macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἔσχε συνήγορον τὸν λογισμὸν τῆς εὐσεβεία_ς, ἔσχε βῆμα^ τὸν φόβον, ἔσχε μάρτυρα^ τὴν συ^νείδησι^ν τὸν τῆς δι^καιοσύ^νης αὐτῷ στέφα^νον πλέκουσα^ν, καὶ πρὸ τῆς συνειδήσεως τὸν θεὸν ἄ^νωθεν βραβεύοντα^ τοῖς ἐργά^ταις τῆς εὐσεβεία_ς. | ἔσχε συνήγορον τὸν λογισμὸν τῆς εὐσεβείας, ἔσχε βῆμα τὸν φόβον, ἔσχε μάρτυρα τὴν συνείδησιν τὸν τῆς δικαιοσύνης αὐτῷ στέφανον πλέκουσαν, καὶ πρὸ τῆς συνειδήσεως τὸν θεὸν ἄνωθεν βραβεύοντα τοῖς ἐργάταις τῆς εὐσεβείας. |
ὁ γὰ^ρ τὰ^ κρυπτὰ^ ὁρῶν, ἐν τῷ προφα^νεῖ στεφα^νοῖ. | ὁ γὰρ τὰ κρυπτὰ ὁρῶν, ἐν τῷ προφανεῖ στεφανοῖ. |
πρόσευξαι σύ^ φησι^ τῷ πατρί^ σου ἐν τῷ κρυπτῷ καὶ ὁ πα^τήρ σου ὁ ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. | πρόσευξαι σύ φησι τῷ πατρί σου ἐν τῷ κρυπτῷ καὶ ὁ πατήρ σου ὁ ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. |
ἆρ' οὖν ὁ ἐν τῷ κρυπτῷ προσευχόμενος στεφα^νοῦται· | ἆρ' οὖν ὁ ἐν τῷ κρυπτῷ προσευχόμενος στεφανοῦται· |
ὁ δὲ ἐν τῷ κρυπτῷ βασανίζων τὴν δι^ά^νοια^ν εἰς ὁμολογίαν οὐ στεφα^νοῦται; | ὁ δὲ ἐν τῷ κρυπτῷ βασανίζων τὴν διάνοιαν εἰς ὁμολογίαν οὐ στεφανοῦται; |
τὸ μαρτύριον, ἀ^δελφοί, οὐ τῇ ἀ^ποβά^σει κρί_νεται μόνον, ἀλλὰ^ καὶ τῇ προθέσει. | τὸ μαρτύριον, ἀδελφοί, οὐ τῇ ἀποβάσει κρίνεται μόνον, ἀλλὰ καὶ τῇ προθέσει. |
οὐκ ἐπειδὰν ἀποτμηθῇ ὁ μάρτυ^ς, τότε γί_νεται μάρτυ^ς, ἀλλ' ἀφ' οὗ ἂ_ν τὴν πρόθεσι^ν ἐπι^δείξηται τῆς ὁμολογία_ς μάρτυ^ς ἐστί^, κ ἂ_ν μὴ πά^θῃ τὰ^ μάρτυ^ρος. | οὐκ ἐπειδὰν ἀποτμηθῇ ὁ μάρτυς, τότε γίνεται μάρτυς, ἀλλ' ἀφ' οὗ ἂν τὴν πρόθεσιν ἐπιδείξηται τῆς ὁμολογίας μάρτυς ἐστί, κ ἂν μὴ πάθῃ τὰ μάρτυρος. |
καὶ τί^ς ὁ τούτοις μα^ρτυ^ρῶν; | καὶ τίς ὁ τούτοις μαρτυρῶν; |
ὁ μακάριος παῦλος. | ὁ μακάριος παῦλος. |
οὗτος γὰ^ρ ἅ^παξ ἀποθα^νὼν καθ' ἡμέρα_ν ἑαυτὸν ἀποθνήσκοντα^ δείκνυ_σι^. | οὗτος γὰρ ἅπαξ ἀποθανὼν καθ' ἡμέραν ἑαυτὸν ἀποθνήσκοντα δείκνυσι. |
τί γά^ρ φησι^; | τί γάρ φησι; |
καθ' ἡμέρα_ν ἀποθνήσκω διὰ τὴν ὑ_μετέρα_ν καύχησι^ν, ἣν ἔχω ἐν χριστῷ. | καθ' ἡμέραν ἀποθνήσκω διὰ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν χριστῷ. |
καθ' ἡμέρα_ν ἀποθνήσκω. | καθ' ἡμέραν ἀποθνήσκω. |
πῶς ἀποθνήσκεις ὁ ζῶν; | πῶς ἀποθνήσκεις ὁ ζῶν; |
ἀπέθανον τῇ προθέσει, ἀλλ' ἐσώθην τῇ χάριτι^. | ἀπέθανον τῇ προθέσει, ἀλλ' ἐσώθην τῇ χάριτι. |
ὅσον ἐπ' ἀνθρώποις τοῖς δοκοῦσι^ καὶ ἐπ' ἐμοί, ὅσον ἐμαυτὸν ἐξέδωκα^, καθ' ἡμέρα_ν ἀποθνήσκω· | ὅσον ἐπ' ἀνθρώποις τοῖς δοκοῦσι καὶ ἐπ' ἐμοί, ὅσον ἐμαυτὸν ἐξέδωκα, καθ' ἡμέραν ἀποθνήσκω· |
ὅσον δὲ ἐπὶ τῇ θείᾳ χάριτι^, ὡς δι^δά^σκα^λος ἐφυ^λά^χθην τῇ ἐκκλησί^ᾳ. | ὅσον δὲ ἐπὶ τῇ θείᾳ χάριτι, ὡς διδάσκαλος ἐφυλάχθην τῇ ἐκκλησίᾳ. |
οἰκονομεῖ γὰ^ρ ὁ θεὸς τὰ^ πρά_γμα^τα^ πρὸς τὸ συμφέρον, καὶ τοὺς μὲν ἐκδίδωσι^ν, ἵ^να_ δειχθῇ τὸ δόκι^μον τῆς τῶν πιστῶν δι^α^νοία_ς, τοὺς δὲ φυλά^ττει, ἵ^να_ φυ^λά^ξῃ ζύμην ταῖς ἐκκλησί^αις. | οἰκονομεῖ γὰρ ὁ θεὸς τὰ πράγματα πρὸς τὸ συμφέρον, καὶ τοὺς μὲν ἐκδίδωσιν, ἵνα δειχθῇ τὸ δόκιμον τῆς τῶν πιστῶν διανοίας, τοὺς δὲ φυλάττει, ἵνα φυλάξῃ ζύμην ταῖς ἐκκλησίαις. |
οὐκ ἐμιάνθησα^ν οἱ παρθένοι· | οὐκ ἐμιάνθησαν οἱ παρθένοι· |
ἡ γὰ^ρ πρόθεσι^ς ἄσπι^λος καὶ ἡ γνώμη ἀ^μί^α^ντος. | ἡ γὰρ πρόθεσις ἄσπιλος καὶ ἡ γνώμη ἀμίαντος. |
καὶ μοι σκόπησον, ἀ^δελφέ· | καὶ μοι σκόπησον, ἀδελφέ· |
ἡ πα^ρθενία_ δέχεται τοὺς στεφά^νους ὡμολογημένους. | ἡ παρθενία δέχεται τοὺς στεφάνους ὡμολογημένους. |
ποία; | ποία; |
ἢ ἡ ἐκ προθέσεως ἢ ἡ ἐξ ἀ^νάγκης; | ἢ ἡ ἐκ προθέσεως ἢ ἡ ἐξ ἀνάγκης; |
οὐκ οἶδα^ς ὅτι^ μυ_ρι^ά^δες παρθένων καὶ ἀμιάν των σωμά^των ἀ^πῆλθον; | οὐκ οἶδας ὅτι μυριάδες παρθένων καὶ ἀμιάν των σωμάτων ἀπῆλθον; |
οὐ πολλαὶ θυ^γα^τέρες ἑλλήνων καὶ μι^α^ρῶν καὶ ἀσεβῶν, ὥρα_ν ἐκδεχόμεναι γά^μου ἡρπά^σθησα^ν; | οὐ πολλαὶ θυγατέρες ἑλλήνων καὶ μιαρῶν καὶ ἀσεβῶν, ὥραν ἐκδεχόμεναι γάμου ἡρπάσθησαν; |
οὐ πολλοὶ νέοι ἄσπι^λοι τὸ σῶ^μα^ ἀ^πὸ γά^μου καὶ συ^ζυ^γί^α_ς θα^νά^τῳ παρεδόθησαν; | οὐ πολλοὶ νέοι ἄσπιλοι τὸ σῶμα ἀπὸ γάμου καὶ συζυγίας θανάτῳ παρεδόθησαν; |
νέοι λέγω· | νέοι λέγω· |
ἑλλήνων υἱοί, ἰουδαίων υἱοί, ἀσεβῶν υἱοὶ αἱρετι^κῶν. | ἑλλήνων υἱοί, ἰουδαίων υἱοί, ἀσεβῶν υἱοὶ αἱρετικῶν. |
καὶ ἀ^πῆλθον μυ_ρι^ά^δες παρθενίαν ἔχουσαι σώμα^τος. | καὶ ἀπῆλθον μυριάδες παρθενίαν ἔχουσαι σώματος. |
ἆρα ἐπὶ τοῦ βήμα^τος τοῦ χριστοῦ στέφα^νοι δί^δονται τῆς πα^ρθενία_ς ἐκείνης, καὶ τὰ^ πλήθη ἐκεῖνα^ στέφα^νον δέχεται πα^ρθενία_ς; | ἆρα ἐπὶ τοῦ βήματος τοῦ χριστοῦ στέφανοι δίδονται τῆς παρθενίας ἐκείνης, καὶ τὰ πλήθη ἐκεῖνα στέφανον δέχεται παρθενίας; |
οὐ δέχεται. | οὐ δέχεται. |
εἰ μὲν οὖν δέχεται στέφα^νον πα^ρθενία_ς, καρπὸν ἔχει ἡ ἀ^νάγκη. | εἰ μὲν οὖν δέχεται στέφανον παρθενίας, καρπὸν ἔχει ἡ ἀνάγκη. |
ἡ δὲ οὐδεὶς καρπὸς ἀ^νάγκης, ἀλλὰ^ πᾶς μισθὸς προαιρέσεως, ἀστεφά^νωτοι μένουσι^ν αἱ μυ_ρι^ά^δες ἐκεῖναι, παρθενίαν μὲν ἔχουσαι, προαίρεσι^ν δὲ πα^ρθενία_ς οὐκ ἔχουσαι. | ἡ δὲ οὐδεὶς καρπὸς ἀνάγκης, ἀλλὰ πᾶς μισθὸς προαιρέσεως, ἀστεφάνωτοι μένουσιν αἱ μυριάδες ἐκεῖναι, παρθενίαν μὲν ἔχουσαι, προαίρεσιν δὲ παρθενίας οὐκ ἔχουσαι. |
οὐ γὰ^ρ λογίζεται ὁ θεὸς τὰ^ ἐξ ἀ^νάγκης, ἀλλὰ τὸ ἐκ προαιρέσεως κα^τορθούμενον. | οὐ γὰρ λογίζεται ὁ θεὸς τὰ ἐξ ἀνάγκης, ἀλλὰ τὸ ἐκ προαιρέσεως κατορθούμενον. |
εἰ τοίνυ^ν ἐκείναις ταῖς μυ_ρι^ά^σι^ν ἡ πα^ρθενία_ οὐ λογίζεται εἰς παρθενίαν, οὐ δὲ ταῖς πα^ρὰ^ πρόθεσι^ν μιανθείσαις. | εἰ τοίνυν ἐκείναις ταῖς μυριάσιν ἡ παρθενία οὐ λογίζεται εἰς παρθενίαν, οὐ δὲ ταῖς παρὰ πρόθεσιν μιανθείσαις. |
ἐμιάνθη τὸ σῶ^μα^, ἀλλ' ὁ τῆς ψυ_χῆς να_ὸς οὐκ ἐμιάνθη· | ἐμιάνθη τὸ σῶμα, ἀλλ' ὁ τῆς ψυχῆς ναὸς οὐκ ἐμιάνθη· |
ὑβρίσθη τὸ σῶ^μα^, ἀλλ' οὐκ ἐφθά^ρη τὰ^ νοήμα^τα^. | ὑβρίσθη τὸ σῶμα, ἀλλ' οὐκ ἐφθάρη τὰ νοήματα. |
μηδεὶς τοίνυ^ν ἀ^παγορευέτω τὸ πλῆθος τῶν ἁ^γί^ων τῇ ὕβρει παραδεδομένων καὶ αἰχμα^λωσίᾳ. | μηδεὶς τοίνυν ἀπαγορευέτω τὸ πλῆθος τῶν ἁγίων τῇ ὕβρει παραδεδομένων καὶ αἰχμαλωσίᾳ. |
ἴδιον ἁ^γί^ων πολλά^κι^ς πάσχειν ὑ^πὲρ τῶν ἀσεβούντων. | ἴδιον ἁγίων πολλάκις πάσχειν ὑπὲρ τῶν ἀσεβούντων. |
ὁ σωτὴρ μηδὲν ἡμαρτηκὼς ὑ^πὲρ τῶν ἁμαρτωλῶν πα^ρα^δίδοται. | ὁ σωτὴρ μηδὲν ἡμαρτηκὼς ὑπὲρ τῶν ἁμαρτωλῶν παραδίδοται. |
ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλα^νήθη καὶ κύ_ρι^ος παρέδωκεν αὐτὸν ὑ^πὲρ τῶν ἁμαρτι^ῶν ἡμῶν. | ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη καὶ κύριος παρέδωκεν αὐτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. |
ὃς ἁ^μαρτί^α_ν οὐκ ἐποίησεν, οὐ δὲ δόλος εὑρέθη ἐν τῷ στόμα^τι^ αὐτοῦ, καὶ κύ_ρι^ος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτί^αις ἡμῶν καὶ ὑ^πὲρ τῶν ἁμαρτι^ῶν τοῦ λα_οῦ ἦλθεν εἰς θά^να^τον. | ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐ δὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν καὶ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἦλθεν εἰς θάνατον. |
ὁρᾷς; | ὁρᾷς; |
μιμηταὶ τοῦ χριστοῦ οἱ ὑ^πὲρ ἀδί^κων πάσχοντες. | μιμηταὶ τοῦ χριστοῦ οἱ ὑπὲρ ἀδίκων πάσχοντες. |
συμβαίνει δέ, ἀ^δελφοί, καὶ ἄλλως, ἵ^να_ πλα^τύ^νω μικρὸν τὴν ἱστορίαν. | συμβαίνει δέ, ἀδελφοί, καὶ ἄλλως, ἵνα πλατύνω μικρὸν τὴν ἱστορίαν. |
συμβαίνει καὶ τῶν ἀ^ναιρεθέντων τι^νὰ^ς σφά^λμα^σι^ν ὑποκεῖσθαι. | συμβαίνει καὶ τῶν ἀναιρεθέντων τινὰς σφάλμασιν ὑποκεῖσθαι. |
ὁ δὲ θεὸς διὰ τῆς προσκαίρου συμφορᾶς ἔλυ_σε τὴν ἁ^μαρτί^α_ν, διὰ τῆς τῶν σωμά^των πληγῆς ἔπαυσε τὰ^ τραύμα^τα^ τῆς ψυ_χῆς. | ὁ δὲ θεὸς διὰ τῆς προσκαίρου συμφορᾶς ἔλυσε τὴν ἁμαρτίαν, διὰ τῆς τῶν σωμάτων πληγῆς ἔπαυσε τὰ τραύματα τῆς ψυχῆς. |
λογίζεται δὲ καὶ ὁ θά^να^τος εἰς τι_μωρί^α_ν. | λογίζεται δὲ καὶ ὁ θάνατος εἰς τιμωρίαν. |
λογίζεται δὲ καὶ νόσος τοῖς ἁ^μα^ρτά^νουσι^ τῶν εὐσεβῶν εἰς τι_μωρί^α_ν. | λογίζεται δὲ καὶ νόσος τοῖς ἁμαρτάνουσι τῶν εὐσεβῶν εἰς τιμωρίαν. |
καὶ τίς ὁ ταῦτα ἐγγυώμενος; | καὶ τίς ὁ ταῦτα ἐγγυώμενος; |
παῦλος· | παῦλος· |
οὐδὲν γὰ^ρ δεῖ λέγειν ἀμάρτυ^ρον, οὐ δὲ ἀ^πὸ λογισμῶν μόνον. | οὐδὲν γὰρ δεῖ λέγειν ἀμάρτυρον, οὐ δὲ ἀπὸ λογισμῶν μόνον. |
ἐάν τι^ ἄ^γρα^φον λέγηται, ἡ δι^ά^νοια^ τῶν ἀκροατῶν σκάζει πῆ μὲν ἐπι^νεύουσα^, πῆ δὲ παραγραφομένη, καὶ ποτὲ μὲν τὸν λόγον ὡς ἕωλον ἀποστρεφομένη, ποτὲ δὲ ὡς πι^θα^νὸν παραδεχομένη. | ἐάν τι ἄγραφον λέγηται, ἡ διάνοια τῶν ἀκροατῶν σκάζει πῆ μὲν ἐπινεύουσα, πῆ δὲ παραγραφομένη, καὶ ποτὲ μὲν τὸν λόγον ὡς ἕωλον ἀποστρεφομένη, ποτὲ δὲ ὡς πιθανὸν παραδεχομένη. |
ὅταν δὲ ἔγγρα^φος ἡ μα^ρτυ^ρί^α_ τῆς θεία_ς φωνῆς προέλθῃ, καὶ τοῦ λέγοντος τὸν λόγον καὶ τοῦ ἀ^κούοντος τὴν δι^ά^νοια^ν ἐβεβαίωσε. | ὅταν δὲ ἔγγραφος ἡ μαρτυρία τῆς θείας φωνῆς προέλθῃ, καὶ τοῦ λέγοντος τὸν λόγον καὶ τοῦ ἀκούοντος τὴν διάνοιαν ἐβεβαίωσε. |
τίς οὖν ἡμῖν λόγος μα^ρτυ^ρήσει, ὅτι^ αἱ συμφοραὶ καὶ αἱ παιδεῖαι ἐπα^γόμεναι τοῖς ἀνθρώποις εἰς λύσιν ἁ^μα^ρτημά^των λογίζονται; | τίς οὖν ἡμῖν λόγος μαρτυρήσει, ὅτι αἱ συμφοραὶ καὶ αἱ παιδεῖαι ἐπαγόμεναι τοῖς ἀνθρώποις εἰς λύσιν ἁμαρτημάτων λογίζονται; |
οὐκ οἴδα^τε ὅτι^ οἱ ἀ^ναξίως ἐσθίοντες, εἰς κρῖμα^ ἑαυτοῖς ἐσθί^ουσι^ καὶ πί_νουσι^; | οὐκ οἴδατε ὅτι οἱ ἀναξίως ἐσθίοντες, εἰς κρῖμα ἑαυτοῖς ἐσθίουσι καὶ πίνουσι; |
διὰ τοῦτο ἐν ὑ_μῖν πολλοὶ ἄρρωστοι. | διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἄρρωστοι. |
διὰ τοῦτο, διὰ τὸ ἀ^ναξίως προσέρχεσθαι τῇ τρα^πέζῃ. | διὰ τοῦτο, διὰ τὸ ἀναξίως προσέρχεσθαι τῇ τραπέζῃ. |
διὰ τοῦτο πολλοὶ ἄρρωστοι, πολλοὶ ἀσθενεῖς καὶ κοιμῶνται ἱ^κα^νοί. | διὰ τοῦτο πολλοὶ ἄρρωστοι, πολλοὶ ἀσθενεῖς καὶ κοιμῶνται ἱκανοί. |
ἀντὶ^ τοῦ ἀποθνήσκουσι^ν, ὡς καὶ τοῦ θα^νά^του ἀντὶ^ ἁ^μαρτί^α_ς ἐπερχομένου. | ἀντὶ τοῦ ἀποθνήσκουσιν, ὡς καὶ τοῦ θανάτου ἀντὶ ἁμαρτίας ἐπερχομένου. |
εἰ γὰ^ρ ἑαυτοὺς ἐκρί_νομεν, οὐκ ἂ^ν ἐκρι_νόμεθα^ ὑ^πὸ κυ_ρί^ου. | εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ κυρίου. |
οὐκοῦν κρί^σι^ς θεοῦ καὶ νόσος καὶ θά^να^τος. | οὐκοῦν κρίσις θεοῦ καὶ νόσος καὶ θάνατος. |
καὶ τί ὄφελός μοι μετὰ^ τὴν τελευτήν; | καὶ τί ὄφελός μοι μετὰ τὴν τελευτήν; |
τί τὸ κέρδος μετὰ^ τὸν θά^να^τον; | τί τὸ κέρδος μετὰ τὸν θάνατον; |
εἰ γὰ^ρ ἑαυτοὺς ἐκρί_νομεν, οὐκ ἂ^ν ἐκρι_νόμεθα^· | εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· |
κρινόμενοι δὲ ὑ^πὸ κυ_ρί^ου παιδευόμεθα^, ἵ^να_ μὴ σὺ^ν τῷ κόσμῳ κα^τα^κρι^θῶμεν. | κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. |
ἐδικαίωσε γὰ^ρ ὁ θεὸς μὴ συ^ναπολέσαι τοὺς δι^καίους τοῖς ἀσεβέσι^, μη δὲ συγκατακρῖναι τοῖς βεβήλοις τοὺς ἁ^γί^ους. | ἐδικαίωσε γὰρ ὁ θεὸς μὴ συναπολέσαι τοὺς δικαίους τοῖς ἀσεβέσι, μη δὲ συγκατακρῖναι τοῖς βεβήλοις τοὺς ἁγίους. |
καὶ μά^λα_ εἰκότως. | καὶ μάλα εἰκότως. |
οὐ γὰ^ρ ἔχει λόγον τὸν προσκυνητὴν τοῦ χριστοῦ κολάζεσθαι μετὰ^ τοῦ βλασφημοῦντος. | οὐ γὰρ ἔχει λόγον τὸν προσκυνητὴν τοῦ χριστοῦ κολάζεσθαι μετὰ τοῦ βλασφημοῦντος. |
ὡσαύτως τὸν εὐσεβοῦντα^ καὶ ὑμνοῦντα^ ὑ^ποβαλέσθαι μετὰ^ τῶν βλασφημούντων καὶ ἀτι_μα^ζόντων τὴν ἀ^λήθεια^ν. | ὡσαύτως τὸν εὐσεβοῦντα καὶ ὑμνοῦντα ὑποβαλέσθαι μετὰ τῶν βλασφημούντων καὶ ἀτιμαζόντων τὴν ἀλήθειαν. |
διὰ τοῦτο ὁ θεὸς ἀποκρύ^φοις καὶ ἀορά^τοις τρόποις δι^α^φόρως μαστίζει τοὺς ἁμαρτάνοντα^ς τῶν εὐσεβῶν, ἵ^να_ ἀκεραίους πα^ρα^στήσῃ τῷ μεγά^λῳ βήμα^τι^, ἵ^να_ ἐνταῦθα^ παιδεύσα_ς, ἐκεῖσε τὸν μισθὸν λογί^σηται. | διὰ τοῦτο ὁ θεὸς ἀποκρύφοις καὶ ἀοράτοις τρόποις διαφόρως μαστίζει τοὺς ἁμαρτάνοντας τῶν εὐσεβῶν, ἵνα ἀκεραίους παραστήσῃ τῷ μεγάλῳ βήματι, ἵνα ἐνταῦθα παιδεύσας, ἐκεῖσε τὸν μισθὸν λογίσηται. |
ἔτι ἀ^να^λα^μβά^νετε εἰ ἑαυτοὺς ἐκρί_νομεν, οὐκ ἂ^ν ἐκρι_νόμεθα^· | ἔτι ἀναλαμβάνετε εἰ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· |
κρινόμενοι δὲ ὑ^πὸ κυ_ρί^ου παιδευόμεθα^, ἵνα μὴ σὺ^ν τῷ κόσμῳ κα^τα^κρι^θῶμεν. | κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. |
μακάριος γά^ρ φησι^ν ἄνθρωπος, ὃν ἂ_ν παιδεύσῃς, κύ_ρι^ε, καὶ ἐκ τοῦ νόμου σου δι^δά^ξῃς αὐτόν, τοῦ πραῦναι αὐτὸν ἀφ' ἡμερῶν πονηρῶν. | μακάριος γάρ φησιν ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν, τοῦ πραῦναι αὐτὸν ἀφ' ἡμερῶν πονηρῶν. |
ὁ γὰ^ρ ἐνταῦθα^ παιδευθείς, ἐν ἀναπαύσει ἔσται, καὶ πραϋτέρου πειραθήσεται τοῦ θείου κριτηρί^ου. | ὁ γὰρ ἐνταῦθα παιδευθείς, ἐν ἀναπαύσει ἔσται, καὶ πραϋτέρου πειραθήσεται τοῦ θείου κριτηρίου. |
καὶ μὴ θαυμά^σῃς, εἰ τὸν εὐσεβῆ ἐνταῦθα^ παιδευθέντα^ ἐν τῷ μέλλοντι^ ἐλευθεροῖ. | καὶ μὴ θαυμάσῃς, εἰ τὸν εὐσεβῆ ἐνταῦθα παιδευθέντα ἐν τῷ μέλλοντι ἐλευθεροῖ. |
εὑρίσκεις γὰ^ρ ἐν τῇ θείᾳ γρα^φῇ ἀσφα^λέστερον ἐνέχυ^ρον. | εὑρίσκεις γὰρ ἐν τῇ θείᾳ γραφῇ ἀσφαλέστερον ἐνέχυρον. |
σοδομιτῶν οὐδὲν χεῖρον καὶ τῶν τὰ^ γόμορρα οἰκούντων οὐδὲν ἀσεβέστερον. | σοδομιτῶν οὐδὲν χεῖρον καὶ τῶν τὰ γόμορρα οἰκούντων οὐδὲν ἀσεβέστερον. |
ἀλλ' ὅμως ἐπειδὴ ἐνταῦθα^ δί^κην ὑπέσχον, πραϋτέραν αὐτοῖς ποιῆσαι δι^εξέτασι^ν ὁ σωτὴρ ἐπαγγέλλεται. | ἀλλ' ὅμως ἐπειδὴ ἐνταῦθα δίκην ὑπέσχον, πραϋτέραν αὐτοῖς ποιῆσαι διεξέτασιν ὁ σωτὴρ ἐπαγγέλλεται. |
καὶ σὺ^ γὰ^ρ καπερναούμ, ἡ ἕως τοῦ οὐρα^νοῦ ὑψωθεῖσα^, ἕως ᾅδου κατενεχθήσῃ· | καὶ σὺ γὰρ καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου κατενεχθήσῃ· |
ὅτι εἰ ἐν σοδόμοις ἐγένοντο αἱ δυνά μεις αἱ γενόμεναι ἐν σοί, ἔμεινα^ν ἕως ἄρτι^· | ὅτι εἰ ἐν σοδόμοις ἐγένοντο αἱ δυνά μεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἕως ἄρτι· |
πλὴν ἀ^νεκτότερον ἔσται γῇ σοδόμων καὶ γῇ γομόρρας ἐν τῇ ἡμέρᾳ τῆς κρί^σεως ἢ ὑ_μῖν. | πλὴν ἀνεκτότερον ἔσται γῇ σοδόμων καὶ γῇ γομόρρας ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἢ ὑμῖν. |
εἰ τοίνυ^ν σοδομίταις ἀ^νεκτότερον ποιεῖ τὴν κρί^σιν ἡ ἐνταῦθα^ κόλα^σι^ς, ἐννόησον ὅπως οἱ ἐνταῦθα^ κολαζόμενοι τῶν εὐσεβῶν τὴν μέλλουσα^ν διαφεύγουσι^ κρί^σιν, ἣν γένοιτο ἡμᾶς διαφεύγοντα^ς πά^ντα^ς πα^ρα^στῆναι μετὰ^ πα^ρρησί^α_ς τῷ βήμα^τι^ τοῦ χριστοῦ, ᾧ ἡ δόξα_ καὶ τὸ κρά^τος εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | εἰ τοίνυν σοδομίταις ἀνεκτότερον ποιεῖ τὴν κρίσιν ἡ ἐνταῦθα κόλασις, ἐννόησον ὅπως οἱ ἐνταῦθα κολαζόμενοι τῶν εὐσεβῶν τὴν μέλλουσαν διαφεύγουσι κρίσιν, ἣν γένοιτο ἡμᾶς διαφεύγοντας πάντας παραστῆναι μετὰ παρρησίας τῷ βήματι τοῦ χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
πάντοτε μὲν ὁ θεῖος ἀ^πόστολος θείᾳ καὶ οὐρα^νί^ῳ κέχρηται γλώττῃ, καὶ μετὰ^ πολλῆς ἐπιστήμης τὸν εὐαγγελι^κὸν ὑ^φαίνει λόγον· | πάντοτε μὲν ὁ θεῖος ἀπόστολος θείᾳ καὶ οὐρανίῳ κέχρηται γλώττῃ, καὶ μετὰ πολλῆς ἐπιστήμης τὸν εὐαγγελικὸν ὑφαίνει λόγον· |
οὐκ ἐξ οἰκεία_ς γνώμης ἁπλῶς φθεγγόμενος, ἀλλ' ἐκ τῆς βα^σι^λι^κῆς αὐτοῦ αὐθεντία_ς προφέρων τὰ^ δόγμα^τα^· | οὐκ ἐξ οἰκείας γνώμης ἁπλῶς φθεγγόμενος, ἀλλ' ἐκ τῆς βασιλικῆς αὐτοῦ αὐθεντίας προφέρων τὰ δόγματα· |
ἐξαιρέτως δὲ ταύτῃ κέχρηται τῇ ἐπιστήμῃ, ὅτα^ν τὸν τῆς μετα^νοία_ς εἰσάγῃ λόγον τοῖς ἁ^μα^ρτά^νουσι^· | ἐξαιρέτως δὲ ταύτῃ κέχρηται τῇ ἐπιστήμῃ, ὅταν τὸν τῆς μετανοίας εἰσάγῃ λόγον τοῖς ἁμαρτάνουσι· |
περὶ^ δὲ αὐτοῦ τοῦ κεφα^λαίου πά^ντα^ς ὑ_μᾶς ὑπομνήσω. | περὶ δὲ αὐτοῦ τοῦ κεφαλαίου πάντας ὑμᾶς ὑπομνήσω. |
ἠκούσατε τοίνυ^ν, ἵ^να_ ἐκ μέρους ἅψωμαι τῶν εἰρημένων, μήπως ἐλθὼν πολλοὺς πενθήσω τῶν προημαρτηκότων, καὶ μὴ μετα^νοησάντων. | ἠκούσατε τοίνυν, ἵνα ἐκ μέρους ἅψωμαι τῶν εἰρημένων, μήπως ἐλθὼν πολλοὺς πενθήσω τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων. |
ἄνθρωπος μὲν ἦν τῇ φύ^σει ὁ μέγα^ς οὗτος δι^δά^σκα^λος, θεοῦ δ' ὑπηρέτης τὴν πρόθεσι^ν· | ἄνθρωπος μὲν ἦν τῇ φύσει ὁ μέγας οὗτος διδάσκαλος, θεοῦ δ' ὑπηρέτης τὴν πρόθεσιν· |
δι^ὰ^ τοῦτο ὥσπερ οὐρα^νί^ῳ κέχρηται γλώττῃ, καὶ ὡς ἐξ αὐτῶν τῶν οὐρα^νῶν φθεγγόμενος, οὕτω καὶ τοῖς ἁ^μα^ρτά^νουσι^ν ἀ^πειλεῖ, καὶ τοῖς μετα^νοοῦσι^ν ἱλα^σμὸν ἐπαγγέλλεται. | διὰ τοῦτο ὥσπερ οὐρανίῳ κέχρηται γλώττῃ, καὶ ὡς ἐξ αὐτῶν τῶν οὐρανῶν φθεγγόμενος, οὕτω καὶ τοῖς ἁμαρτάνουσιν ἀπειλεῖ, καὶ τοῖς μετανοοῦσιν ἱλασμὸν ἐπαγγέλλεται. |
ὅτα^ν δὲ ταῦτα^ εἴπω, οὐ τῇ παύλου γλώττῃ τὴν αὐθεντίαν ἐπιγρά^φω, ἀλλ' ἐπὶ^ τὴν τοῦ θεοῦ χά^ρι^ν τὸ πᾶν ἀ^να^φέρω, εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ; | ὅταν δὲ ταῦτα εἴπω, οὐ τῇ παύλου γλώττῃ τὴν αὐθεντίαν ἐπιγράφω, ἀλλ' ἐπὶ τὴν τοῦ θεοῦ χάριν τὸ πᾶν ἀναφέρω, εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ; |
ὑποτίθεται τοίνυ^ν τοῖς ἁ^μα^ρτά^νουσι^ φάρμα^κον εὐεργεσί^α_ς, καὶ μετάνοια^ν εἰς σωτηρί^α_ν. | ὑποτίθεται τοίνυν τοῖς ἁμαρτάνουσι φάρμακον εὐεργεσίας, καὶ μετάνοιαν εἰς σωτηρίαν. |
συ^νέδραμε δὲ σήμερον τῇ ἀποστολι^κῇ ἀ^να^γνώσει καὶ ἡ εὐαγγελικὴ τοῦ σωτῆρος αὐθεντία, ἁμαρτι^ῶν ἄφεσι^ν ἀφθόνως χα^ρι^ζομένη. | συνέδραμε δὲ σήμερον τῇ ἀποστολικῇ ἀναγνώσει καὶ ἡ εὐαγγελικὴ τοῦ σωτῆρος αὐθεντία, ἁμαρτιῶν ἄφεσιν ἀφθόνως χαριζομένη. |
τέκνον, ἀ^φέωνταί σοι αἱ ἁμαρτί^αι σου αἱ πολλαί. | τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου αἱ πολλαί. |
ἄφεσι^ς δὲ ἁμαρτι^ῶν πηγὴ σωτηρί^α_ς καὶ ἔπαθλον μετα^νοία_ς· | ἄφεσις δὲ ἁμαρτιῶν πηγὴ σωτηρίας καὶ ἔπαθλον μετανοίας· |
ἰατρεῖον γά^ρ ἐστι^ν ἀ^ναιρετι^κὸν τῆς ἁ^μαρτί^α_ς ἡ μετάνοια^· | ἰατρεῖον γάρ ἐστιν ἀναιρετικὸν τῆς ἁμαρτίας ἡ μετάνοια· |
δῶρόν ἐστι^ν οὐρά^νι^ον, δύ^να^μι^ς θαυμαστή, χάριτι^ νι_κῶσα^ τὴν τῶν νόμων ἀκολουθίαν. | δῶρόν ἐστιν οὐράνιον, δύναμις θαυμαστή, χάριτι νικῶσα τὴν τῶν νόμων ἀκολουθίαν. |
δι^ὰ^ τοῦτο οὐ πόρνον ἀποσείεται, οὐ μοιχὸν ἀποσοβεῖ, οὐ μέθυ^σον ἀποστρέφεται, οὐκ εἰδωλολάτρην βδελύσσεται, οὐ λοίδορον ἀ^πελαύνει, οὐ βλάσφημον ἀποδιώκει, οὐκ ἀ^λα_ζόνα^, ἀλλὰ^ πά^ντα^ς μετα^ποιεῖ. | διὰ τοῦτο οὐ πόρνον ἀποσείεται, οὐ μοιχὸν ἀποσοβεῖ, οὐ μέθυσον ἀποστρέφεται, οὐκ εἰδωλολάτρην βδελύσσεται, οὐ λοίδορον ἀπελαύνει, οὐ βλάσφημον ἀποδιώκει, οὐκ ἀλαζόνα, ἀλλὰ πάντας μεταποιεῖ. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.