macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
χωνευτήριον γά^ρ ἐστι^ τῆς ἁ^μαρτί^α_ς ἡ μετάνοια^.
χωνευτήριον γάρ ἐστι τῆς ἁμαρτίας ἡ μετάνοια.
ἀναγκαῖον δὲ πρῶτον γνωρί^σαι τοῦ θεοῦ τὸν σκοπόν, οὐκ ἐξ ἡμετέρων ἐννοιῶν ἐπι^βάλλοντα^ς ταύτῃ τῇ θεωρί^ᾳ, ἀλλ' ἐξ αὐτῶν τῶν θείων γρα^φῶν μεμαρτυρημένην ἀποδεικνύ^ντα^ς τὴν ἀ^λήθεια^ν.
ἀναγκαῖον δὲ πρῶτον γνωρίσαι τοῦ θεοῦ τὸν σκοπόν, οὐκ ἐξ ἡμετέρων ἐννοιῶν ἐπιβάλλοντας ταύτῃ τῇ θεωρίᾳ, ἀλλ' ἐξ αὐτῶν τῶν θείων γραφῶν μεμαρτυρημένην ἀποδεικνύντας τὴν ἀλήθειαν.
σκοπὸς τῷ θεῷ μακροθυμεῖν τοῖς ἁ^μα^ρτά^νουσι^·
σκοπὸς τῷ θεῷ μακροθυμεῖν τοῖς ἁμαρτάνουσι·
διπλοῦς ἐστι^ν εἰς σωτηρί^α_ν ἵ_λεως·
διπλοῦς ἐστιν εἰς σωτηρίαν ἵλεως·
μνηστευόμενος αὐτοῖς τὴν ἐκ μετα^νοία_ς σωτηρί^α_ν, καὶ τοῖς ἐξ αὐτῶν ἀπογόνοις τοῖς εἰς ἀ^ρετὴν ἐπι^διδόναι μέλλουσι^ ταμιευόμενος τὴν εὐεργεσίαν.
μνηστευόμενος αὐτοῖς τὴν ἐκ μετανοίας σωτηρίαν, καὶ τοῖς ἐξ αὐτῶν ἀπογόνοις τοῖς εἰς ἀρετὴν ἐπιδιδόναι μέλλουσι ταμιευόμενος τὴν εὐεργεσίαν.
καὶ ἵ^να_ πά^λι^ν ἀ^να^λά^βω τὸν λόγον, ὁ θεὸς μακροθυμεῖ, ἵ^να_ καὶ ὁ ἁ^μα^ρτά^νων μετα^νοήσῃ, καὶ τοῖς ἐξ αὐτοῦ τικτομένοις μὴ ἀποκλείσῃ τὴν σωτηρί^α_ν.
καὶ ἵνα πάλιν ἀναλάβω τὸν λόγον, ὁ θεὸς μακροθυμεῖ, ἵνα καὶ ὁ ἁμαρτάνων μετανοήσῃ, καὶ τοῖς ἐξ αὐτοῦ τικτομένοις μὴ ἀποκλείσῃ τὴν σωτηρίαν.
κ ἂ_ν γὰ^ρ αὐτὸς ὁ ἁ^μα^ρτά^νων ἀμετανόητα^ πταίῃ, φείδεται πολλά^κι^ς τῆς ῥίζης, ἵ^να_ φυ^λά^ξῃ τοὺς καρπούς·
κ ἂν γὰρ αὐτὸς ὁ ἁμαρτάνων ἀμετανόητα πταίῃ, φείδεται πολλάκις τῆς ῥίζης, ἵνα φυλάξῃ τοὺς καρπούς·
πολλά^κι^ς μὲν οὖν καὶ αὐτὴν μετα^βά^λλει τὴν ῥίζαν, ὡς ἔφθην εἰπών·
πολλάκις μὲν οὖν καὶ αὐτὴν μεταβάλλει τὴν ῥίζαν, ὡς ἔφθην εἰπών·
ἀλλ' ἐπειδὰ^ν εἰς παντελῆ κα^κί^α_ν ἐκείνη πέσῃ, ὁ θεὸς ὑπερτίθεται χρησί^μως τὴν τι_μωρί^α_ν, ἀναμένων τῶν μετα^νοούντων τὴν σωτηρί^α_ν·
ἀλλ' ἐπειδὰν εἰς παντελῆ κακίαν ἐκείνη πέσῃ, ὁ θεὸς ὑπερτίθεται χρησίμως τὴν τιμωρίαν, ἀναμένων τῶν μετανοούντων τὴν σωτηρίαν·
καὶ ὅπως ἄ^κουε θάρρα ὁ πα^τὴρ ἀβραὰμ εἰδώλων ἦν προσκυ^νητής, ἀλλ' οὐ δέδωκεν ἐνταῦθα^ τῆς ἀ^σεβεία_ς τὴν δί^κην·
καὶ ὅπως ἄκουε θάρρα ὁ πατὴρ ἀβραὰμ εἰδώλων ἦν προσκυνητής, ἀλλ' οὐ δέδωκεν ἐνταῦθα τῆς ἀσεβείας τὴν δίκην·
καὶ εἰκότως.
καὶ εἰκότως.
εἰ γὰ^ρ προλαβὼν ὁ θεὸς ἀπέτεμε τὴν ῥίζαν, πόθεν ὁ τοσοῦτος καρπὸς τῆς πίστεως ἀνεδίδοτο;
εἰ γὰρ προλαβὼν ὁ θεὸς ἀπέτεμε τὴν ῥίζαν, πόθεν ὁ τοσοῦτος καρπὸς τῆς πίστεως ἀνεδίδοτο;
τί^ τοῦ ἡσαῦ μοχθηρότερον;
τί τοῦ ἡσαῦ μοχθηρότερον;
σκόπει μοι καὶ ἑτέρα_ς φιλανθρωπία_ς ὑ^πόθεσι^ν.
σκόπει μοι καὶ ἑτέρας φιλανθρωπίας ὑπόθεσιν.
τί^ τῆς κα^κί^α_ς ἐκείνης ἀ^ναιδέστερον;
τί τῆς κακίας ἐκείνης ἀναιδέστερον;
οὐ πόρνος καὶ βέβηλος;
οὐ πόρνος καὶ βέβηλος;
οὐ μητρολοία_ς καὶ πατρολοία_ς;
οὐ μητρολοίας καὶ πατρολοίας;
οὐκ ἀ^δελφοῦ φονεὺς ὅσον εἰς πρόθεσι^ν;
οὐκ ἀδελφοῦ φονεὺς ὅσον εἰς πρόθεσιν;
οὐχ ὑ^πὸ τοῦ θεοῦ μι_σούμενος;
οὐχ ὑπὸ τοῦ θεοῦ μισούμενος;
τὸν ἰακὼβ ἠγάπησα^, τὸν δὲ ἡσαῦ ἐμίσησα^.
τὸν ἰακὼβ ἠγάπησα, τὸν δὲ ἡσαῦ ἐμίσησα.
εἰ τοίνυ^ν πόρνος καὶ ἀδελφοκτόνος καὶ βέβηλος καὶ μεμι_σημένος, δι^ὰ^ τί^ μὴ ἀφα^νί^ζεται;
εἰ τοίνυν πόρνος καὶ ἀδελφοκτόνος καὶ βέβηλος καὶ μεμισημένος, διὰ τί μὴ ἀφανίζεται;
δι^ὰ^ τί^ μὴ ἐκκόπτεται;
διὰ τί μὴ ἐκκόπτεται;
δι^ὰ^ τί^ πα^ρα^χρῆμα^ τὴν προσήκουσα^ν τι_μωρί^α_ν οὐ δέχεται;
διὰ τί παραχρῆμα τὴν προσήκουσαν τιμωρίαν οὐ δέχεται;
δι^ὰ^ τί^;
διὰ τί;
κα^λὸν ὡς ἀ^ληθῶς καὶ τὴν αἰτί^α_ν εἰπεῖν.
καλὸν ὡς ἀληθῶς καὶ τὴν αἰτίαν εἰπεῖν.
εἰ ἐξεκόπη, μέγιστον καρπὸν δι^καιοσύ^νης ὁ κόσμος ἀ^πώλεσεν ἄ^ν.
εἰ ἐξεκόπη, μέγιστον καρπὸν δικαιοσύνης ὁ κόσμος ἀπώλεσεν ἄν.
καὶ ὁποῖον, ἄ^κουε.
καὶ ὁποῖον, ἄκουε.
ἡσαῦ ἐγέννησε τὸν ῥαγουήλ, ῥαγουὴλ τὸν ζαρά, ζαρὰ τὸν.
ἡσαῦ ἐγέννησε τὸν ῥαγουήλ, ῥαγουὴλ τὸν ζαρά, ζαρὰ τὸν.
ὁρᾷς πηλί^κον ὑπομονῆς ἄνθος ἠφα^νί^ζετο, εἰ προλαβὼν ὁ θεὸς δί^κην ἀ^πῄτησε τὴν ῥίζαν;
ὁρᾷς πηλίκον ὑπομονῆς ἄνθος ἠφανίζετο, εἰ προλαβὼν ὁ θεὸς δίκην ἀπῄτησε τὴν ῥίζαν;
καθ' ὅλων οὖν τῶν πρα_γμά^των ταύτην ἐκλάμβανε τὴν θεωρί^α_ν.
καθ' ὅλων οὖν τῶν πραγμάτων ταύτην ἐκλάμβανε τὴν θεωρίαν.
δι^ὰ^ τοῦτο μακροθυμεῖ τοῖς αἰγυπτίοις ἀ^νύποιστα^ βλασφημοῦσι^, δι^ὰ^ τὰ_ς νῦν ἀ^νθούσας ἐκκλησί^α_ς ἐν αἰγύπτῳ, δι^ὰ^ τὰ^ μοναστήρια^ καὶ τοὺς ἀγγελι^κὸν ἐπανῃρημένους βί^ον.
διὰ τοῦτο μακροθυμεῖ τοῖς αἰγυπτίοις ἀνύποιστα βλασφημοῦσι, διὰ τὰς νῦν ἀνθούσας ἐκκλησίας ἐν αἰγύπτῳ, διὰ τὰ μοναστήρια καὶ τοὺς ἀγγελικὸν ἐπανῃρημένους βίον.
καὶ γά^ρ, ὥς φα_σιν οἱ τῶν νόμων τῶν κοινῶν ἔμπειροι, καὶ ὡς οἱ ῥωμαίων παρακελεύονται νόμοι, τὴν κυοφοροῦσα^ν, εἴ ποτε περι^πέσοι πταίσμα^τι^ θα^νά^του δί^κην ἐπάγοντι^, μὴ πρότερον ἀ^ναιρεῖσθαι, πρὶ^ν ἂ^ν τέκῃ τὸ κυοφορούμενον·
καὶ γάρ, ὥς φασιν οἱ τῶν νόμων τῶν κοινῶν ἔμπειροι, καὶ ὡς οἱ ῥωμαίων παρακελεύονται νόμοι, τὴν κυοφοροῦσαν, εἴ ποτε περιπέσοι πταίσματι θανάτου δίκην ἐπάγοντι, μὴ πρότερον ἀναιρεῖσθαι, πρὶν ἂν τέκῃ τὸ κυοφορούμενον·
καὶ μά^λα_ εἰκότως οὐ γὰ^ρ ἐδι^καίωσα^ν οἱ κα^λῶς τεθεικότες τοὺς νόμους συναφανισθῆναι τὸ ἀναμάρτητον τῇ ἁμαρτησάσῃ.
καὶ μάλα εἰκότως οὐ γὰρ ἐδικαίωσαν οἱ καλῶς τεθεικότες τοὺς νόμους συναφανισθῆναι τὸ ἀναμάρτητον τῇ ἁμαρτησάσῃ.
εἰ δὲ οἱ ἀ^νθρώπι^νοι νόμοι φείδονται τῶν μηδὲν ἡμαρτηκότων, ὁ θεὸς οὐ πολλῷ μᾶλλον εἰκότως φυ^λά^ξει τὴν ῥίζαν, τοῖς καρποῖς ταμιευόμενος τὴν ἐκ τῆς μετα^νοία_ς εὐεργεσίαν;
εἰ δὲ οἱ ἀνθρώπινοι νόμοι φείδονται τῶν μηδὲν ἡμαρτηκότων, ὁ θεὸς οὐ πολλῷ μᾶλλον εἰκότως φυλάξει τὴν ῥίζαν, τοῖς καρποῖς ταμιευόμενος τὴν ἐκ τῆς μετανοίας εὐεργεσίαν;
λάβε μοι λοιπὸν καὶ ἐπ' αὐτῶν τῶν ἁ^μα^ρτα^νόντων τὴν ἐκ μετα^νοία_ς εὐεργεσίαν·
λάβε μοι λοιπὸν καὶ ἐπ' αὐτῶν τῶν ἁμαρτανόντων τὴν ἐκ μετανοίας εὐεργεσίαν·
καὶ γὰ^ρ καὶ ἐπὶ^ τούτων ὁ αὐτὸς τῆς φιλανθρωπία_ς ἀποδί^δοται λόγος.
καὶ γὰρ καὶ ἐπὶ τούτων ὁ αὐτὸς τῆς φιλανθρωπίας ἀποδίδοται λόγος.
εἰ προελάμβανεν ἡ δί^κη τὴν δι^όρθωσι^ν, ὁ κόσμος παντελῶς ἀ^πώλλυ^το καὶ δι^εφθείρετο·
εἰ προελάμβανεν ἡ δίκη τὴν διόρθωσιν, ὁ κόσμος παντελῶς ἀπώλλυτο καὶ διεφθείρετο·
εἰ ὀξὺ^ς ἦν πρὸς τι_μωρί^α_ν ὁ θεός, οὐκ ἂ^ν ἐκτήσα^το παῦλον ἡ ἐκκλησί^α_, οὐκ ἐδέχετο τὸν τοιοῦτον καὶ τηλι^κοῦτον.
εἰ ὀξὺς ἦν πρὸς τιμωρίαν ὁ θεός, οὐκ ἂν ἐκτήσατο παῦλον ἡ ἐκκλησία, οὐκ ἐδέχετο τὸν τοιοῦτον καὶ τηλικοῦτον.
δι^ὰ^ τοῦτο οὖν ὑπερέθετο βλασφημοῦντα^, ἵ^να_ δείξῃ μετα^νοοῦντα^.
διὰ τοῦτο οὖν ὑπερέθετο βλασφημοῦντα, ἵνα δείξῃ μετανοοῦντα.
ἡ τοῦ θεοῦ μα^κροθυ_μία_ τὸν διώκτην ἐποίησε κήρυκα^·
ἡ τοῦ θεοῦ μακροθυμία τὸν διώκτην ἐποίησε κήρυκα·
ἡ τοῦ θεοῦ μα^κροθυ_μία_ τὸν λύ^κον μετέβα^λεν εἰς ποιμένα^·
ἡ τοῦ θεοῦ μακροθυμία τὸν λύκον μετέβαλεν εἰς ποιμένα·
ἡ τοῦ θεοῦ μα^κροθυ_μία_ τὸν τελώνην ἐποίησεν εὐαγγελιστήν·
ἡ τοῦ θεοῦ μακροθυμία τὸν τελώνην ἐποίησεν εὐαγγελιστήν·
ἡ τοῦ θεοῦ μα^κροθυ_μία_ πά^ντα^ς ἡμᾶς ἠλέησε, πά^ντα^ς μετέβα^λε, πά^ντα^ς μετέστρεψεν.
ἡ τοῦ θεοῦ μακροθυμία πάντας ἡμᾶς ἠλέησε, πάντας μετέβαλε, πάντας μετέστρεψεν.
ἐὰ^ν ἴ^δῃς τόν ποτε μέθυ^σον νηστευτήν, ἐὰ^ν ἴ^δῃς τόν ποτε βλάσφημον θεολόγον, ἐὰ^ν ἴ^δῃς τόν ποτε αἰσχραῖς ᾠδαῖς τὸ στόμα^ μολύναντα^, νῦν τοῖς θείοις ὕμνοις τὴν ψυ_χὴν κα^θαίροντα^, θαύμαζε τὴν μακροθυμίαν τοῦ θεοῦ καὶ ἐπαίνει τὴν μετάνοια^ν καὶ ἐκ τῆς ἀλλοιώσεως λέγε ἀ^να^λα^βών·
ἐὰν ἴδῃς τόν ποτε μέθυσον νηστευτήν, ἐὰν ἴδῃς τόν ποτε βλάσφημον θεολόγον, ἐὰν ἴδῃς τόν ποτε αἰσχραῖς ᾠδαῖς τὸ στόμα μολύναντα, νῦν τοῖς θείοις ὕμνοις τὴν ψυχὴν καθαίροντα, θαύμαζε τὴν μακροθυμίαν τοῦ θεοῦ καὶ ἐπαίνει τὴν μετάνοιαν καὶ ἐκ τῆς ἀλλοιώσεως λέγε ἀναλαβών·
αὕτη ἡ ἀλλοίωσι^ς τῆς δεξι^ᾶς τοῦ ὑψίστου.
αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου.
ἀγαθὸς μὲν ὁ θεὸς πρὸς πά^ντα^ς, ἐξαιρέτως δὲ τὴν ἑαυτοῦ μακροθυμίαν ἐνδείκνυται πρὸς τοὺς ἁμαρτάνοντα^ς.
ἀγαθὸς μὲν ὁ θεὸς πρὸς πάντας, ἐξαιρέτως δὲ τὴν ἑαυτοῦ μακροθυμίαν ἐνδείκνυται πρὸς τοὺς ἁμαρτάνοντας.
καὶ εἰ βούλει ξένον ἐπα^κοῦσαι λόγον, ξένον μὲν ὅσον εἰς συνήθεια^ν, ἀ^ληθι^νὸν δὲ ὅσον εἰς εὐσέβεια^ν, ἄ^κουσον.
καὶ εἰ βούλει ξένον ἐπακοῦσαι λόγον, ξένον μὲν ὅσον εἰς συνήθειαν, ἀληθινὸν δὲ ὅσον εἰς εὐσέβειαν, ἄκουσον.
βαρὺς ὁ θεὸς παντα^χοῦ φαίνεται τοῖς δι^καίοις, χρηστὸς δὲ τοῖς ἁμαρτωλοῖς, καὶ τα^χὺ^ς εἰς φιλανθρωπίαν·
βαρὺς ὁ θεὸς πανταχοῦ φαίνεται τοῖς δικαίοις, χρηστὸς δὲ τοῖς ἁμαρτωλοῖς, καὶ ταχὺς εἰς φιλανθρωπίαν·
τὸν ἁμαρτάνοντα^ καὶ πεσόντα^ διανίστησι^, καί φησι^ πρὸς αὐτόν·
τὸν ἁμαρτάνοντα καὶ πεσόντα διανίστησι, καί φησι πρὸς αὐτόν·
μὴ ὁ πίπτων οὐκ ἀ^νί^στα^ται;
μὴ ὁ πίπτων οὐκ ἀνίσταται;
ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;
ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;
καὶ ἱνατί ἀπέστρεψεν ἀποστροφὴν ἀ^ναιδῆ ἡ ἀσύ^νετος θυ^γά^τηρ ἰούδα;
καὶ ἱνατί ἀπέστρεψεν ἀποστροφὴν ἀναιδῆ ἡ ἀσύνετος θυγάτηρ ἰούδα;
καὶ πά^λι^ν·
καὶ πάλιν·
ἐπιστράφητε πρός με, καὶ ἐπι^στραφήσομαι πρὸς ὑ_μᾶς.
ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς.
καὶ ἑτέρωθι^ δὲ ὅρκῳ βεβαιοῖ τὴν ἐκ μετα^νοία_ς σωτηρί^α_ν δι^ὰ^ πολλὴν φιλανθρωπίαν.
καὶ ἑτέρωθι δὲ ὅρκῳ βεβαιοῖ τὴν ἐκ μετανοίας σωτηρίαν διὰ πολλὴν φιλανθρωπίαν.
ζῶ γὰ^ρ ἐγώ, λέγει κύ_ρι^ος·
ζῶ γὰρ ἐγώ, λέγει κύριος·
οὐ βούλομαι τὸν θά^να^τον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.
οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.
πρὸς δὲ τὸν δί^καιον λέγει·
πρὸς δὲ τὸν δίκαιον λέγει·
ἐὰ^ν ποιήσῃ ἄνθρωπος πᾶσα^ν δι^καιοσύ^νην καὶ πᾶσα^ν ἀ^λήθεια^ν, καὶ στραφεὶς ἁ^μά^ρτῃ, οὐ μὴ μνησθῶ τῆς δι^καιοσύ^νης αὐτοῦ, ἀλλ' ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθα^νεῖται.
ἐὰν ποιήσῃ ἄνθρωπος πᾶσαν δικαιοσύνην καὶ πᾶσαν ἀλήθειαν, καὶ στραφεὶς ἁμάρτῃ, οὐ μὴ μνησθῶ τῆς δικαιοσύνης αὐτοῦ, ἀλλ' ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται.
ὢ πολλῆς ἀκρι_βεία_ς τῆς πρὸς τὸν δί^καιον·
ὢ πολλῆς ἀκριβείας τῆς πρὸς τὸν δίκαιον·
ὢ πολλῆς δαψιλεία_ς τῆς πρὸς τὸν ἁμαρτάνοντα^.
ὢ πολλῆς δαψιλείας τῆς πρὸς τὸν ἁμαρτάνοντα.
οὕτω δὲ ποικί^λως καὶ δι^α^φόρως μηχα^νᾶται, οὐκ αὐτὸς μετα^βα^λλόμενος, ἀλλὰ^ χρησί^μως μερίζων τῆς ἀγαθότητος αὐτοῦ τὰ_ς οἰκονομί^α_ς.
οὕτω δὲ ποικίλως καὶ διαφόρως μηχανᾶται, οὐκ αὐτὸς μεταβαλλόμενος, ἀλλὰ χρησίμως μερίζων τῆς ἀγαθότητος αὐτοῦ τὰς οἰκονομίας.
καὶ ὅπως, ἄ^κουε.
καὶ ὅπως, ἄκουε.
τὸν ἁμαρτωλὸν καὶ ἐμμένοντα^ ταῖς ἁμαρτί^αις, ἐὰ^ν φοβήσῃ, εἰς ἀπόγνωσι^ν αὐτὸν καὶ ἀ^παγόρευσι^ν τῆς ἐλπί^δος φέρει·
τὸν ἁμαρτωλὸν καὶ ἐμμένοντα ταῖς ἁμαρτίαις, ἐὰν φοβήσῃ, εἰς ἀπόγνωσιν αὐτὸν καὶ ἀπαγόρευσιν τῆς ἐλπίδος φέρει·
τὸν δὲ δί^καιον ἐὰ^ν μακαρίσῃ, χαυνοῖ τῆς ἀ^ρετῆς αὐτοῦ τὸν τόνον, καὶ ὡς ἤδη μακαρισθέντα^, ἀμελεῖν αὐτὸν τῆς σπουδῆς πα^ρα^σκευά^ζει.
τὸν δὲ δίκαιον ἐὰν μακαρίσῃ, χαυνοῖ τῆς ἀρετῆς αὐτοῦ τὸν τόνον, καὶ ὡς ἤδη μακαρισθέντα, ἀμελεῖν αὐτὸν τῆς σπουδῆς παρασκευάζει.
δι^ὰ^ τοῦτο τὸν μὲν ἁμαρτωλὸν ἐλεεῖ, τὸν δὲ δί^καιον φοβεῖ·
διὰ τοῦτο τὸν μὲν ἁμαρτωλὸν ἐλεεῖ, τὸν δὲ δίκαιον φοβεῖ·
φοβερὸς γὰ^ρ ἐπὶ^ πά^ντα^ς τοὺς περικύ^κλῳ αὐτοῦ·
φοβερὸς γὰρ ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ·
καὶ χρηστὸς κύ_ρι^ος τοῖς σύ^μπα_σι^.
καὶ χρηστὸς κύριος τοῖς σύμπασι.
φοβερός φησι^ν ἐστὶ^ν ἐπὶ^ πά^ντα^ς τοὺς περικύ^κλῳ αὐτοῦ.
φοβερός φησιν ἐστὶν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.
καὶ τί^νες ἂ^ν εἶεν, ἀλλ' ἢ οἱ ἅ^γι^οι;
καὶ τίνες ἂν εἶεν, ἀλλ' ἢ οἱ ἅγιοι;
ὁ θεὸς γά^ρ, φησὶ^ν ὁ δαυίδ, ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁ^γί^ων, μέγα^ς καὶ φοβερός ἐστι^ν ἐπὶ^ πά^ντα^ς τοὺς περικύ^κλῳ αὐτοῦ.
ὁ θεὸς γάρ, φησὶν ὁ δαυίδ, ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.
ἐὰ^ν ἴ^δῃ πεσόντα^, ἐκτείνει χεῖρα^ φιλανθρωπία_ς·
ἐὰν ἴδῃ πεσόντα, ἐκτείνει χεῖρα φιλανθρωπίας·
ἐὰ^ν ἴ^δῃ ἑστῶτα^, ἐπά^γει φόβον·
ἐὰν ἴδῃ ἑστῶτα, ἐπάγει φόβον·
καὶ τοῦτο δι^καιοσύ^νης καὶ δικαιοκρισία_ς.
καὶ τοῦτο δικαιοσύνης καὶ δικαιοκρισίας.
τὸν μὲν γὰ^ρ δί^καιον τῷ φόβῳ στηρίζει, τὸν δὲ ἁμαρτωλὸν τῇ φι^λανθρωπί^ᾳ δι^εγείρει.
τὸν μὲν γὰρ δίκαιον τῷ φόβῳ στηρίζει, τὸν δὲ ἁμαρτωλὸν τῇ φιλανθρωπίᾳ διεγείρει.
καὶ θέλεις αὐτοῦ γνῶναι τὴν εὔκαιρον ἀγαθότητα^ καὶ τὴν εὔχρηστον καὶ ἁρμόζουσα^ν ἡμῖν ἀποτομίαν;
καὶ θέλεις αὐτοῦ γνῶναι τὴν εὔκαιρον ἀγαθότητα καὶ τὴν εὔχρηστον καὶ ἁρμόζουσαν ἡμῖν ἀποτομίαν;
πρόσεχε ἀ^κρι_βῶς, μή σε διαφύγῃ τῆς θεωρί^α_ς τὸ μέγεθος·
πρόσεχε ἀκριβῶς, μή σε διαφύγῃ τῆς θεωρίας τὸ μέγεθος·
ἡ ἁμαρτωλὸς ἐκείνη γυ νὴ ἡ μεμα^ρτυ^ρημένη ἐπὶ^ πά^σῃ ἁμαρτίᾳ καὶ ἀνομίᾳ, ἡ τοσαῦτα^ ἁ^μα^ρτήσα_σα^, καὶ τοσούτοις ἁμαρτι^ῶν ἔργοις ἐνεχομένη, δι^ψήσα_σα^ τὴν ἐκ μετα^νοία_ς σωτηρί^α_ν ὑ^πεισῆλθε τῷ συμποσίῳ τῶν ἁ^γί^ων·
ἡ ἁμαρτωλὸς ἐκείνη γυ νὴ ἡ μεμαρτυρημένη ἐπὶ πάσῃ ἁμαρτίᾳ καὶ ἀνομίᾳ, ἡ τοσαῦτα ἁμαρτήσασα, καὶ τοσούτοις ἁμαρτιῶν ἔργοις ἐνεχομένη, διψήσασα τὴν ἐκ μετανοίας σωτηρίαν ὑπεισῆλθε τῷ συμποσίῳ τῶν ἁγίων·
κα^λῶ δὲ συμπόσιον ἁ^γί^ων, ἐπειδὴ πα^ρῆν ὁ ἅγι^ος τῶν ἁ^γί^ων.
καλῶ δὲ συμπόσιον ἁγίων, ἐπειδὴ παρῆν ὁ ἅγιος τῶν ἁγίων.
τοῦ γὰ^ρ σωτῆρος κατακεκλιμένου ἐν τῷ οἴκῳ σίμωνος τοῦ φαρισαίου, ὑ^πεισῆλθεν ἡ γυ^νὴ ἡ ἁμαρτωλὸς ἐκείνη, καὶ τῶν ποδῶν ἥπτετο τοῦ σωτῆρος, καὶ τοῖς δάκρυσι^ν ἀπέπλυνεν αὐτοῦ τοὺς πόδα^ς, καὶ ταῖς θριξὶ^ν ἐξέματτε·
τοῦ γὰρ σωτῆρος κατακεκλιμένου ἐν τῷ οἴκῳ σίμωνος τοῦ φαρισαίου, ὑπεισῆλθεν ἡ γυνὴ ἡ ἁμαρτωλὸς ἐκείνη, καὶ τῶν ποδῶν ἥπτετο τοῦ σωτῆρος, καὶ τοῖς δάκρυσιν ἀπέπλυνεν αὐτοῦ τοὺς πόδας, καὶ ταῖς θριξὶν ἐξέματτε·
καὶ τὴν τοσούτοις κεχωσμένην ἁ^μα^ρτήμα^σι^ διανίστησι^ν ὁ φι^λάνθρωπος, λέγων·
καὶ τὴν τοσούτοις κεχωσμένην ἁμαρτήμασι διανίστησιν ὁ φιλάνθρωπος, λέγων·
ἀ^φέωνται αὐτῆς αἱ ἁμαρτί^αι.
ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι.
οὐ γὰ^ρ πρόκειταί μοι νῦν ἐξετάσαι πᾶσα^ν τὴν ἱστορίαν, ἀλλὰ^ μόνην πα^ρα^γα^γεῖν τὴν μαρτυρίαν.
οὐ γὰρ πρόκειταί μοι νῦν ἐξετάσαι πᾶσαν τὴν ἱστορίαν, ἀλλὰ μόνην παραγαγεῖν τὴν μαρτυρίαν.
ὅρα_ τοίνυ^ν τὴν δαψίλεια^ν·
ὅρα τοίνυν τὴν δαψίλειαν·
οὗ χά^ρι^ν λέγω σοι, ἀφέωνται αὐτῆς αἱ ἁμαρτί^αι αἱ πολλαί, ὅτι^ πολὺ^ ἠγάπησε..
οὗ χάριν λέγω σοι, ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί, ὅτι πολὺ ἠγάπησε..
τοσούτων οὖν ἁ^μα^ρτημά^των ἀμνηστίαν ἐκομί^σα^το ἡ ἁμαρτωλὸς γυ^νή.
τοσούτων οὖν ἁμαρτημάτων ἀμνηστίαν ἐκομίσατο ἡ ἁμαρτωλὸς γυνή.
καὶ μαρία δέ, ἡ ἀ^δελφὴ μωϋσέως, δι^ὰ^ μικρὸν γογγυσμὸν λέπρᾳ καταδικάζεται.
καὶ μαρία δέ, ἡ ἀδελφὴ μωϋσέως, διὰ μικρὸν γογγυσμὸν λέπρᾳ καταδικάζεται.
τοῖς ἁ^μα^ρτά^νουσι^ λέγει·
τοῖς ἁμαρτάνουσι λέγει·
ἐὰ^ν ὦσι^ν αἱ ἁμαρτί^αι ὑ_μῶν ὡς κόκκι^νον, ὡς χιόνα λευκανῶ·
ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς κόκκινον, ὡς χιόνα λευκανῶ·
καὶ μετα^βά^λλει τὸ σκότος εἰς φῶς, τῇ μετα^βολῇ τῆς μετα^νοία_ς, καὶ τοσαύτην κα^κῶν ἀφθονίαν δι^α^λύ_ει τῇ φωνῇ τῆς ἀγαθότητος·
καὶ μεταβάλλει τὸ σκότος εἰς φῶς, τῇ μεταβολῇ τῆς μετανοίας, καὶ τοσαύτην κακῶν ἀφθονίαν διαλύει τῇ φωνῇ τῆς ἀγαθότητος·
πρὸς δὲ τὸν ἐν δι^καιοσύ^νῃ βαδίζοντά^ φησι^ν·
πρὸς δὲ τὸν ἐν δικαιοσύνῃ βαδίζοντά φησιν·
ὃς ἂ_ν εἴπῃ τῷ ἀ^δελφῷ αὐτοῦ, μωρέ, ἔνοχός ἐστι^ τῇ γεέννῃ τοῦ πυ_ρός.
ὃς ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, μωρέ, ἔνοχός ἐστι τῇ γεέννῃ τοῦ πυρός.
ἑνὶ^ ῥήμα^τι^ τοσαύτην ἐπέθηκεν ἀκρίβεια^ν καὶ τοσούτοις ἁ^μα^ρτήμα^σι^ τοσαύτην μετρεῖ τὴν ἀφθονίαν.
ἑνὶ ῥήματι τοσαύτην ἐπέθηκεν ἀκρίβειαν καὶ τοσούτοις ἁμαρτήμασι τοσαύτην μετρεῖ τὴν ἀφθονίαν.
καὶ ἕτερόν μοι σκόπησον θαυμαστόν.
καὶ ἕτερόν μοι σκόπησον θαυμαστόν.
ἐπειδὴ τὰ^ ἁ^μα^ρτήμα^τα^ ὡς ὀφλήμα^τα^ ἀναγρά^φεται, τοῖς μὲν ἁμαρτωλοῖς καὶ τὸ κεφά^λαιον συγχωρεῖ μετα^νοοῦσι^·
ἐπειδὴ τὰ ἁμαρτήματα ὡς ὀφλήματα ἀναγράφεται, τοῖς μὲν ἁμαρτωλοῖς καὶ τὸ κεφάλαιον συγχωρεῖ μετανοοῦσι·
πα^ρὰ^ δὲ τῶν δι^καίων καὶ τόκους ἀ^παιτεῖ.
παρὰ δὲ τῶν δικαίων καὶ τόκους ἀπαιτεῖ.
προσῆλθεν αὐτῷ χρεωφειλέτης πολλῶν τα^λάντων, καὶ ὡς τῇ μετα^νοίᾳ καὶ τῇ πολλῇ ἱκεσίᾳ ἐδυσώπησε τὴν δί^κην, καὶ εἶπε·
προσῆλθεν αὐτῷ χρεωφειλέτης πολλῶν ταλάντων, καὶ ὡς τῇ μετανοίᾳ καὶ τῇ πολλῇ ἱκεσίᾳ ἐδυσώπησε τὴν δίκην, καὶ εἶπε·
κύ_ρι^ε, μακροθύμησον ἐπ' ἐμοί, καὶ πά^ντα^ ἀποδώσω.
κύριε, μακροθύμησον ἐπ' ἐμοί, καὶ πάντα ἀποδώσω.
οὐκ ἀνέμεινε τὴν ἀπόδοσι^ν ὁ φι^λάνθρωπος, ἀλλὰ^ τὴν ἐξομολόγησι^ν λύσιν ἐποίησε τοῦ ὀφλήμα^τος·
οὐκ ἀνέμεινε τὴν ἀπόδοσιν ὁ φιλάνθρωπος, ἀλλὰ τὴν ἐξομολόγησιν λύσιν ἐποίησε τοῦ ὀφλήματος·
τῷ ὀφειλέτῃ τῶν μυ_ρί^ων τα^λάντων πά^ντα^ συνεχώρησε καὶ αὐτὸ τὸ κεφά^λαιον.
τῷ ὀφειλέτῃ τῶν μυρίων ταλάντων πάντα συνεχώρησε καὶ αὐτὸ τὸ κεφάλαιον.