καὶ τῇ εὐχῇ τῇ ἀληθινῇ, φησίν· |
εἰ γὰ^ρ αἷμα^ ταύρων καὶ τρά^γων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα^, τοὺς κεκοινωμένους ἁγιά^ζει πρὸς τὴν τῆς σαρκὸς κα^θαρότητα^· | εἰ γὰρ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· |
πόσῳ μᾶλλον τὸ αἷμα^ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ, ὃς δι^ὰ^ πνεύματος αἰωνί^ου προσήνεγκεν ἑαυτὸν τῷ θεῷ. | πόσῳ μᾶλλον τὸ αἷμα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου προσήνεγκεν ἑαυτὸν τῷ θεῷ. |
τὶ^ ἐστι^, δι^ὰ^ πνεύματος αἰωνί^ου; | τὶ ἐστι, διὰ πνεύματος αἰωνίου; |
ἡ σὰρξ ἡ τοῦ σωτῆρος ὥσπερ δι^δά^σκα^λον ἔχει τὸ πνεῦμα τὸ ἁγί^ον· | ἡ σὰρξ ἡ τοῦ σωτῆρος ὥσπερ διδάσκαλον ἔχει τὸ πνεῦμα τὸ ἁγίον· |
οὐχ ὡς τοῦ θεοῦ λόγου ἀτονοῦντος πρὸς τὴν παιδαγωγίαν τῆς σαρκὸς, ἀλλ' ὅπερ ἂ^ν ἐποίει ὁ θεὸς λόγος, τῷ πνεύματι τῷ ἁ^γί^ῳ ἐπεγρά^φετο. | οὐχ ὡς τοῦ θεοῦ λόγου ἀτονοῦντος πρὸς τὴν παιδαγωγίαν τῆς σαρκὸς, ἀλλ' ὅπερ ἂν ἐποίει ὁ θεὸς λόγος, τῷ πνεύματι τῷ ἁγίῳ ἐπεγράφετο. |
τίς ἀ^πελαύνει δαίμονα^ς; | τίς ἀπελαύνει δαίμονας; |
οὐχ ὁ θεὸς λόγος; | οὐχ ὁ θεὸς λόγος; |
ἀλλ' ὅμως ὁ θεὸς λόγος φησί^ν· | ἀλλ' ὅμως ὁ θεὸς λόγος φησίν· |
εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ^ δαιμόνι^α^. | εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια. |
τὰ^ ἑαυτοῦ ἔργα^ ἐπιγρά^φει τῷ πνεύματι, ἐπειδὴ μί^α^ φύ^σι^ς, καὶ ἀμέρι^στος ἡ ἐνέργεια^. | τὰ ἑαυτοῦ ἔργα ἐπιγράφει τῷ πνεύματι, ἐπειδὴ μία φύσις, καὶ ἀμέριστος ἡ ἐνέργεια. |
ὅτι^ δὲ τὸ σῶ^μα^ ἐκεῖνο τὸ ἅ^γι^ον ὥσπερ ἤγετο καὶ ἐπαιδαγωγεῖτο ὑ^πὸ τῆς ἐνεργεία_ς τοῦ ἁ^γί^ου πνεύματος, μα^ρτυ^ρεῖ ἡ γραφὴ λέγουσα^· | ὅτι δὲ τὸ σῶμα ἐκεῖνο τὸ ἅγιον ὥσπερ ἤγετο καὶ ἐπαιδαγωγεῖτο ὑπὸ τῆς ἐνεργείας τοῦ ἁγίου πνεύματος, μαρτυρεῖ ἡ γραφὴ λέγουσα· |
καὶ ἐγένετο, ὅτε ὁ ἰησοῦς ἀ^νέβη ἀ^πὸ τοῦ ὕ^δα^τος τοῦ ἰορδάνου, ἤγετο ὑ^πὸ τοῦ πνεύματος. | καὶ ἐγένετο, ὅτε ὁ ἰησοῦς ἀνέβη ἀπὸ τοῦ ὕδατος τοῦ ἰορδάνου, ἤγετο ὑπὸ τοῦ πνεύματος. |
τί ἐστι^ τὸ, ἤγετο; | τί ἐστι τὸ, ἤγετο; |
τουτέστιν, ἐπαιδαγωγεῖτο ἡ σάρξ, ἤγετο ὑ^πὸ τοῦ πνεύματος εἰς τὴν ἔρημον. | τουτέστιν, ἐπαιδαγωγεῖτο ἡ σάρξ, ἤγετο ὑπὸ τοῦ πνεύματος εἰς τὴν ἔρημον. |
δι^ὰ^ τοῦτο κα^τὰ^ μίμησι^ν τοῦ σωτῆρος καὶ ἡμεῖς ἀ^γόμεθα^. | διὰ τοῦτο κατὰ μίμησιν τοῦ σωτῆρος καὶ ἡμεῖς ἀγόμεθα. |
λέγει γὰ^ρ παῦλος· | λέγει γὰρ παῦλος· |
εἰ πνεύματι θεοῦ ἄ^γεσθε, οὐκ ἐστὲ ὑ^πὸ νόμον. | εἰ πνεύματι θεοῦ ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. |
δι^ὰ^ τοῦτο ὁ σωτὴρ δείκνυ_σι^ν ἑαυτὸν πηγὴν ζωῆς, καὶ ὕ^δωρ ζῶν τὸ πνεῦμα τὸ ἅ^γι^ον. | διὰ τοῦτο ὁ σωτὴρ δείκνυσιν ἑαυτὸν πηγὴν ζωῆς, καὶ ὕδωρ ζῶν τὸ πνεῦμα τὸ ἅγιον. |
ὁρᾷς πῶς τὸ ἀμέρι^στον τῆς οὐσί^α_ς μηνύ^ει; | ὁρᾷς πῶς τὸ ἀμέριστον τῆς οὐσίας μηνύει; |
λέγει ὁ σωτήρ· | λέγει ὁ σωτήρ· |
εἴ τι^ς διψᾷ, ἐρχέσθω πρός με, καὶ πι_νέτω. | εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. |
ὁ πιστεύων εἰς ἐμὲ, κα^θὼς εἶπεν ἡ γραφὴ, ποτα^μοὶ ἐκ τῆς κοιλί^α_ς αὐτοῦ ῥεύσουσι^ν ὕ^δα^τος ἁλλομένου εἰς ζωὴν αἰώνι^ον· | ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· |
καὶ εὐθέως ἐπά^γει ἰωάννης ὁ εὐαγγελιστὴς λέγων τὶ^ ἐστι^ τὸ ὕ^δωρ τὸ ζῶν· | καὶ εὐθέως ἐπάγει ἰωάννης ὁ εὐαγγελιστὴς λέγων τὶ ἐστι τὸ ὕδωρ τὸ ζῶν· |
τοῦτο δὲ ἔλεγε περὶ^ τοῦ πνεύματος, οὗ ἔμελλον λα^μβά^νειν οἱ πιστεύοντες. | τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες. |
προσέχετε ἀ^κρι_βῶς. | προσέχετε ἀκριβῶς. |
εἰ τοίνυ^ν ὕ^δωρ ζῶν τὸ πνεῦμα τὸ ἅ^γι^ον, καὶ αὐτὸ λα^μβά^νουσι^ν οἱ πιστεύοντες, δι^ὰ^ τὶ εἶπες, εἴ τι^ς διψᾷ, ἐρχέσθω πρὸς με, καὶ οὐκ εἶπες, εἴ τι^ς διψᾷ, ἐρχέσθω πρὸς τὸ πνεῦμα τὸ ἅ^γι^ον; | εἰ τοίνυν ὕδωρ ζῶν τὸ πνεῦμα τὸ ἅγιον, καὶ αὐτὸ λαμβάνουσιν οἱ πιστεύοντες, διὰ τὶ εἶπες, εἴ τις διψᾷ, ἐρχέσθω πρὸς με, καὶ οὐκ εἶπες, εἴ τις διψᾷ, ἐρχέσθω πρὸς τὸ πνεῦμα τὸ ἅγιον; |
ἀλλ' εἰ καὶ πρὸς ἐμὲ εἶπον, τὴν ἀ^λήθεια^ν ἔφην. | ἀλλ' εἰ καὶ πρὸς ἐμὲ εἶπον, τὴν ἀλήθειαν ἔφην. |
μί^α^ γὰ^ρ πηγὴ ἀμφοτέρων· | μία γὰρ πηγὴ ἀμφοτέρων· |
ὅτι πα^ρὰ^ σοῦ πηγὴ ζωῆς, ἐν τῷ φωτί^ σου ὀψόμεθα^ φῶς. | ὅτι παρὰ σοῦ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. |
ἀλλ' ἐπειδὴ ὁ σωτὴρ ὕ^δωρ ζῶν ἐκά^λεσε τὸ πνεῦμα τὸ ἅ^γι^ον, δι^ὰ^ τί φησί^ν ὕ^δωρ ζῶν; | ἀλλ' ἐπειδὴ ὁ σωτὴρ ὕδωρ ζῶν ἐκάλεσε τὸ πνεῦμα τὸ ἅγιον, διὰ τί φησίν ὕδωρ ζῶν; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.