macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
βα^σι^λεῦ, τὰ^ δῶρά^ σου ἀνδρὶ^ ἑτέρῳ δῷς καὶ τὰ^ δόμα^τά^ σου δῷς ἑτέροις·
βασιλεῦ, τὰ δῶρά σου ἀνδρὶ ἑτέρῳ δῷς καὶ τὰ δόματά σου δῷς ἑτέροις·
ἐγὼ δὲ τὴν γραφὴν ἀ^πα^γγελῶ.
ἐγὼ δὲ τὴν γραφὴν ἀπαγγελῶ.
καὶ τί^ς σοι μισθὸς τῆς ἑρμηνεία_ς;
καὶ τίς σοι μισθὸς τῆς ἑρμηνείας;
ἡ πα^ρὰ^ τοῦ θεοῦ μισθαποδοσία.
ἡ παρὰ τοῦ θεοῦ μισθαποδοσία.
μᾶλλον δὲ τοῦτό μοι μισθὸς τῆς ἀ^ληθεία_ς, τὸ ἑρμηνεῦσαι αὐτὴν τὴν ἀ^λήθεια^ν καὶ ἐκδικῆσαι δυσφημουμένην τὴν εὐσέβεια^ν.
μᾶλλον δὲ τοῦτό μοι μισθὸς τῆς ἀληθείας, τὸ ἑρμηνεῦσαι αὐτὴν τὴν ἀλήθειαν καὶ ἐκδικῆσαι δυσφημουμένην τὴν εὐσέβειαν.
καὶ ὅρα τὸ θαυμαστόν τοῦ δι^καίου.
καὶ ὅρα τὸ θαυμαστόν τοῦ δικαίου.
οὐ πρῶτον ἑρμηνεύει τὴν γραφήν, ἀλλὰ^ πρῶτον ἐλέγχει τὴν γνώμην.
οὐ πρῶτον ἑρμηνεύει τὴν γραφήν, ἀλλὰ πρῶτον ἐλέγχει τὴν γνώμην.
καὶ τί^ φησι^ν;
καὶ τί φησιν;
βασιλεῦ, ὁ θεὸς τοῦ οὐρα^νοῦ ἔδωκε βα^σι^λεία_ν καὶ κρά^τος τῷ πατρί^ σου ναβουχοδονόσορ, καὶ τι_μὴν καὶ δόξα^ν προσέθηκεν αὐτῷ.
βασιλεῦ, ὁ θεὸς τοῦ οὐρανοῦ ἔδωκε βασιλείαν καὶ κράτος τῷ πατρί σου ναβουχοδονόσορ, καὶ τιμὴν καὶ δόξαν προσέθηκεν αὐτῷ.
ὁμοίως καὶ σοί ἵ^να_ συντέμω.
ὁμοίως καὶ σοί ἵνα συντέμω.
καὶ ἔδωκέ σοι ὁ θεὸς τὴν βα^σι^λεία_ν καὶ τὴν ἰσχύν, καὶ ἐπελά^θου τοῦ θεοῦ καὶ ἐξήγα^γες αὐτοῦ τὰ^ ἀ^ργυ^ρᾶ καὶ χρυ_σᾶ σκεύη καὶ ἔπι_νες σὺ^ καὶ αἱ γυ^ναῖκές σου καὶ αἱ παλλα^καί σου καὶ αἱ πα^ράκοιτοί σου·
καὶ ἔδωκέ σοι ὁ θεὸς τὴν βασιλείαν καὶ τὴν ἰσχύν, καὶ ἐπελάθου τοῦ θεοῦ καὶ ἐξήγαγες αὐτοῦ τὰ ἀργυρᾶ καὶ χρυσᾶ σκεύη καὶ ἔπινες σὺ καὶ αἱ γυναῖκές σου καὶ αἱ παλλακαί σου καὶ αἱ παράκοιτοί σου·
καὶ τὸν ἔχοντα^ ἐν τῇ χειρὶ^ αὐτοῦ τὴν πνοήν σου οὐκ ηὐλόγησα^ς.
καὶ τὸν ἔχοντα ἐν τῇ χειρὶ αὐτοῦ τὴν πνοήν σου οὐκ ηὐλόγησας.
δι^ὰ^ τοῦτο ἀπεστά^λη ἀ^στρά^γα^λος χειρὸς ἐκ προσώπου αὐτοῦ καὶ ἔγραψεν ἐπὶ^ τοῦ κονιάμα^τος τὴν ἰ^δί^α_ν ἀ^πόφα^σι^ν.
διὰ τοῦτο ἀπεστάλη ἀστράγαλος χειρὸς ἐκ προσώπου αὐτοῦ καὶ ἔγραψεν ἐπὶ τοῦ κονιάματος τὴν ἰδίαν ἀπόφασιν.
καὶ ταῦτα^ τὰ^ ῥήμα^τα^·
καὶ ταῦτα τὰ ῥήματα·
μανή·
μανή·
ἠρίθμησεν ὁ θεὸς τὴν βα^σι^λεία_ν σου καὶ ἐπληρώθη τοῦτο γὰ^ρ ἑρμηνεύει ἡ σύρα γλῶσσα^ καὶ ἡ ἑβραϊκὴ ὁμοίως.
ἠρίθμησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπληρώθη τοῦτο γὰρ ἑρμηνεύει ἡ σύρα γλῶσσα καὶ ἡ ἑβραϊκὴ ὁμοίως.
θεκέλ·
θεκέλ·
ἐστάθμησεν ὁ θεὸς τὴν βα^σι^λεία_ν σου καὶ ηὑρέθη ὑ^στεροῦσα^·
ἐστάθμησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ηὑρέθη ὑστεροῦσα·
φαρές·
φαρές·
δι^ῄρηται ἡ βα^σι^λεία_ σου ἐδόθη μήδοις καὶ πέρσαις.
διῄρηται ἡ βασιλεία σου ἐδόθη μήδοις καὶ πέρσαις.
τότε γὰ^ρ ἦν μόνων βαβυλωνίων ἡ βα^σι^λεία_.
τότε γὰρ ἦν μόνων βαβυλωνίων ἡ βασιλεία.
καὶ ὅρα τὸ θαυμαστόν, πῶς ἔδειξεν ὅτι^ ὁ θεὸς τὰ^ πά^ντα^ ἀ^ρι^θμῷ καὶ σταθμῷ ποιεῖ.
καὶ ὅρα τὸ θαυμαστόν, πῶς ἔδειξεν ὅτι ὁ θεὸς τὰ πάντα ἀριθμῷ καὶ σταθμῷ ποιεῖ.
ἐστάθμησέ φησι^ καὶ ἐπεμέτρησεν.
ἐστάθμησέ φησι καὶ ἐπεμέτρησεν.
οὐδὲν γὰ^ρ παρ' αὐτοῦ ἄ^νευ μέτρου·
οὐδὲν γὰρ παρ' αὐτοῦ ἄνευ μέτρου·
οὐδὲν ἄ^νευ σταθμοῦ, οὐδὲν ἄ^νευ ἀκολουθία_ς, ἀλλὰ^ καὶ δι^καίῳ μέτρῳ τὴν δί^κην ἐπά^γει, καὶ τι_μωρούμενος σταθμῷ τὴν τι_μωρί^α_ν ἀ^νά^λογον δί^δωσι^ τῇ ἁμαρτίᾳ, οὐχ ὑπερβαίνουσα^ν τὴν ἁ^μαρτί^α_ν, ἀλλὰ^ σύμμετρον.
οὐδὲν ἄνευ σταθμοῦ, οὐδὲν ἄνευ ἀκολουθίας, ἀλλὰ καὶ δικαίῳ μέτρῳ τὴν δίκην ἐπάγει, καὶ τιμωρούμενος σταθμῷ τὴν τιμωρίαν ἀνάλογον δίδωσι τῇ ἁμαρτίᾳ, οὐχ ὑπερβαίνουσαν τὴν ἁμαρτίαν, ἀλλὰ σύμμετρον.
δι^ὰ^ τοῦτο ἀ^πειλῶν ποτε ὁ θεὸς τῇ ἰουδαίᾳ, προαναιρεθείσης τῆς σαμαρείας καὶ προαναλωθείσης, λέγει·
διὰ τοῦτο ἀπειλῶν ποτε ὁ θεὸς τῇ ἰουδαίᾳ, προαναιρεθείσης τῆς σαμαρείας καὶ προαναλωθείσης, λέγει·
καὶ ἐκτενῶ ἐπὶ^ τὴν ἱερουσαλὴμ τὰ^ μέτρα^ σαμαρείας καὶ τὰ^ στάθμια^ τοῦ οἴκου ἐφραΐμ, ἀντὶ^ τοῦ·
καὶ ἐκτενῶ ἐπὶ τὴν ἱερουσαλὴμ τὰ μέτρα σαμαρείας καὶ τὰ στάθμια τοῦ οἴκου ἐφραΐμ, ἀντὶ τοῦ·
τὴν αὐτὴν ἐπι^μετρῶ δί^κην τούτοις, ἣν ὑ_στέρησα^ ἐκείνοις.
τὴν αὐτὴν ἐπιμετρῶ δίκην τούτοις, ἣν ὑστέρησα ἐκείνοις.
οὐ γὰ^ρ ἄμετρος ἡ θεία_ δί^κη, ἀλλὰ^ μέτρῳ καὶ κανόνι^ καὶ σταθμῷ κεκα^νόνι^σται, καθὼς ὁ σωτὴρ ἔλεγεν ἐν τοῖς εὐαγγελί^οις·
οὐ γὰρ ἄμετρος ἡ θεία δίκη, ἀλλὰ μέτρῳ καὶ κανόνι καὶ σταθμῷ κεκανόνισται, καθὼς ὁ σωτὴρ ἔλεγεν ἐν τοῖς εὐαγγελίοις·
ᾧ μέτρῳ μετρεῖς, ἀντιμετρηθήσεται.
ᾧ μέτρῳ μετρεῖς, ἀντιμετρηθήσεται.
ἐμέτρησεν οὖν ὁ θεὸς καὶ ἐστάθμησε καὶ δι^εῖλε, καὶ ἐπληρώθη ὁ ἀ^ρι^θμὸς τῆς βα^σι^λεία_ς, φησὶ πρὸς ἐκεῖνον.
ἐμέτρησεν οὖν ὁ θεὸς καὶ ἐστάθμησε καὶ διεῖλε, καὶ ἐπληρώθη ὁ ἀριθμὸς τῆς βασιλείας, φησὶ πρὸς ἐκεῖνον.
καὶ τί^ μετὰ^ τὴν τοσαύτην ἀ^πόφα^σι^ν;
καὶ τί μετὰ τὴν τοσαύτην ἀπόφασιν;
λύσιν εὐθέως ἐπήγαγε τῆς ἀποφάσεως.
λύσιν εὐθέως ἐπήγαγε τῆς ἀποφάσεως.
καὶ νῦν, βασιλεῦ, ἡ βουλή μου ἀ^ρεσά^τω σοι καὶ τὰ_ς ἁ^μαρτί^α_ς σου λύτρωσαι ἐν ἐλεημοσύνῃ καὶ τὴν ἀσέβειά^ν σου οἰκτιρμοῖς πενήτων, μήποτε ἵ_λεως γένηται τοῖς παραπτώμασί^ σου ὁ θεός.
καὶ νῦν, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι καὶ τὰς ἁμαρτίας σου λύτρωσαι ἐν ἐλεημοσύνῃ καὶ τὴν ἀσέβειάν σου οἰκτιρμοῖς πενήτων, μήποτε ἵλεως γένηται τοῖς παραπτώμασί σου ὁ θεός.
ὁρᾷς ὅσον ἰσχύ_ει ἐλεημοσύνη, ὅσον δύ^να^ται φι^λανθρωπί^α_, ὅσον ἐργάζεται δι^καιοσύ^νης ἔργον ὁ περὶ^ πένητα^ς ἔλεος;
ὁρᾷς ὅσον ἰσχύει ἐλεημοσύνη, ὅσον δύναται φιλανθρωπία, ὅσον ἐργάζεται δικαιοσύνης ἔργον ὁ περὶ πένητας ἔλεος;
παρῄνεσεν ὁ προφήτης, ὡς εἴ γε ὑ^πήκουσεν ὁ πα^ρά^νομος, ἠκολούθησεν ἀντὶ^ ἐπαγγελία_ς ἡ χά^ρι^ς.
παρῄνεσεν ὁ προφήτης, ὡς εἴ γε ὑπήκουσεν ὁ παράνομος, ἠκολούθησεν ἀντὶ ἐπαγγελίας ἡ χάρις.
ἀλλ' ἡ μὲν χά^ρι^ς ἥπλωτο, ἡ δὲ γνώμη τὴν δι^όρθωσι^ν οὐκ ἐδέχετο.
ἀλλ' ἡ μὲν χάρις ἥπλωτο, ἡ δὲ γνώμη τὴν διόρθωσιν οὐκ ἐδέχετο.
οὕτως ἰσχυ_ρὸν περὶ^ τοὺς πένητα^ς ἡ φι^λανθρωπί^α_.
οὕτως ἰσχυρὸν περὶ τοὺς πένητας ἡ φιλανθρωπία.
περιεῖλεν ἡ ἐλεημοσύνη σχῆμα^ αἰχμά^λωτον ἐκ τῆς ἀ^γορᾶ_ς·
περιεῖλεν ἡ ἐλεημοσύνη σχῆμα αἰχμάλωτον ἐκ τῆς ἀγορᾶς·
περι^αιρεθήσεται σχῆμα^ αἰχμαλωσία_ς ἐκ πά_σης τῆς γῆς.
περιαιρεθήσεται σχῆμα αἰχμαλωσίας ἐκ πάσης τῆς γῆς.
εἶδες τὴν ἀγορὰν γέμουσα^ν αἰχμα^λώτων καὶ συ^νέστειλα^ς τὴν ὄψι^ν τῆς ἀηδία_ς.
εἶδες τὴν ἀγορὰν γέμουσαν αἰχμαλώτων καὶ συνέστειλας τὴν ὄψιν τῆς ἀηδίας.
συστελεῖ ὁ θεὸς τὴν δί^κην τῆς τι_μωρί^α_ς, τὴν κα^τὰ^ τῶν ἁ^μα^ρτημά^των ἐπα^γομένην.
συστελεῖ ὁ θεὸς τὴν δίκην τῆς τιμωρίας, τὴν κατὰ τῶν ἁμαρτημάτων ἐπαγομένην.
οὐ γὰ^ρ ἄδι^κος ὁ θεός, ἐπι^λαθέσθαι τῶν ψυ_χῶν τῶν ἀ^δίκως ἀ^νῃρημένων, οὐ δὲ τοῦ αἵμα^τος τοῦ ἀ^δίκως ἐκκεχυμένου.
οὐ γὰρ ἄδικος ὁ θεός, ἐπιλαθέσθαι τῶν ψυχῶν τῶν ἀδίκως ἀνῃρημένων, οὐ δὲ τοῦ αἵματος τοῦ ἀδίκως ἐκκεχυμένου.
ἀ^νῃρέθησα^ν οἱ ἅ^γι^οι, ἀλλ' ὑ^πὲρ εὐσεβεία_ς ἀπέθα^νον.
ἀνῃρέθησαν οἱ ἅγιοι, ἀλλ' ὑπὲρ εὐσεβείας ἀπέθανον.
μὴ γά^ρ μοι προσχῇς τῷ σχήμα^τι^ τῆς αἰχμαλωσία_ς καὶ τοῦ πολέμου, ἀλλ' ὅτι^ ὑ^πὲρ σωφροσύνης τὸν ἀ^γῶνα^ δεξά^μενοι, πολλοὶ τὸν θά^να^τον ὑπέμεινα^ν, πολλαὶ παρθένοι ἐν εὐκαίρῳ καιρῷ, ὡς ἐν καιρῷ δι^ωγμοῦ ἐστέφθησα^ν καὶ ψυ_χαὶ πολλαὶ δι' αὐτῶν ἐπολεμήθησα^ν.
μὴ γάρ μοι προσχῇς τῷ σχήματι τῆς αἰχμαλωσίας καὶ τοῦ πολέμου, ἀλλ' ὅτι ὑπὲρ σωφροσύνης τὸν ἀγῶνα δεξάμενοι, πολλοὶ τὸν θάνατον ὑπέμειναν, πολλαὶ παρθένοι ἐν εὐκαίρῳ καιρῷ, ὡς ἐν καιρῷ διωγμοῦ ἐστέφθησαν καὶ ψυχαὶ πολλαὶ δι' αὐτῶν ἐπολεμήθησαν.
καὶ μὴ νομί^σῃς ἀ^ναξί^ους εἶναι θεοῦ, ὧν τὰ^ αἵμα^τα^ ἐξεχύθη.
καὶ μὴ νομίσῃς ἀναξίους εἶναι θεοῦ, ὧν τὰ αἵματα ἐξεχύθη.
ἀρχαῖον τοῦτο εἶδός ἐστι^ν ἱ^στορί^α_ς ἀεὶ ὁ θεὸς τοὺς ἁ^γί^ους τοῖς κι^νδύ_νοις ἐκδίδωσι^ν ἵ^να_ δι' ἐκείνων δειχθῇ τῆς εὐσεβεία_ς ἡ δύ^να^μι^ς.
ἀρχαῖον τοῦτο εἶδός ἐστιν ἱστορίας ἀεὶ ὁ θεὸς τοὺς ἁγίους τοῖς κινδύνοις ἐκδίδωσιν ἵνα δι' ἐκείνων δειχθῇ τῆς εὐσεβείας ἡ δύναμις.
μή τι^ς λεγέτω·
μή τις λεγέτω·
ἆρ' οὖν, εἰ ἦσα^ν ὅσιοι, ἀ^νῃροῦντο;
ἆρ' οὖν, εἰ ἦσαν ὅσιοι, ἀνῃροῦντο;
εἰ ἦσα^ν τῷ θεῷ μεμελημένοι, τοσαύτην ὑπέμενον πόρθησι^ν;
εἰ ἦσαν τῷ θεῷ μεμελημένοι, τοσαύτην ὑπέμενον πόρθησιν;
ὁ θεός, εἰσήλθοσα^ν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμία_να^ν τὸν να_όν.
ὁ θεός, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναόν.
καὶ οὐχ ἁπλῶς τὸν να_όν, ἀλλὰ^ τὸ ἅ^γι^όν σου·
καὶ οὐχ ἁπλῶς τὸν ναόν, ἀλλὰ τὸ ἅγιόν σου·
ἔθεντο ἱερουσαλὴμ εἰς ὀπωροφυ^λάκιον·
ἔθεντο ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον·
ἔθεντο τὰ^ θνησιμαῖα^ τῶν δούλων σου βρώμα^τα^ τοῖς πετεινοῖς τοῦ οὐρα^νοῦ, τὰ_ς σά^ρκα^ς τῶν ὁσί^ων σου τοῖς θηρί^οις τῆς γῆς.
ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς.
εἰ οὗτοι ὡς ἀ^νάξιοι εὐσεβεία_ς πα^ρεδόθησα^ν, ἐκεῖνοι πῶς πα^ρεδόθησα^ν, εἰ ταῦτα^ νῦν πάσχουσί^ τι^νες ὡς ἀ^νάξιοι, πῶς τὰ^ αὐτὰ^ καὶ οἱ πρὶ^ν ἔπασχον ἅ^γι^οι;
εἰ οὗτοι ὡς ἀνάξιοι εὐσεβείας παρεδόθησαν, ἐκεῖνοι πῶς παρεδόθησαν, εἰ ταῦτα νῦν πάσχουσί τινες ὡς ἀνάξιοι, πῶς τὰ αὐτὰ καὶ οἱ πρὶν ἔπασχον ἅγιοι;
εἰ δὲ ὁ αὐτὸς συγχωρῶν τὰ^ πά^ντα^ πρὸς τὸ συμφέρον οἰκονομεῖ, καὶ δι^ὰ^ τῶν ἁ^γί^ων ἀναστέλλεται τὴν ῥύμην τῆς ἁ^μαρτί^α_ς, οὐδὲν ἄδι^κον οὐδα^μοῦ τῶν πα^ρὰ^ τῆς θεία_ς δυ^νά^μεως συγχωρουμένων.
εἰ δὲ ὁ αὐτὸς συγχωρῶν τὰ πάντα πρὸς τὸ συμφέρον οἰκονομεῖ, καὶ διὰ τῶν ἁγίων ἀναστέλλεται τὴν ῥύμην τῆς ἁμαρτίας, οὐδὲν ἄδικον οὐδαμοῦ τῶν παρὰ τῆς θείας δυνάμεως συγχωρουμένων.
ταῦτα συγχωρεῖ ὁ θεὸς εἰς τὸ γυμνασθῆναι ἡμῶν τὰ_ς γνώμα_ς, καὶ ὑ^φί^στα^νται δί^καιοι πολλά^κι^ς τὸν ὑ^πὲρ τῶν ἀδί^κων θά^να^τον.
ταῦτα συγχωρεῖ ὁ θεὸς εἰς τὸ γυμνασθῆναι ἡμῶν τὰς γνώμας, καὶ ὑφίστανται δίκαιοι πολλάκις τὸν ὑπὲρ τῶν ἀδίκων θάνατον.
ἔχεις πα^λαιὰ_ν ἀκολουθίαν δι^ὰ^ τῶν ἀρχαίων ἱ^στορι^ῶν.
ἔχεις παλαιὰν ἀκολουθίαν διὰ τῶν ἀρχαίων ἱστοριῶν.
ἀποφαίνεται ὁ θεὸς κα^τὰ^ τοῦ ἀδὰμ λέγων·
ἀποφαίνεται ὁ θεὸς κατὰ τοῦ ἀδὰμ λέγων·
γῆ εἶ καὶ εἰς γῆν ἀ^πελεύσῃ.
γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.
καὶ ὁ μὲν τὴν ἀ^πόφα^σι^ν δεχόμενος ἐν ζῶσι^ν ἐξητάζετο, ὁ δὲ μηδὲν ἡμαρτηκὼς ἄβελ ἐσφάττετο·
καὶ ὁ μὲν τὴν ἀπόφασιν δεχόμενος ἐν ζῶσιν ἐξητάζετο, ὁ δὲ μηδὲν ἡμαρτηκὼς ἄβελ ἐσφάττετο·
καὶ ὁ ὑπόδι^κος ζωῆς ἀπήλαυε καὶ ὁ δί^καιος θα^νά^τῳ ὑ^πεβάλλετο.
καὶ ὁ ὑπόδικος ζωῆς ἀπήλαυε καὶ ὁ δίκαιος θανάτῳ ὑπεβάλλετο.
καὶ τοῦτο χρησί^μως.
καὶ τοῦτο χρησίμως.
ἐπειδὴ γὰ^ρ ἀπεφήνατο ὁ θεὸς κα^τὰ^ τοῦ ἀδὰμ ὅτι^·
ἐπειδὴ γὰρ ἀπεφήνατο ὁ θεὸς κατὰ τοῦ ἀδὰμ ὅτι·
ᾗ ἂ_ν ἡμέρᾳ φά^γῃς, θα^νά^τῳ ἀποθα^νῇ.
ᾗ ἂν ἡμέρᾳ φάγῃς, θανάτῳ ἀποθανῇ.
οὐκ ἔδωκε τῷ θα^νά^τῳ ἐξουσί^α_ν τοῦ ὑποδί^κου πρῶτον ἅψασθαι, ἵ^να_ μὴ ἀ^ληθεῖς καὶ ἀ^σφα^λεῖς λά^βῃ τὰ_ς νομὰ_ς κατὰ τοῦ γένους ἡμῶν ὁ θά^να^τος.
οὐκ ἔδωκε τῷ θανάτῳ ἐξουσίαν τοῦ ὑποδίκου πρῶτον ἅψασθαι, ἵνα μὴ ἀληθεῖς καὶ ἀσφαλεῖς λάβῃ τὰς νομὰς κατὰ τοῦ γένους ἡμῶν ὁ θάνατος.
εἰ γὰ^ρ τῶν πα^ρανομησάντων πρῶτον ἥψα^το, ἦν ἂ^ν ἀμετάστατος καὶ ἀμετανόητος ἡ τι_μωρί^α_.
εἰ γὰρ τῶν παρανομησάντων πρῶτον ἥψατο, ἦν ἂν ἀμετάστατος καὶ ἀμετανόητος ἡ τιμωρία.
ἀλλ' εἰσῆλθεν ἀπ' ἀ^δι^κί^α_ς, ἵ^να_ ἐξορισθῇ διὰ δι^καιοσύ^νης.
ἀλλ' εἰσῆλθεν ἀπ' ἀδικίας, ἵνα ἐξορισθῇ διὰ δικαιοσύνης.
ἀνῃρέθησαν δί^καιοι, ἀλλ' οὐκ ἐσβέσθησα^ν.
ἀνῃρέθησαν δίκαιοι, ἀλλ' οὐκ ἐσβέσθησαν.
εἰς μνημόσυ^νον γὰ^ρ αἰώνι^ον ἔσται δί^καιος.
εἰς μνημόσυνον γὰρ αἰώνιον ἔσται δίκαιος.
αἵματα ἐξεχύθη δι^καίων, ἀλλ' ὁ θεὸς τοὺς παραδοθέντας ὡς εὐτελεῖς, τούτους ὡς υἱοὺς κα^λεῖ καὶ ὡς υἱοὺς ἐκδικεῖ.
αἵματα ἐξεχύθη δικαίων, ἀλλ' ὁ θεὸς τοὺς παραδοθέντας ὡς εὐτελεῖς, τούτους ὡς υἱοὺς καλεῖ καὶ ὡς υἱοὺς ἐκδικεῖ.
ὅτι^ δὲ οἱ ἀ^νῃρημένοι ἁπλῶς ὑ^πὸ ἐχθρῶν υἱοὶ θεοῦ λέγονται, καὶ ὡς υἱοὶ τὴν ἐκδίκησι^ν δέχονται, ἐγγυᾶταί μου τὸν λόγον ὁ μα^κά^ριος μωϋσῆς.
ὅτι δὲ οἱ ἀνῃρημένοι ἁπλῶς ὑπὸ ἐχθρῶν υἱοὶ θεοῦ λέγονται, καὶ ὡς υἱοὶ τὴν ἐκδίκησιν δέχονται, ἐγγυᾶταί μου τὸν λόγον ὁ μακάριος μωϋσῆς.
τί^ γά^ρ φησι^ διὰ τῆς ᾠδῆς;
τί γάρ φησι διὰ τῆς ᾠδῆς;
εὐφράνθητε ἔθνη μετὰ^ τοῦ λα_οῦ αὐτοῦ καὶ προσκυνησάτωσα^ν αὐτὸν πάντες ἄγγελοι αὐτοῦ, ὅτι^ τὸ αἷμα^ τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται.
εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ προσκυνησάτωσαν αὐτὸν πάντες ἄγγελοι αὐτοῦ, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται.
εἰ υἱοὶ θεοῦ, πῶς ἀνῃρέθησαν ὑ^πὸ τῶν ἐνα^ντί^ων;
εἰ υἱοὶ θεοῦ, πῶς ἀνῃρέθησαν ὑπὸ τῶν ἐναντίων;
ὁρᾷς ὅτι^ συγχωρεῖ ὁ θεὸς δι^καίους ἀ^ναιρεῖσθαι εἰς δόκησι^ν εὐσεβεία_ς·
ὁρᾷς ὅτι συγχωρεῖ ὁ θεὸς δικαίους ἀναιρεῖσθαι εἰς δόκησιν εὐσεβείας·
καὶ οὐ βεβί^α^σται τὸ ῥῆμα^, ἵ^να_ βεβαιώσῃ τὸ φρόνημα^.
καὶ οὐ βεβίασται τὸ ῥῆμα, ἵνα βεβαιώσῃ τὸ φρόνημα.
εὐφράνθητε οὐρανοί, ὅτι^ τὸ αἷμα^ τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται.
εὐφράνθητε οὐρανοί, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται.
πα^ρεδόθησα^ν ὡς ἀ^λλότρι^οι καὶ ἐκδικοῦνται ὡς υἱοί.
παρεδόθησαν ὡς ἀλλότριοι καὶ ἐκδικοῦνται ὡς υἱοί.
τὸ γυμνά^σιον τῆς εὐσεβεία_ς μαρτύριόν ἐστι^ προφα^νὲς καὶ ὡμολογημένον.
τὸ γυμνάσιον τῆς εὐσεβείας μαρτύριόν ἐστι προφανὲς καὶ ὡμολογημένον.
καὶ ὅπως ἄκουε καὶ σκόπησον, παρακαλῶ, βα^θύ_να_ς πρὸς ἀκρόασι^ν τὴν ἔννοια^ν.
καὶ ὅπως ἄκουε καὶ σκόπησον, παρακαλῶ, βαθύνας πρὸς ἀκρόασιν τὴν ἔννοιαν.
ἐπὶ^ βήμα^τος ἑκάστῳ μάρτυρι^ τί^ ἕτερον προτείνεται ἢ θεὸν ἀρνήσασθαι;
ἐπὶ βήματος ἑκάστῳ μάρτυρι τί ἕτερον προτείνεται ἢ θεὸν ἀρνήσασθαι;
καὶ πρὸς ταύτην τὴν πρότασι^ν ἀγωνι^σά^μενος, ὁμολογούμενον καὶ ἀναντίρρητον δέχεται τὸν στέφα^νον τοῦ μαρτυρί^ου.
καὶ πρὸς ταύτην τὴν πρότασιν ἀγωνισάμενος, ὁμολογούμενον καὶ ἀναντίρρητον δέχεται τὸν στέφανον τοῦ μαρτυρίου.
ἐπὶ δὲ τῶν νῦν ἀ^νῃρημένων ἁ^γί^ων οὐκ ἦν δι^καστὴς δι^κά^ζων, ἀλλ' ἡ συ^νείδησι^ς.
ἐπὶ δὲ τῶν νῦν ἀνῃρημένων ἁγίων οὐκ ἦν δικαστὴς δικάζων, ἀλλ' ἡ συνείδησις.
πολλοὶ ἔσθ' ὅτε οὐκ γὰ^ρ κα^τα^κρί_νω, ἀλλὰ^ τοὺς ἀ^νθρωπί^νους λογισμοὺς ἀναξαίνω.
πολλοὶ ἔσθ' ὅτε οὐκ γὰρ κατακρίνω, ἀλλὰ τοὺς ἀνθρωπίνους λογισμοὺς ἀναξαίνω.
πα^ρέβησα^ν ἐν δι^α^νοίᾳ.
παρέβησαν ἐν διανοίᾳ.
οἷον εἴ τι^ς ἐν θλίψει εἶπε·
οἷον εἴ τις ἐν θλίψει εἶπε·
ποῦ ὁ θεὸς ᾧ ἐλάτρευον;
ποῦ ὁ θεὸς ᾧ ἐλάτρευον;
ἐκεῖ κλυδὼν ἦν καὶ χειμών, καὶ τὸ σκά^φος ἐκι^νδύ_νευσεν.
ἐκεῖ κλυδὼν ἦν καὶ χειμών, καὶ τὸ σκάφος ἐκινδύνευσεν.
εἰ δέ τι^ς ἐν τοῖς χειμῶσι^ ἐξεταζόμενος ἐκείνοις πά^λι^ν ἀνένηψε καὶ εἶπεν·
εἰ δέ τις ἐν τοῖς χειμῶσι ἐξεταζόμενος ἐκείνοις πάλιν ἀνένηψε καὶ εἶπεν·
μὴ γὰ^ρ ἐνταῦθά^ μοι περιώρισται τὰ^ τῆς ζωῆς;
μὴ γὰρ ἐνταῦθά μοι περιώρισται τὰ τῆς ζωῆς;
μὴ γὰ^ρ τὰ^ τῆς γῆς ἀνέμενον ἀ^γα^θά^;
μὴ γὰρ τὰ τῆς γῆς ἀνέμενον ἀγαθά;
οὐ βα^σι^λεία_ν ἐξεδεχόμην;
οὐ βασιλείαν ἐξεδεχόμην;
οὐκ ἀνάστασι^ν νεκρῶν προσεδόκων;
οὐκ ἀνάστασιν νεκρῶν προσεδόκων;
οὐ τὴν μετ' ἀγγέλων δι^αγωγήν;
οὐ τὴν μετ' ἀγγέλων διαγωγήν;
οὐ τὴν ἀγήρω ζωήν;
οὐ τὴν ἀγήρω ζωήν;
τί τοίνυ^ν ἀδι^κεῖ με θά^να^τος ἔχοντα^ αἰώνια^ ἀ^γα^θά^;
τί τοίνυν ἀδικεῖ με θάνατος ἔχοντα αἰώνια ἀγαθά;
οὐ ταράττομαι πρὸς τὰ^ πρόσκαιρα^.
οὐ ταράττομαι πρὸς τὰ πρόσκαιρα.
ἐκδέχομαι γὰ^ρ τὰ^ αἰώνια^.
ἐκδέχομαι γὰρ τὰ αἰώνια.
ὁ ταῦτα ἐν τῇ δι^α^νοίᾳ βασανίσας, ἔσχε δικαστὴν τὸν θεὸν τῆς δι^α^νοία_ς.
ὁ ταῦτα ἐν τῇ διανοίᾳ βασανίσας, ἔσχε δικαστὴν τὸν θεὸν τῆς διανοίας.