macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
καλὸν τὸ ἔδοξε.
καλὸν τὸ ἔδοξε.
παραχωρεῖ τῇ αὐθεντίᾳ·
παραχωρεῖ τῇ αὐθεντίᾳ·
οὐ περι^εργάζεται τὴν δι^οίκησι^ν.
οὐ περιεργάζεται τὴν διοίκησιν.
οὐκ εἶπεν ὡς ἡμεῖς·
οὐκ εἶπεν ὡς ἡμεῖς·
διὰ τί νέοι ἀποθνήσκουσι^ καὶ γέροντες μένουσι^;
διὰ τί νέοι ἀποθνήσκουσι καὶ γέροντες μένουσι;
ποία δι^οίκησι^ς αὕτη;
ποία διοίκησις αὕτη;
ἐπιθυμεῖ γέρων θα^νά^του λελυ^μένος ταῖς σα^ρξί^ν, ἐνδεής τε χρημά^των καὶ πά_σης ἄλλης παραμυθία_ς, καὶ οὐ τυγχά^νει τῆς ἐπι^θυ_μί^α_ς.
ἐπιθυμεῖ γέρων θανάτου λελυμένος ταῖς σαρξίν, ἐνδεής τε χρημάτων καὶ πάσης ἄλλης παραμυθίας, καὶ οὐ τυγχάνει τῆς ἐπιθυμίας.
καὶ παῖς ἐπέραστον ἔχων κάλλος, ποθεινὸς τοῖς γονεύσι^ν, ἄωρος ἁρπάζεται;
καὶ παῖς ἐπέραστον ἔχων κάλλος, ποθεινὸς τοῖς γονεύσιν, ἄωρος ἁρπάζεται;
μάθε μὴ τοιαῦτα^ ζητεῖν.
μάθε μὴ τοιαῦτα ζητεῖν.
μάθε λέγειν·
μάθε λέγειν·
τὰ κρί^μα^τά^ σου ἄβυσσος πολλή.
τὰ κρίματά σου ἄβυσσος πολλή.
μάθε λέγειν·
μάθε λέγειν·
δίκαιος εἶ, κύ_ρι^ε, καὶ εὐθεῖς αἱ κρί^σεις σου.
δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου.
μάθε λέγειν·
μάθε λέγειν·
ὡς τῷ κυ_ρί^ῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο.
ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο.
γνώριζε τὴν αὐθεντίαν, ἵ^να_ γνωρί^σῃς τὴν εὐσέβεια^ν.
γνώριζε τὴν αὐθεντίαν, ἵνα γνωρίσῃς τὴν εὐσέβειαν.
ἀλλ' ἐπειδὴ παρενέπεσεν ὁ λόγος εἰς δόξα^ν τοῦ ἁ^γί^ου πνεύμα^τος, εἴπωμέν τι^ καὶ τῶν δογμα^τι^κῶν εἰς ἀσφάλεια^ν ἡμετέρα_ν καὶ βεβαίωσι^ν.
ἀλλ' ἐπειδὴ παρενέπεσεν ὁ λόγος εἰς δόξαν τοῦ ἁγίου πνεύματος, εἴπωμέν τι καὶ τῶν δογματικῶν εἰς ἀσφάλειαν ἡμετέραν καὶ βεβαίωσιν.
ὥσπερ γὰ^ρ ὁ ἰὼβ εἰρηκώς·
ὥσπερ γὰρ ὁ ἰὼβ εἰρηκώς·
ὡς τῷ κυ_ρί^ῳ ἔδοξε, τὴν αὐθεντίαν ἔδειξε καὶ τὴν κυριότητα^, οὕτω καὶ οἱ ἀ^πόστολοι, τὴν δεσποτι^κὴν αὐθεντίαν τοῦ ἁ^γί^ου πνεύμα^τος ἐνδεικνύμενοι, φα_σί^ν·
ὡς τῷ κυρίῳ ἔδοξε, τὴν αὐθεντίαν ἔδειξε καὶ τὴν κυριότητα, οὕτω καὶ οἱ ἀπόστολοι, τὴν δεσποτικὴν αὐθεντίαν τοῦ ἁγίου πνεύματος ἐνδεικνύμενοι, φασίν·
ἔδοξε τῷ ἁ^γί^ῳ πνεύμα^τι^ μηδὲν ἐπι^τί^θεσθαι ὑ_μῖν, πλὴν τῶν ἐπάναγκες.
ἔδοξε τῷ ἁγίῳ πνεύματι μηδὲν ἐπιτίθεσθαι ὑμῖν, πλὴν τῶν ἐπάναγκες.
ἔδοξε τῷ ἁ^γί^ῳ πνεύμα^τι^.
ἔδοξε τῷ ἁγίῳ πνεύματι.
εἰ ὑ^πόκειται, διὰ τί αὐτῷ ἔδοξεν;
εἰ ὑπόκειται, διὰ τί αὐτῷ ἔδοξεν;
εἰ ὑ^πὸ νόμων ἐστὶ^ τὸ πνεῦμα^ καὶ δουλεύει, πῶς ἔδοξε τῷ ὑ^ποκειμένῳ;
εἰ ὑπὸ νόμων ἐστὶ τὸ πνεῦμα καὶ δουλεύει, πῶς ἔδοξε τῷ ὑποκειμένῳ;
οὐχ ἃ^ τῷ βα^σι^λεῖ δοκεῖ, ταῦτα καὶ γί_νεται, μὴ τὰ τοῖς ἀρχομένοις πα^ριστά^μενα^;
οὐχ ἃ τῷ βασιλεῖ δοκεῖ, ταῦτα καὶ γίνεται, μὴ τὰ τοῖς ἀρχομένοις παριστάμενα;
ὡς τῷ κυ_ρί^ῳ ἔδοξε, φησὶ^ν ὁ ἰώβ.
ὡς τῷ κυρίῳ ἔδοξε, φησὶν ὁ ἰώβ.
ἔδοξε τῷ ἁ^γί^ῳ πνεύμα^τι^, φα_σὶ^ν οἱ ἀ^πόστολοι.
ἔδοξε τῷ ἁγίῳ πνεύματι, φασὶν οἱ ἀπόστολοι.
ὁμότι_μος ἡ λέξι^ς τῆς αὐθεντία_ς, ἐπειδὴ ἀμέρι^στος ἡ δόξα_ τῆς βα^σι^λεία_ς.
ὁμότιμος ἡ λέξις τῆς αὐθεντίας, ἐπειδὴ ἀμέριστος ἡ δόξα τῆς βασιλείας.
ἀλλ' εὑρίσκει πά^λι^ν ἡ κα^κί^α_ τῶν αἱρετι^κῶν παρείσδυσι^ν.
ἀλλ' εὑρίσκει πάλιν ἡ κακία τῶν αἱρετικῶν παρείσδυσιν.
ἆρα γά^ρ, ἐπειδὴ εἶπον, φα_σί^ν, οἱ ἀ^πόστολοι ἔδοξε τῷ ἁ^γί^ῳ πνεύμα^τι^, ἐπήγαγον δὲ καὶ ἡμῖν, παρὰ τοῦτο αὐθεντίαν ἔχουσι^ θεότητος οἱ ἀ^πόστολοι;
ἆρα γάρ, ἐπειδὴ εἶπον, φασίν, οἱ ἀπόστολοι ἔδοξε τῷ ἁγίῳ πνεύματι, ἐπήγαγον δὲ καὶ ἡμῖν, παρὰ τοῦτο αὐθεντίαν ἔχουσι θεότητος οἱ ἀπόστολοι;
ταῦτα μελετάσθω, ἵ^να_ μὴ ἀγυμνά^στοις ψυ_χαῖς ἐμβάλλωσι^ τὸν ἰ^ὸν αὐτῶν τῆς ἀπειθεία_ς, ἵ^να_ μὴ ταῖς ἀ^κοαῖς τῶν ἀκεραίων αἱρετι^κὴν ἀσέβεια^ν ἐγχέωσι^ τοιαῦτα γὰ^ρ πολλά^κι^ς σεμνολογοῦσι^·
ταῦτα μελετάσθω, ἵνα μὴ ἀγυμνάστοις ψυχαῖς ἐμβάλλωσι τὸν ἰὸν αὐτῶν τῆς ἀπειθείας, ἵνα μὴ ταῖς ἀκοαῖς τῶν ἀκεραίων αἱρετικὴν ἀσέβειαν ἐγχέωσι τοιαῦτα γὰρ πολλάκις σεμνολογοῦσι·
μηδέν σε, φησί^ν, ἀ^δελφέ, ξενίσῃ τῶν εἰρημένων.
μηδέν σε, φησίν, ἀδελφέ, ξενίσῃ τῶν εἰρημένων.
ὡς ἀ^δελφὸν κα^λεῖ καὶ ὡς πολέμι^ον ἀ^ναιρεῖ.
ὡς ἀδελφὸν καλεῖ καὶ ὡς πολέμιον ἀναιρεῖ.
μὴ θαυμά^σῃς, φησί^ν, εἰ περὶ τοῦ ἁ^γί^ου πνεύμα^τος εἶπον οἱ ἀ^πόστολοι·
μὴ θαυμάσῃς, φησίν, εἰ περὶ τοῦ ἁγίου πνεύματος εἶπον οἱ ἀπόστολοι·
ἔδοξε τῷ ἁ^γί^ῳ πνεύμα^τι^, ἀλλ' ὅρα καὶ τὸ ἐπα^γόμενον.
ἔδοξε τῷ ἁγίῳ πνεύματι, ἀλλ' ὅρα καὶ τὸ ἐπαγόμενον.
ἔδοξε τῷ ἁ^γί^ῳ πνεύμα^τι^ καὶ ἡμῖν.
ἔδοξε τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν.
ἔδοξε τοῖς ἀ^ποστόλοις.
ἔδοξε τοῖς ἀποστόλοις.
ἆρα θεοὶ οἱ ἀ^πόστολοι;
ἆρα θεοὶ οἱ ἀπόστολοι;
ἄ^ρα^ θεοῦ ἔχουσι^ τὴν αὐθεντίαν;
ἄρα θεοῦ ἔχουσι τὴν αὐθεντίαν;
ὅταν ταῦτα λέγῃ ὁ αἱρετι^κός, ἡμεῖς ἀπὸ τῆς ἁγί^α_ς γρα^φῆς τὰ βέλη προφέρωμεν.
ὅταν ταῦτα λέγῃ ὁ αἱρετικός, ἡμεῖς ἀπὸ τῆς ἁγίας γραφῆς τὰ βέλη προφέρωμεν.
τὰ γὰ^ρ βέλη τοῦ δυ^να^τοῦ ἠκονημένα^ ἐν καρδί^ᾳ τῶν ἐχθρῶν τοῦ βα^σι^λέως πεμπόμενα^.
τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως πεμπόμενα.
τί οὖν ἔστι πρὸς αὐτὸν εἰπεῖν;
τί οὖν ἔστι πρὸς αὐτὸν εἰπεῖν;
εἰ τὸ συ^νῆφθαι τοὺς ἀ^ποστόλους τῷ ἁ^γί^ῳ πνεύμα^τι^ ἐλαττοῖ τοῦ πνεύμα^τος τὴν ἀ^ξί^α_ν, οὐκοῦν καὶ τὸ συ^νῆφθαι μωϋσῆν τῷ θεῷ ἐλαττοῖ τοῦ θεοῦ τὴν ἀ^ξί^α_ν.
εἰ τὸ συνῆφθαι τοὺς ἀποστόλους τῷ ἁγίῳ πνεύματι ἐλαττοῖ τοῦ πνεύματος τὴν ἀξίαν, οὐκοῦν καὶ τὸ συνῆφθαι μωϋσῆν τῷ θεῷ ἐλαττοῖ τοῦ θεοῦ τὴν ἀξίαν.
οἷόν τι^ λέγω.
οἷόν τι λέγω.
ἐὰν μὴ μέγα^ νομί^σῃς τὸ ἔδοξε τῷ ἁ^γί^ῳ πνεύμα^τι^, διὰ τὸ συ^νῆφθαι τοὺς ἀ^ποστόλους, οὐκ ἄρα μεγά^λην δυ^νήσῃ λέγειν οὐ δὲ τὴν εἰς θεὸν πίστι^ν διὰ τὸ συ^νῆφθαι καὶ μωϋσῆν τῷ θεῷ.
ἐὰν μὴ μέγα νομίσῃς τὸ ἔδοξε τῷ ἁγίῳ πνεύματι, διὰ τὸ συνῆφθαι τοὺς ἀποστόλους, οὐκ ἄρα μεγάλην δυνήσῃ λέγειν οὐ δὲ τὴν εἰς θεὸν πίστιν διὰ τὸ συνῆφθαι καὶ μωϋσῆν τῷ θεῷ.
ἐπίστευσέν ὁ λα_ὸς εἰς τὸν θεὸν καὶ εἰς τὸν μωϋσῆν.
ἐπίστευσέν ὁ λαὸς εἰς τὸν θεὸν καὶ εἰς τὸν μωϋσῆν.
ἀλλὰ καὶ ἕτερον προενέγκωμεν βέλος.
ἀλλὰ καὶ ἕτερον προενέγκωμεν βέλος.
εἰ κα^θαιρεῖ τοῦ πνεύμα^τος τὴν ἀ^ξί^α_ν συ^νημμένη ἡ δόξα_ τῶν ἀ^ποστόλων, ὑβρίζει τὸν θεὸν καὶ ἐλαττοῖ αὐτοῦ τὴν δόξην σαμουὴλ προσκείμενος.
εἰ καθαιρεῖ τοῦ πνεύματος τὴν ἀξίαν συνημμένη ἡ δόξα τῶν ἀποστόλων, ὑβρίζει τὸν θεὸν καὶ ἐλαττοῖ αὐτοῦ τὴν δόξην σαμουὴλ προσκείμενος.
γέγραπται γά^ρ·
γέγραπται γάρ·
καὶ ἐφοβήθη πᾶς ὁ λα_ὸς τὸν κύ_ρι^ον καὶ τὸν σαμουήλ.
καὶ ἐφοβήθη πᾶς ὁ λαὸς τὸν κύριον καὶ τὸν σαμουήλ.
πάλιν καὶ τρί^τον ἄλλο προσενέγκωμεν βέλος κα^τὰ^ τῆς ἀ^σεβεία_ς.
πάλιν καὶ τρίτον ἄλλο προσενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας.
ἐλαττοῖ τοῦ πνεύμα^τος τοῦ ἁ^γί^ου τὴν ἀ^ξί^α_ν καὶ τὴν θεϊ^κὴν αὐθεντίαν τὸ συ^νῆφθαι τῷ πνεύμα^τι^ τοὺς ἀ^ποστόλους, ἐλαττοῖ τοῦ θεοῦ τὴν ἀ^ξί^α_ν καὶ γεδεὼν προσκείμενος αὐτοῦ τῇ προσηγορί^ᾳ.
ἐλαττοῖ τοῦ πνεύματος τοῦ ἁγίου τὴν ἀξίαν καὶ τὴν θεϊκὴν αὐθεντίαν τὸ συνῆφθαι τῷ πνεύματι τοὺς ἀποστόλους, ἐλαττοῖ τοῦ θεοῦ τὴν ἀξίαν καὶ γεδεὼν προσκείμενος αὐτοῦ τῇ προσηγορίᾳ.
ἐβόησε γὰ^ρ πᾶς ὁ λα_ὸς πολεμῶν·
ἐβόησε γὰρ πᾶς ὁ λαὸς πολεμῶν·
ῥομφαία τῷ κυ_ρί^ῳ καὶ τῷ γεδεών.
ῥομφαία τῷ κυρίῳ καὶ τῷ γεδεών.
ὥσπερ οὖν συ^νῆπται μωϋσῆς τῷ θεῷ, οὐχ ὡς ὁμότι_μος τοῦ θεοῦ, ἀλλ' ὡς ὑπηρέτης θεοῦ·
ὥσπερ οὖν συνῆπται μωϋσῆς τῷ θεῷ, οὐχ ὡς ὁμότιμος τοῦ θεοῦ, ἀλλ' ὡς ὑπηρέτης θεοῦ·
καὶ σαμουὴλ τῷ θεῷ, οὐχ ὡς ὁμότι_μος, ἀλλ' ὡς προφήτης·
καὶ σαμουὴλ τῷ θεῷ, οὐχ ὡς ὁμότιμος, ἀλλ' ὡς προφήτης·
καὶ γεδεὼν τῷ θεῷ οὐχ ὡς ὁμότιμος, ἀλλ' ὡς στρα^τηγὸς τοῦ πολέμου.
καὶ γεδεὼν τῷ θεῷ οὐχ ὡς ὁμότιμος, ἀλλ' ὡς στρατηγὸς τοῦ πολέμου.
οὕτω καὶ οἱ ἀ^πόστολοι τῷ πνεύμα^τι^, ὡς κήρυ_κες τοῦ εὐαγγελί^ου.
οὕτω καὶ οἱ ἀπόστολοι τῷ πνεύματι, ὡς κήρυκες τοῦ εὐαγγελίου.
γνώριζε τοίνυ^ν τὴν αὐθεντίαν καὶ μὴ ὕβριζε τοῦ πνεύμα^τος τὴν ἀ^ξί^α_ν.
γνώριζε τοίνυν τὴν αὐθεντίαν καὶ μὴ ὕβριζε τοῦ πνεύματος τὴν ἀξίαν.
γνώριζε τῆς ἁγί^α_ς τριά^δος τὴν ἔνθεον θεολογίαν, πατρὸς καὶ υἱοῦ καὶ ἁ^γί^ου πνεύμα^τος.
γνώριζε τῆς ἁγίας τριάδος τὴν ἔνθεον θεολογίαν, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.
αὕτη ἐστὶ^ν ἡ ἄκτιστος φύ^σι^ς, ἡ ἀ^ληθι^νὴ ἀ^ξί^α_, ἡ ἀμέρι^στος βα^σι^λεία_, ἡ ἄσχιστος τι_μή, ἡ ἀδιαίρετος ἐλπίς, ἡ ἀ^κα^τά^ληπτος δόξα_ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁ^γί^ου πνεύμα^τος·
αὕτη ἐστὶν ἡ ἄκτιστος φύσις, ἡ ἀληθινὴ ἀξία, ἡ ἀμέριστος βασιλεία, ἡ ἄσχιστος τιμή, ἡ ἀδιαίρετος ἐλπίς, ἡ ἀκατάληπτος δόξα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος·
ᾧ πρέπει πᾶσα δόξα_, τι_μὴ καὶ προσκύ^νησι^ς εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
πά^λι^ν ἡμῖν ἡ τοῦ μακαρί^ου δαυῒδ πνευματικὴ κι^θά^ρα_ πα^ρὰ^ τοῦ ἁ^γί^ου πνεύματος ἀνακρουσθεῖσα^, τοὺς οὐρα^νί^ους ὑ_μῖν ἀπέδωκε φθόγγους, οὐκ ἀ^κοὰ_ς θέλγοντα^ς, ἀλλὰ^ ψυ_χὰ_ς ἐκπαιδεύοντα^ς.
πάλιν ἡμῖν ἡ τοῦ μακαρίου δαυῒδ πνευματικὴ κιθάρα παρὰ τοῦ ἁγίου πνεύματος ἀνακρουσθεῖσα, τοὺς οὐρανίους ὑμῖν ἀπέδωκε φθόγγους, οὐκ ἀκοὰς θέλγοντας, ἀλλὰ ψυχὰς ἐκπαιδεύοντας.
τῆς γὰ^ρ ἁγί^α_ς ταύτης κι^θά^ρα_ς ἔργον τὸ ψυ_χὰ_ς ἁγιά^ζειν.
τῆς γὰρ ἁγίας ταύτης κιθάρας ἔργον τὸ ψυχὰς ἁγιάζειν.
καὶ ἔστι^ν ἡ ψαλμῳδία δι^ὰ^ παντὸς, καὶ εὐθυμούντων πα^νήγυ^ρι^ς, καὶ ἀ^θυ_μούντων παραμυ_θία, καὶ ἐπῳδή τί^ς ἐστι^ν ἁγί^α_, οὐχ ὑ^πὸ μύ_θων προφερομένη·
καὶ ἔστιν ἡ ψαλμῳδία διὰ παντὸς, καὶ εὐθυμούντων πανήγυρις, καὶ ἀθυμούντων παραμυθία, καὶ ἐπῳδή τίς ἐστιν ἁγία, οὐχ ὑπὸ μύθων προφερομένη·
ἀλλ' ὥσπερ θηρί^α^ πονηρὰ^, τὰ_ς ἐπι^θυ_μί^α_ς κοιμίζει, ἀκολασίαν ἐξορίζει, σβέννυ_σι^ν ἀδικίαν, ἐξάπτει δι^καιοσύ^νην, βλασφήμους ὑπονοία_ς ἀνα^τρέπει, λογισμοὺς αἰσχροὺς ἀ^ναιρεῖ, θεῖον ὑ^παγορεύει νόμον, θεὸν κηρύττει, πίστι^ν ἑρμηνεύει, αἱρετικοὺ ς ἐπιστομίζει, ἐκκλησίαν οἰκοδομεῖ.
ἀλλ' ὥσπερ θηρία πονηρὰ, τὰς ἐπιθυμίας κοιμίζει, ἀκολασίαν ἐξορίζει, σβέννυσιν ἀδικίαν, ἐξάπτει δικαιοσύνην, βλασφήμους ὑπονοίας ἀνατρέπει, λογισμοὺς αἰσχροὺς ἀναιρεῖ, θεῖον ὑπαγορεύει νόμον, θεὸν κηρύττει, πίστιν ἑρμηνεύει, αἱρετικοὺ ς ἐπιστομίζει, ἐκκλησίαν οἰκοδομεῖ.
πολλὰ^ μὲν οὖν καὶ δι^ά^φορα^ τὰ^ δι^ὰ^ τῆς ἁγί^α_ς ταύτης κι^θά^ρα_ς ὑμνούμενα^·
πολλὰ μὲν οὖν καὶ διάφορα τὰ διὰ τῆς ἁγίας ταύτης κιθάρας ὑμνούμενα·
σήμερον δὲ ὁ μα^κά^ριος δαυῒδ τὴν βα^σι^λεία_ν κηρύττει τοῦ θεοῦ, λέγων·
σήμερον δὲ ὁ μακάριος δαυῒδ τὴν βασιλείαν κηρύττει τοῦ θεοῦ, λέγων·
ὁ κύριος ἐβα^σί^λευσεν, ἀγαλλιά_σθω ἡ γῆ, εὐφρανθήτωσα^ν νῆσοι πολλαί.
ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί.
τοῦτο γὰ^ρ ἡμὶ^ν ἡ πρώτη ψαλμῳδία δι^ὰ^ τῆς προλαβούσης δι^δα^σκα^λί^α_ς ἐμήνυ_σε.
τοῦτο γὰρ ἡμὶν ἡ πρώτη ψαλμῳδία διὰ τῆς προλαβούσης διδασκαλίας ἐμήνυσε.
δι^δασκαλί^α_ν γὰ^ρ ἡγεῖσθαι δεῖ τὰ^ θεῖα^ ἀναγνώσματα^·
διδασκαλίαν γὰρ ἡγεῖσθαι δεῖ τὰ θεῖα ἀναγνώσματα·
τὰ^ δὲ παρ' ἡμῶν, οὐ δι^δασκαλί^α_ν, ἀλλὰ^ δι^δα^σκα^λί^α_ς ἑρμηνείαν.
τὰ δὲ παρ' ἡμῶν, οὐ διδασκαλίαν, ἀλλὰ διδασκαλίας ἑρμηνείαν.
ὅτι^ δὲ καὶ ἡ ψαλμῳδία δι^δα^σκα^λί^α_ ἐστὶ^ν, ἄ^κουε αὐτοῦ τοῦ προφήτου λέγοντος·
ὅτι δὲ καὶ ἡ ψαλμῳδία διδασκαλία ἐστὶν, ἄκουε αὐτοῦ τοῦ προφήτου λέγοντος·
διδάξω ἀνόμους τὰ_ς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ^ σὲ ἐπιστρέψουσι^.
διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
πρῶτον δι^δά^σκεται, εἶτα^ δι^δά^σκει.
πρῶτον διδάσκεται, εἶτα διδάσκει.
ὥσπερ γὰ^ρ δεξαμενὴ ὑ^δά^των, ἐὰ^ν μὴ δέξηται πλούσι^ον τὸ ῥεῦμα^, οὐ δύ^να^ται ἐπὶ^ πρασιὰν καὶ κῆπον καταπέμπειν τὰ^ νά_μα^τα^·
ὥσπερ γὰρ δεξαμενὴ ὑδάτων, ἐὰν μὴ δέξηται πλούσιον τὸ ῥεῦμα, οὐ δύναται ἐπὶ πρασιὰν καὶ κῆπον καταπέμπειν τὰ νάματα·
οὕτω καὶ ὁ προφήτης καὶ ὁ ἀ^πόστολος, ἐὰ^ν μὴ πα^ρὰ^ τῆς οὐρα^νί^ου χά^ρι^τος δανείσηται τὰ^ θεῖα^ ῥεῖθρα^, οὔ τε αὐτὸς ἔχειν, οὔ τε ἑτέροις μετα^δι^δόναι δύ^να^ται.
οὕτω καὶ ὁ προφήτης καὶ ὁ ἀπόστολος, ἐὰν μὴ παρὰ τῆς οὐρανίου χάριτος δανείσηται τὰ θεῖα ῥεῖθρα, οὔ τε αὐτὸς ἔχειν, οὔ τε ἑτέροις μεταδιδόναι δύναται.
ὅτι^ δὲ δι^δά^σκεται ὁ προφήτης, αὐτοῦ ἄ^κουε μαθητοῦ τάξι^ν ἀναλαμβάνοντος, δι' ὧν φησι^·
ὅτι δὲ διδάσκεται ὁ προφήτης, αὐτοῦ ἄκουε μαθητοῦ τάξιν ἀναλαμβάνοντος, δι' ὧν φησι·
τὰ_ς ὁδοὺς σου, κύριε, γνώρισὸν μοι, καὶ τὰ_ς τρί^βους σου δί^δα^ξόν με.
τὰς ὁδοὺς σου, κύριε, γνώρισὸν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.
εὐλογητὸς εἶ, κύριε·
εὐλογητὸς εἶ, κύριε·
δί^δα^ξόν με τὰ^ δι^καιώμα^τά^ σου.
δίδαξόν με τὰ δικαιώματά σου.
ὁρᾷς πῶς·
ὁρᾷς πῶς·
δι^δά^σκεται καὶ δι^δά^σκει;
διδάσκεται καὶ διδάσκει;
πᾶσα γὰ^ρ ψυ_χὴ φι^λόθεος, ἐὰ^ν μὴ θεὸν ἔχῃ, δι^δασκαλί^α_ν πιστεύεσθαι οὐ δύ^να^ται.
πᾶσα γὰρ ψυχὴ φιλόθεος, ἐὰν μὴ θεὸν ἔχῃ, διδασκαλίαν πιστεύεσθαι οὐ δύναται.
οὐδὲν γὰ^ρ ἀ^πὸ λογισμῶν ἀ^νθρωπί^νων τικτόμενον ἀ^σφα^λὲς·
οὐδὲν γὰρ ἀπὸ λογισμῶν ἀνθρωπίνων τικτόμενον ἀσφαλὲς·
πᾶν δὲ τὸ πα^ρὰ^ τῆς θεία_ς γραφῆς κηρυττόμενον ἀ^σφα^λὲς καὶ ἀ^ληθές.
πᾶν δὲ τὸ παρὰ τῆς θείας γραφῆς κηρυττόμενον ἀσφαλὲς καὶ ἀληθές.
λογισμὸς οἶδε καὶ κα^τα^σκευά^ζειν καὶ ἀνασκευά^ζειν·
λογισμὸς οἶδε καὶ κατασκευάζειν καὶ ἀνασκευάζειν·
πᾶς ἀ^νθρώπι^νος λογισμὸς καὶ συγκατάθεσι^ν ἔχει καὶ ἀνάνευσι^ν·
πᾶς ἀνθρώπινος λογισμὸς καὶ συγκατάθεσιν ἔχει καὶ ἀνάνευσιν·
θεία_ δὲ φωνὴ παντὸς πρά_γμα^τος ἐνεργεστέραν ἔχει τὴν ὄψι^ν.
θεία δὲ φωνὴ παντὸς πράγματος ἐνεργεστέραν ἔχει τὴν ὄψιν.
δι^ὰ^ τοῦτο θεὸς φθέγγεται, καὶ τὰ^ πρά_γμα^τα^ συντρέχει, καὶ τὸ τοῦ θεοῦ ῥῆμα^ νεῦμά^ ἐστι^ν οὐρά^νι^ον.
διὰ τοῦτο θεὸς φθέγγεται, καὶ τὰ πράγματα συντρέχει, καὶ τὸ τοῦ θεοῦ ῥῆμα νεῦμά ἐστιν οὐράνιον.
καὶ οὐδὲν θαυμαστὸν, εἰ κελεύει θεὸς, καὶ γί_νεταί τι^να^ ἐν τοῖς οὖσι^ν, ὅπου γε λέγει, καὶ τὰ^ μὴ ὄντα^ ἐν τοῖς οὖσι^ συ^νίστα^ται.
καὶ οὐδὲν θαυμαστὸν, εἰ κελεύει θεὸς, καὶ γίνεταί τινα ἐν τοῖς οὖσιν, ὅπου γε λέγει, καὶ τὰ μὴ ὄντα ἐν τοῖς οὖσι συνίσταται.
σήμερον τοίνυ^ν δι^δά^σκει ὁ μα^κά^ριος δαυῒδ καὶ κηρύττει τοῦ θεοῦ τὴν βα^σι^λεία_ν λέγων·
σήμερον τοίνυν διδάσκει ὁ μακάριος δαυῒδ καὶ κηρύττει τοῦ θεοῦ τὴν βασιλείαν λέγων·
ὁ κύριος ἐβα^σί^λευσεν, ἀγαλλιά_σθω ἡ γῆ.
ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.
ἀ^να^γκαῖον δὲ ζητῆσαι αὐτὸ τὸ ῥῆμα^.
ἀναγκαῖον δὲ ζητῆσαι αὐτὸ τὸ ῥῆμα.
τί^ βούλεται τὸ, ὁ κύριος ἐβα^σί^λευσεν;
τί βούλεται τὸ, ὁ κύριος ἐβασίλευσεν;
ἆρα^ μὴ περὶ^ προσφάτως ἀναλαβόντος τὴν βα^σι^λεία_ν λέγεται;
ἆρα μὴ περὶ προσφάτως ἀναλαβόντος τὴν βασιλείαν λέγεται;
οὐδεὶς γὰ^ρ ἂ^ν εἴποι περὶ^ βα^σι^λέως ἐκ πολλοῦ χρόνου βα^σι^λεύοντος, ὅτι^ ὁ βα^σι^λεὺς ἐβα^σί^λευσεν·
οὐδεὶς γὰρ ἂν εἴποι περὶ βασιλέως ἐκ πολλοῦ χρόνου βασιλεύοντος, ὅτι ὁ βασιλεὺς ἐβασίλευσεν·
ὃ γὰ^ρ ἔχει ἐκ πα^λαιοῦ χρόνου, τοῦτο ὡς πρόσφα^τον κτῆμα^ κηρύττειν οὐ δυ^νά^μεθα^.
ὃ γὰρ ἔχει ἐκ παλαιοῦ χρόνου, τοῦτο ὡς πρόσφατον κτῆμα κηρύττειν οὐ δυνάμεθα.
τί^ τοίνυ^ν ὁ δαυῒδ βούλεται λέγειν, ὁ κύριος ἐβα^σί^λευσεν;
τί τοίνυν ὁ δαυῒδ βούλεται λέγειν, ὁ κύριος ἐβασίλευσεν;
εἰ γὰ^ρ ἀ^εὶ βα^σι^λεύει, περιττὸν τὸ, ἐβα^σί^λευσε·
εἰ γὰρ ἀεὶ βασιλεύει, περιττὸν τὸ, ἐβασίλευσε·