macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ὁ μει, λέγει πρὸς ἀμφιβάλλοντα^ς·
ὁ μει, λέγει πρὸς ἀμφιβάλλοντας·
ψηλαφήσατέ με καὶ βλέπετε ὅτι^ πνεῦμα^ σάρκα^ καὶ ὀστέα^ οὐκ ἔχει, κα^θὼς ἐμὲ θεωρεῖτε ἔχοντα^.
ψηλαφήσατέ με καὶ βλέπετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
πῶς εἰσῆλθεν;
πῶς εἰσῆλθεν;
ἆρα^ αἱ σα^νί^δες δί^κην ἀ_έρος δι^ελύ^θησα^ν;
ἆρα αἱ σανίδες δίκην ἀέρος διελύθησαν;
ἀλλ' ἆρα τὸ σῶ^μα^ ἐλεπτύνθη καὶ οὕτως δι^ῆλθε τὴν τοῦ ξύ^λου παχύτητα^;
ἀλλ' ἆρα τὸ σῶμα ἐλεπτύνθη καὶ οὕτως διῆλθε τὴν τοῦ ξύλου παχύτητα;
ἀλλ' οὔ τε σὺ^ δύ_νῃ εἰπεῖν, οὔ τε ἐγὼ ἑρμηνεῦσαι ἰσχύ_ω.
ἀλλ' οὔ τε σὺ δύνῃ εἰπεῖν, οὔ τε ἐγὼ ἑρμηνεῦσαι ἰσχύω.
οὐδέν μοι τούτων παρέδωκεν ἡ γρα^φή.
οὐδέν μοι τούτων παρέδωκεν ἡ γραφή.
οὐ πολυπραγμονῶ.
οὐ πολυπραγμονῶ.
οἷς ἐκήρυξεν ἀκολουθῶ, κ ἂ_ν μὴ θέλω.
οἷς ἐκήρυξεν ἀκολουθῶ, κ ἂν μὴ θέλω.
ὅτι^ εἰσῆλθε πιστεύω, τὸ δὲ πῶς οὐ πολυπραγμονῶ.
ὅτι εἰσῆλθε πιστεύω, τὸ δὲ πῶς οὐ πολυπραγμονῶ.
μὴ νομί^σῃς τῶν θυ^ρῶν εἰσῆλθεν.
μὴ νομίσῃς τῶν θυρῶν εἰσῆλθεν.
οὐκ εἶπεν ἀραιωθείσης ἢ δι^αλυθείσης τῆς θύ^ρα_ς εἰσῆλθεν, ἀλλὰ κεκλεισμένων.
οὐκ εἶπεν ἀραιωθείσης ἢ διαλυθείσης τῆς θύρας εἰσῆλθεν, ἀλλὰ κεκλεισμένων.
τὸ γεγονὸς ἐκήρυξε.
τὸ γεγονὸς ἐκήρυξε.
τίς ὁ τρόπος τοῦ γεγονότος οὐκ ἔδειξεν.
τίς ὁ τρόπος τοῦ γεγονότος οὐκ ἔδειξεν.
ἐξῆλθε πέτρος ἀ^πὸ φυλακῆς.
ἐξῆλθε πέτρος ἀπὸ φυλακῆς.
ἀλλ' ἠνοίχθησα^ν αὐτῷ αἱ πύ^λαι καὶ ἡ γρα^φὴ ἐπι^σημήνατο λέγουσα^ ὅτι^ ἡ σιδηρᾶ πύ^λη αὐτομά^τη ἠνοίγη αὐτοῖς.
ἀλλ' ἠνοίχθησαν αὐτῷ αἱ πύλαι καὶ ἡ γραφὴ ἐπισημήνατο λέγουσα ὅτι ἡ σιδηρᾶ πύλη αὐτομάτη ἠνοίγη αὐτοῖς.
οὐκ εἶπεν·
οὐκ εἶπεν·
αὐτομάτη ἐδέξα^το πέτρον δι^ερχόμενον.
αὐτομάτη ἐδέξατο πέτρον διερχόμενον.
ἀ^νθρώπι^νον γὰ^ρ ἦν τὸ σῶ^μα^ καὶ ἐξ ἀ^νθρωπί^νου φυράμα^τος.
ἀνθρώπινον γὰρ ἦν τὸ σῶμα καὶ ἐξ ἀνθρωπίνου φυράματος.
τὸ δὲ χριστοῦ ἀνθρώπινον μὲν διὰ τὴν πρὸς ἡμᾶς συγγένεια^ν, θεῖον δὲ δι^ά^ τε τὴν πρὸς τὸν θεὸν λόγον ἕνωσι^ν καὶ διὰ τὴν ξένην ὠδῖνα^ τῆς παρθένου.
τὸ δὲ χριστοῦ ἀνθρώπινον μὲν διὰ τὴν πρὸς ἡμᾶς συγγένειαν, θεῖον δὲ διά τε τὴν πρὸς τὸν θεὸν λόγον ἕνωσιν καὶ διὰ τὴν ξένην ὠδῖνα τῆς παρθένου.
πῶς εἰσῆλθε κεκλεισμένων τῶν θυ^ρῶν;
πῶς εἰσῆλθε κεκλεισμένων τῶν θυρῶν;
πῶς ἀ^νῆλθε κεκλεισμένων τῶν οὐρα^νῶν;
πῶς ἀνῆλθε κεκλεισμένων τῶν οὐρανῶν;
ὢ τῆς ἀτοπία_ς τῶν ταῦτα^ τολμώντων·
ὢ τῆς ἀτοπίας τῶν ταῦτα τολμώντων·
ὢ τῆς εὐσεβεία_ς τῶν πά^ντα^ πιστευόντων.
ὢ τῆς εὐσεβείας τῶν πάντα πιστευόντων.
ἀλλὰ τί φησι^ν ὁ ἀντιλέγων;
ἀλλὰ τί φησιν ὁ ἀντιλέγων;
οὐχ εὑρίσκομεν τὴν πίστι^ν ἀ^σφα^λῆ παντα^χοῦ·
οὐχ εὑρίσκομεν τὴν πίστιν ἀσφαλῆ πανταχοῦ·
εὕραμεν καὶ δι^ολισθαίνουσα^ν.
εὕραμεν καὶ διολισθαίνουσαν.
οὐ δεῖ πιστεύειν ἀνεξετάστως, ἀλλὰ μετὰ^ ἀ^κρι_βοῦς ἐξετάσεως.
οὐ δεῖ πιστεύειν ἀνεξετάστως, ἀλλὰ μετὰ ἀκριβοῦς ἐξετάσεως.
πολλὰ^ δὲ συντρέχουσι^ν αὐτοῖς τῶν ἔξω.
πολλὰ δὲ συντρέχουσιν αὐτοῖς τῶν ἔξω.
ἀδελφὰ γὰ^ρ τὰ φρονήμα^τα^ καὶ τῶν αἱρετι^κῶν καὶ τῶν ἑλλήνων·
ἀδελφὰ γὰρ τὰ φρονήματα καὶ τῶν αἱρετικῶν καὶ τῶν ἑλλήνων·
κ ἀκεῖνα^ τῶν δαιμόνων εὑρέσεις καὶ ταῦτα^ τῶν δαιμόνων δι^δα^σκα^λί^αι.
κ ἀκεῖνα τῶν δαιμόνων εὑρέσεις καὶ ταῦτα τῶν δαιμόνων διδασκαλίαι.
λέγουσιν οὖν τι^νες τῶν ἀντιπιπτόντων τῇ πίστει, ὅτι^ τὸ ἀλόγιστον αὐτῆς βλα^βερόν·
λέγουσιν οὖν τινες τῶν ἀντιπιπτόντων τῇ πίστει, ὅτι τὸ ἀλόγιστον αὐτῆς βλαβερόν·
κ ἂ_ν μὴ ἐξητασμένος λογισμὸς συ^νημμένος ᾖ τῇ πίστει, οὐδα^μοῦ κέρδος φέρει τῷ πιστεύοντι^.
κ ἂν μὴ ἐξητασμένος λογισμὸς συνημμένος ᾖ τῇ πίστει, οὐδαμοῦ κέρδος φέρει τῷ πιστεύοντι.
πόθεν γά^ρ φησι^ν ἐξετάσαι βούλῃ τῆς πίστεως τὴν φύ^σι^ν;
πόθεν γάρ φησιν ἐξετάσαι βούλῃ τῆς πίστεως τὴν φύσιν;
θέλεις ἄ^νωθεν ἐξ αὐτῆς φησι^ τῆς δημιουργία_ς;
θέλεις ἄνωθεν ἐξ αὐτῆς φησι τῆς δημιουργίας;
ζήτησον ὃν λέγετε πρωτόπλαστον.
ζήτησον ὃν λέγετε πρωτόπλαστον.
εὑρίσκω ἀ^πὸ πίστεως πεσόντα^.
εὑρίσκω ἀπὸ πίστεως πεσόντα.
βλέπε τοῦ πονηροῦ δαίμονος τὰ ῥήμα^τα^, τοῦ πά^ντα^ τολμῶντος ῥᾳδί^ως ἐπιχειρεῖν, οἷα^ τολμᾷ, οἷα^ φθέγγεται, οἷα^ προτείνει.
βλέπε τοῦ πονηροῦ δαίμονος τὰ ῥήματα, τοῦ πάντα τολμῶντος ῥᾳδίως ἐπιχειρεῖν, οἷα τολμᾷ, οἷα φθέγγεται, οἷα προτείνει.
ὑμεῖς λέγετε φησι^ν ὅτι^ ὁ ὄφις εἶπεν αὐτῷ·
ὑμεῖς λέγετε φησιν ὅτι ὁ ὄφις εἶπεν αὐτῷ·
ἧι ἂ^ν ἡμέρᾳ φά^γησθε ἀ^πὸ τοῦ ξύ^λου, ἔσεσθε ὡς θεοί γινώσκοντες κα^λὸν καὶ πονηρὸν.
ἧι ἂν ἡμέρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου, ἔσεσθε ὡς θεοί γινώσκοντες καλὸν καὶ πονηρὸν.
ἐπίστευσε τῷ ὄφει·
ἐπίστευσε τῷ ὄφει·
πι^στεύσα_ς ἀ^πώλετο.
πιστεύσας ἀπώλετο.
ἀρχὴ οὖν τῶν κα^κῶν πί^στι_ς.
ἀρχὴ οὖν τῶν κακῶν πίστις.
ταῦτα^ πρὸς ἡμᾶς ἐκεῖνοι οἱ τῆς ἀ^ληθεία_ς ἐχθροί, οἱ τῆς εὐσεβεία_ς πολέμι^οι.
ταῦτα πρὸς ἡμᾶς ἐκεῖνοι οἱ τῆς ἀληθείας ἐχθροί, οἱ τῆς εὐσεβείας πολέμιοι.
ἀλλ' ἠγνόησα^ν οἱ ἀσεβεῖς τὸν ἀ^ληθῆ τῆς πίστεως ὅρον·
ἀλλ' ἠγνόησαν οἱ ἀσεβεῖς τὸν ἀληθῆ τῆς πίστεως ὅρον·
οὐκ οἴδασι^ν ὃ προτείνουσι^.
οὐκ οἴδασιν ὃ προτείνουσι.
μὴ γὰ^ρ ἡμεῖς λέγομεν ὅτι^ πᾶς ὁ παντὶ^ πιστεύων ἐκεῖνος πίστι^ν ἔχει καὶ πιστὸς ἀ^ναγορεύεται;
μὴ γὰρ ἡμεῖς λέγομεν ὅτι πᾶς ὁ παντὶ πιστεύων ἐκεῖνος πίστιν ἔχει καὶ πιστὸς ἀναγορεύεται;
οὐχ ὅτι^ ὁ πιστεύων τῷ τυ^χόντι^ πιστός, ἀλλ' ὁ θεῷ πιστεύων ἀ^ληθι^νῶς.
οὐχ ὅτι ὁ πιστεύων τῷ τυχόντι πιστός, ἀλλ' ὁ θεῷ πιστεύων ἀληθινῶς.
μὴ γὰ^ρ ἔδειξα^ς ὅτι^ θεῷ πι^στεύσα_ς ἀ^πώλετο;
μὴ γὰρ ἔδειξας ὅτι θεῷ πιστεύσας ἀπώλετο;
διαβόλῳ πι^στεύσα_ς ἔπεσε, θεῷ ἀ^πι^στήσα_ς ὠλίσθησε.
διαβόλῳ πιστεύσας ἔπεσε, θεῷ ἀπιστήσας ὠλίσθησε.
τί διαστρέφεις τὰ ῥήμα^τα^;
τί διαστρέφεις τὰ ῥήματα;
ἀκούσατέ μου, οἱ μισοῦντες κρί^σιν, οἱ πά^ντα^ τὰ ὀρθὰ^ διαστρέφοντες.
ἀκούσατέ μου, οἱ μισοῦντες κρίσιν, οἱ πάντα τὰ ὀρθὰ διαστρέφοντες.
καὶ μὴν ἐχρῆν εἰπεῖν·
καὶ μὴν ἐχρῆν εἰπεῖν·
ἀρχὴ τῶν κα^κῶν ἀ^πι^στί^α_.
ἀρχὴ τῶν κακῶν ἀπιστία.
εἰ γὰ^ρ ἐπίστευσε θεῷ λέγοντι^·
εἰ γὰρ ἐπίστευσε θεῷ λέγοντι·
ἧι ἂ^ν ἡμέρᾳ φά^γησθε, θα^νά^τῳ ἀποθα^νεῖσθε, οὐκ ἂ^ν ὠλίσθησεν, ἀλλ' εἶχεν ἂ^ν τὴν πίστι^ν, πίστι^ν ἀ^σφα^λῆ πρὸς σωτηρί^α_ν.
ἧι ἂν ἡμέρᾳ φάγησθε, θανάτῳ ἀποθανεῖσθε, οὐκ ἂν ὠλίσθησεν, ἀλλ' εἶχεν ἂν τὴν πίστιν, πίστιν ἀσφαλῆ πρὸς σωτηρίαν.
ποτὲ μὴ διάβαλε τὸ ὄνομα^ τῆς πίστεως.
ποτὲ μὴ διάβαλε τὸ ὄνομα τῆς πίστεως.
οὐ γὰ^ρ ὁ παντὶ^ πιστεύων πιστός, ἀλλ' ὁ θεῷ πιστεύων, οὗτος μόνος καὶ ἔστι^ καὶ λέγεται.
οὐ γὰρ ὁ παντὶ πιστεύων πιστός, ἀλλ' ὁ θεῷ πιστεύων, οὗτος μόνος καὶ ἔστι καὶ λέγεται.
κατάλειπε ζητήσεις καὶ ἄσπα^σαι πίστι^ν.
κατάλειπε ζητήσεις καὶ ἄσπασαι πίστιν.
πί^στι_ς πά^ντα^ φωτίζει·
πίστις πάντα φωτίζει·
πί^στι_ς πάντα ἁγιά^ζει·
πίστις πάντα ἁγιάζει·
πί^στι_ς πνεύμα^τος ἀγί^ου κα^ταξιοῖ.
πίστις πνεύματος ἀγίου καταξιοῖ.
στέφανος γὰ^ρ πλήρης πίστεως καὶ δυ^νά^μεως.
στέφανος γὰρ πλήρης πίστεως καὶ δυνάμεως.
εἰ μὴ προέλαμπεν ἡ πί^στι_ς δύ^να^μι^ς οὐκ ἠκολούθει τῷ ἁ^γί^ῳ.
εἰ μὴ προέλαμπεν ἡ πίστις δύναμις οὐκ ἠκολούθει τῷ ἁγίῳ.
ὅπου πί^στι_ς, ἐκεῖ καὶ δύ^να^μι^ς.
ὅπου πίστις, ἐκεῖ καὶ δύναμις.
ὅπου ἀ^πι^στί^α_, ἐκεῖ καὶ ἀσθένεια^.
ὅπου ἀπιστία, ἐκεῖ καὶ ἀσθένεια.
ἀρχὴ τῶν ἀ^γα^θῶν πί^στι_ς, πηγὴ τῶν ἀ^γα^θῶν πίστις.
ἀρχὴ τῶν ἀγαθῶν πίστις, πηγὴ τῶν ἀγαθῶν πίστις.
λάβωμεν τὸ ὅπλον τῆς σωτηρί^α_ς.
λάβωμεν τὸ ὅπλον τῆς σωτηρίας.
τί λέξεσι^ δουλεύεις καὶ τὴν ἀ^λήθεια^ν φεύγεις;
τί λέξεσι δουλεύεις καὶ τὴν ἀλήθειαν φεύγεις;
διὰ τί προσφέρεις ἃ^ μὴ τολμᾷ μή τε τῶν ἀγγέλων φύ^σι^ς ἐρευνῆσαι;
διὰ τί προσφέρεις ἃ μὴ τολμᾷ μή τε τῶν ἀγγέλων φύσις ἐρευνῆσαι;
τί λέγω ἡ τῶν ἀγγέλων φύ^σι^ς;
τί λέγω ἡ τῶν ἀγγέλων φύσις;
ἃ^ μή τε δαίμονες τολμῶσι^ν.
ἃ μή τε δαίμονες τολμῶσιν.
οὐ θέλεις ἀκολουθῆσαι πέτρῳ;
οὐ θέλεις ἀκολουθῆσαι πέτρῳ;
οὐ θέλεις ἀκολουθῆσαι παύλῳ;
οὐ θέλεις ἀκολουθῆσαι παύλῳ;
οὐ τοῖς ἀγγέλοις;
οὐ τοῖς ἀγγέλοις;
οὐ τοῖς χε ρουβίμ;
οὐ τοῖς χε ρουβίμ;
γενοῦ κ ἂ^ν μα^θητὴς τῶν δαιμόνων.
γενοῦ κ ἂν μαθητὴς τῶν δαιμόνων.
εἶδον οἱ δαίμονες τὸν σωτῆρα^ καὶ λέγουσιν αὐτῷ·
εἶδον οἱ δαίμονες τὸν σωτῆρα καὶ λέγουσιν αὐτῷ·
ἔα, τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ;
ἔα, τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ;
οἱ δαίμονες υἱὸν ὁμολογοῦσι^ καὶ σύ^, αἱρετι^κέ, βλασφημεῖς;
οἱ δαίμονες υἱὸν ὁμολογοῦσι καὶ σύ, αἱρετικέ, βλασφημεῖς;
δαίμονες ἴ^σον ποιοῦσι^ καὶ σὺ^ τὴν ἀ^νισότητα^ κα^τα^σκευά^ζεις;
δαίμονες ἴσον ποιοῦσι καὶ σὺ τὴν ἀνισότητα κατασκευάζεις;
καὶ τί ποιήσω, φησὶ^ν ὁ αἱρετι^κός, τῷ κυ_ρί^ῳ λέγοντι^·
καὶ τί ποιήσω, φησὶν ὁ αἱρετικός, τῷ κυρίῳ λέγοντι·
ἵ^να_ γι^νώσκωσί^ σε τὸν μόνον ἀ^ληθι^νόν θεόν;
ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινόν θεόν;
μόνον εἶπε, μόνον ἐκήρυξε τὸν ἀ^ληθι^νὸν θεὸν τὸν πα^τέρα^.
μόνον εἶπε, μόνον ἐκήρυξε τὸν ἀληθινὸν θεὸν τὸν πατέρα.
στοιχῶ τῇ ἀ^ληθείᾳ τῇ πα^ρὰ^ θεοῦ κα^τηγγελμένῃ.
στοιχῶ τῇ ἀληθείᾳ τῇ παρὰ θεοῦ κατηγγελμένῃ.
τῇ φωνῇ τοῦ μόνου ἀκολουθεῖς καὶ τῇ λέξει δουλεύεις;
τῇ φωνῇ τοῦ μόνου ἀκολουθεῖς καὶ τῇ λέξει δουλεύεις;
τήρει μοι τοὺς ὅρους ἐπὶ^ τῶν ἐξεταζομένων.
τήρει μοι τοὺς ὅρους ἐπὶ τῶν ἐξεταζομένων.
ἐγώ εἰμι^ πρῶτος καὶ ἐγὼ μετὰ^ ταῦτα^ καὶ ἕτερος πλὴν ἐμοῦ οὐκ ἔστι^.
ἐγώ εἰμι πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ ἕτερος πλὴν ἐμοῦ οὐκ ἔστι.
δίκαιος καὶ σωτὴρ πα^ρὲξ ἐμοῦ οὐκ ἔστι.
δίκαιος καὶ σωτὴρ παρὲξ ἐμοῦ οὐκ ἔστι.
καὶ ἐπι^στράφητε πρός με καὶ σωθήσεσθε ἀ^πὸ τῶν ἐσχά^των τῆς γῆς.
καὶ ἐπιστράφητε πρός με καὶ σωθήσεσθε ἀπὸ τῶν ἐσχάτων τῆς γῆς.
ἐγώ εἰμι^ ὁ θεὸς καὶ οὐκ ἔστι^ν ἄλλος.
ἐγώ εἰμι ὁ θεὸς καὶ οὐκ ἔστιν ἄλλος.
κατ' ἐμαυτοῦ ὀμνύ^ω.
κατ' ἐμαυτοῦ ὀμνύω.
ἐγώ εἰμι^ πρῶτος καὶ ἐγὼ μετὰ^ ταῦτα^.
ἐγώ εἰμι πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα.
καὶ οὐκ ἔστι^ν ἕτερος πλὴν ἐμοῦ.
καὶ οὐκ ἔστιν ἕτερος πλὴν ἐμοῦ.
βλέπετε πῶς δεικνύ^ει μεμονωμένην φύ^σι^ν, μηδὲν ἔχουσα^ν κοινὸν πρὸς ἑτέρα_ν ἀπεσχοινισμένην φύ^σι^ν;
βλέπετε πῶς δεικνύει μεμονωμένην φύσιν, μηδὲν ἔχουσαν κοινὸν πρὸς ἑτέραν ἀπεσχοινισμένην φύσιν;
λέγει δὲ ταῦτα ὁ θεός·
λέγει δὲ ταῦτα ὁ θεός·
ἐγώ εἰμι^ καὶ οὐκ ἔστι^ν ἄλλος.
ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἄλλος.
ἐξέτεινα τὸν οὐρα^νὸν μόνος.
ἐξέτεινα τὸν οὐρανὸν μόνος.
πρόσεχε σὺ εἰς τὸ μόνος, ἐπειδὴ προφέρεις τὸν μόνον ἀ^ληθι^νὸν θεόν.
πρόσεχε σὺ εἰς τὸ μόνος, ἐπειδὴ προφέρεις τὸν μόνον ἀληθινὸν θεόν.
ἐξέτεινα τὸν οὐρα^νὸν μόνος.
ἐξέτεινα τὸν οὐρανὸν μόνος.