macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
πῶς ἐν τῇ ἐρήμῳ οἱ ὄφεις ἔδακνόν σου τοὺς προγόνους, εἰκόνα^ δὲ ὄφεως χαλκῆν ποιήσα_ς μωϋσῆς ἀνεσταύρωσε καὶ εἶπε· | πῶς ἐν τῇ ἐρήμῳ οἱ ὄφεις ἔδακνόν σου τοὺς προγόνους, εἰκόνα δὲ ὄφεως χαλκῆν ποιήσας μωϋσῆς ἀνεσταύρωσε καὶ εἶπε· |
πᾶς ὁ δηχθεὶς ὑ^πὸ τοῦ ὄφεως προσεχέτω τῷ ὄφει καὶ σωθήσεται; | πᾶς ὁ δηχθεὶς ὑπὸ τοῦ ὄφεως προσεχέτω τῷ ὄφει καὶ σωθήσεται; |
καὶ τί^, φησί^, τοῦτο πρὸς τὸ προκείμενον; | καὶ τί, φησί, τοῦτο πρὸς τὸ προκείμενον; |
ἀλλὰ^ καὶ σφόδρα^ οἰκειότατον. | ἀλλὰ καὶ σφόδρα οἰκειότατον. |
ἢ οὐκ ἤκουσα^ς τοῦ θεοῦ λέγοντος· | ἢ οὐκ ἤκουσας τοῦ θεοῦ λέγοντος· |
ἐπικατάρατος σὺ^ ἀ^πὸ πάντων τῶν θηρί^ων τῆς γῆς; | ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς; |
πῶς οὖν ἡ εἰκὼν τοῦ ἐπι^καταρά^του ζωὴν ἤνεγκε τοῖς ὑ_μετέροις προγόνοις; | πῶς οὖν ἡ εἰκὼν τοῦ ἐπικαταράτου ζωὴν ἤνεγκε τοῖς ὑμετέροις προγόνοις; |
ἀναλαμβάνω τὸ ῥῆμα^, ἵ^να_ στήσω τὸ νόημα^. | ἀναλαμβάνω τὸ ῥῆμα, ἵνα στήσω τὸ νόημα. |
εἰ ἄπορόν σοι νομίζεται τοῦ ἐπι^καταρά^του εὐλογίαν πηγάσαι ἐπικατάρατος γὰ^ρ πᾶς ὁ κρεμά^μενος ἐπὶ^ ξύ^λου. | εἰ ἄπορόν σοι νομίζεται τοῦ ἐπικαταράτου εὐλογίαν πηγάσαι ἐπικατάρατος γὰρ πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. |
πῶς ἡ εἰκὼν τοῦ ὄφεως τοῦ ἐπι^καταρά^του, ὃς ἤκουσεν· | πῶς ἡ εἰκὼν τοῦ ὄφεως τοῦ ἐπικαταράτου, ὃς ἤκουσεν· |
ἐπικατάρατος σὺ^ ἀ^πὸ πάντων τῶν θηρί^ων, ἤνεγκε τῷ λα_ῷ ἐν συμφορᾷ κειμένῳ τὴν σωτηρί^α_ν; | ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων, ἤνεγκε τῷ λαῷ ἐν συμφορᾷ κειμένῳ τὴν σωτηρίαν; |
ἆρα οὐκ ἦν ἀξιοπιστότερον εἰπεῖν· | ἆρα οὐκ ἦν ἀξιοπιστότερον εἰπεῖν· |
ἐάν τι^ς ὑ_μῶν δηχθῇ, ἀ^να^βλέψῃ εἰς τὸν οὐρα^νὸν ἄ^νω ἐπὶ^ τὸν θεὸν καὶ σωθήσεται; | ἐάν τις ὑμῶν δηχθῇ, ἀναβλέψῃ εἰς τὸν οὐρανὸν ἄνω ἐπὶ τὸν θεὸν καὶ σωθήσεται; |
ἵ^να_ δὲ τὸ προσέχειν οὐρα^νῷ πα^ρα^λί^πῃ, οὐκ ἠδύνατο εἰπεῖν· | ἵνα δὲ τὸ προσέχειν οὐρανῷ παραλίπῃ, οὐκ ἠδύνατο εἰπεῖν· |
ἐάν τι^ς δηχθῇ, ἀ^να^βλέψῃ εἰς τὴν λυχνίαν τοῦ φωτὸς καὶ σωθήσεται; | ἐάν τις δηχθῇ, ἀναβλέψῃ εἰς τὴν λυχνίαν τοῦ φωτὸς καὶ σωθήσεται; |
ἢ ἀποβλέψῃ εἰς τὴν τράπεζα^ν τῆς προθέσεως τῶν ἁ^γί^ων ἄρτων καὶ σωθήσεται; | ἢ ἀποβλέψῃ εἰς τὴν τράπεζαν τῆς προθέσεως τῶν ἁγίων ἄρτων καὶ σωθήσεται; |
ἢ εἰς τὸ θυ^σιαστήριον ἢ εἰς τὸ καταπέτασμα^ ἢ εἰς τὴν κι_βωτὸν ἢ εἰς τὴν εἰκόνα^ τῶν χερουβὶμ ἢ εἰς τὸ ἱλαστήριον; | ἢ εἰς τὸ θυσιαστήριον ἢ εἰς τὸ καταπέτασμα ἢ εἰς τὴν κιβωτὸν ἢ εἰς τὴν εἰκόνα τῶν χερουβὶμ ἢ εἰς τὸ ἱλαστήριον; |
ἀλλ' οὐδὲν τούτων εἰσήγαγεν ὁ νομοθέτης ὁ μέγα^ς, ἀλλὰ^ μόνην ἔπηξε τοῦ σταυροῦ τὴν εἰκόνα^ καὶ ταύτην δι^ὰ^ τοῦ ἐπι^καταρά^του ὄφεως. | ἀλλ' οὐδὲν τούτων εἰσήγαγεν ὁ νομοθέτης ὁ μέγας, ἀλλὰ μόνην ἔπηξε τοῦ σταυροῦ τὴν εἰκόνα καὶ ταύτην διὰ τοῦ ἐπικαταράτου ὄφεως. |
δι^ὰ^ τί^ οὖν, ὦ ἰουδαῖε, ταῦτα^ ποιεῖ μωϋσῆς; | διὰ τί οὖν, ὦ ἰουδαῖε, ταῦτα ποιεῖ μωϋσῆς; |
δι^ὰ^ τί^ χωνεύει ὄφιν ὁ λέγων δι^ὰ^ τοῦ νόμου· | διὰ τί χωνεύει ὄφιν ὁ λέγων διὰ τοῦ νόμου· |
οὐ ποιήσεις γλυπτὸν οὐ δὲ χωνευτόν; | οὐ ποιήσεις γλυπτὸν οὐ δὲ χωνευτόν; |
ἀλλὰ^ τί^ ταῦτα^ πρὸς τὸν ἀγνώμονα^ φθέγγομαι; | ἀλλὰ τί ταῦτα πρὸς τὸν ἀγνώμονα φθέγγομαι; |
αὐτὸν ἐρωτῶ τὸν νομοθέτην· | αὐτὸν ἐρωτῶ τὸν νομοθέτην· |
εἰπέ μοι, ὦ πιστότατε τοῦ θεοῦ θερά^πων, ὃ ἀ^παγορεύεις ποιεῖς; | εἰπέ μοι, ὦ πιστότατε τοῦ θεοῦ θεράπων, ὃ ἀπαγορεύεις ποιεῖς; |
ὃ ἀνα^τρέπεις πα^ρα^σκευά^ζεις; | ὃ ἀνατρέπεις παρασκευάζεις; |
ὁ λέγων· | ὁ λέγων· |
οὐ ποιήσεις γλυπτόν, οὐ δὲ χωνευτόν, σὺ^ χωνεύεις καὶ γλύ^φεις ὄφιν; | οὐ ποιήσεις γλυπτόν, οὐ δὲ χωνευτόν, σὺ χωνεύεις καὶ γλύφεις ὄφιν; |
ἀλλ' ἐκεῖνα^ μὲν ἐνομοθέτησα^, φησί^ν, ἵ^να_ τὰ_ς ὕ_λα_ς ἐκκόψω τῆς ἀ^σεβεία_ς καὶ τὸν λα_ὸν τοῦτον ἀ^πα^γά^γω πά_σης εἰδωλολατρεία_ς. | ἀλλ' ἐκεῖνα μὲν ἐνομοθέτησα, φησίν, ἵνα τὰς ὕλας ἐκκόψω τῆς ἀσεβείας καὶ τὸν λαὸν τοῦτον ἀπαγάγω πάσης εἰδωλολατρείας. |
νυνὶ δὲ χωνεύω τὸν ὄφιν, ἵ^να_ προτυπώσω τὴν εἰκόνα^ τῆς τοῦ σταυροῦ οἰκονομί^α_ς. | νυνὶ δὲ χωνεύω τὸν ὄφιν, ἵνα προτυπώσω τὴν εἰκόνα τῆς τοῦ σταυροῦ οἰκονομίας. |
προομαλίζω τὸν δρόμον τοῖς ἀ^ποστόλοις· | προομαλίζω τὸν δρόμον τοῖς ἀποστόλοις· |
προγυμνάζω τὸ μέγα^ καὶ ξένον ἐκεῖνο τὸ τοῦ σταυροῦ σύμβολον. | προγυμνάζω τὸ μέγα καὶ ξένον ἐκεῖνο τὸ τοῦ σταυροῦ σύμβολον. |
ὅτι^ δὲ οὐ βεβι^α^σμένος ὁ λόγος, ἄ^κουε τοῦ κυ_ρί^ου τὴν εἰκόνα^ τὴν ἀρχαία_ν ἐκείνην βεβαιοῦντος καὶ εἰς ἑαυτὸν ἀναλαμβάνοντος. | ὅτι δὲ οὐ βεβιασμένος ὁ λόγος, ἄκουε τοῦ κυρίου τὴν εἰκόνα τὴν ἀρχαίαν ἐκείνην βεβαιοῦντος καὶ εἰς ἑαυτὸν ἀναλαμβάνοντος. |
νικοδήμῳ γά^ρ τι^νι^ ἰουδαίων ἄ^ρχοντι^ δι^α^λεγόμενος ὡς διδασκά^λῳ τοῦ λα_οῦ καὶ συ^νι_έναι δυ^να^μένῳ τῆς οἰκονομί^α_ς τὴν θεωρί^α_ν, φησί^· | νικοδήμῳ γάρ τινι ἰουδαίων ἄρχοντι διαλεγόμενος ὡς διδασκάλῳ τοῦ λαοῦ καὶ συνιέναι δυναμένῳ τῆς οἰκονομίας τὴν θεωρίαν, φησί· |
καὶ κα^θὼς μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵ^να_ πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀ^ποληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνι^ον. | καὶ καθὼς μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀποληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. |
εἰπὲ οὖν, ὦ ἀ^ναίσθητε ἰουδαῖε, οὐ χαλκὸς ἐκεῖνο ἦν; | εἰπὲ οὖν, ὦ ἀναίσθητε ἰουδαῖε, οὐ χαλκὸς ἐκεῖνο ἦν; |
νεκρὰ^ ὕ_λη νι_κῆσαι θά^να^τον ἰσχύ_ουσα^, τύ^πον ἔχουσα^ σταυροῦ. | νεκρὰ ὕλη νικῆσαι θάνατον ἰσχύουσα, τύπον ἔχουσα σταυροῦ. |
καὶ αὐτὴ ἡ ἀ^λήθεια^ τοῦ σταυροῦ οὐ πιστεύεται; | καὶ αὐτὴ ἡ ἀλήθεια τοῦ σταυροῦ οὐ πιστεύεται; |
καὶ ταῦτα^ μετὰ^ τὴν ἐπιστροφὴν τῆς οἰκουμένης, μετὰ^ τὴν λάμψασα^ν ἐν παντὶ^ τῷ κόσμῳ τῆς εὐσεβεία_ς κατάστασι^ν, μετὰ^ τὴν πίστι^ν τῶν ἐθνῶν, μετὰ^ τὴν ἔγερσι^ν τῶν ἐκκλησι^ῶν, μετὰ^ τοσοῦτον ἀγωνισμόν, μετὰ^ τοσαύτην ἄσκησι^ν, μετὰ^ τοσαύτης ἀγγελι^κῆς πολι_τεία_ς ἐπίδοσι^ν; | καὶ ταῦτα μετὰ τὴν ἐπιστροφὴν τῆς οἰκουμένης, μετὰ τὴν λάμψασαν ἐν παντὶ τῷ κόσμῳ τῆς εὐσεβείας κατάστασιν, μετὰ τὴν πίστιν τῶν ἐθνῶν, μετὰ τὴν ἔγερσιν τῶν ἐκκλησιῶν, μετὰ τοσοῦτον ἀγωνισμόν, μετὰ τοσαύτην ἄσκησιν, μετὰ τοσαύτης ἀγγελικῆς πολιτείας ἐπίδοσιν; |
ἀλλὰ^ γὰ^ρ ἀποδέδεικται σα^φῶς, ὅπως ἀποκέκλεισται τοῖς ἐχθροῖς τοῦ σταυροῦ τὸ ὀνειδίζειν ἡμῖν τὸ σχῆμα^ τοῦ ἐπι^καταρά^του. | ἀλλὰ γὰρ ἀποδέδεικται σαφῶς, ὅπως ἀποκέκλεισται τοῖς ἐχθροῖς τοῦ σταυροῦ τὸ ὀνειδίζειν ἡμῖν τὸ σχῆμα τοῦ ἐπικαταράτου. |
καὶ πρὸς μὲν ἐκείνους ταῦτα^. | καὶ πρὸς μὲν ἐκείνους ταῦτα. |
ἡμεῖς δὲ οἱ πιστοὶ παρ' ἑαυτοῖς ἐξετάσωμεν καὶ βασανίσωμεν τῶν ῥημά^των τὴν ἀκρίβεια^ν. | ἡμεῖς δὲ οἱ πιστοὶ παρ' ἑαυτοῖς ἐξετάσωμεν καὶ βασανίσωμεν τῶν ῥημάτων τὴν ἀκρίβειαν. |
τί^ δήποτε ὁ κύ_ρι^ος τὴν εἰκόνα^ τῆς οἰκονομί^α_ς ἐκείνης οὐ δι' ἑτέρου τι^νός, ἀλλὰ^ δι' ὄφεως ἐποίησε; | τί δήποτε ὁ κύριος τὴν εἰκόνα τῆς οἰκονομίας ἐκείνης οὐ δι' ἑτέρου τινός, ἀλλὰ δι' ὄφεως ἐποίησε; |
πρὸς μὲν γὰ^ρ τοὺς ἀ^γῶνα^ς τῶν ἐνα^ντί^ων ἱ^κα^νὸν τὸ ὑ^πό δειγμα^ τοῦ ἐπι^καταρά^του ὄφεως· | πρὸς μὲν γὰρ τοὺς ἀγῶνας τῶν ἐναντίων ἱκανὸν τὸ ὑπό δειγμα τοῦ ἐπικαταράτου ὄφεως· |
πρὸς δὲ τὸ πεῖσαι τοὺς υἱοὺς τῆς εὐσεβεία_ς, τί^ δήποτε τὸ σχῆμα^ τοῦ ἐπι^καταρά^του ὄφεως εἰκὼν ἐγένετο τοῦ προσκυνουμένου χριστοῦ. | πρὸς δὲ τὸ πεῖσαι τοὺς υἱοὺς τῆς εὐσεβείας, τί δήποτε τὸ σχῆμα τοῦ ἐπικαταράτου ὄφεως εἰκὼν ἐγένετο τοῦ προσκυνουμένου χριστοῦ. |
διὸ δεῖ καὶ ἡμᾶς εἰπεῖν μετὰ^ σπουδῆς καὶ ὑ_μᾶς ἀ^κοῦσαι μετὰ^ προθυμία_ς. | διὸ δεῖ καὶ ἡμᾶς εἰπεῖν μετὰ σπουδῆς καὶ ὑμᾶς ἀκοῦσαι μετὰ προθυμίας. |
εἰκὼν ἦν, ἀ^δελφοί, τῆς τοῦ σταυροῦ οἰκονομί^α_ς ὁ τύ^πος τοῦ ὄφεως. | εἰκὼν ἦν, ἀδελφοί, τῆς τοῦ σταυροῦ οἰκονομίας ὁ τύπος τοῦ ὄφεως. |
κα^τὰ^ δὲ τὸν τρόπον, ὥσπερ ἐκεῖνος ὁ τύ^πος τοῦ ὄφεως εἰκόνα^ μὲν καὶ ὄψι^ν εἶχεν ὄφεως, ἰ^ὸν δὲ καὶ πονηρίαν οὐκ εἶχεν ὄφεως, οὕτω καὶ ὁ σωτήρ, κα^τὰ^ τὸν θεῖον ἀ^πόστολον, ἐν ὁμοιώμα^τι^ σαρκὸς ἁ^μαρτί^α_ς ἐπι^φανείς, ἔξω γέγονεν πά_σης ἁ^μαρτί^α_ς· | κατὰ δὲ τὸν τρόπον, ὥσπερ ἐκεῖνος ὁ τύπος τοῦ ὄφεως εἰκόνα μὲν καὶ ὄψιν εἶχεν ὄφεως, ἰὸν δὲ καὶ πονηρίαν οὐκ εἶχεν ὄφεως, οὕτω καὶ ὁ σωτήρ, κατὰ τὸν θεῖον ἀπόστολον, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐπιφανείς, ἔξω γέγονεν πάσης ἁμαρτίας· |
ὃς ἁ^μαρτί^α_ν οὐκ ἐποίησεν, οὐ δὲ εὑρέθη δόλος ἐν τῷ στόμα^τι^ αὐτοῦ. | ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐ δὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. |
κα^τὰ^ τὸν ἡσαΐαν ἔχεις μί^α^ν εἰκόνα^. | κατὰ τὸν ἡσαΐαν ἔχεις μίαν εἰκόνα. |
ἐλθέ μοι καὶ ἐφ' ἑτέρα_ν εἰκόνα^. | ἐλθέ μοι καὶ ἐφ' ἑτέραν εἰκόνα. |
βλέπε δι^ὰ^ τῶν τύ^πων λάμπουσα^ν τὴν ἀ^λήθεια^ν. | βλέπε διὰ τῶν τύπων λάμπουσαν τὴν ἀλήθειαν. |
οἱ ὄφεις ἔδακνον τοὺς υἱοὺς ἰσραήλ, ὅτε λα_ὸς ὀλέθρῳ περι^έπεσε. | οἱ ὄφεις ἔδακνον τοὺς υἱοὺς ἰσραήλ, ὅτε λαὸς ὀλέθρῳ περιέπεσε. |
φάρμα^κον εἰς σωτηρί^α_ν μωϋσῆς ἱκετεύει δοῦναι τὸν θεόν. | φάρμακον εἰς σωτηρίαν μωϋσῆς ἱκετεύει δοῦναι τὸν θεόν. |
ὁ θεὸς ὑ^ποδείκνυ_σι^ τῷ θεράποντι^ φάρμακον εὐεργεσί^α_ς καί φησι^· | ὁ θεὸς ὑποδείκνυσι τῷ θεράποντι φάρμακον εὐεργεσίας καί φησι· |
ποίησον ὄφιν χαλκοῦν καὶ πῆξον αὐτὸν πρὸ τῆς σκηνῆς τοῦ μαρτυρί^ου.. | ποίησον ὄφιν χαλκοῦν καὶ πῆξον αὐτὸν πρὸ τῆς σκηνῆς τοῦ μαρτυρίου.. |
τί^ βούλεται τὸ ὑπόδειγμα^; | τί βούλεται τὸ ὑπόδειγμα; |
ἄλλοι οἱ δάκνοντες ὄφεις, καὶ ἄλλος ὑ^πὲρ αὐτῶν σταυρούμενος. | ἄλλοι οἱ δάκνοντες ὄφεις, καὶ ἄλλος ὑπὲρ αὐτῶν σταυρούμενος. |
τί^ βούλεται τὸ αἴνιγμα^; | τί βούλεται τὸ αἴνιγμα; |
τί^ ἐπαγγέλλεται ἡ σκι^ὰ τοῦ μυστηρί^ου; | τί ἐπαγγέλλεται ἡ σκιὰ τοῦ μυστηρίου; |
ὥσπερ ἐκεῖ, φησί^ν, ὁ τύ^πος, ἄλλων δακνόντων ὄφεων, ὁ μὴ δάκνων μη δὲ πλήξα_ς προσήλωται τῷ ξύλῳ, οὕτω καὶ τῶν ἄλλων ἀνθρώπων ἁ^μα^ρτα^νόντων, ὑ^πὲρ πάντων μέλλει πάσχειν ὁ ἰησοῦς ὁ ἀναμάρτητος. | ὥσπερ ἐκεῖ, φησίν, ὁ τύπος, ἄλλων δακνόντων ὄφεων, ὁ μὴ δάκνων μη δὲ πλήξας προσήλωται τῷ ξύλῳ, οὕτω καὶ τῶν ἄλλων ἀνθρώπων ἁμαρτανόντων, ὑπὲρ πάντων μέλλει πάσχειν ὁ ἰησοῦς ὁ ἀναμάρτητος. |
ὑ^πὲρ τῶν δακνόντων ὄφεων ὄφις ἀναμάρτητος σταυροῦται· | ὑπὲρ τῶν δακνόντων ὄφεων ὄφις ἀναμάρτητος σταυροῦται· |
ὑ^πὲρ ἡμῶν τῶν ὑποκειμένων θα^νά^τῳ ὁ ἁμαρτίᾳ μὴ ὑποκείμενος προσηλοῦται. | ὑπὲρ ἡμῶν τῶν ὑποκειμένων θανάτῳ ὁ ἁμαρτίᾳ μὴ ὑποκείμενος προσηλοῦται. |
ὅπερ μετὰ^ τῶν ἄλλων κα^λῶς προανεφώνησεν ὑ^πὲρ τῶν ἁμαρτι^ῶν τοῦ λα_οῦ ἦλθεν εἰς θά^να^τον· | ὅπερ μετὰ τῶν ἄλλων καλῶς προανεφώνησεν ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἦλθεν εἰς θάνατον· |
καί· | καί· |
ὁ κύ_ρι^ος παρέδωκεν ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτι^ῶν ἡμῶν. | ὁ κύριος παρέδωκεν ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. |
ἀναμαρτυρῆσαι χρὴ πά^λι^ν τοῦ μυστηρί^ου τὸν λόγον. | ἀναμαρτυρῆσαι χρὴ πάλιν τοῦ μυστηρίου τὸν λόγον. |
ὥσπερ ἐκεῖ ἄλλοι οἱ δάκνοντες καὶ ἄλλος ὁ πηγνύ^μενος, οὕτω καὶ ἐνταῦθα^ πάντες οἱ ἁμαρτήσαντες καὶ εἷς ὁ ὑπὲρ πάντων σταυρούμενος. | ὥσπερ ἐκεῖ ἄλλοι οἱ δάκνοντες καὶ ἄλλος ὁ πηγνύμενος, οὕτω καὶ ἐνταῦθα πάντες οἱ ἁμαρτήσαντες καὶ εἷς ὁ ὑπὲρ πάντων σταυρούμενος. |
ἔχεις δευτέρα_ν εἰκόνα^. | ἔχεις δευτέραν εἰκόνα. |
σκόπησόν μοι καὶ ἑτέρα_ν εἰκόνα^ τρί^την· | σκόπησόν μοι καὶ ἑτέραν εἰκόνα τρίτην· |
ἐπὶ^ στόμα^τος δύ^ο καὶ τρι^ῶν μα^ρτύ^ρων στα^θήσεται πᾶν ῥῆμα^. | ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. |
δι^ὰ^ τί^ σταυροῦται χαλκοῦς ὄφις; | διὰ τί σταυροῦται χαλκοῦς ὄφις; |
ἵ^να_ κα^ταργηθῇ τὰ^ δήγμα^τα^ τῶν ὄφεων. | ἵνα καταργηθῇ τὰ δήγματα τῶν ὄφεων. |
ἄλλο οὖν τὸ σταυρούμενον καὶ ἄλλα^ τὰ^ κα^ταργούμενα^. | ἄλλο οὖν τὸ σταυρούμενον καὶ ἄλλα τὰ καταργούμενα. |
οὐχ ὁρᾷς τὴν ἔμφασι^ν τῆς ἀ^ληθεία_ς; | οὐχ ὁρᾷς τὴν ἔμφασιν τῆς ἀληθείας; |
οὐ βλέπεις ὡς ἐν κρυπτῷ γράμμα^τι^ τὴν δύ^να^μι^ν τῆς οἰκονομί^α_ς; | οὐ βλέπεις ὡς ἐν κρυπτῷ γράμματι τὴν δύναμιν τῆς οἰκονομίας; |
ἐσταυρώθη, φησί^ν, ὄφις, ἵ^να_ κα^ταργηθῇ τῶν δακνόντων τὰ^ δήγμα^τα^. | ἐσταυρώθη, φησίν, ὄφις, ἵνα καταργηθῇ τῶν δακνόντων τὰ δήγματα. |
ἐσταυρώθη χριστὸς, ἵ^να_ καταργηθῶσι^ τῷ δαιμόνων αἱ ἐνέργειαι. | ἐσταυρώθη χριστὸς, ἵνα καταργηθῶσι τῷ δαιμόνων αἱ ἐνέργειαι. |
ἄλλος ὁ ὄφις ὁ πηγνύ^μενος καὶ ἄλλοι οἱ κα^ταργούμενοι δρά^κοντες. | ἄλλος ὁ ὄφις ὁ πηγνύμενος καὶ ἄλλοι οἱ καταργούμενοι δράκοντες. |
ἄλλος ὁ ἐπὶ^ σταυροῦ χριστὸς καὶ ἄλλοι οἱ κα^ταργούμενοι δαίμονες. | ἄλλος ὁ ἐπὶ σταυροῦ χριστὸς καὶ ἄλλοι οἱ καταργούμενοι δαίμονες. |
καὶ ὥσπερ ἐκεῖ ἡ εἰκὼν τοῦ ὄφεως τοῦ φαινομένου κα^τήργησε τὰ^ δήγμα^τα^ τῶν ὄφεων, οὕτω καὶ ἐνταῦθα^ ἡ τοῦ χριστοῦ νέκρωσι^ς τοῦ θα^νά^του γέγονε νέκρωσι^ς καὶ τῶν δαιμόνων κα^θαίρεσι^ς. | καὶ ὥσπερ ἐκεῖ ἡ εἰκὼν τοῦ ὄφεως τοῦ φαινομένου κατήργησε τὰ δήγματα τῶν ὄφεων, οὕτω καὶ ἐνταῦθα ἡ τοῦ χριστοῦ νέκρωσις τοῦ θανάτου γέγονε νέκρωσις καὶ τῶν δαιμόνων καθαίρεσις. |
καὶ κα^θὼς μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵ^να_ πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀ^πόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνι^ον. | καὶ καθὼς μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. |
ἔχεις, ἀ^δελφέ, μα^κά^ριον μωϋσῆν καὶ ἐν ἑτέρῳ σχήμα^τι^ τὸν σταυρὸν ὑπογράφοντα^. | ἔχεις, ἀδελφέ, μακάριον μωϋσῆν καὶ ἐν ἑτέρῳ σχήματι τὸν σταυρὸν ὑπογράφοντα. |
καὶ ὅπως ἄ^κουε. | καὶ ὅπως ἄκουε. |
δεῖ γὰ^ρ περὶ^ σταυροῦ λέγοντα^ς πολλὰ_ς πα^ρα^στῆσαι τοῦ μυστηρί^ου τὰ_ς θεωρί^α_ς. | δεῖ γὰρ περὶ σταυροῦ λέγοντας πολλὰς παραστῆσαι τοῦ μυστηρίου τὰς θεωρίας. |
ἐπέθεντό ποτε τοῖς ἰσραηλίταις ἀλλόφυ_λοι κα^τὰ^ τὴν ἔρημον. | ἐπέθεντό ποτε τοῖς ἰσραηλίταις ἀλλόφυλοι κατὰ τὴν ἔρημον. |
ἀμαλὴκ δὲ ὄνομα^ τοῖς ἀλλοφύ_λοις. | ἀμαλὴκ δὲ ὄνομα τοῖς ἀλλοφύλοις. |
ἀποστέλλει μωϋσῆς ἰησοῦν τὸν τοῦ ναυῆ, στρατηγήσοντα^ τοῖς ὁμοφύ^λοις καὶ ὁπλίζει μὲν τὸν δι^ά^δοχον ἑαυτοῦ, μένει δὲ αὐτὸς ἐν τῷ ὄρει τὰ_ς χεῖρα^ς ἐκτείνων. | ἀποστέλλει μωϋσῆς ἰησοῦν τὸν τοῦ ναυῆ, στρατηγήσοντα τοῖς ὁμοφύλοις καὶ ὁπλίζει μὲν τὸν διάδοχον ἑαυτοῦ, μένει δὲ αὐτὸς ἐν τῷ ὄρει τὰς χεῖρας ἐκτείνων. |
μωϋσῆς γά^ρ φησι^ν ἀ^νέβη εἰς τὸ ὄρος καὶ ἥπλωσε τὰ_ς χεῖρα^ς αὐτοῦ· | μωϋσῆς γάρ φησιν ἀνέβη εἰς τὸ ὄρος καὶ ἥπλωσε τὰς χεῖρας αὐτοῦ· |
καὶ ἐγένετο ἡνί^κα^ ἂ^ν ἐξέτεινε μωϋσῆς τὰ_ς χεῖρα^ς, ἐνί_κα_ ὁ ἰσραήλ· | καὶ ἐγένετο ἡνίκα ἂν ἐξέτεινε μωϋσῆς τὰς χεῖρας, ἐνίκα ὁ ἰσραήλ· |
καὶ ἡνί^κα^ ἂ^ν κατετίθη τὰ_ς χεῖρα^ς ὑ^πὸ τοῦ σωμα^τι^κοῦ βά^ρους νι_κώμενος, ἐνί_κα_ ὁ ἀμαλήκ. | καὶ ἡνίκα ἂν κατετίθη τὰς χεῖρας ὑπὸ τοῦ σωματικοῦ βάρους νικώμενος, ἐνίκα ὁ ἀμαλήκ. |
τί^ βούλεται τὸ σχῆμα^; | τί βούλεται τὸ σχῆμα; |
ὁ ἰουδαῖος εὐθέως φοβούμενος μὴ λάμψῃ δι^ὰ^ τῆς εἰκόνος ἡ δόξα_ τοῦ σταυροῦ τοῦ χριστοῦ. | ὁ ἰουδαῖος εὐθέως φοβούμενος μὴ λάμψῃ διὰ τῆς εἰκόνος ἡ δόξα τοῦ σταυροῦ τοῦ χριστοῦ. |
οὐδέν, φησί^ν, ὁ τύ^πος ἔχει τῶν πα^ρὰ^ σοὶ μυθευομένων. | οὐδέν, φησίν, ὁ τύπος ἔχει τῶν παρὰ σοὶ μυθευομένων. |
προσευχῆς ἦν ἐκεῖνο τὸ σχῆμα^ τύ^πος, οὐκ εἰκόνος, ὡς σὺ^ ὑπονοεῖς. | προσευχῆς ἦν ἐκεῖνο τὸ σχῆμα τύπος, οὐκ εἰκόνος, ὡς σὺ ὑπονοεῖς. |
καὶ τί^ δήποτε, εἴπερ ἀ^ληθῶς ὅτι^ καρπὸς ἦν τῆς προσευχῆς ἡ νί_κη, οὐ τῇ προσευχῇ τὴν νί_κην ὑ^πέγρα^ψεν ὁ λόγος οὐ γὰ^ρ εἶπεν ἡ γρα^φή· | καὶ τί δήποτε, εἴπερ ἀληθῶς ὅτι καρπὸς ἦν τῆς προσευχῆς ἡ νίκη, οὐ τῇ προσευχῇ τὴν νίκην ὑπέγραψεν ὁ λόγος οὐ γὰρ εἶπεν ἡ γραφή· |
ἡνί^κα^ ηὔχετο μωϋσῆς. | ἡνίκα ηὔχετο μωϋσῆς. |
τοῦτο γὰ^ρ ἦν γνωρίζοντος ἀ^ληθῶς ὅτι^ καρπὸς οὐκ ἦν τῆς προσευχῆς ἡ νί_κη. | τοῦτο γὰρ ἦν γνωρίζοντος ἀληθῶς ὅτι καρπὸς οὐκ ἦν τῆς προσευχῆς ἡ νίκη. |
, ἀλλ' ἢ τῇ εἰκόνι^ καὶ τὸ σχήμα^τι^ τῶν χειρῶν; | , ἀλλ' ἢ τῇ εἰκόνι καὶ τὸ σχήματι τῶν χειρῶν; |
ἡνί^κα^ γὰ^ρ κα^θῆκε μωϋσῆς τὰ_ς χεῖρα^ς, ἡττᾶτο ὁ ἰσραήλ· | ἡνίκα γὰρ καθῆκε μωϋσῆς τὰς χεῖρας, ἡττᾶτο ὁ ἰσραήλ· |
ἡνίκα δὲ ἥπλου, ἡττᾶτο ὁ ἀμαλήκ. | ἡνίκα δὲ ἥπλου, ἡττᾶτο ὁ ἀμαλήκ. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.