macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
εἰπὲ αὐτοῖς·
εἰπὲ αὐτοῖς·
τί καινὸν δι^δά^σκετε;
τί καινὸν διδάσκετε;
τί ξένον ἀ^πα^γγέλλετε;
τί ξένον ἀπαγγέλλετε;
καὶ εὐθέως ὁ θεῖος χορὸς ἀ^ποκρι^θήσεταί σοι δι^ὰ^ τῶν θείων εὐαγγελίων·
καὶ εὐθέως ὁ θεῖος χορὸς ἀποκριθήσεταί σοι διὰ τῶν θείων εὐαγγελίων·
δόξα_ ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ^ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ἦλθον ἐπὶ^ γῆς ἄγγελοι, τῆς δόξης τοὺς ὅρους οὐχ ὑπερέβησα^ν·
ἦλθον ἐπὶ γῆς ἄγγελοι, τῆς δόξης τοὺς ὅρους οὐχ ὑπερέβησαν·
καὶ αἱρετι^κοὶ τούτους ὑπερβαίνειν οὐκ ὤκνησα^ν.
καὶ αἱρετικοὶ τούτους ὑπερβαίνειν οὐκ ὤκνησαν.
ἀλλὰ^ μή τι^ αἱ ἀνωτάτω δυ^νά^μεις, αἱ ὑ^πὲρ τοὺς ἀγγέλους λέγω;
ἀλλὰ μή τι αἱ ἀνωτάτω δυνάμεις, αἱ ὑπὲρ τοὺς ἀγγέλους λέγω;
λέγω δὴ αἱ τῶν ἀρχαγγέλων.
λέγω δὴ αἱ τῶν ἀρχαγγέλων.
εἰσὶ δὲ ἐκεῖναι φύ^σεις διακεκριμέναι.
εἰσὶ δὲ ἐκεῖναι φύσεις διακεκριμέναι.
ἐρώτησον τὰ^ χερουβίμ, τὸν βα^σι^λι^κὸν θρόνον.
ἐρώτησον τὰ χερουβίμ, τὸν βασιλικὸν θρόνον.
ὁ κα^θήμενος ἐπὶ^ τῶν χερουβὶμ ἐμφάνηθι^..
ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι..
ἐρώτησον τὰ^ χερουβίμ ὡς θρόνον σαπφείρι^νον καὶ ἐν τῷ θρόνῳ κα^θήμενον ὡς ὁμοίωμα^ υἱοῦ ἀνθρώπου.
ἐρώτησον τὰ χερουβίμ ὡς θρόνον σαπφείρινον καὶ ἐν τῷ θρόνῳ καθήμενον ὡς ὁμοίωμα υἱοῦ ἀνθρώπου.
καὶ φωνὴ ἐγένετο τῶν χερουβὶμ ὡς ὑ^δά^των πολλῶν βοῶσα^·
καὶ φωνὴ ἐγένετο τῶν χερουβὶμ ὡς ὑδάτων πολλῶν βοῶσα·
εὐλογημένη ἡ δόξα_ κυ_ρί^ου ἐκ τοῦ τόπου αὐτῆς.
εὐλογημένη ἡ δόξα κυρίου ἐκ τοῦ τόπου αὐτῆς.
ὁρᾷς καὶ τῶν χερουβὶμ τὴν εὐλάβεια^ν;
ὁρᾷς καὶ τῶν χερουβὶμ τὴν εὐλάβειαν;
ἔφθα^σεν εἰς δόξα^ν καὶ οὐχ ὑπερέβη τὸν ὅρον.
ἔφθασεν εἰς δόξαν καὶ οὐχ ὑπερέβη τὸν ὅρον.
εὐλογημένη ἡ δόξα_ κυ_ρί^ου.
εὐλογημένη ἡ δόξα κυρίου.
καὶ πῶς;
καὶ πῶς;
ἐκ τοῦ τόπου αὐτῆς, ἵ^να_ δείξῃ σοι, ὅτι^ καὶ ἐν τοῖς οὐρα^νί^οις τόποις αὐλίζεται καὶ πολὺ^ ὑψηλοτέραν τῶν οὐρα^νί^ων δυ^νά^μεων καὶ ἀορά^των ὑπέρκειται τὴν ἀ^ξί^α_ν.
ἐκ τοῦ τόπου αὐτῆς, ἵνα δείξῃ σοι, ὅτι καὶ ἐν τοῖς οὐρανίοις τόποις αὐλίζεται καὶ πολὺ ὑψηλοτέραν τῶν οὐρανίων δυνάμεων καὶ ἀοράτων ὑπέρκειται τὴν ἀξίαν.
οὐ φθέγγονται ὡς πλησιάζοντες, ἀλλ' ὡς πόρρω ἀφεστηκότες τῆς θεία_ς ἀ^ξί^α_ς.
οὐ φθέγγονται ὡς πλησιάζοντες, ἀλλ' ὡς πόρρω ἀφεστηκότες τῆς θείας ἀξίας.
εὐλογημένη ἡ δόξα_ κυ_ρί^ου ἐκ τοῦ τόπου αὐτῆς.
εὐλογημένη ἡ δόξα κυρίου ἐκ τοῦ τόπου αὐτῆς.
οὐχ ὅτι^ τόπον ἔχει.
οὐχ ὅτι τόπον ἔχει.
πά^ντα^ γὰ^ρ περιγρά^φει τόπῳ·
πάντα γὰρ περιγράφει τόπῳ·
ἀλλὰ τόπον θεοῦ κα^λεῖ τὴν περὶ^ αὐτὸν ἀ^ξί^α_ν.
ἀλλὰ τόπον θεοῦ καλεῖ τὴν περὶ αὐτὸν ἀξίαν.
εἶδες τῶν χερουβὶμ καὶ φωνήν·
εἶδες τῶν χερουβὶμ καὶ φωνήν·
εὐλογημένη ἡ δόξα_ κυ_ρί^ου.
εὐλογημένη ἡ δόξα κυρίου.
καὶ οὐδὲν πλέον ἀ^νήγγειλε.
καὶ οὐδὲν πλέον ἀνήγγειλε.
δεῖ γά^ρ σε κύκλῳ πα^ρεστῶτα^ εἰδέναι τὰ^ τοῦ θεοῦ καταγγέλια^.
δεῖ γάρ σε κύκλῳ παρεστῶτα εἰδέναι τὰ τοῦ θεοῦ καταγγέλια.
τὰ^ γὰ^ρ σεραφὶμ εἱστήκει κύκλῳ αὐτοῦ.
τὰ γὰρ σεραφὶμ εἱστήκει κύκλῳ αὐτοῦ.
τί τοίνυ^ν μα^θεῖν ἔστι^ παρ' αὐτῶν;
τί τοίνυν μαθεῖν ἔστι παρ' αὐτῶν;
μὴ κωλύ_σητε.
μὴ κωλύσητε.
ἀλλ' ἐρεῖ κ ἀκεῖνα^, ὅτι^ κ ἂ_ν ὑπερέξωμεν τὴν ἀ^ξί^α_ν, ἀλλ' ἐπι^γινώσκομεν ἡμῶν τῆς φύ^σεως τοὺς ὅρους καὶ οὐχ ὑπερπηδῶμεν τὰ^ μέτρα^ τῆς γνώσεως·
ἀλλ' ἐρεῖ κ ἀκεῖνα, ὅτι κ ἂν ὑπερέξωμεν τὴν ἀξίαν, ἀλλ' ἐπιγινώσκομεν ἡμῶν τῆς φύσεως τοὺς ὅρους καὶ οὐχ ὑπερπηδῶμεν τὰ μέτρα τῆς γνώσεως·
οὐ πολυπραγμονοῦμεν ἡμῶν τὸν κτίσαντα^, οὐ περιεργαζόμεθα^ τὸν τιμήσαντα^.
οὐ πολυπραγμονοῦμεν ἡμῶν τὸν κτίσαντα, οὐ περιεργαζόμεθα τὸν τιμήσαντα.
οἴδαμεν τὴν ἀ^κα^τά^ληπτον φύ^σι^ν, ὅτι^ οὐχ ὑ^ποβάλλεται ζητήσει, οὐ δουλεύει λογισμῶν ἀκολουθίαις·
οἴδαμεν τὴν ἀκατάληπτον φύσιν, ὅτι οὐχ ὑποβάλλεται ζητήσει, οὐ δουλεύει λογισμῶν ἀκολουθίαις·
ὑπερέχει πᾶσα^ν ὁμοῦ καὶ ἀγγελι^κὴν κατάστασι^ν καὶ ὑπερκόσμιον ἔννοια^ν καὶ πᾶσα^ν ὑπερουρά^νι^ον δύ^να^μι^ν ἡ δόξα_ τοῦ προσκυνουμένου.
ὑπερέχει πᾶσαν ὁμοῦ καὶ ἀγγελικὴν κατάστασιν καὶ ὑπερκόσμιον ἔννοιαν καὶ πᾶσαν ὑπερουράνιον δύναμιν ἡ δόξα τοῦ προσκυνουμένου.
διὰ τοῦτο καὶ ἡμεῖς οὐχ ὑπερβαίνομεν τοὺς ὅρους.
διὰ τοῦτο καὶ ἡμεῖς οὐχ ὑπερβαίνομεν τοὺς ὅρους.
οὐχ ὑπερέβη τὰ^ χερουβίμ, ἀλλὰ μετὰ^ πά_σης εὐλαβεία_ς τὸν οὐρά^νι^ον ἐκεῖνον ὕμνον ἀναμέλπει·
οὐχ ὑπερέβη τὰ χερουβίμ, ἀλλὰ μετὰ πάσης εὐλαβείας τὸν οὐράνιον ἐκεῖνον ὕμνον ἀναμέλπει·
ἅγι^ος, ἅγιος, ἅγιος, κύ_ρι^ος σαβαώθ, πλήρης πᾶσα^ ἡ γῆ τῆς δόξης αὐτοῦ.
ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.
οὐ δυσωπεῖ σε παῦλος καὶ μωϋσῆς δόξα^ν μὴ ὑπερβαίνοντες;
οὐ δυσωπεῖ σε παῦλος καὶ μωϋσῆς δόξαν μὴ ὑπερβαίνοντες;
δυσωπήσει σε ὁ οὐρα^νὸς δόξα^ν ἀ^πα^γγέλλων.
δυσωπήσει σε ὁ οὐρανὸς δόξαν ἀπαγγέλλων.
ἀλλ' οὐ πείθει σε ὁ οὐρα^νός;
ἀλλ' οὐ πείθει σε ὁ οὐρανός;
δυσωπήσουσιν ἄγγελοι.
δυσωπήσουσιν ἄγγελοι.
ἀλλ' ἀγγέλων κα^ταφρονεῖς;
ἀλλ' ἀγγέλων καταφρονεῖς;
φοβήθητι τὰ^ χερουβίμ.
φοβήθητι τὰ χερουβίμ.
ἀλλὰ καὶ ταῦτα^ ὑπερβαίνεις τῇ τόλμῃ;
ἀλλὰ καὶ ταῦτα ὑπερβαίνεις τῇ τόλμῃ;
σωφρονιζέτω σε τὰ^ σεραφίμ.
σωφρονιζέτω σε τὰ σεραφίμ.
ἀλλ' οὔ τε ὑπερκοσμί^οις οὔ τε ὑποδείγμασι^ν ἐπι^γείοις πείθῃ;
ἀλλ' οὔ τε ὑπερκοσμίοις οὔ τε ὑποδείγμασιν ἐπιγείοις πείθῃ;
ἐκτὸς γενοῦ τῶν ἱερῶν χορῶν, ἐξόρισον σεαυτὸν τῶν θείων αὐλῶν.
ἐκτὸς γενοῦ τῶν ἱερῶν χορῶν, ἐξόρισον σεαυτὸν τῶν θείων αὐλῶν.
οὐ δύ_νῃ γὰ^ρ θεὸν πολυπραγμονεῖν καὶ ἐν τοῖς πιστοῖς ἀριθμεῖσθαι.
οὐ δύνῃ γὰρ θεὸν πολυπραγμονεῖν καὶ ἐν τοῖς πιστοῖς ἀριθμεῖσθαι.
καὶ τί λέγω περὶ^ θεοῦ;
καὶ τί λέγω περὶ θεοῦ;
οὐκ οἶδας ὅτι^ φοβερὸν τὸ κατατολμᾶν καὶ ἐρευνᾶν θεοῦ φύ^σι^ν;
οὐκ οἶδας ὅτι φοβερὸν τὸ κατατολμᾶν καὶ ἐρευνᾶν θεοῦ φύσιν;
οὐδὲ αὐτὰ^ τὰ^ ἔργα^ τοῦ θεοῦ ἂ_ν θέλῃς πολυπραγμονῆσαι, ἄ^ξι^όν σε ὁ θεὸς ἡγεῖται τῆς ἑαυτοῦ οἰκειότητος, ἀλλ' ἐκβάλλει μα^κρά_ν, ὡς τῶν ἀ^δυ^νά^των κατατολμῶντα^.
οὐδὲ αὐτὰ τὰ ἔργα τοῦ θεοῦ ἂν θέλῃς πολυπραγμονῆσαι, ἄξιόν σε ὁ θεὸς ἡγεῖται τῆς ἑαυτοῦ οἰκειότητος, ἀλλ' ἐκβάλλει μακράν, ὡς τῶν ἀδυνάτων κατατολμῶντα.
μωϋσῆς ὁ τοιοῦτος καὶ τηλι^κοῦτος ἀ^νήρ, ὁ τῶν τοσούτων θαυμά^των ἐργάτης, ὁ γενόμενος μεσίτης θεοῦ καὶ ἀνθρώπων, ᾧ δι^ῃρέθη θά^λασσα^, ὃς τὸ μάννα^ ἐξ οὐρα^νῶν ἐπήγα^γεν·
μωϋσῆς ὁ τοιοῦτος καὶ τηλικοῦτος ἀνήρ, ὁ τῶν τοσούτων θαυμάτων ἐργάτης, ὁ γενόμενος μεσίτης θεοῦ καὶ ἀνθρώπων, ᾧ διῃρέθη θάλασσα, ὃς τὸ μάννα ἐξ οὐρανῶν ἐπήγαγεν·
οὗτος, ἵν' ἕν τι^ τῶν ὑ^πὸ θεοῦ κελευσθέντων τολμήσα_ς ἀ^νθρωπί^νῳ λογισμῷ μετρῆσαι, καὶ μὴ τῇ θείᾳ δυ^νά^μει πα^ραχωρῆσαι, ἀπαραίτητον ἔσχε τὴν δί^κην.
οὗτος, ἵν' ἕν τι τῶν ὑπὸ θεοῦ κελευσθέντων τολμήσας ἀνθρωπίνῳ λογισμῷ μετρῆσαι, καὶ μὴ τῇ θείᾳ δυνάμει παραχωρῆσαι, ἀπαραίτητον ἔσχε τὴν δίκην.
ὡς γὰ^ρ ἔφθασεν ἐπὶ^ τὴν πέτραν, λέγει πρὸς τὸν λαόν·
ὡς γὰρ ἔφθασεν ἐπὶ τὴν πέτραν, λέγει πρὸς τὸν λαόν·
ὦ λα_ὸς σκληρὸς καὶ ἀπειθής, μὴ ἐκ τῆς πέτρα_ς ταύτης δυ^νήσομαι ὑ_μῖν δοῦναι ὕ^δωρ;
ὦ λαὸς σκληρὸς καὶ ἀπειθής, μὴ ἐκ τῆς πέτρας ταύτης δυνήσομαι ὑμῖν δοῦναι ὕδωρ;
καὶ τί πρὸς αὐτὸν ὁ θεός;
καὶ τί πρὸς αὐτὸν ὁ θεός;
ἆνθ' ὧν οὐκ ἐδόξασά^ς με ἐνώπι^ον τῆς συ^ναγωγῆς, οὐκ εἰσελεύσῃ εἰς τὴν γῆν, ἣν ὤμοσα^.
ἆνθ' ὧν οὐκ ἐδόξασάς με ἐνώπιον τῆς συναγωγῆς, οὐκ εἰσελεύσῃ εἰς τὴν γῆν, ἣν ὤμοσα.
ἐνταῦθά μοι πρόσεχε τόν νοῦν ἀ^κρι_βῶς.
ἐνταῦθά μοι πρόσεχε τόν νοῦν ἀκριβῶς.
ἄνθ' ὧν οὐκ ἐδόξασά^ς με.
ἄνθ' ὧν οὐκ ἐδόξασάς με.
τί γὰ^ρ ἦν τὸ δοξάσαι;
τί γὰρ ἦν τὸ δοξάσαι;
τὸ εἰπεῖν·
τὸ εἰπεῖν·
πά^ντα^ δύ^να^ται ὁ θεός.
πάντα δύναται ὁ θεός.
ἁμαρτία γά^ρ ἐστι^ν εἰς θεὸν τὸ λογισμοῖς ἐξετάζειν τὰ^ παρ' αὐτοῦ γι_νόμενα^ καὶ μὴ τῇ θείᾳ δυ^νά^μει πα^ραχωρεῖν ὑ^πὲρ πά^ντα^ τὰ^ ἑαυτῆς ἐργαζομένῃ.
ἁμαρτία γάρ ἐστιν εἰς θεὸν τὸ λογισμοῖς ἐξετάζειν τὰ παρ' αὐτοῦ γινόμενα καὶ μὴ τῇ θείᾳ δυνάμει παραχωρεῖν ὑπὲρ πάντα τὰ ἑαυτῆς ἐργαζομένῃ.
ἀπολογεῖται δαυὶδ ὑ^πὲρ μωϋσέως σφαλέντος, οὐ δι^α^νοίᾳ, ἀλλὰ γλώττῃ.
ἀπολογεῖται δαυὶδ ὑπὲρ μωϋσέως σφαλέντος, οὐ διανοίᾳ, ἀλλὰ γλώττῃ.
τῶν γὰ^ρ δι^καίων ἁ^μα^ρτήμα^τα^ περὶ^ τὰ^ χείλη.
τῶν γὰρ δικαίων ἁμαρτήματα περὶ τὰ χείλη.
τῶν δὲ ἀσεβῶν τὰ^ ἀ^δι^κήμα^τα^ περὶ^ τὴν δι^ά^νοια^ν.
τῶν δὲ ἀσεβῶν τὰ ἀδικήματα περὶ τὴν διάνοιαν.
καὶ ὥσπερ ὁ ἀσεβὴς ἀ^πεσχοίνισται μὲν τῇ δι^α^νοίᾳ, δοκεῖ δέ πως πλησι^ά^ζειν τῷ θεῷ περὶ^ τὰ^ χείλη·
καὶ ὥσπερ ὁ ἀσεβὴς ἀπεσχοίνισται μὲν τῇ διανοίᾳ, δοκεῖ δέ πως πλησιάζειν τῷ θεῷ περὶ τὰ χείλη·
ὁ λα_ὸς γὰ^ρ οὗτος τοῖς χείλεσί^ με τι_μᾷ, ἡ δὲ κα^ρδί^α_ αὐτοῦ πόρρω ἀ^πέχει ἀπ' ἐμοῦ·
ὁ λαὸς γὰρ οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτοῦ πόρρω ἀπέχει ἀπ' ἐμοῦ·
οὕτως ὁ εὐσεβὴς ἐρρωμένην ἔχων τὴν καρδί^α_ν, ὀλισθαίνει πολλά^κι^ς περὶ^ τὴν γλῶσσα^ν.
οὕτως ὁ εὐσεβὴς ἐρρωμένην ἔχων τὴν καρδίαν, ὀλισθαίνει πολλάκις περὶ τὴν γλῶσσαν.
καὶ πα^ρώργισα^ν αὐτὸν ἐφ' ὕ^δα^τος ἀντι^λογία_ς, καὶ ἐκακώθη μωϋσῆς δι' αὐτούς.
καὶ παρώργισαν αὐτὸν ἐφ' ὕδατος ἀντιλογίας, καὶ ἐκακώθη μωϋσῆς δι' αὐτούς.
οὐ δι' ἑαυτόν.
οὐ δι' ἑαυτόν.
τί δέ ἐστι^ τὸ δι' αὐτοὺς;
τί δέ ἐστι τὸ δι' αὐτοὺς;
οὐ πα^ρὰ^ τὴν ἰ^δί^α_ν γνώμην τὴν ἀ^πιστίαν ἔδειξεν, ἀλλὰ θολωθεὶς ὑ^πὸ τῆς ἀντι^λογία_ς τοῦ λα_οῦ, οὐκέτι^ εὗρε τὸν λογισμὸν κα^θα^ρόν, ὡς ἐν συ^γχύ^σει.
οὐ παρὰ τὴν ἰδίαν γνώμην τὴν ἀπιστίαν ἔδειξεν, ἀλλὰ θολωθεὶς ὑπὸ τῆς ἀντιλογίας τοῦ λαοῦ, οὐκέτι εὗρε τὸν λογισμὸν καθαρόν, ὡς ἐν συγχύσει.
ταῦτα^ ἐλά^λησα^ ὑ^πὸ τοῦ ἐργαστηρί^ου τῆς ἀ^δι^κί^α_ς προσφερόμενα^.
ταῦτα ἐλάλησα ὑπὸ τοῦ ἐργαστηρίου τῆς ἀδικίας προσφερόμενα.
ποῦ ἤκουσα^ς ἀγέννητον καὶ γεννητόν;
ποῦ ἤκουσας ἀγέννητον καὶ γεννητόν;
ποῦ ἤκουσα^ς ἐκεί να_ς τῆς πολυμανοῦς καὶ πολυφαντά^στους δι^α^λέκτους;
ποῦ ἤκουσας ἐκεί νας τῆς πολυμανοῦς καὶ πολυφαντάστους διαλέκτους;
περιεγράφη τὰ^ τοῦ πνεύμα^τος καὶ ἀντεισήχθη τὰ^ τοῦ δι^α^βόλου.
περιεγράφη τὰ τοῦ πνεύματος καὶ ἀντεισήχθη τὰ τοῦ διαβόλου.
εἰ ταῦτα^ ζητεῖς, παῦλον διὰ τί ἐπιγρά^φεις δι^δά^σκα^λον;
εἰ ταῦτα ζητεῖς, παῦλον διὰ τί ἐπιγράφεις διδάσκαλον;
εἰ ταῦτα^ πολυπραγμονεῖς, πέτρον τί σεμνύ^νει ἔχειν;
εἰ ταῦτα πολυπραγμονεῖς, πέτρον τί σεμνύνει ἔχειν;
ἄρνησαι τὴν πίστι^ν καὶ προσένεγκε ζήτησι^ν.
ἄρνησαι τὴν πίστιν καὶ προσένεγκε ζήτησιν.
ἀλλ' οὐκ ἀ^να^χωρῶ, φησί^, τῆς γρα^φῆς, μὴ γένοιτο.
ἀλλ' οὐκ ἀναχωρῶ, φησί, τῆς γραφῆς, μὴ γένοιτο.
ἐχθρὸς καὶ μα^θητὴς καὶ λογισμῶν εἰσηγητής;
ἐχθρὸς καὶ μαθητὴς καὶ λογισμῶν εἰσηγητής;
ἑρμήνευσόν μοι λογισμῷ δουλεύσας, πῶς ὁ σωτὴρ κεκλεισμένων τῶν θυ^ρῶν εἰσῆλθε;
ἑρμήνευσόν μοι λογισμῷ δουλεύσας, πῶς ὁ σωτὴρ κεκλεισμένων τῶν θυρῶν εἰσῆλθε;
τίς χρεία_ περὶ^ τὰ^ ἄλλα^ ἀσχολεῖσθαι;
τίς χρεία περὶ τὰ ἄλλα ἀσχολεῖσθαι;
πολλάκις γὰ^ρ ζημίαν τοῖς λέγουσι^ καὶ τοῖς ἀ^κούουσι^ φέρει.
πολλάκις γὰρ ζημίαν τοῖς λέγουσι καὶ τοῖς ἀκούουσι φέρει.
περὶ τῆς ἀορά^του φύ^σεως ἑρμήνευσον·
περὶ τῆς ἀοράτου φύσεως ἑρμήνευσον·
πῶς ἐγέννησεν ὁ πα^τήρ, τίς ὁ τῆς θεία_ς γεννήσεως τρόπος·
πῶς ἐγέννησεν ὁ πατήρ, τίς ὁ τῆς θείας γεννήσεως τρόπος·
τὸ τῆς οἰκονομί^α_ς ἀ^παιτῶ.
τὸ τῆς οἰκονομίας ἀπαιτῶ.
εἰπὲ πῶς θυ^ρῶν κεκλεισμένων εἰσῆλθεν ὁ σωτήρ;
εἰπὲ πῶς θυρῶν κεκλεισμένων εἰσῆλθεν ὁ σωτήρ;
πῶς εἰσῆλθε τὸ σῶ^μα^;
πῶς εἰσῆλθε τὸ σῶμα;
ἡ τοῦ σώμα^τος φύ^σι^ς ἀρνεῖται τὰ^ εὐαγγέλια^.
ἡ τοῦ σώματος φύσις ἀρνεῖται τὰ εὐαγγέλια.
ἐὰν τῇ πίστει ἀκολουθήσω, ἀψευδὴς ἡ ἀ^λήθεια^.
ἐὰν τῇ πίστει ἀκολουθήσω, ἀψευδὴς ἡ ἀλήθεια.
πῶς εἰσῆλθε κεκλεισμένων τῶν θυ^ρῶν;
πῶς εἰσῆλθε κεκλεισμένων τῶν θυρῶν;
οὐ γὰ^ρ ἦν ἡ ἀσώμα^τος φύ^σι^ς, ἡ πάντων τὰ^ σώμα^τα^ τέμνουσα^·
οὐ γὰρ ἦν ἡ ἀσώματος φύσις, ἡ πάντων τὰ σώματα τέμνουσα·
ἀλλ' ἦν μετὰ^ τῆς ἀσωμά^του τὸ σῶ^μα^.
ἀλλ' ἦν μετὰ τῆς ἀσωμάτου τὸ σῶμα.
καὶ τοῦτο ἦν τῆς ἀσωμά^του φύ^σεως ὄργα^νον.
καὶ τοῦτο ἦν τῆς ἀσωμάτου φύσεως ὄργανον.
τοῦτο γὰ^ρ εἶχε τὸ σῶ^μα^ τὸ ἀ^νθρώπι^νον ὁ σωτήρ.
τοῦτο γὰρ εἶχε τὸ σῶμα τὸ ἀνθρώπινον ὁ σωτήρ.
ἀμέλει γοῦν οἱ μὲν μα^θηταὶ πρὸς τὸ ξένον τοῦ θαύμα^τος ἀποβλέποντες, ἐνόμι^σα^ν ὅτι^ πνεῦμά^ ἐστι^ν, ἐπειδὴ τὴν τοῦ σώμα^τος φύ^σι^ν ἐνί_κα_ τὸ προκείμενον.
ἀμέλει γοῦν οἱ μὲν μαθηταὶ πρὸς τὸ ξένον τοῦ θαύματος ἀποβλέποντες, ἐνόμισαν ὅτι πνεῦμά ἐστιν, ἐπειδὴ τὴν τοῦ σώματος φύσιν ἐνίκα τὸ προκείμενον.