macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ὃ λα^βὼν ἐκεῖνος ἀ^πώλεσε, τοῦτο πα^ρων ἀνα^κα^λοῦμαι. | ὃ λαβὼν ἐκεῖνος ἀπώλεσε, τοῦτο παρων ἀνακαλοῦμαι. |
ἐγείρω τὸν πεσόντα^, ἀνακαινίζω τὸν φθαρέντα^, ζωοποιῶ τὸν νεκρωθέντα^. | ἐγείρω τὸν πεσόντα, ἀνακαινίζω τὸν φθαρέντα, ζωοποιῶ τὸν νεκρωθέντα. |
μαρτυρεῖ μου τῇ οἰκονομί^ᾳ καὶ ὁ προφήτης βοήσα_ς μου τὴν ἐμφύσησι^ν. | μαρτυρεῖ μου τῇ οἰκονομίᾳ καὶ ὁ προφήτης βοήσας μου τὴν ἐμφύσησιν. |
καὶ τίς ὁ ἀνα^βοῶν προφήτης προαναφωνεῖ τὴν ἁγί^α_ν ταύτην ἐμφύσησι^ν; | καὶ τίς ὁ ἀναβοῶν προφήτης προαναφωνεῖ τὴν ἁγίαν ταύτην ἐμφύσησιν; |
ἄ^κουε, φησί^, τοῦ προφήτου λέγοντος ἐν τοῖς δυ^οκαίδεκα^, ναοὺμ δὲ τούτῳ ὄνομα^. | ἄκουε, φησί, τοῦ προφήτου λέγοντος ἐν τοῖς δυοκαίδεκα, ναοὺμ δὲ τούτῳ ὄνομα. |
ἑόρταζε, ἰούδα, τὰ_ς ἑορτά_ς σου, ἀ^πόδος τῷ θεῷ τὰ_ς εὐχά_ς σου· | ἑόρταζε, ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ θεῷ τὰς εὐχάς σου· |
οὐκέτι^ μὴ προσθῶσι^ν ἐλθεῖν εἰς παλαίωσι^ν. | οὐκέτι μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. |
συντετέλεσται. | συντετέλεσται. |
τὰ^ πρῶτα^ φησί^ν· | τὰ πρῶτα φησίν· |
οὐκέτι^ οὐ μὴ προσθῶσι^ν ἐλθεῖν εἰς παλαίωσι^ν. | οὐκέτι οὐ μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. |
τὴν καινὴν χά^ρι^ν εὐαγγελίζεται, ὅτι^ τὰ^ παλαιὰ^ πέπαυται, τὰ^ νέα_ ἀ^νθοῦσι^ν. | τὴν καινὴν χάριν εὐαγγελίζεται, ὅτι τὰ παλαιὰ πέπαυται, τὰ νέα ἀνθοῦσιν. |
ἑόρταζε τὰ_ς ἑορτά_ς σου. | ἑόρταζε τὰς ἑορτάς σου. |
διὰ τί ἑόρτασον ὀνομάζει; | διὰ τί ἑόρτασον ὀνομάζει; |
ἐπειδὴ ἐν τῇ ἑορτῇ τοῦ πάσχα^ ἀνάστα^σι^ς ἤμελλεν ἀνθῆσαι. | ἐπειδὴ ἐν τῇ ἑορτῇ τοῦ πάσχα ἀνάστασις ἤμελλεν ἀνθῆσαι. |
ἑόρταζέ φησι^ν, ἰούδα, τὰ_ς ἑορτά_ς σου, ἀ^πόδος τῷ θεῷ τὰ_ς εὐχά_ς σου. | ἑόρταζέ φησιν, ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ θεῷ τὰς εὐχάς σου. |
οὐκέτι μὴ προσθῶσι^ν ἐλθεῖν εἰς παλαίωσι^ν. | οὐκέτι μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. |
συντετέλεσται, ἐξῆρται, τουτέστι^ τὰ^ πρῶτα^ τέλος ἔχει. | συντετέλεσται, ἐξῆρται, τουτέστι τὰ πρῶτα τέλος ἔχει. |
καὶ διὰ τί τέλος ἔχει τὰ^ πρῶτα^; | καὶ διὰ τί τέλος ἔχει τὰ πρῶτα; |
ἀνέβη γὰ^ρ ἐκ τῆς γῆς ὁ ἐμφυ_σῶν εἰς τὸ πρόσωπόν σου καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. | ἀνέβη γὰρ ἐκ τῆς γῆς ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. |
ἀλλὰ^ πά^λι^ν ἀ^να^λά^βωμεν. | ἀλλὰ πάλιν ἀναλάβωμεν. |
ἑόρταζε, ἰούδα, τὰ_ς ἑορτά_ς σου, ἀ^πόδος τῷ θεῷ τὰ_ς εὐχά_ς σου. | ἑόρταζε, ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ θεῷ τὰς εὐχάς σου. |
οὐκέτι μὴ προσθῶσι^ν ἐλθεῖν εἰς παλαίωσι^ν. | οὐκέτι μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. |
τίνες αἱ ἑορταί; | τίνες αἱ ἑορταί; |
ἦσα^ν γὰ^ρ ἐκεῖναι αἱ πα^λαιαὶ τῶν νέων φέρουσαι τὴν εἰκόνα^. | ἦσαν γὰρ ἐκεῖναι αἱ παλαιαὶ τῶν νέων φέρουσαι τὴν εἰκόνα. |
πρώτη τῶν ἀζύ^μων ἡμέρα_, εἰκὼν οὖσα^ τοῦ πά^θους τοῖς ἀ^κρι_βῶς ἐξετάζουσι^. | πρώτη τῶν ἀζύμων ἡμέρα, εἰκὼν οὖσα τοῦ πάθους τοῖς ἀκριβῶς ἐξετάζουσι. |
μετὰ^ ταύτην ἡμέρα_ τῆς πεντηκοστῆς, εἰκὼν οὖσα^ καὶ αὐτὴ τῆς τοῦ ἁ^γί^ου καὶ προσκυνητοῦ πνεύμα^τος ἐπιφοιτήσεως. | μετὰ ταύτην ἡμέρα τῆς πεντηκοστῆς, εἰκὼν οὖσα καὶ αὐτὴ τῆς τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος ἐπιφοιτήσεως. |
ἡ δὲ τῶν σκηνοπηγίων εἰκὼν καὶ αὐτὴ ἦν τῶν σκηνῶν τῶν οὐρα^νί^ων. | ἡ δὲ τῶν σκηνοπηγίων εἰκὼν καὶ αὐτὴ ἦν τῶν σκηνῶν τῶν οὐρανίων. |
τοιούτοις καὶ ὁ κύ_ρι^ος ἐνδεικνύμενος, ἐπειδήπερ ἐκεῖναι ἦσα^ν πρόσκαιροι, βουλόμενος δεῖξαι, ὅτι^ αἱ σκηναὶ ἐκεῖναι τύ^πος εἰσὶ^ τῶν μελλουσῶν σκηνῶν, ἔλεγε πρὸς τοὺς ἐν τῷ κόσμῳ πλουτοῦντα^ς· | τοιούτοις καὶ ὁ κύριος ἐνδεικνύμενος, ἐπειδήπερ ἐκεῖναι ἦσαν πρόσκαιροι, βουλόμενος δεῖξαι, ὅτι αἱ σκηναὶ ἐκεῖναι τύπος εἰσὶ τῶν μελλουσῶν σκηνῶν, ἔλεγε πρὸς τοὺς ἐν τῷ κόσμῳ πλουτοῦντας· |
ποιήσατε ὑ_μῖν φί^λους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀ^δι^κί^α_ς, ἵν' ὅτα^ν ἐκλί^πητε, δέξωνται ὑ_μᾶς εἰς τὰ_ς αἰωνί^ους σκηνά_ς.. | ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵν' ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.. |
αἱ οὖν πρόσκαιροι σκηναὶ τύ^πος ἦσαν τῶν αἰωνί^ων σκηνῶν. | αἱ οὖν πρόσκαιροι σκηναὶ τύπος ἦσαν τῶν αἰωνίων σκηνῶν. |
ἐπεὶ οὖν ἡ τοῦ χριστοῦ οἰκονομί^α_ τοὺς μὲν πα^λαιοὺς τύ^πους ἐπλήρου, τὴν δὲ νέα_ν χά^ρι^ν ἐξήνθει, κα^λῶς ὁ προφήτης προαναφωνεῖ λεγων· | ἐπεὶ οὖν ἡ τοῦ χριστοῦ οἰκονομία τοὺς μὲν παλαιοὺς τύπους ἐπλήρου, τὴν δὲ νέαν χάριν ἐξήνθει, καλῶς ὁ προφήτης προαναφωνεῖ λεγων· |
ἑόρταζε, ἰούδα, τὰ_ς ἑορτά_ς σου, ἀ^πόδος τῷ θεῷ τὰ_ς εὐχά_ς σου. | ἑόρταζε, ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ θεῷ τὰς εὐχάς σου. |
σημαίνει τὸ οὐκέτι μὴ προσθῶσι^ν ἐλθεῖν εἰς παλαίωσι^ν. | σημαίνει τὸ οὐκέτι μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. |
ἀνακεκαίνισται γὰ^ρ τὰ^ παλαιὰ^ διὰ τῆς χά^ρι^τος. | ἀνακεκαίνισται γὰρ τὰ παλαιὰ διὰ τῆς χάριτος. |
συντετέλεσται, ἐξῆρται.. | συντετέλεσται, ἐξῆρται.. |
ἀνέβη γὰ^ρ ἐκ τῆς γῆς ὁ ἐμφυ_σῶν εἰς τὸ πρόσωπόν σου καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. | ἀνέβη γὰρ ἐκ τῆς γῆς ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. |
ἀλλ' ὁ μὲν προφήτης ναοὺμ γυμνῶς σοι πα^ρέστησε τὸν τὴν ἁγί^α_ν χά^ρι^ν ἐμπνεύσαντα^ κύ_ρι^ον. | ἀλλ' ὁ μὲν προφήτης ναοὺμ γυμνῶς σοι παρέστησε τὸν τὴν ἁγίαν χάριν ἐμπνεύσαντα κύριον. |
ἡσαΐας δὲ καὶ αὐτὸς ἑτέρῳ τρόπῳ τὸν ἐκ νεκρῶν ἀ^ναστά^ντα^ καὶ πνεῦμα^ ἅ^γι^ον τοῖς ἑαυτοῦ χα^ρι^ζόμενον προαναφωνεῖ λέγων· | ἡσαΐας δὲ καὶ αὐτὸς ἑτέρῳ τρόπῳ τὸν ἐκ νεκρῶν ἀναστάντα καὶ πνεῦμα ἅγιον τοῖς ἑαυτοῦ χαριζόμενον προαναφωνεῖ λέγων· |
ἐμνήσθη ἡμερῶν αἰωνί^ων ὁ ἀναβιβάσας ἐκ γῆς τὸν ποιμένα^ τῶν προβάτων.. | ἐμνήσθη ἡμερῶν αἰωνίων ὁ ἀναβιβάσας ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων.. |
καὶ ἀντὶ τοῦ ἐνεφύ_σησεν εἰς τὸ πρόσωπον αὐτοῦ εὐθέως ἐπήγα^γεν· | καὶ ἀντὶ τοῦ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ εὐθέως ἐπήγαγεν· |
ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον. |
ἡ θεϊ^κὴ ἀξία, ἡ θεϊ^κὴ προσηγορια, τὸ βα^σι^λι^κὸν ἀξί^ωμα^, ἡ ἄχραντος δόξα_ καὶ ἡ ἀ^κα^τά^ληπτος δύ^να^μι^ς τὸ τῷ πατρὶ^ συνδοξαζόμενον καὶ υἱῷ συ^μβασιλεῦον καὶ ἐνεργοῦν τὰ^ πά^ντα^ καὶ δι^αιροῦν τὰ^ θεῖα^ χα^ρί^σμα^τα^ ἑκάστῳ κα^θὼς βού λεται. | ἡ θεϊκὴ ἀξία, ἡ θεϊκὴ προσηγορια, τὸ βασιλικὸν ἀξίωμα, ἡ ἄχραντος δόξα καὶ ἡ ἀκατάληπτος δύναμις τὸ τῷ πατρὶ συνδοξαζόμενον καὶ υἱῷ συμβασιλεῦον καὶ ἐνεργοῦν τὰ πάντα καὶ διαιροῦν τὰ θεῖα χαρίσματα ἑκάστῳ καθὼς βού λεται. |
ταῦτα εὖ οἶδα ὅτι^ στηρίζει μὲν τοὺς ἰ^δί^ους τῆς ἐκκλησί^α_ς, δάκνει δὲ τοὺς ἐχθροὺς καὶ διαρρήγνυσι^, μά^λι^στα^ τοὺς ἐχθροὺς τῆς εὐσεβεία_ς, τοὺς παραιτουμένους πατρὶ^ καὶ υἱῷ συνδοξάζειν τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | ταῦτα εὖ οἶδα ὅτι στηρίζει μὲν τοὺς ἰδίους τῆς ἐκκλησίας, δάκνει δὲ τοὺς ἐχθροὺς καὶ διαρρήγνυσι, μάλιστα τοὺς ἐχθροὺς τῆς εὐσεβείας, τοὺς παραιτουμένους πατρὶ καὶ υἱῷ συνδοξάζειν τὸ πνεῦμα τὸ ἅγιον. |
ὢ τῆς ἀθλιότητος. | ὢ τῆς ἀθλιότητος. |
οὐδὲ ὧν ἔτυ^χον κα^ταξιοῦν ἐθέλουσι^ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | οὐδὲ ὧν ἔτυχον καταξιοῦν ἐθέλουσι τὸ πνεῦμα τὸ ἅγιον. |
εἰ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα^. | εἰ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα. |
παῦλος συνδοξάζεται θεῷ καὶ τὸ πᾶν οὐ συνδοξάζεται; | παῦλος συνδοξάζεται θεῷ καὶ τὸ πᾶν οὐ συνδοξάζεται; |
ἡ θνητὴ φύ^σι^ς τοσοῦτον ἀ^νά^γεται, ὡς χριστῷ συνδοξάζεσθαι, καὶ τὸ προσκυνητὸν πνεῦμα^ οὐ δὲ τῶν αὐτῶν ἡμῖν κοινωνήσει πλεονεκτημά^των; | ἡ θνητὴ φύσις τοσοῦτον ἀνάγεται, ὡς χριστῷ συνδοξάζεσθαι, καὶ τὸ προσκυνητὸν πνεῦμα οὐ δὲ τῶν αὐτῶν ἡμῖν κοινωνήσει πλεονεκτημάτων; |
εἰ ὑπομένομεν, καὶ συ^μβασιλεύσομεν. | εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. |
τὸ δὲ πνεῦμα^ τὸ ἅ^γι^ον οὐ συ^μβασιλεύει χριστῷ; | τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐ συμβασιλεύει χριστῷ; |
ὢ τῆς πολλῆς ἀγνωμοσύνης· | ὢ τῆς πολλῆς ἀγνωμοσύνης· |
ὢ τῆς πολλῆς καὶ ἀ^φορήτου μανία_ς· | ὢ τῆς πολλῆς καὶ ἀφορήτου μανίας· |
ὢ γνώμης ἀ^θέου καὶ βλα^σφημί^α_ς ἀμέτρου καὶ πληγῆς ἀ^νιά^του. | ὢ γνώμης ἀθέου καὶ βλασφημίας ἀμέτρου καὶ πληγῆς ἀνιάτου. |
ἡμεῖς προδοκῶμεν συ^μβασιλεῦσαι καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐν δούλου τάξει κατατάττομεν; | ἡμεῖς προδοκῶμεν συμβασιλεῦσαι καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐν δούλου τάξει κατατάττομεν; |
ταῦτα δέ φα^μεν, ἀ^δελφοί, οὐχ ὡς πα^ρα^πλησί^ως ἡμῖν ὀφείλοντος τοῦ ἁ^γί^ου πνεύμα^τος τῷ χριστῷ συνδοξάζεσθαι, ἀλλὰ^ τὴν ἀσέβεια^ν ἐλέγχοντες τῶν μη δὲ τοσοῦτον ἀπονέμειν ἀ^νεχομένων. | ταῦτα δέ φαμεν, ἀδελφοί, οὐχ ὡς παραπλησίως ἡμῖν ὀφείλοντος τοῦ ἁγίου πνεύματος τῷ χριστῷ συνδοξάζεσθαι, ἀλλὰ τὴν ἀσέβειαν ἐλέγχοντες τῶν μη δὲ τοσοῦτον ἀπονέμειν ἀνεχομένων. |
ἵλεως δὲ ἡμῖν, κύ_ρι^ε, ἐπὶ^ τοῖς λαλουμένοις εἴης. | ἵλεως δὲ ἡμῖν, κύριε, ἐπὶ τοῖς λαλουμένοις εἴης. |
ὅτι^ κ ἂ^ν μέχρι^ ψι_λῆς καὶ ἐπιπολαίου λέξεως δευτεροῦμεν τὰ^ τῶν ἀσεβῶν ῥήμα^τα^, ἀλλ' ὅμως μηδείς, ἀ^δελφοί, νομι^σά^τω ὕβρι^ν εἶναι τοῦ ἁ^γί^ου πνεύμα^τος τὸ δευτεροῦσθαι τὰ_ς παρ' ἐκείνων ὕβρεις. | ὅτι κ ἂν μέχρι ψιλῆς καὶ ἐπιπολαίου λέξεως δευτεροῦμεν τὰ τῶν ἀσεβῶν ῥήματα, ἀλλ' ὅμως μηδείς, ἀδελφοί, νομισάτω ὕβριν εἶναι τοῦ ἁγίου πνεύματος τὸ δευτεροῦσθαι τὰς παρ' ἐκείνων ὕβρεις. |
ἄγομεν γὰ^ρ αὐτὰ_ς εἰς μέσον καὶ λέγομεν, οὐ συ^νδιατιθέμενοι τῇ ἀ^σεβείᾳ, ἀλλὰ^ τὴν πλάνην στηλιτεύοντες καὶ τοὺς συντρόφους τῆς εὐσεβεία_ς τῶν πονηρῶν δογμά^των ἀποτειχίζοντες. | ἄγομεν γὰρ αὐτὰς εἰς μέσον καὶ λέγομεν, οὐ συνδιατιθέμενοι τῇ ἀσεβείᾳ, ἀλλὰ τὴν πλάνην στηλιτεύοντες καὶ τοὺς συντρόφους τῆς εὐσεβείας τῶν πονηρῶν δογμάτων ἀποτειχίζοντες. |
καὶ γὰ^ρ οἱ ἀ^πόστολοι ἀγα^πῶντες τὸν κύ_ρι^ον καὶ ἰδόντες αὐτοῦ τὴν ἀ^ξί^α_ν, οὐκ ὤκνησα^ν ἐντάξαι τοῖς ἁ^γί^οις εὐαγγελί^οις τὰ_ς πα^ρὰ^ τῶν ἰουδαίων ὕβρεις. | καὶ γὰρ οἱ ἀπόστολοι ἀγαπῶντες τὸν κύριον καὶ ἰδόντες αὐτοῦ τὴν ἀξίαν, οὐκ ὤκνησαν ἐντάξαι τοῖς ἁγίοις εὐαγγελίοις τὰς παρὰ τῶν ἰουδαίων ὕβρεις. |
γέγραπται γοῦν ὅσα^ εἰπεῖν ἐτόλμησα^ν περὶ^ χριστοῦ, καὶ ὅτι^ ἁμαρτωλός ἐστι^ καὶ ὅτι^ τοῦ θεοῦ οὐκ ἔστι^. | γέγραπται γοῦν ὅσα εἰπεῖν ἐτόλμησαν περὶ χριστοῦ, καὶ ὅτι ἁμαρτωλός ἐστι καὶ ὅτι τοῦ θεοῦ οὐκ ἔστι. |
καὶ εἰς πρόσωπον αὐτοῦ οὐκ ὤκνησα^ν· | καὶ εἰς πρόσωπον αὐτοῦ οὐκ ὤκνησαν· |
σαμαρείτης εἶ σὺ^ καὶ δαιμόνι^ον ἔχεις. | σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις. |
ἀλλὰ^ τὸ πρᾶγμα^ οὐ τῶν γραψάντων κα^τηγορεῖ, ἀλλὰ^ τῶν βλασφημησάντων. | ἀλλὰ τὸ πρᾶγμα οὐ τῶν γραψάντων κατηγορεῖ, ἀλλὰ τῶν βλασφημησάντων. |
ἄκουε τοῦ πνεύμα^τος τὴν ἐνέργεια^ν· | ἄκουε τοῦ πνεύματος τὴν ἐνέργειαν· |
ἄκουε τῶν ἀ^ποστόλων τὴν δοξολογίαν· | ἄκουε τῶν ἀποστόλων τὴν δοξολογίαν· |
στοίχει ταῖς ἐκείνων δι^δα^σκα^λί^αις· | στοίχει ταῖς ἐκείνων διδασκαλίαις· |
ἕπου τοῖς βήμα^σι^ τῶν ἁ^γί^ων· | ἕπου τοῖς βήμασι τῶν ἁγίων· |
μὴ πλά^να_ σαυτὸν τοῖς ἴ^χνεσι^ τῶν βεβήλων. | μὴ πλάνα σαυτὸν τοῖς ἴχνεσι τῶν βεβήλων. |
τριάδα προσκύ^νει· | τριάδα προσκύνει· |
τριάδα δόξαζε· | τριάδα δόξαζε· |
τριάδα κήρυττε. | τριάδα κήρυττε. |
οὕτω φρονοῦσι^ προφῆται, οὕτω κηρύττουσι^ ἀ^πόστολοι, οὕτω πιστεύουσι^ μά^ρτυ^ρες. | οὕτω φρονοῦσι προφῆται, οὕτω κηρύττουσι ἀπόστολοι, οὕτω πιστεύουσι μάρτυρες. |
δι^αιρέσεις χα^ρι^σμά^των, τὸ δὲ αὐτὸ πνεῦμα^· | διαιρέσεις χαρισμάτων, τὸ δὲ αὐτὸ πνεῦμα· |
δι^αιρέσεις δι^α_κονι^ῶν, ὁ δὲ αὐτὸς κύ_ρι^ος· | διαιρέσεις διακονιῶν, ὁ δὲ αὐτὸς κύριος· |
διαιρέσεις ἐνεργημά^των, ὁ δὲ αὐτὸς θεὸς ἐνεργῶν τὰ^ πά^ντα^ ἐν πᾶσι^. | διαιρέσεις ἐνεργημάτων, ὁ δὲ αὐτὸς θεὸς ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. |
τίνος ἕνεκεν οὐκ ἀ^πὸ πατρὸς ἄρχεται; | τίνος ἕνεκεν οὐκ ἀπὸ πατρὸς ἄρχεται; |
οὐ πρῶτον ἐκεῖνον κηρύττει καὶ τότε τὸν υἱὸν καὶ μετ' αὐτὸν τὸ ἅ^γι^ον πνεῦμα^; | οὐ πρῶτον ἐκεῖνον κηρύττει καὶ τότε τὸν υἱὸν καὶ μετ' αὐτὸν τὸ ἅγιον πνεῦμα; |
μεταβάλλεις τὴν τάξι^ν, ὦ παῦλε; | μεταβάλλεις τὴν τάξιν, ὦ παῦλε; |
μεταρρυθμίζεις τὴν ἀκολουθίαν; | μεταρρυθμίζεις τὴν ἀκολουθίαν; |
τοῦ σωτῆρος παραδεδωκότος ἐν ὀνόμα^τι^ πατρὸς καὶ υἱοῦ καὶ ἁ^γί^ου πνεύμα^τος, σὺ^ λύ_εις τὸν θεσμὸν τῆς θεολογί^α_ς; | τοῦ σωτῆρος παραδεδωκότος ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, σὺ λύεις τὸν θεσμὸν τῆς θεολογίας; |
ἀλλὰ γὰ^ρ μὴ γένοιτο ἡμᾶς ποτε ταῦτα περὶ^ παύλου νοῆσαι. | ἀλλὰ γὰρ μὴ γένοιτο ἡμᾶς ποτε ταῦτα περὶ παύλου νοῆσαι. |
ὁ γὰ^ρ ἅγι^ος ἐκεῖνος καὶ θαυμαστὸς κήρυξ εἶδεν ἀ^κρι_βῶς, ὅτι^ κ ἂ_ν πνεύμα^τος πρῶτον μνησθῇ, ἄτρωτον φυλά^ττει τὴν θεολογίαν· | ὁ γὰρ ἅγιος ἐκεῖνος καὶ θαυμαστὸς κήρυξ εἶδεν ἀκριβῶς, ὅτι κ ἂν πνεύματος πρῶτον μνησθῇ, ἄτρωτον φυλάττει τὴν θεολογίαν· |
καὶ οὐχ ὑβρίζει τὴν ἀσύγχυ^τον φύ^σι^ν· | καὶ οὐχ ὑβρίζει τὴν ἀσύγχυτον φύσιν· |
οὐκ ἐμμερίζει τὴν ἀμέρι^στον ἀ^ξί^α_ν. | οὐκ ἐμμερίζει τὴν ἀμέριστον ἀξίαν. |
πνεύμα^τος μέμνηται πρῶτον, ἵ^να_ δείξῃ ὅτι^ τὸ τελευταῖον γρά^φεσθαι τὸ πνεῦμα^, οὐ τελευταῖον αὐτὸ ποιεῖ καὶ ἔσχα^τον. | πνεύματος μέμνηται πρῶτον, ἵνα δείξῃ ὅτι τὸ τελευταῖον γράφεσθαι τὸ πνεῦμα, οὐ τελευταῖον αὐτὸ ποιεῖ καὶ ἔσχατον. |
ἐπειδὴ γὰ^ρ ἐκεῖνοι πα^ρερμηνεύουσι^ κα^κῶς, οὐ συ^ναριθμοῦντες, ἀλλ' ὑ^παριθμοῦντες τῷ πατρὶ^ τὸν υἱὸν καὶ τῷ υἱῷ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | ἐπειδὴ γὰρ ἐκεῖνοι παρερμηνεύουσι κακῶς, οὐ συναριθμοῦντες, ἀλλ' ὑπαριθμοῦντες τῷ πατρὶ τὸν υἱὸν καὶ τῷ υἱῷ τὸ πνεῦμα τὸ ἅγιον. |
πρῶτος γά^ρ φησι^ν ὁ πα^τήρ, δεύτερος ὁ υἱός, τρί^τον τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, οὐ τὴν εὔτακτον τῆς γνώσεως ἀκολουθίαν νοοῦντες τῆς προσκυνητῆς τριά^δος, ἀλλὰ ψυ^χῇ δι^αστρόφῳ ἐπιχειροῦντες τὴν τῆς θεολογί^α_ς κα^θαρότητα^. | πρῶτος γάρ φησιν ὁ πατήρ, δεύτερος ὁ υἱός, τρίτον τὸ πνεῦμα τὸ ἅγιον, οὐ τὴν εὔτακτον τῆς γνώσεως ἀκολουθίαν νοοῦντες τῆς προσκυνητῆς τριάδος, ἀλλὰ ψυχῇ διαστρόφῳ ἐπιχειροῦντες τὴν τῆς θεολογίας καθαρότητα. |
εἰκότως ὁ παῦλος ἀντιστρέφει τῶν ὀνομά^των τὴν τάξι^ν, ἵ^να_ δείξῃ τῆς ἀ^ληθεία_ς τὴν δύ^να^μι^ν καὶ λύ_σῃ τῶν πονηρῶν τὴν ὑπόληψι^ν. | εἰκότως ὁ παῦλος ἀντιστρέφει τῶν ὀνομάτων τὴν τάξιν, ἵνα δείξῃ τῆς ἀληθείας τὴν δύναμιν καὶ λύσῃ τῶν πονηρῶν τὴν ὑπόληψιν. |
ἀλλ' οἶδά^ φησι^ν, ὅτι^ τοῦ μὲν υἱοῦ καὶ τοῦ πνεύμα^τος ἐπιπολαίως ἐμνομόνευσεν, ἐπὶ^ δὲ τὸν πα^τέρα^ ἐλθών, εἰς ὕψος τὴν θεολογίαν ἤγα^γεν. | ἀλλ' οἶδά φησιν, ὅτι τοῦ μὲν υἱοῦ καὶ τοῦ πνεύματος ἐπιπολαίως ἐμνομόνευσεν, ἐπὶ δὲ τὸν πατέρα ἐλθών, εἰς ὕψος τὴν θεολογίαν ἤγαγεν. |
ἐπὶ^ μὲν γὰ^ρ τοῦ πνεύμα^τος εἶπε· | ἐπὶ μὲν γὰρ τοῦ πνεύματος εἶπε· |
τὸ δὲ αὐτὸ πνεῦμα^· | τὸ δὲ αὐτὸ πνεῦμα· |
ἐπὶ^ δὲ τοῦ υἱοῦ· | ἐπὶ δὲ τοῦ υἱοῦ· |
ὁ δὲ αὐτὸς κύ_ρι^ος· | ὁ δὲ αὐτὸς κύριος· |
εἰς δὲ τὸν πα^τέρα^ ἐλθὼν εἶπεν· | εἰς δὲ τὸν πατέρα ἐλθὼν εἶπεν· |
ὁ ἐνεργῶν τὰ^ πά^ντα^ ἐν πᾶσι^. | ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. |
τί οὖν αὐτῷ τὸ ῥῆμα^ τὸ ἐνεργεῖν τὰ^ πά^ντα^ ἐν πᾶσι^ν αὐθεντίαν μηνύ^ει; | τί οὖν αὐτῷ τὸ ῥῆμα τὸ ἐνεργεῖν τὰ πάντα ἐν πᾶσιν αὐθεντίαν μηνύει; |
ναί φησι^. | ναί φησι. |
καὶ ὑπεροχὴν ὑπερβάλλουσα^ν κηρύττει; | καὶ ὑπεροχὴν ὑπερβάλλουσαν κηρύττει; |
ναί φησι^. | ναί φησι. |
δέχομαί σου τὰ_ς ὁμολογία_ς, ἐὰ^ν ἐμμένῃς ταῖς συνθήκαις. | δέχομαί σου τὰς ὁμολογίας, ἐὰν ἐμμένῃς ταῖς συνθήκαις. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.