macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
καὶ ἡ σύ^νεσι^ς ἆρα^ ἐν ταῖς χερσί^ν ἐστι^ν;
καὶ ἡ σύνεσις ἆρα ἐν ταῖς χερσίν ἐστιν;
ἀλλ' ἐν ταῖς συ^νέσεσι^ λέγει αὑτῶν τῶν πράξεων.
ἀλλ' ἐν ταῖς συνέσεσι λέγει αὑτῶν τῶν πράξεων.
καὶ ἐπὶ^ τοῦ στήθους ἐλά^μβα^νεν ὁ ἱ^ερεὺς τὸ λογεῖον τοὺς δώδεκα^ λί^θους ἐγκεκολαμμένους, τουτέστι^, σάρδιον, τοπάζιον, σμά^ραγδον, ἄνθρακα^, σάπφειρον, ἴασπι^ν, ὑάκινθον, ἀχάτην, ἀμέθυ^σον, χρυσόλι^θον, βηρύλλιον, ὀνύ^χιον.
καὶ ἐπὶ τοῦ στήθους ἐλάμβανεν ὁ ἱερεὺς τὸ λογεῖον τοὺς δώδεκα λίθους ἐγκεκολαμμένους, τουτέστι, σάρδιον, τοπάζιον, σμάραγδον, ἄνθρακα, σάπφειρον, ἴασπιν, ὑάκινθον, ἀχάτην, ἀμέθυσον, χρυσόλιθον, βηρύλλιον, ὀνύχιον.
ἐν τοῖς δώδεκα^ λί^θοις τούτοις ἐμερίζοντο αἱ δώδεκα^ φυλαί.
ἐν τοῖς δώδεκα λίθοις τούτοις ἐμερίζοντο αἱ δώδεκα φυλαί.
βαρὺ τὸ ῥῆμα^.
βαρὺ τὸ ῥῆμα.
ἄνω ἐπὶ^ τῶν ὤμων μί^α^ ἦν ἡ τῶν λί^θων φύ^σι^ς ἓν ὄνομα^ ἔχουσα, τὸν σμά^ραγδον·
ἄνω ἐπὶ τῶν ὤμων μία ἦν ἡ τῶν λίθων φύσις ἓν ὄνομα ἔχουσα, τὸν σμάραγδον·
ἐπὶ^ δὲ τοῦ στήθους κά^τω δι^ά^φοροι οἱ λί^θοι.
ἐπὶ δὲ τοῦ στήθους κάτω διάφοροι οἱ λίθοι.
τί^ βούλεται τοῦτο;
τί βούλεται τοῦτο;
ἐπειδὴ μί^α^ φύ^σι^ς ἡμᾶς ἐγέννησε, δι^ά^φοροι δὲ γνῶμαι ἡμᾶς ἐμέρισα^ν, τὸ μὲν δί^δωσι^ τῇ γνώμῃ, τὸ δὲ τῇ φύ^σει.
ἐπειδὴ μία φύσις ἡμᾶς ἐγέννησε, διάφοροι δὲ γνῶμαι ἡμᾶς ἐμέρισαν, τὸ μὲν δίδωσι τῇ γνώμῃ, τὸ δὲ τῇ φύσει.
ἦν τοίνυ^ν θεοῦ ὄνομα^ ἡ πρα_κτι^κὴ ἀ^ρετή, ἡ διὰ λόγου καὶ ἀ^ληθεία_ς συ^νεστῶσα^.
ἦν τοίνυν θεοῦ ὄνομα ἡ πρακτικὴ ἀρετή, ἡ διὰ λόγου καὶ ἀληθείας συνεστῶσα.
καὶ ὑ^πὸ τὸ κράσπεδον τοῦ ἱερέως τὸ λεγόμενον λῶμα^, ἄνθη, ῥῶα^ καὶ ῥοΐσκοι χρυ_σοῖ καὶ κώδωνες.
καὶ ὑπὸ τὸ κράσπεδον τοῦ ἱερέως τὸ λεγόμενον λῶμα, ἄνθη, ῥῶα καὶ ῥοΐσκοι χρυσοῖ καὶ κώδωνες.
τί^ ἐβούλετο ταῦτα^ ἐν τῷ ἱερεῖ;
τί ἐβούλετο ταῦτα ἐν τῷ ἱερεῖ;
ἆρα^ θεὸς ἀνεπαύετο τούτοις τοῖς ἄ^νθεσι^ν;
ἆρα θεὸς ἀνεπαύετο τούτοις τοῖς ἄνθεσιν;
ἆρα ἐβούλετο γήϊ^να^ ἄνθη εἶναι περὶ^ τὸν ἱερέα^;
ἆρα ἐβούλετο γήϊνα ἄνθη εἶναι περὶ τὸν ἱερέα;
ἀλλ' ἐν τῷ σχήμα^τι^ τοῦ ἱερέως ἐξεικονίζει τὰ_ς ἀ^ρετά_ς.
ἀλλ' ἐν τῷ σχήματι τοῦ ἱερέως ἐξεικονίζει τὰς ἀρετάς.
ἄνω ἐπὶ^ τῆς κεφα^λῆς ὄνομα^ θεοῦ, ἐπὶ τοῦ στήθους τὸ λογεῖον, τὰ^ κά^τω ἄνθη καὶ καρποί, τὰ^ τῶν ἀ^ρετῶν κατορθώμα^τα^, ἅ^τι^νά^ ἐστι^ν ἐλεημοσύνη, δι^καιοσύ^νη, φι^λανθρωπί^α_.
ἄνω ἐπὶ τῆς κεφαλῆς ὄνομα θεοῦ, ἐπὶ τοῦ στήθους τὸ λογεῖον, τὰ κάτω ἄνθη καὶ καρποί, τὰ τῶν ἀρετῶν κατορθώματα, ἅτινά ἐστιν ἐλεημοσύνη, δικαιοσύνη, φιλανθρωπία.
δεῖ οὖν ἡμᾶς ἔχειν καὶ τὰ^ ἀνθοῦντα^ κάλλη καὶ τὰ^ πεπληρωμένα^.
δεῖ οὖν ἡμᾶς ἔχειν καὶ τὰ ἀνθοῦντα κάλλη καὶ τὰ πεπληρωμένα.
ἄνθη δέ εἰσι^ν ἱερέως συντυ^χία_, ὁμι_λί^α_, ἦθος ἀ^γα^θὸν, λόγος χρηστός, πί^στι_ς, δόξα_, ἀ^λήθεια^, δικαιοσύνη·
ἄνθη δέ εἰσιν ἱερέως συντυχία, ὁμιλία, ἦθος ἀγαθὸν, λόγος χρηστός, πίστις, δόξα, ἀλήθεια, δικαιοσύνη·
καὶ μετα^ξὺ^ τούτων οἱ κώδωνες, ἡ συ^μφωνί^α_ τῶν κα^λῶν ἔργων.
καὶ μεταξὺ τούτων οἱ κώδωνες, ἡ συμφωνία τῶν καλῶν ἔργων.
πᾶσα γὰ^ρ ἀ^ρετὴ ἦχον ἀ^ποτελεῖ.
πᾶσα γὰρ ἀρετὴ ἦχον ἀποτελεῖ.
ἀφ' ὑ_μῶν γὰ^ρ ἐξήχηται ὁ λόγος τοῦ θεοῦ.
ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ θεοῦ.
πόθεν δὲ ἤρξα^το ὁ ἦχος;
πόθεν δὲ ἤρξατο ὁ ἦχος;
καὶ περιῄει, φησὶ^ν, ὁ ἰησοῦς δι^δά^σκων πᾶσα^ν πόλι^ν καὶ πᾶσα^ν κώμην καὶ θερα^πεύων πᾶσα^ν νόσον καὶ πᾶσα^ν μαλακίαν.
καὶ περιῄει, φησὶν, ὁ ἰησοῦς διδάσκων πᾶσαν πόλιν καὶ πᾶσαν κώμην καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
καὶ ἐξῆλθεν ἦχος περὶ^ αὑτοῦ εἰς πᾶσα^ν τὴν γῆν.
καὶ ἐξῆλθεν ἦχος περὶ αὑτοῦ εἰς πᾶσαν τὴν γῆν.
πρόσεχε ἀ^κρι_βῶς.
πρόσεχε ἀκριβῶς.
εἶδες τῶν ἀ^ρετῶν τὸν κόσμον;
εἶδες τῶν ἀρετῶν τὸν κόσμον;
ἐκεῖνος ὁ ἱ^ερεὺς χριστοῦ ἦν τύ^πος.
ἐκεῖνος ὁ ἱερεὺς χριστοῦ ἦν τύπος.
οὐκ ἀλληγοροῦμεν ἐνταῦθα, εἰ μὴ ἀ^φορμὰς ἐλά^βομεν πα^ρὰ^ παύλου.
οὐκ ἀλληγοροῦμεν ἐνταῦθα, εἰ μὴ ἀφορμὰς ἐλάβομεν παρὰ παύλου.
εἰ μὴ παῦλος ἡρμήνευσε τὴν δύ^να^μι^ν τῆς δικαιοσύνης, ἡμεῖς ταῦτα^ μα^θεῖν οὐκ ἠδυνάμεθα^.
εἰ μὴ παῦλος ἡρμήνευσε τὴν δύναμιν τῆς δικαιοσύνης, ἡμεῖς ταῦτα μαθεῖν οὐκ ἠδυνάμεθα.
οὐ γὰ^ρ εἰς χειροποίητα^ ἅγι^α^ εἰσῆλθεν ὁ χριστός, ἀντίτυπα^ τῶν ἀ^ληθι^νῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρα^νόν, ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑ^πὲρ ἡμῶν.
οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν.
στάσις οὖν ἦν ἐν τοῖς τότε ἰουδαίοις καὶ ζήτημα^ ξένον.
στάσις οὖν ἦν ἐν τοῖς τότε ἰουδαίοις καὶ ζήτημα ξένον.
ἐπειδὴ γὰ^ρ οἱ ἀ^πόστολοι ἐκήρυττον τὸν σωτῆρα^ καὶ βα^σι^λέα^ καὶ ἱερέα^ καὶ προφήτην, ἐμά^χοντο οἱ ἰουδαῖοι καὶ ἔλεγον τὰ^ κα^τὰ^ νόμον.
ἐπειδὴ γὰρ οἱ ἀπόστολοι ἐκήρυττον τὸν σωτῆρα καὶ βασιλέα καὶ ἱερέα καὶ προφήτην, ἐμάχοντο οἱ ἰουδαῖοι καὶ ἔλεγον τὰ κατὰ νόμον.
ἄλλη, φησί^, φυ_λὴ βα^σι^λεία_ς καὶ ἄλλη ἱερωσύνης.
ἄλλη, φησί, φυλὴ βασιλείας καὶ ἄλλη ἱερωσύνης.
ἡ λευιτικὴ φυ_λή ἱερωσύνης, ἡ δὲ ἰούδα βα^σι^λεία_ς φησί^ν.
ἡ λευιτικὴ φυλή ἱερωσύνης, ἡ δὲ ἰούδα βασιλείας φησίν.
εἰ οὖν ὁ χριστὸς βα^σι^λεύς ἐστι^ν, οὐκέτι^ ἱ^ερεύς, εἱ δὲ ἱ^ερεύς, οὐκέτι^ βα^σι^λεύς.
εἰ οὖν ὁ χριστὸς βασιλεύς ἐστιν, οὐκέτι ἱερεύς, εἱ δὲ ἱερεύς, οὐκέτι βασιλεύς.
παῦλος μα^χόμενος καὶ πρὸς τὴν ἐκείνων ὑπόνοια^ν ἁρμόζων τὸν λόγον φησί^·
παῦλος μαχόμενος καὶ πρὸς τὴν ἐκείνων ὑπόνοιαν ἁρμόζων τὸν λόγον φησί·
μὴ γὰ^ρ κα^τὰ^ τὴν τάξι^ν τῆς ὑ_μετέρα_ς ἱερωσύνης ἀ^νέστη χριστός;
μὴ γὰρ κατὰ τὴν τάξιν τῆς ὑμετέρας ἱερωσύνης ἀνέστη χριστός;
παρ' ὑ_μῖν δι^ῄρηται βα^σι^λεία_ καὶ ἱερωσύνη, ἐν δὲ τῷ χριστῷ συ^νῆπται.
παρ' ὑμῖν διῄρηται βασιλεία καὶ ἱερωσύνη, ἐν δὲ τῷ χριστῷ συνῆπται.
σὺ^ γὰ^ρ ἱ^ερεύς φησι^ εἰς τὸν αἰῶνα^ κα^τὰ^ τὴν τάξι^ν μελχισεδέκ.
σὺ γὰρ ἱερεύς φησι εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισεδέκ.
διὰ τοῦτο συλλογίζεται καὶ λέγει·
διὰ τοῦτο συλλογίζεται καὶ λέγει·
εἰ γὰ^ρ ἡ πρώτη ἱερωσύνη ἦν ἄμεμπτος, τί^ς χρεία_ λεχθῆναι κα^τὰ^ τὴν τάξι^ν μελχισεδὲκ ἀ^νί^στα^σθαι ἱερέα^ καὶ οὐ κα^τὰ^ τὴν τάξι^ν ἀαρών;
εἰ γὰρ ἡ πρώτη ἱερωσύνη ἦν ἄμεμπτος, τίς χρεία λεχθῆναι κατὰ τὴν τάξιν μελχισεδὲκ ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν ἀαρών;
μετατιθεμένης γὰ^ρ τῆς ἱερωσύνης, ἐξ ἀ^νάγκης καὶ νόμου μετάθεσι^ς γί_νεται.
μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
ἀρχιερεὺς τοίνυ^ν ὁ σωτὴρ ἡμῶν, οὐ κα^τὰ^ τὸν τῆς θεότητος λόγον, ἀλλὰ^ κα^τὰ^ τὸν τῆς σαρκὸς τύ^πον·
ἀρχιερεὺς τοίνυν ὁ σωτὴρ ἡμῶν, οὐ κατὰ τὸν τῆς θεότητος λόγον, ἀλλὰ κατὰ τὸν τῆς σαρκὸς τύπον·
ἄνω σύνθρονος θεοῦ δι' ἡμᾶς καὶ ἀρχιερεὺς κα^τὰ^ τὴν τάξι^ν μελχισεδέκ.
ἄνω σύνθρονος θεοῦ δι' ἡμᾶς καὶ ἀρχιερεὺς κατὰ τὴν τάξιν μελχισεδέκ.
περὶ^ οὗ πολὺ^ς ὁ λόγος, ἀλλ' οὐ τοῦ πα^ρόντος.
περὶ οὗ πολὺς ὁ λόγος, ἀλλ' οὐ τοῦ παρόντος.
πρόσεχε, πα^ρα^κα^λῶ.
πρόσεχε, παρακαλῶ.
ἦν ἐν τῷ νόμῳ ὁλοκαυτώμα^τα^, θυ^σί^α_ περὶ^ ἁ^μαρτί^α_ς, προσφορά·
ἦν ἐν τῷ νόμῳ ὁλοκαυτώματα, θυσία περὶ ἁμαρτίας, προσφορά·
ἐλθὼν ὁ σωτὴρ παύει τὰ_ς τυπικὰ_ς προσφορὰ_ς καὶ ποιεῖ τὸ σῶ^μα^ τὸ ἴ^δι^ον ἀντὶ πά_σης θυ^σί^α_ς.
ἐλθὼν ὁ σωτὴρ παύει τὰς τυπικὰς προσφορὰς καὶ ποιεῖ τὸ σῶμα τὸ ἴδιον ἀντὶ πάσης θυσίας.
διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει·
διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει·
θυ^σί^α_ν καὶ προσφορὰν οὐκ ἠθέλησα^ς, σῶ^μα^ δὲ κατηρτίσω μοι·
θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι·
ὁλοκαυτώμα^τα^ καὶ περὶ^ ἁ^μαρτί^α_ς οὐκ εὐδόκησα^ς·
ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας·
τότε εἶπον·
τότε εἶπον·
ἰ^δοὺ ἥκω·
ἰδοὺ ἥκω·
ἐν κεφαλί^δι^ βιβλί^ου γέγραπται περὶ^ ἐμοῦ.
ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ.
θυσίαν καὶ προσφορὰν περὶ ἁ^μαρτί^α_ς οὐκ ἠθέλησα^ς, τότε εἶπον·
θυσίαν καὶ προσφορὰν περὶ ἁμαρτίας οὐκ ἠθέλησας, τότε εἶπον·
ἰδοὺ ἥκω, ἀ^ναιρεῖ τὸ πρῶτον, ἵ^να_ τὸ δεύτερον στήσῃ.
ἰδοὺ ἥκω, ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ.
καὶ ποῦ ἡ θυ^σί^α_ καὶ ἡ προσφορὰ εὑρίσκεται;
καὶ ποῦ ἡ θυσία καὶ ἡ προσφορὰ εὑρίσκεται;
ἐν τῷ σώμα^τι^ τοῦ χριστοῦ.
ἐν τῷ σώματι τοῦ χριστοῦ.
παρακαλῶ ὑ_μᾶς, ἀ^δελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ, ὡς τέκνα^ ἀγαπητά^, περι^πα^τεῖτε ἐν ἀγάπῃ, κα^θὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑ^πὲρ ἡμῶν θυσίαν καὶ προσφορὰν τῷ θεῷ, εἰς ὀσμὴν εὐωδία_ς.
παρακαλῶ ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν θυσίαν καὶ προσφορὰν τῷ θεῷ, εἰς ὀσμὴν εὐωδίας.
διὰ σὲ ἀρχιερεύς, δι' ἑαυτὸν θεός.
διὰ σὲ ἀρχιερεύς, δι' ἑαυτὸν θεός.
εἰς πα^τέρα^ καὶ υἱὸν καὶ ἅ^γι^ον πνεῦμα^ ἐβαπτίσθης·
εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐβαπτίσθης·
τί ἀ^ναιρεῖς τὰ^ ὀνόμα^τα^ τὰ^ ζῶντα^ καὶ εἰσά^γεις ὀνόμα^τα^ λογισμῶν γεννήμα^τα^ λέγων·
τί ἀναιρεῖς τὰ ὀνόματα τὰ ζῶντα καὶ εἰσάγεις ὀνόματα λογισμῶν γεννήματα λέγων·
ἀγέννητος καὶ γεννητός, κτιστὸς καὶ ἄκτιστος, ὢν ἀ^εὶ καὶ μὴ ὢν ἀ^εὶ;
ἀγέννητος καὶ γεννητός, κτιστὸς καὶ ἄκτιστος, ὢν ἀεὶ καὶ μὴ ὢν ἀεὶ;
τούτων ἀ^νέχεται θεὸς τῶν μα^ταίων ῥημά^των;
τούτων ἀνέχεται θεὸς τῶν ματαίων ῥημάτων;
ἓν ῥῆμα^, ἵ^να_ μετα^βά^λῃ προφήτης ποτέ, ἐκι^νδύ_νευσεν ἀ^πολέσθαι.
ἓν ῥῆμα, ἵνα μεταβάλῃ προφήτης ποτέ, ἐκινδύνευσεν ἀπολέσθαι.
καὶ βλέπε ῥήμα^τος μικροῦ ἀκριβολογίαν.
καὶ βλέπε ῥήματος μικροῦ ἀκριβολογίαν.
τὰ^ ῥήμα^τα^ τῶν προφητῶν τι^νες ἐκά^λουν ὑ^πὸ ἀ^πειρί^α_ς, λῆμμα^ κυ_ρί^ου.
τὰ ῥήματα τῶν προφητῶν τινες ἐκάλουν ὑπὸ ἀπειρίας, λῆμμα κυρίου.
ἐὰ^ν ἐρωτήσῃ σε ὁ λα_ὸς ἢ ὁ ἱ^ερεὺς ἢ ὁ προφήτης καὶ εἴπῃ σοι·
ἐὰν ἐρωτήσῃ σε ὁ λαὸς ἢ ὁ ἱερεὺς ἢ ὁ προφήτης καὶ εἴπῃ σοι·
τί τὸ λῆμμα^;
τί τὸ λῆμμα;
εἰπὲ αὐτοῖς, ὅτι^ τὸ λῆμμα^ κυ_ρί^ου ὑ_μεῖς ἐστέ.
εἰπὲ αὐτοῖς, ὅτι τὸ λῆμμα κυρίου ὑμεῖς ἐστέ.
λήψομαι γὰ^ρ ὑ_μᾶς λῆμμα^ καὶ ῥάξω ὑ_μᾶς, ἵ^να_ μὴ λέγητε λῆμμα^.
λήψομαι γὰρ ὑμᾶς λῆμμα καὶ ῥάξω ὑμᾶς, ἵνα μὴ λέγητε λῆμμα.
ἓν ῥῆμα^, ἵ^να_ μετα^ποιηθῇ, ἀ^πειλεῖ ὁ θεὸς καὶ σὺ^ ὁλόκληρον δογμά^των ἀκρίβεια^ν διαστρέφεις, πατρὸς ὄνομα^ παραγραφόμενος, υἱοῦ ἀ^ξί^α_ν ἀρνούμενος, πνεύμα^τος ἁ^γί^ου δόξα^ν ἀθετῶν;
ἓν ῥῆμα, ἵνα μεταποιηθῇ, ἀπειλεῖ ὁ θεὸς καὶ σὺ ὁλόκληρον δογμάτων ἀκρίβειαν διαστρέφεις, πατρὸς ὄνομα παραγραφόμενος, υἱοῦ ἀξίαν ἀρνούμενος, πνεύματος ἁγίου δόξαν ἀθετῶν;
ἆρα διαφεύξῃ τὰ_ς τοῦ θεοῦ χεῖρα^ς;
ἆρα διαφεύξῃ τὰς τοῦ θεοῦ χεῖρας;
βαρὺ καὶ φοβερὸν διαστρέψαι λόγον θεοῦ ζῶντος, κυ_ρί^ου τοῦ θεοῦ ἡμῶν.
βαρὺ καὶ φοβερὸν διαστρέψαι λόγον θεοῦ ζῶντος, κυρίου τοῦ θεοῦ ἡμῶν.
λόγων διαστρεφομένων ἀγανακτεῖ θεός.
λόγων διαστρεφομένων ἀγανακτεῖ θεός.
δογμάτων διαστρεφομένων οὐκ ἀγανακτεῖ;
δογμάτων διαστρεφομένων οὐκ ἀγανακτεῖ;
μὴ σοφώτερος εἶ τοῦ σωτῆρος;
μὴ σοφώτερος εἶ τοῦ σωτῆρος;
μὴ ἀ^κρι_βέστερος εἶ τοῦ εὐαγγελί^ου;
μὴ ἀκριβέστερος εἶ τοῦ εὐαγγελίου;
φοβήθητι^ κρῖμα^ θεοῦ, φοβήθητι ἐκεῖνο τὸ φοβερὸν ὄνομα^ καὶ ἀπόδυ_σαι τὴν κα^κί^α_ν καὶ ἀ^νά^λα^βε τὴν μετάνοια^ν καὶ ἐγγυᾶται σοι ἡ πί^στι_ς τὴν σωτηρί^α_ν.
φοβήθητι κρῖμα θεοῦ, φοβήθητι ἐκεῖνο τὸ φοβερὸν ὄνομα καὶ ἀπόδυσαι τὴν κακίαν καὶ ἀνάλαβε τὴν μετάνοιαν καὶ ἐγγυᾶται σοι ἡ πίστις τὴν σωτηρίαν.
μετάνοια^ γὰ^ρ σωτηρί^α_ν ποιεῖ καὶ τῶν ἐν αἱρέσει καὶ τῶν ἐν κα^καῖς πρά_ξεσι^ τυγχα^νόντων.
μετάνοια γὰρ σωτηρίαν ποιεῖ καὶ τῶν ἐν αἱρέσει καὶ τῶν ἐν κακαῖς πράξεσι τυγχανόντων.
μετάνοια ῥί^ζα_ θεοσεβεία_ς.
μετάνοια ῥίζα θεοσεβείας.
μετανοήσωμεν οὖν καὶ δυσωπήσωμεν τὸν θεὸν τῇ μετα^νοίᾳ, ἵ^να_ καὶ πολέμους ἀφα^νί^σῃ καὶ βα^ρβά^ρους σβέσῃ καὶ τῶν ἐχθρῶν τὰ_ς ἐπαναστά^σεις θραύσῃ καὶ δῴη ἡμῖν πάντων τῶν ἀ^γα^θῶν τὴν ἀπόλαυσι^ν.
μετανοήσωμεν οὖν καὶ δυσωπήσωμεν τὸν θεὸν τῇ μετανοίᾳ, ἵνα καὶ πολέμους ἀφανίσῃ καὶ βαρβάρους σβέσῃ καὶ τῶν ἐχθρῶν τὰς ἐπαναστάσεις θραύσῃ καὶ δῴη ἡμῖν πάντων τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν.
πολὺ θεὸν ἐξιλεοῦται μετάνοια, ὅταν τι^ς γνησίως προσδράμῃ τῇ μετα^νοίᾳ.
πολὺ θεὸν ἐξιλεοῦται μετάνοια, ὅταν τις γνησίως προσδράμῃ τῇ μετανοίᾳ.
οἷόν τι^ λέγω·
οἷόν τι λέγω·
ἥμαρτέ ποτε ὁ λαός, μετενόησε καὶ ἐδάκρυ_σε·
ἥμαρτέ ποτε ὁ λαός, μετενόησε καὶ ἐδάκρυσε·
ἀκούων ἤκουσα^ τοῦ στεναγμοῦ ἐφραΐμ, ὀδυ_ρομένου καὶ λέγοντος·
ἀκούων ἤκουσα τοῦ στεναγμοῦ ἐφραΐμ, ὀδυρομένου καὶ λέγοντος·
ἐπαίδευσάς με, κύ_ρι^ε, καὶ οὐκ ἐπαιδεύθην, ἀλλ' ἐγενόμην ὡς μόσχος ἀδί^δακτος·
ἐπαίδευσάς με, κύριε, καὶ οὐκ ἐπαιδεύθην, ἀλλ' ἐγενόμην ὡς μόσχος ἀδίδακτος·
ἐπίστρεψόν με καὶ ἐπι^στραφήσομαι.
ἐπίστρεψόν με καὶ ἐπιστραφήσομαι.
καὶ τί πρὸς αὐτὸν ὁ θεός;
καὶ τί πρὸς αὐτὸν ὁ θεός;
ἀνθ' ὧν οἱ λόγοι μου εἰσὶ^ν ἐν αὐτῷ, οὐ μὴ ἀ^να^μνησθήσομαι αὐτοῦ καὶ ἐλεήσω αὐτόν.
ἀνθ' ὧν οἱ λόγοι μου εἰσὶν ἐν αὐτῷ, οὐ μὴ ἀναμνησθήσομαι αὐτοῦ καὶ ἐλεήσω αὐτόν.
μηδείς σε πτοείτω, μὴ φήμη, μὴ βα^ρβά^ρων γνόφος, μὴ ὀμίχλη πολλή.
μηδείς σε πτοείτω, μὴ φήμη, μὴ βαρβάρων γνόφος, μὴ ὀμίχλη πολλή.
κ ἂ_ν ἀ^να^ρίθμητοι ὦσι^ν οἱ πολέμι^οι τῷ πλήθει, ὁ ἡμέτερος ὑπέρμα^χος ἰσχυ_ρότερος.
κ ἂν ἀναρίθμητοι ὦσιν οἱ πολέμιοι τῷ πλήθει, ὁ ἡμέτερος ὑπέρμαχος ἰσχυρότερος.
ἐὰν δειλιάσῃς τὸ πλῆθος ὑ^φορώμενος, μὴ φοβοῦ·
ἐὰν δειλιάσῃς τὸ πλῆθος ὑφορώμενος, μὴ φοβοῦ·
πλείους εἰσὶ^ν οἱ μεθ' ἡμῶν ἢ οἱ μετ' αὐτῶν.
πλείους εἰσὶν οἱ μεθ' ἡμῶν ἢ οἱ μετ' αὐτῶν.
ἐκεῖ βα^ρβά^ρων πλῆθος, ὧδε ἀγγέλων φά^λα^γξ.
ἐκεῖ βαρβάρων πλῆθος, ὧδε ἀγγέλων φάλαγξ.
τῶν εὐσεβῶν ὑπερμαχεῖ ἀγγελι^κὸς στρα^τός, προφητῶν χορός, ἀ^ποστόλων δύ^να^μι^ς, μα^ρτύ^ρων πρεσβεῖαι.
τῶν εὐσεβῶν ὑπερμαχεῖ ἀγγελικὸς στρατός, προφητῶν χορός, ἀποστόλων δύναμις, μαρτύρων πρεσβεῖαι.
μὴ νομί^σῃς, ὅτι^ μά^ρτυ^ρες μόνον πρεσβεύουσι^ν ὑ^πὲρ ἡμῶν, ἀλλὰ^ καὶ ἄγγελοι ἐν ταῖς θλί_ψεσι^ ἱκετεύουσι^ τὸν θεόν·
μὴ νομίσῃς, ὅτι μάρτυρες μόνον πρεσβεύουσιν ὑπὲρ ἡμῶν, ἀλλὰ καὶ ἄγγελοι ἐν ταῖς θλίψεσι ἱκετεύουσι τὸν θεόν·
καὶ οὐ μόνον ἱκετεύουσι^ν, ἀλλὰ^ καὶ ἀπόκρισι^ν δέχονται πα^ρὰ^ τοῦ εὐεργέτου.
καὶ οὐ μόνον ἱκετεύουσιν, ἀλλὰ καὶ ἀπόκρισιν δέχονται παρὰ τοῦ εὐεργέτου.
καὶ ἀ^πεκρί^θη ὁ ἄγγελος ὁ λα^λῶν ἐν ἐμοὶ καὶ εἶπε πρὸς κύ_ρι^ον.
καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε πρὸς κύριον.
κύριε παντοκρά^τορ, ἕως πότε οὐ μὴ ἐλεήσῃς τὴν ἱερουσαλὴμ καὶ τὰ_ς πόλεις ἰούδα, ἃ_ς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;
κύριε παντοκράτορ, ἕως πότε οὐ μὴ ἐλεήσῃς τὴν ἱερουσαλὴμ καὶ τὰς πόλεις ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;