macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
εἰ γὰ^ρ τῆς προσευχῆς ἦν τὸ ἔργον, ἐχρῆν εἰπεῖν· | εἰ γὰρ τῆς προσευχῆς ἦν τὸ ἔργον, ἐχρῆν εἰπεῖν· |
καὶ ἡνίκα ηὔχετο μωϋσῆς, ἐνί_κα_. | καὶ ἡνίκα ηὔχετο μωϋσῆς, ἐνίκα. |
ἀλλ', ὡς ἔφθην εἰπών, τὴν προσευχὴν πα^ρενθέμενος, οὐχ ὡς ἄχρηστον, ἀλλ' ὡς ὀφείλουσα^ν πα^ραχωρῆσαι τῇ εἰκόνι^ τοῦ σταυροῦ τῷ τύ^πῳ καὶ τῷ σημείῳ τὴν νί_κην ὑ^πογρά^φει. | ἀλλ', ὡς ἔφθην εἰπών, τὴν προσευχὴν παρενθέμενος, οὐχ ὡς ἄχρηστον, ἀλλ' ὡς ὀφείλουσαν παραχωρῆσαι τῇ εἰκόνι τοῦ σταυροῦ τῷ τύπῳ καὶ τῷ σημείῳ τὴν νίκην ὑπογράφει. |
ἡνίκα γὰ^ρ ἥπλωσε μωϋσῆς τὰ_ς χεῖρα^ς, ἐνί_κα_ ὁ ἰσραήλ. | ἡνίκα γὰρ ἥπλωσε μωϋσῆς τὰς χεῖρας, ἐνίκα ὁ ἰσραήλ. |
τί^ βούλεται ἁπλουμένη χείρ; | τί βούλεται ἁπλουμένη χείρ; |
ἀναζωγράφησον παρ' ἑαυτῷ χεῖρα^ς ἡπλωμένας, ἵ^να_ ἴ^δῃς τοῦ προσκυνητοῦ σταυροῦ λάμπουσα^ν τὴν εἰκόνα^. | ἀναζωγράφησον παρ' ἑαυτῷ χεῖρας ἡπλωμένας, ἵνα ἴδῃς τοῦ προσκυνητοῦ σταυροῦ λάμπουσαν τὴν εἰκόνα. |
ἀλλ' ἔκα^με, φησί^, μωϋσῆς. | ἀλλ' ἔκαμε, φησί, μωϋσῆς. |
οὐ γὰ^ρ ὑπούργησα^ν αἱ χεῖρες πρὸς τὴν εἰκόνα^ τῷ σωμα^τι^κῷ βά_ρει νικώμεναι. | οὐ γὰρ ὑπούργησαν αἱ χεῖρες πρὸς τὴν εἰκόνα τῷ σωματικῷ βάρει νικώμεναι. |
τί οὖν; | τί οὖν; |
ἵ^να_ μὴ λυ^θείσης τῆς εἰκόνος, λυ^θῇ καὶ ἡ νί_κη, ἵ^στα^ται ἀαρὼν καὶ ὣρ καὶ ἐκούφιζον αὐτοῦ τὰ_ς χεῖρα^ς, ἵ^να_ μὴ ἡ εἰκὼν τοῦ σταυροῦ πα^ρελθοῦσα^ καὶ παυσα^μένη σβέσῃ τὴν νί_κην. | ἵνα μὴ λυθείσης τῆς εἰκόνος, λυθῇ καὶ ἡ νίκη, ἵσταται ἀαρὼν καὶ ὣρ καὶ ἐκούφιζον αὐτοῦ τὰς χεῖρας, ἵνα μὴ ἡ εἰκὼν τοῦ σταυροῦ παρελθοῦσα καὶ παυσαμένη σβέσῃ τὴν νίκην. |
δι^ὰ^ τι^ δὲ ὅλως ἀαρὼν καὶ ὣρ τὰ_ς χεῖρα^ς ὑποστηρίζουσι^; | διὰ τι δὲ ὅλως ἀαρὼν καὶ ὣρ τὰς χεῖρας ὑποστηρίζουσι; |
ἀαρὼν, ἀ^δελφοί, τὴν ἱερατικὴν ἐπεῖχεν ἀ^ξί^α_ν· | ἀαρὼν, ἀδελφοί, τὴν ἱερατικὴν ἐπεῖχεν ἀξίαν· |
ὁ δὲ ὣρ τῆς βα^σι^λι^κῆς φυ_λῆς εἶχε τὴν συγγένεια^ν. | ὁ δὲ ὣρ τῆς βασιλικῆς φυλῆς εἶχε τὴν συγγένειαν. |
δορυφορεῖ τοίνυ^ν τὴν εἰκόνα^ τοῦ σταυροῦ ἱερωσύνη καὶ βα^σι^λεία_. | δορυφορεῖ τοίνυν τὴν εἰκόνα τοῦ σταυροῦ ἱερωσύνη καὶ βασιλεία. |
καὶ ὥσπερ μετα^μορφωθέντος τοῦ κυ_ρί^ου ἐν τῷ ὄρει, ὤφθη μωϋσῆς καὶ ἠλίας ἐκ δεξι^ῶν καὶ ἐξ εὐωνύ^μων, ἵ^να_ δορυφορήσωσι^ τοῦ χριστοῦ τὴν βα^σι^λι^κὴν εἰκόνα^, οὕτω καὶ ἐνταῦθα^ ἀαρὼν τῆς ἱερατεία_ς τάξι^ν ἐπέχων, δορυφορεῖ τὸν σταυρόν, καὶ ὣρ ὁμοίως τῆς βα^σι^λι^κῆς ἔχων τὸ πρῶτον ἄνθος, δορυφορεῖ τὸν σταυρόν. | καὶ ὥσπερ μεταμορφωθέντος τοῦ κυρίου ἐν τῷ ὄρει, ὤφθη μωϋσῆς καὶ ἠλίας ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, ἵνα δορυφορήσωσι τοῦ χριστοῦ τὴν βασιλικὴν εἰκόνα, οὕτω καὶ ἐνταῦθα ἀαρὼν τῆς ἱερατείας τάξιν ἐπέχων, δορυφορεῖ τὸν σταυρόν, καὶ ὣρ ὁμοίως τῆς βασιλικῆς ἔχων τὸ πρῶτον ἄνθος, δορυφορεῖ τὸν σταυρόν. |
ταῦτά μοι εἴρηται, ἵ^να_ δείξω ὅπως τοῖς πατρά^σι^ τοῖς ἀρχαίοις ἐκείνοις τῆς εὐσεβεία_ς εἰσήγετο ἡ εἰκὼν καὶ ἐτι_μήθη ὁ τύ^πος τῆς οἰκονομί^α_ς. | ταῦτά μοι εἴρηται, ἵνα δείξω ὅπως τοῖς πατράσι τοῖς ἀρχαίοις ἐκείνοις τῆς εὐσεβείας εἰσήγετο ἡ εἰκὼν καὶ ἐτιμήθη ὁ τύπος τῆς οἰκονομίας. |
εἰ δὲ οἱ προαναφωνοῦντες οὕτως ἐκήρυ^ξα^ν ἐνδόξως, οὕτω προετύπωσα^ν ἐντίμως, ποίοις καὶ πόσοις ἡμεῖς καὶ πηλί^κοις στόμα^σι^ τοῦ κυ_ρί^ου τὸν σταυρὸν καὶ τὴν ἔνθεον οἰκονομίαν κηρύξωμεν; | εἰ δὲ οἱ προαναφωνοῦντες οὕτως ἐκήρυξαν ἐνδόξως, οὕτω προετύπωσαν ἐντίμως, ποίοις καὶ πόσοις ἡμεῖς καὶ πηλίκοις στόμασι τοῦ κυρίου τὸν σταυρὸν καὶ τὴν ἔνθεον οἰκονομίαν κηρύξωμεν; |
οἶδα^ ὅτι^ πολὺ^ς ὑ_μᾶς ἔχει πόθος τῶν δογμα^τι^κῶν λόγων καὶ τῶν τῆς θεολογί^α_ς κηρυ^γμά^των· | οἶδα ὅτι πολὺς ὑμᾶς ἔχει πόθος τῶν δογματικῶν λόγων καὶ τῶν τῆς θεολογίας κηρυγμάτων· |
ἀλλ' ἔστιν ἐκείνων ἀδελφὰ^ καὶ τὰ^ νῦν εἰρημένα_. | ἀλλ' ἔστιν ἐκείνων ἀδελφὰ καὶ τὰ νῦν εἰρημένα. |
τῆς γὰ^ρ αὐτῆς ἐννοία_ς καὶ σταυρὸν κηρῦξαι καὶ τὸν μονογενῆ θεὸν λόγον ὑψῶσαι. | τῆς γὰρ αὐτῆς ἐννοίας καὶ σταυρὸν κηρῦξαι καὶ τὸν μονογενῆ θεὸν λόγον ὑψῶσαι. |
τοιγαροῦν κ ἂ_ν τὴν θεότητα^ τοῦ μονογενοῦς ὑμνήσῃς, κ ἂ_ν τὴν οἰκονομίαν τι_μήσῃς, μί^α^ν καὶ τὴν αὐτὴν ἔχει ἀ^πόδειξι^ν τῆς εὐσεβεία_ς. | τοιγαροῦν κ ἂν τὴν θεότητα τοῦ μονογενοῦς ὑμνήσῃς, κ ἂν τὴν οἰκονομίαν τιμήσῃς, μίαν καὶ τὴν αὐτὴν ἔχει ἀπόδειξιν τῆς εὐσεβείας. |
πλὴν ὅτα^ν ἀ^κούσῃς σταυρόν, ὅτα^ν ἀ^κούσῃς σώμα^ τος οἰκονομίαν, ἀ^νά^γα^γέ σου τὴν δι^ά^νοια^ν πρὸς τὸ ὕψος τῆς τοῦ μονογενοῦς ἐξουσί^α_ς. | πλὴν ὅταν ἀκούσῃς σταυρόν, ὅταν ἀκούσῃς σώμα τος οἰκονομίαν, ἀνάγαγέ σου τὴν διάνοιαν πρὸς τὸ ὕψος τῆς τοῦ μονογενοῦς ἐξουσίας. |
μὴ τὸ σχῆμα^ τὸ δι^ὰ^ σὲ γενόμενον ταπεινούτω σου τὸ φρόνημα^, ἀλλ' ἡ φι^λανθρωπί^α_ τοῦ σώσαντος ἀ^να^γα^γέτω σου τὴν δι^ά^νοια^ν. | μὴ τὸ σχῆμα τὸ διὰ σὲ γενόμενον ταπεινούτω σου τὸ φρόνημα, ἀλλ' ἡ φιλανθρωπία τοῦ σώσαντος ἀναγαγέτω σου τὴν διάνοιαν. |
σταυρὸς μὲν γὰ^ρ δι^ὰ^ σέ, ἀ^ξί^α_ δὲ θεοῦ δι' ἑαυτόν. | σταυρὸς μὲν γὰρ διὰ σέ, ἀξία δὲ θεοῦ δι' ἑαυτόν. |
ἀ^ξί^α_ δὲ θεοῦ οὐχ ὑψοῦται λόγοις, οὐ κα^θαιρεῖται λόγοις. | ἀξία δὲ θεοῦ οὐχ ὑψοῦται λόγοις, οὐ καθαιρεῖται λόγοις. |
ἀλλ' οἱ κα^θαιροῦντες, ἑαυτῶν ἐργάζονται τὴν κα^θαίρεσι^ν. | ἀλλ' οἱ καθαιροῦντες, ἑαυτῶν ἐργάζονται τὴν καθαίρεσιν. |
οἱ δὲ ὑψοῦντες, ἑαυτῶν τὴν εὐτέλεια^ν εἰς ὕψος ἀ^νά^γουσι^ν. | οἱ δὲ ὑψοῦντες, ἑαυτῶν τὴν εὐτέλειαν εἰς ὕψος ἀνάγουσιν. |
ὥσπερ οὖν ἔφθημεν εἰπόντες, ὅτι^ καὶ ὁ τὴν οἰκονομίαν καὶ ὁ τὴν θεολογίαν ἀ^νυμνήσα_ς τῆς αὐτῆς ἔχεται δι^α^νοία_ς. | ὥσπερ οὖν ἔφθημεν εἰπόντες, ὅτι καὶ ὁ τὴν οἰκονομίαν καὶ ὁ τὴν θεολογίαν ἀνυμνήσας τῆς αὐτῆς ἔχεται διανοίας. |
ἀλλ' ἐπειδὴ τοῖς χθὲς ἡμῖν γεγυμνασμένοις ἔλειπέ τι^ πρὸς τό ἵ^να_ γι^νώσκωσί^ σε τὸν μόνον ἀ^ληθι^νὸν θεὸν καὶ κύ_ρι^ον ἰησοῦν χριστόν καὶ πρὸς μὲν τὸν μόνον ἀ^ληθι^νὸν θεὸν ἀπεδείχθησα^ν αἱ προφητεῖαι καὶ αἱ μα^ρτυ^ρί^αι τῷ υἱῷ, ὅτι^ καὶ μόνος ἀ^ληθι^νός, ἀ^να^γκαῖον δὲ οἶμαι κ ἀκείνην ἐξετάσαι τῆς λέξεως τὴν θεωρί^α... | ἀλλ' ἐπειδὴ τοῖς χθὲς ἡμῖν γεγυμνασμένοις ἔλειπέ τι πρὸς τό ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ κύριον ἰησοῦν χριστόν καὶ πρὸς μὲν τὸν μόνον ἀληθινὸν θεὸν ἀπεδείχθησαν αἱ προφητεῖαι καὶ αἱ μαρτυρίαι τῷ υἱῷ, ὅτι καὶ μόνος ἀληθινός, ἀναγκαῖον δὲ οἶμαι κ ἀκείνην ἐξετάσαι τῆς λέξεως τὴν θεωρίαν. |
καίτοι φησὶ^ν ὁ αἱρετι^κὸς· | καίτοι φησὶν ὁ αἱρετικὸς· |
τί δὴ πά^λι^ν ἔχεις καὶ πρὸς τὸ ἀπεστα^λμένον εἰπεῖν; | τί δὴ πάλιν ἔχεις καὶ πρὸς τὸ ἀπεσταλμένον εἰπεῖν; |
καὶ ὃν ἀπέστειλα^ς ἰησοῦν χριστόν. | καὶ ὃν ἀπέστειλας ἰησοῦν χριστόν. |
μὴ ὁ ἀποστείλα_ς τῷ ἀποσταλέντι^ ὁμότι_μον ἔχει τὴν ἀ^ξί^α_ν; | μὴ ὁ ἀποστείλας τῷ ἀποσταλέντι ὁμότιμον ἔχει τὴν ἀξίαν; |
ταῦτα ἐὰ^ν μὲν τῇ λέξει δουλεύων ἀναγινώσκεις, πολλά^κι^ς, ὡς προειρήκα^μεν, πολλὴν εὑρήσεις ὡς ἀ^ληθῶς πρὸς ἡμᾶς ἐναντιότητα^, καὶ οὐ συμφωνοῦντα^ τοῖς αὐτοῖς λογισμοῖς τὰ^ κα^λῶς γεγραμμένα^, κα^κῶς δὲ νενοημένα^. | ταῦτα ἐὰν μὲν τῇ λέξει δουλεύων ἀναγινώσκεις, πολλάκις, ὡς προειρήκαμεν, πολλὴν εὑρήσεις ὡς ἀληθῶς πρὸς ἡμᾶς ἐναντιότητα, καὶ οὐ συμφωνοῦντα τοῖς αὐτοῖς λογισμοῖς τὰ καλῶς γεγραμμένα, κακῶς δὲ νενοημένα. |
ἐὰ^ν δὲ πρὸς αὐτὴν τὴν ἀ^λήθεια^ν ἀ^να^λά^βῃς τὴν ἔννοια^ν, οὐδα^μοῦ σοι πρὸς ἐναντιότητα^ περι^τραπήσεται τὸ τῆς δι^α^νοία_ς ὄμμα^, ὑπ' αὐτοῦ τοῦ ἁ^γί^ου πνεύμα^τος ὁδηγούμενον πρὸς ἀ^κρι_βῆ κατανόησι^ν. | ἐὰν δὲ πρὸς αὐτὴν τὴν ἀλήθειαν ἀναλάβῃς τὴν ἔννοιαν, οὐδαμοῦ σοι πρὸς ἐναντιότητα περιτραπήσεται τὸ τῆς διανοίας ὄμμα, ὑπ' αὐτοῦ τοῦ ἁγίου πνεύματος ὁδηγούμενον πρὸς ἀκριβῆ κατανόησιν. |
τὸ γὰ^ρ ἀπεστά^λη καὶ ἀ^πέστειλεν ἀ^νθρώπι^να^ μὲν φέρει ῥήμα^τα^, θεῖα^ δὲ κηρύττει νοήμα^τα^. | τὸ γὰρ ἀπεστάλη καὶ ἀπέστειλεν ἀνθρώπινα μὲν φέρει ῥήματα, θεῖα δὲ κηρύττει νοήματα. |
οὔτε γὰ^ρ ὁ ἀποστείλα_ς ἀ^πὸ τόπων εἰς τόπους ἀ^πέστειλεν, οὔ τε ὁ ἀποστα^λεὶς ἀ^πὸ τόπων εἰς τόπους ἦλθεν. | οὔτε γὰρ ὁ ἀποστείλας ἀπὸ τόπων εἰς τόπους ἀπέστειλεν, οὔ τε ὁ ἀποσταλεὶς ἀπὸ τόπων εἰς τόπους ἦλθεν. |
ἀλλ' ἀπέστειλέ φησι^ν ὁ πα^τὴρ τὸν υἱὸν εἰς τὸν κόσμον, ὡς μὴ πα^ρόντα^ τῷ κόσμῳ, πρὸς ὃν ἐπέμπετο. | ἀλλ' ἀπέστειλέ φησιν ὁ πατὴρ τὸν υἱὸν εἰς τὸν κόσμον, ὡς μὴ παρόντα τῷ κόσμῳ, πρὸς ὃν ἐπέμπετο. |
πῶς ἡ γρα^φή φησι^ περὶ^ αὐτοῦ τοῦ κυ_ρί^ου· | πῶς ἡ γραφή φησι περὶ αὐτοῦ τοῦ κυρίου· |
ἐν τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο; | ἐν τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο; |
πῶς οὖν ἦλθεν ὁ πα^ρών, ἐφά^νη ὁ λα^νθά^νων; | πῶς οὖν ἦλθεν ὁ παρών, ἐφάνη ὁ λανθάνων; |
εἰ δὲ ἀ^ληθῶς, ὡς ἀ^κούεις, νοεῖς τὸ ἀπέστειλε, πᾶσα ἀ^νάγκη καὶ τὸν ἀποσταλέντα^ τούτοις ἐπιστῆναι τοῖς τόποις, οἷς μηδέπω πα^ρῆν, καὶ τὸν ἀποστείλαντα^ ἐκεῖ πέμπειν, ὅπου μὴ πά^ρεστι^. | εἰ δὲ ἀληθῶς, ὡς ἀκούεις, νοεῖς τὸ ἀπέστειλε, πᾶσα ἀνάγκη καὶ τὸν ἀποσταλέντα τούτοις ἐπιστῆναι τοῖς τόποις, οἷς μηδέπω παρῆν, καὶ τὸν ἀποστείλαντα ἐκεῖ πέμπειν, ὅπου μὴ πάρεστι. |
πῶς οὖν ὁ εὐαγγελιστὴς ἔλεγε· | πῶς οὖν ὁ εὐαγγελιστὴς ἔλεγε· |
πά^ντα^ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶ^ς αὐτοῦ ἐγένετο οὐ δὲ ἕν. | πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐ δὲ ἕν. |
ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο; | ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο; |
εἰ τοίνυ^ν ἦν ἐν τῷ κόσμῳ, πῶς ἀποστέλλεται ἐν τῷ κόσμῳ; | εἰ τοίνυν ἦν ἐν τῷ κόσμῳ, πῶς ἀποστέλλεται ἐν τῷ κόσμῳ; |
οὐκ ἤκουσα^ς αὐτοῦ λέγοντος· | οὐκ ἤκουσας αὐτοῦ λέγοντος· |
τὸν οὐρα^νὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύ_ρι^ος; | τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος; |
τί οὖν βούλεται τὸ ἀπεστά^λη; | τί οὖν βούλεται τὸ ἀπεστάλη; |
ἀντὶ^ τοῦ ὤφθη· | ἀντὶ τοῦ ὤφθη· |
ἀντὶ^ τοῦ δι^ὰ^ σαρκὸς ἔλαμψεν. | ἀντὶ τοῦ διὰ σαρκὸς ἔλαμψεν. |
ἡ γὰ^ρ ἀποστολὴ οὐ τὴν ἀ^πὸ τόπων εἰς τόπους μετάβασι^ν σημαίνει, ἀλλὰ^ τὴν ἐκ τῆς ἀορά^του θεότητος εἰς ἐμφανῆ πα^ρουσίαν. | ἡ γὰρ ἀποστολὴ οὐ τὴν ἀπὸ τόπων εἰς τόπους μετάβασιν σημαίνει, ἀλλὰ τὴν ἐκ τῆς ἀοράτου θεότητος εἰς ἐμφανῆ παρουσίαν. |
οὔτε γὰ^ρ ἐπιδημήσα_ς τῇ γῇ κα^τὰ^ τὴν ἀ^νθρωπί^νην οἰκονομίαν, τοὺς οὐρανοὺς ἐκένωσε τῆς ἑαυτοῦ ἀ^ξί^α_ς, οὔ τε νῦν ἀναληφθεὶς κα^τὰ^ τὴν τῆς σαρκὸς ἀνάληψι^ν, τὴν γῆν ἔρημον κατέλιπε τῆς ἰ^δί^α_ς ἐπιστασία_ς. | οὔτε γὰρ ἐπιδημήσας τῇ γῇ κατὰ τὴν ἀνθρωπίνην οἰκονομίαν, τοὺς οὐρανοὺς ἐκένωσε τῆς ἑαυτοῦ ἀξίας, οὔ τε νῦν ἀναληφθεὶς κατὰ τὴν τῆς σαρκὸς ἀνάληψιν, τὴν γῆν ἔρημον κατέλιπε τῆς ἰδίας ἐπιστασίας. |
εἰ κα^τὰ^ τὴν λέξι^ν, ἀ^δελφοί, ὁ πα^τὴρ ἀπέστειλν τὸν υἱὸν εἰς τὸν κόσμον, δῆλον ὅτι^ ὁ ἀποστείλα_ς τοῦ ἀπεσταλμένου χωρίζεται κα^τὰ^ τὴν ἰ^δί^α_ν στά^σι^ν. | εἰ κατὰ τὴν λέξιν, ἀδελφοί, ὁ πατὴρ ἀπέστειλν τὸν υἱὸν εἰς τὸν κόσμον, δῆλον ὅτι ὁ ἀποστείλας τοῦ ἀπεσταλμένου χωρίζεται κατὰ τὴν ἰδίαν στάσιν. |
εἰ μὲν γὰ^ρ σὺ^ν αὐτῷ ἐστι^, περιττὸν τὸ ἀ^πέστειλεν· | εἰ μὲν γὰρ σὺν αὐτῷ ἐστι, περιττὸν τὸ ἀπέστειλεν· |
εἰ δὲ ἀ^πέστειλεν, ἀ^νάγκη κεχωρίσθαι, κα^τὰ^ τὴν τῆς λέξεως ἔμφασι^ν. | εἰ δὲ ἀπέστειλεν, ἀνάγκη κεχωρίσθαι, κατὰ τὴν τῆς λέξεως ἔμφασιν. |
ἀλλ' οὐ δεῖ τῇ λέξει δουλεύειν, ἀλλὰ^ τῇ πίστει στοιχεῖν. | ἀλλ' οὐ δεῖ τῇ λέξει δουλεύειν, ἀλλὰ τῇ πίστει στοιχεῖν. |
καὶ τί^ς ἡμῖν μα^ρτυ^ρήσει λόγος, ὅτι^ ἐπὶ^ γῆς φα^νεὶς ἐν οὐρα^νοῖς ἦν; | καὶ τίς ἡμῖν μαρτυρήσει λόγος, ὅτι ἐπὶ γῆς φανεὶς ἐν οὐρανοῖς ἦν; |
τί^ς δὲ μα^ρτυ^ρήσει λόγος, ὅτι^ πα^ρὰ^ πατρὸς ἀπεστα^λμένος οὐκ ἐχωρίσθη τοῦ πατρός; | τίς δὲ μαρτυρήσει λόγος, ὅτι παρὰ πατρὸς ἀπεσταλμένος οὐκ ἐχωρίσθη τοῦ πατρός; |
εἰ ἀπεστά^λη εἰς τὸν κόσμον, κα^τὰ^ τὴν λέξι^ν, εἰ ὁ πέμψα_ς τοῦ ἀπεσταλμένου χωρίζεται, πῶς ἔλεγεν· | εἰ ἀπεστάλη εἰς τὸν κόσμον, κατὰ τὴν λέξιν, εἰ ὁ πέμψας τοῦ ἀπεσταλμένου χωρίζεται, πῶς ἔλεγεν· |
ἐγὼ ἐν πατρὶ^ καὶ ὁ πα^τὴρ ἐν ἐμοί; | ἐγὼ ἐν πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί; |
πῶς δὲ πά^λι^ν ἔλεγε· | πῶς δὲ πάλιν ἔλεγε· |
καὶ ὁ πέμψα_ς με πα^τὴρ μετ' ἐμοῦ ἐστι^ν; | καὶ ὁ πέμψας με πατὴρ μετ' ἐμοῦ ἐστιν; |
ὁρᾷς ὅτι^ ἡ φύ^σι^ς οὐ χωρίζεται· | ὁρᾷς ὅτι ἡ φύσις οὐ χωρίζεται· |
ἡ δὲ οἰκονομί^α_ τὸ σχῆμα^ τῆς ἀ^ποστολῆς ἐνδείκνυται. | ἡ δὲ οἰκονομία τὸ σχῆμα τῆς ἀποστολῆς ἐνδείκνυται. |
τί οὖν βούλεται τὸ ἀ^να^βαίνω πρὸς τὸν πα^τέρα^ μου; | τί οὖν βούλεται τὸ ἀναβαίνω πρὸς τὸν πατέρα μου; |
εἰ γὰ^ρ σὺ^ν αὐτῷ ὁ πα^τήρ, δι^ὰ^ τί ἀ^να^βαίνει; | εἰ γὰρ σὺν αὐτῷ ὁ πατήρ, διὰ τί ἀναβαίνει; |
ἡ ἀνάβα^σι^ς τὴν οἰκονομίαν ἑρμηνεύει, τοῦ σώμα^τος τὴν ἀνάληψι^ν, οὐ τῆς θεότητος τὴν διάστασι^ν. | ἡ ἀνάβασις τὴν οἰκονομίαν ἑρμηνεύει, τοῦ σώματος τὴν ἀνάληψιν, οὐ τῆς θεότητος τὴν διάστασιν. |
θέλεις δὲ μα^θεῖν, ὅτι^ ὥσπερ ἐπιδημήσα_ς τῇ γῇ, τοὺς οὐρανοὺς οὐ κατέλιπεν, οὔ τε τοῦ πατρὸς ἐχωρίσθη, οὕτω καὶ εἰς οὐρανοὺς ἀναληφθείς τὴν γῆν οὐ κατέλιπεν ἔρημον; | θέλεις δὲ μαθεῖν, ὅτι ὥσπερ ἐπιδημήσας τῇ γῇ, τοὺς οὐρανοὺς οὐ κατέλιπεν, οὔ τε τοῦ πατρὸς ἐχωρίσθη, οὕτω καὶ εἰς οὐρανοὺς ἀναληφθείς τὴν γῆν οὐ κατέλιπεν ἔρημον; |
ὁ εἰπὼν πρὸς ἑαυτοῦ μα^θητά_ς· | ὁ εἰπὼν πρὸς ἑαυτοῦ μαθητάς· |
καὶ ἰδοὺ ἐγὼ μεθ' ὑ_μῶν εἰμι^, ἀλλ' ἀ^νέρχομαι, ὅθεν κα^τῆλθον, πρὸς τὸν πα^τέρα^ μου, ὁ αὐτὸς πά^λι^ν πρὸς ἐκείνους λεγει· | καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι, ἀλλ' ἀνέρχομαι, ὅθεν κατῆλθον, πρὸς τὸν πατέρα μου, ὁ αὐτὸς πάλιν πρὸς ἐκείνους λεγει· |
καὶ ἰδοὺ ἐγὼ μεθ' ὑ_μῶν εἰμι^ πά_σα_ς τὰ_ς ἡμέρα_ς ἕως τῆς συ^ντελεία_ς τοῦ αἰῶνος. | καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. |
τὸ οὖν ἵ^να_ γι^νώσκωσί^ σε τὸν μονον ἀ^ληθι^νὸν θεὸν, καὶ ὃν ἀπέστειλα^ς ἰησοῦν χριστόν διπλῆν ἔννοια^ν ἔχει καὶ μάχαιρα^ν διπλῆν· | τὸ οὖν ἵνα γινώσκωσί σε τὸν μονον ἀληθινὸν θεὸν, καὶ ὃν ἀπέστειλας ἰησοῦν χριστόν διπλῆν ἔννοιαν ἔχει καὶ μάχαιραν διπλῆν· |
τὴν μὲν κα^τὰ^ τῆς εἰδωλολατρεία_ς ὁπλιζομένην, τὴν δὲ κα^τὰ^ τῆς ἰουδαϊκῆς ἀπειθεία_ς παραταττομένην. | τὴν μὲν κατὰ τῆς εἰδωλολατρείας ὁπλιζομένην, τὴν δὲ κατὰ τῆς ἰουδαϊκῆς ἀπειθείας παραταττομένην. |
μόνον μὲν γὰ^ρ ἀ^ληθι^νὸν θεὸν λέγει, ἵ^να_ τὰ^ νεκρὰ εἴδωλα^ στηλιτεύσῃ· | μόνον μὲν γὰρ ἀληθινὸν θεὸν λέγει, ἵνα τὰ νεκρὰ εἴδωλα στηλιτεύσῃ· |
ἀπεστα^λμένον δὲ ἰησοῦν χριστόν, ἵ^να_ τοὺς τὴν οἰκονομίαν ἀρνουμένους ἐπι^στομίσῃ. | ἀπεσταλμένον δὲ ἰησοῦν χριστόν, ἵνα τοὺς τὴν οἰκονομίαν ἀρνουμένους ἐπιστομίσῃ. |
ἐκλάμβανε τοίνυ^ν τὰ^ ῥήμα^τα^ πρὸς τὴν ἔννοια^ν καὶ μὴ ὕβριζε τὴν ἀ^ξί^α_ν δι^ὰ^ τὴν λέξι^ν. | ἐκλάμβανε τοίνυν τὰ ῥήματα πρὸς τὴν ἔννοιαν καὶ μὴ ὕβριζε τὴν ἀξίαν διὰ τὴν λέξιν. |
ἵ^να_ δὲ μά^θῃς ἀ^κρι_βῶς ὅτι^ τὸ ἀπεστά^λθαι πα^ρὰ^ τοῦ θεοῦ οὐ τὴν ἀ^πὸ τόπων εἰς τόπους μετάστασι^ν σημαίνει, ἀλλὰ^ τῆς οἰκονομί^α_ς τὴν φανέρωσι^ν, περὶ^ ἰωάννου τοῦ βαπτιστοῦ λέγει τὸ εὐαγγέλιον τοῦ ἀ^πὸ γῆς ὄντος· | ἵνα δὲ μάθῃς ἀκριβῶς ὅτι τὸ ἀπεστάλθαι παρὰ τοῦ θεοῦ οὐ τὴν ἀπὸ τόπων εἰς τόπους μετάστασιν σημαίνει, ἀλλὰ τῆς οἰκονομίας τὴν φανέρωσιν, περὶ ἰωάννου τοῦ βαπτιστοῦ λέγει τὸ εὐαγγέλιον τοῦ ἀπὸ γῆς ὄντος· |
ἐγένετο ἄνθρωπος ἀπεστα^λμένος πα^ρὰ^ θεοῦ. | ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ. |
ἆρα ἀπ' οὐρα^νῶν ἀπεστά^λη ἰωάννης; | ἆρα ἀπ' οὐρανῶν ἀπεστάλη ἰωάννης; |
ἄ^ρα^ ἄ^νωθεν ἐλήλυ^θε; | ἄρα ἄνωθεν ἐλήλυθε; |
πῶς οὖν ἐλήλυ^θεν; | πῶς οὖν ἐλήλυθεν; |
εἶτα^ ἄνθρωπος μὲν ἀποστελλόμενος, οὐκ ἀ^πὸ τόπων εἰς τόπους μετέστη, ἀλλὰ^ τὴν οἰκονομίαν ἐνεχειρίσθη. | εἶτα ἄνθρωπος μὲν ἀποστελλόμενος, οὐκ ἀπὸ τόπων εἰς τόπους μετέστη, ἀλλὰ τὴν οἰκονομίαν ἐνεχειρίσθη. |
ὁ δὲ θεὸς λόγος, ὁ πά^ντα^ πληρῶν, ἐὰ^ν εἴπῃ ἑαυτὸν ἀπεστα^λμένον, τὴν φύ^σι^ν ὕβρι^σε καὶ τὴν οἰκονομίαν ἐμήνυ_σεν; | ὁ δὲ θεὸς λόγος, ὁ πάντα πληρῶν, ἐὰν εἴπῃ ἑαυτὸν ἀπεσταλμένον, τὴν φύσιν ὕβρισε καὶ τὴν οἰκονομίαν ἐμήνυσεν; |
ὅρα αὐτόν, ἀ^δελφέ, καὶ πληροῦντα^ τῆς σαρκὸς τὴν οἰκονομίαν καὶ μὴ κα^θαιροῦντα^ τῆς θεϊ^κῆς δυ^νά^μεως τὴν ἀ^ξί^α_ν. | ὅρα αὐτόν, ἀδελφέ, καὶ πληροῦντα τῆς σαρκὸς τὴν οἰκονομίαν καὶ μὴ καθαιροῦντα τῆς θεϊκῆς δυνάμεως τὴν ἀξίαν. |
καὶ τὸ ἱερατι^κὸν σχῆμα^· | καὶ τὸ ἱερατικὸν σχῆμα· |
ἀναβαίνω πρὸς τὸν πα^τέρα^ μου καὶ πα^ρα^κα^λέσω αὐτὸν καὶ πα^ράκλητον πέμψει ὑ_μῖν τὸ πνεῦμα^ τῆς ἀ^ληθεία_ς. | ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ παρακαλέσω αὐτὸν καὶ παράκλητον πέμψει ὑμῖν τὸ πνεῦμα τῆς ἀληθείας. |
εἰ ἀ^να^βαίνεις ἄ^νω καὶ πα^ρα^κα^λεῖς καὶ πα^ρα^κα^λῶν δυσωπεῖς καὶ μετὰ^ τὴν παράκηλσι^ν ἀποστέλλεις τὸ πνεῦμα^ πα^ρα^κα^λῶ γά^ρ, ἔφης, καὶ πέμπω. | εἰ ἀναβαίνεις ἄνω καὶ παρακαλεῖς καὶ παρακαλῶν δυσωπεῖς καὶ μετὰ τὴν παράκηλσιν ἀποστέλλεις τὸ πνεῦμα παρακαλῶ γάρ, ἔφης, καὶ πέμπω. |
, τί^νος ἕνεκεν πρὸ τῆς ἀναβάσεως λύ_εις τὴν τοῦ πατρὸς αὐθεντίαν; | , τίνος ἕνεκεν πρὸ τῆς ἀναβάσεως λύεις τὴν τοῦ πατρὸς αὐθεντίαν; |
εἰ μὴ αὐθεντεῖς κα^τὰ^ τὴν θεία_ν ἀ^ξί^α_ν, ἀλλ' ἀναμένεις ἀ^νελθεῖν πρὸς τὸν πα^τέρα^ εἰς τὸν οὐρα^νὸν καὶ παράκλησι^ν καὶ ἱκεσίαν προσά^γειν καὶ οὕτω λα^βεῖν τοῦ πνεύμα^τος τὴν χά^ρι^ν, καὶ εἰς πᾶσα^ν ἐκπέμψαι τὴν οἰκουμένην, τί^νος ἕνεκεν πρὶ^ν ἀ^να^βῇς, πρὶ^ν πα^ρα^κα^λέσῃς, οἰκεία_ν ἐνδείκνυσαι τὴν αὐθεντίαν; | εἰ μὴ αὐθεντεῖς κατὰ τὴν θείαν ἀξίαν, ἀλλ' ἀναμένεις ἀνελθεῖν πρὸς τὸν πατέρα εἰς τὸν οὐρανὸν καὶ παράκλησιν καὶ ἱκεσίαν προσάγειν καὶ οὕτω λαβεῖν τοῦ πνεύματος τὴν χάριν, καὶ εἰς πᾶσαν ἐκπέμψαι τὴν οἰκουμένην, τίνος ἕνεκεν πρὶν ἀναβῇς, πρὶν παρακαλέσῃς, οἰκείαν ἐνδείκνυσαι τὴν αὐθεντίαν; |
διὰ τί πρὸ τῆς ἀναλήψεως, ἀ^να^στὰ_ς ἐκ νεκρῶν, ἐνεφύ_σησα^ς εἰς τὰ^ πρόσωπα^ τῶν ἀ^ποστόλων καὶ λέγεις· | διὰ τί πρὸ τῆς ἀναλήψεως, ἀναστὰς ἐκ νεκρῶν, ἐνεφύσησας εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ λέγεις· |
λάβετε πνεῦμα^ ἅ^γι^ον. | λάβετε πνεῦμα ἅγιον. |
ὃ αἰτεῖς πα^ρὰ^ πατρὸς, πρὶ^ν ἱ_κετεύσῃς πα^τέρα^ δί^δως. | ὃ αἰτεῖς παρὰ πατρὸς, πρὶν ἱκετεύσῃς πατέρα δίδως. |
οὐκοῦν εἰρωνεύῃ τὴν αἴτησι^ν; | οὐκοῦν εἰρωνεύῃ τὴν αἴτησιν; |
οὐκ εἰρωνεύομαι, φησί^ν. | οὐκ εἰρωνεύομαι, φησίν. |
οὐκ ἔστι^ γὰ^ρ εἰρωνεία_ πα^ρὰ^ τῇ ἀ^ληθείᾳ. | οὐκ ἔστι γὰρ εἰρωνεία παρὰ τῇ ἀληθείᾳ. |
ἀλλὰ^ τὸ μὲν ἥρμοσται τῇ ἀ^ξί^ᾳ, τὸ δὲ πρέπει τῇ οἰκονομί^ᾳ. | ἀλλὰ τὸ μὲν ἥρμοσται τῇ ἀξίᾳ, τὸ δὲ πρέπει τῇ οἰκονομίᾳ. |
διὰ τί οὖν ἐνεφύ_σησα^ς εἰς τὰ^ πρόσωπα^ τῶν ἀ^ποστόλων; | διὰ τί οὖν ἐνεφύσησας εἰς τὰ πρόσωπα τῶν ἀποστόλων; |
ἔδει με, φησὶ^ν ὁ σωτήρ, ἀ^ναστά^ντα^ ἐκ τῶν νεκρῶν τὴν ἀ^παρχὴν τῆς ζωῆς τῷ κόσμῳ χα^ρί^σα^σθαι. | ἔδει με, φησὶν ὁ σωτήρ, ἀναστάντα ἐκ τῶν νεκρῶν τὴν ἀπαρχὴν τῆς ζωῆς τῷ κόσμῳ χαρίσασθαι. |
ἐπειδὴ γὰ^ρ ἀδὰμ πλασθεὶς ἔλα^βεν ἐμφύσημα^ ζωῆς ἐνεφύσησε γὰ^ρ ὁ θεὸς εἰς τὸ πρόσωπον τοῦ ἀδάμ, καὶ ἐγένετο εἰς ψυ_χὴν ζώσα_ν. | ἐπειδὴ γὰρ ἀδὰμ πλασθεὶς ἔλαβεν ἐμφύσημα ζωῆς ἐνεφύσησε γὰρ ὁ θεὸς εἰς τὸ πρόσωπον τοῦ ἀδάμ, καὶ ἐγένετο εἰς ψυχὴν ζώσαν. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.