macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
καὶ ἐνταῦθα^ ὁμοίως τὸ ἐγώ εἰμι^ καὶ οὐκ ἔστι^ν ἄλλος. | καὶ ἐνταῦθα ὁμοίως τὸ ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἄλλος. |
κατ' ἐμαυτοῦ ὀμνύ^ω. | κατ' ἐμαυτοῦ ὀμνύω. |
πρόσεχε καὶ τῇ αὐθεντίᾳ καὶ τῇ δυ^νά^μει τοῦ λέγοντος· | πρόσεχε καὶ τῇ αὐθεντίᾳ καὶ τῇ δυνάμει τοῦ λέγοντος· |
ὅτι^ εἶπεν· | ὅτι εἶπεν· |
οὐκ ἔστι^ν ἄλλος καὶ τὸ μόνος εἰμὶ^, καὶ τοῦτο καθ' ἑαυτοῦ ὤμοσα^. | οὐκ ἔστιν ἄλλος καὶ τὸ μόνος εἰμὶ, καὶ τοῦτο καθ' ἑαυτοῦ ὤμοσα. |
καὶ μηνύ^ει μὴ εἶναί τι^να^ μείζονα^ αὐτοῦ λαλοῦντος. | καὶ μηνύει μὴ εἶναί τινα μείζονα αὐτοῦ λαλοῦντος. |
ἐπεὶ κατ' οὐδενὸς εἶχε μείζονος ὀμόσαι, καθ' ἑαυτοῦ ὤμοσεν. | ἐπεὶ κατ' οὐδενὸς εἶχε μείζονος ὀμόσαι, καθ' ἑαυτοῦ ὤμοσεν. |
οὐκ ἔχει οὖν μείζονα^ ὁ λέγων· | οὐκ ἔχει οὖν μείζονα ὁ λέγων· |
κατ' ἐμαυτοῦ ὀμνύ^ω, εἰ μὴ ἐξελεύσεται ἐκ τοῦ στόμα^τός μου δι^καιοσύ^νη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται. | κατ' ἐμαυτοῦ ὀμνύω, εἰ μὴ ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται. |
καὶ τί ὀμνύ_εις; | καὶ τί ὀμνύεις; |
ὅτι^ ἐμοὶ κάμψει πᾶν γόνυ^ καὶ πᾶσα^ γλῶσσα^ ἐξομολογήσεται τὸν θεὸν τὸν ἀ^ληθι^νόν. | ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τὸν θεὸν τὸν ἀληθινόν. |
τίς ὁ ταῦτα λέγων, αἱρετι^κέ; | τίς ὁ ταῦτα λέγων, αἱρετικέ; |
ὁ πα^τὴρ ἢ ὁ υἱός; | ὁ πατὴρ ἢ ὁ υἱός; |
παρ' ἐμοὶ τῷ πιστῷ καὶ παντὶ^ εὐσεβεῖ τοῦ πατρὸς ἡ ἀ^ξί^α_ καὶ υἱοῦ ἡ αὐθεντία. | παρ' ἐμοὶ τῷ πιστῷ καὶ παντὶ εὐσεβεῖ τοῦ πατρὸς ἡ ἀξία καὶ υἱοῦ ἡ αὐθεντία. |
ἐκεῖνο γὰ^ρ ἔχε παρατετηρημένον, ὅτι πολλὰ τῶν λεγομένων παρ' ἡμῖν ἀ^γωνι^στι^κῶς κηρύττεται, οὐ δογμα^τι^κῶς. | ἐκεῖνο γὰρ ἔχε παρατετηρημένον, ὅτι πολλὰ τῶν λεγομένων παρ' ἡμῖν ἀγωνιστικῶς κηρύττεται, οὐ δογματικῶς. |
ἐμοὶ ἕστηκεν ἐρρωμένον τὸ δόγμα^ τῆς εὐσεβεία_ς καὶ παντὶ^ πιστῷ, ὅτι ὅπου μόνος δι^α^λέγεται πα^τήρ, συ^μπαρείληπται καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | ἐμοὶ ἕστηκεν ἐρρωμένον τὸ δόγμα τῆς εὐσεβείας καὶ παντὶ πιστῷ, ὅτι ὅπου μόνος διαλέγεται πατήρ, συμπαρείληπται καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. |
ὅπου υἱὸς δι^α^λέγεται, πατρὸς αὐθεντία. | ὅπου υἱὸς διαλέγεται, πατρὸς αὐθεντία. |
ὅπου πα^τὴρ αὐθεντεῖ, υἱοῦ ἐξουσί^α_· | ὅπου πατὴρ αὐθεντεῖ, υἱοῦ ἐξουσία· |
ὅπου τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐνεργεῖ, τοῦ πατρὸς ἡ ἐνέργεια^. | ὅπου τὸ πνεῦμα τὸ ἅγιον ἐνεργεῖ, τοῦ πατρὸς ἡ ἐνέργεια. |
οὐ τέμνεται τῆς ἁγί^α_ς τριά^δος ἡ δόξα, ἐπειδὴ οὐ τέμνεται τὸ δόγμα^ τῆς ἀ^ληθεία_ς. | οὐ τέμνεται τῆς ἁγίας τριάδος ἡ δόξα, ἐπειδὴ οὐ τέμνεται τὸ δόγμα τῆς ἀληθείας. |
μὴ ὁμολόγει μί^α^ν βα^σι^λεία_ν. | μὴ ὁμολόγει μίαν βασιλείαν. |
ἐπειδὴ τὸν ἐχθρὸν γυμνάζω, ταῦτά^ μοι εἴρηται, ἵνα μηδέ τι^νες τῶν διαβά^λλειν φι^λούντων εἴπωσι^ν· | ἐπειδὴ τὸν ἐχθρὸν γυμνάζω, ταῦτά μοι εἴρηται, ἵνα μηδέ τινες τῶν διαβάλλειν φιλούντων εἴπωσιν· |
ὅρα πῶς εἶπεν ὅτι πάντα τοῦ υἱοῦ ἐστι^, καὶ ὁ υἱὸς φθέγγεται καὶ ἀπέδειξεν μὲν ἀ^λλοτρί^α_ν τὴν προφητείαν τοῦ πατρός, ἰ^δί^α_ν δὲ τοῦ υἱοῦ. | ὅρα πῶς εἶπεν ὅτι πάντα τοῦ υἱοῦ ἐστι, καὶ ὁ υἱὸς φθέγγεται καὶ ἀπέδειξεν μὲν ἀλλοτρίαν τὴν προφητείαν τοῦ πατρός, ἰδίαν δὲ τοῦ υἱοῦ. |
ἕστηκέ μοι ἀσά^λευτος ὁ ὅρος τῆς πίστεως. | ἕστηκέ μοι ἀσάλευτος ὁ ὅρος τῆς πίστεως. |
ἀγών ἐστι^ τὸ γυμναζόμενον. | ἀγών ἐστι τὸ γυμναζόμενον. |
δείκνυμι ἐνταῦθα τὸν υἱὸν φθεγγόμενον, καὶ ὅταν σε πείσω, τότε ἐμαυτὸν πείθω, πα^τέρα^ λαλοῦντα^, υἱὸν κηρύττοντα^, τὸ πνεῦμα^ τὸ ἅ^γι^ον θεσπίζον. | δείκνυμι ἐνταῦθα τὸν υἱὸν φθεγγόμενον, καὶ ὅταν σε πείσω, τότε ἐμαυτὸν πείθω, πατέρα λαλοῦντα, υἱὸν κηρύττοντα, τὸ πνεῦμα τὸ ἅγιον θεσπίζον. |
ἐγὼ πρῶτον, ἐγὼ καὶ μετὰ^ ταῦτα, καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστι^ν. | ἐγὼ πρῶτον, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστιν. |
κατ' ἐμοῦ ὀμνύ^ω. | κατ' ἐμοῦ ὀμνύω. |
τίς ἐστι^ν ὁ λέγων ὅτι ἐγώ εἰμι^, καὶ οὐκ ἔστι^ν ἄλλος καὶ ὅτι ἐκ στόμα^τός μου ἐξελεύσεται δι^καιοσύ^νη καὶ οἱ λόγοι μου οὐκ ἀποστραφήσονται· | τίς ἐστιν ὁ λέγων ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἄλλος καὶ ὅτι ἐκ στόματός μου ἐξελεύσεται δικαιοσύνη καὶ οἱ λόγοι μου οὐκ ἀποστραφήσονται· |
ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ^, καὶ πᾶσα^ γλῶσσα^ ἐξομολογήσεται θεὸν τὸν ἀ^ληθι^νόν; | ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται θεὸν τὸν ἀληθινόν; |
πῶς τί^θης τὸ ῥῆμα^; | πῶς τίθης τὸ ῥῆμα; |
εἰς τί^να^ ἐκλαμβά^νεις τὸ ὄνομα^; | εἰς τίνα ἐκλαμβάνεις τὸ ὄνομα; |
ἀλλὰ μή τε σὺ φράζε ἃ^ μὴ οἶδας, μή τε ἐγὼ ἐπαγγέλλομαι ἃ μὴ ἐπίστα^μαι. | ἀλλὰ μή τε σὺ φράζε ἃ μὴ οἶδας, μή τε ἐγὼ ἐπαγγέλλομαι ἃ μὴ ἐπίσταμαι. |
ἀκολουθήσωμεν διδασκά^λῳ πνευμα^τι^κῷ, δυ^να^μένῳ ἡμᾶς στοιχῆσαι πρὸς εὐσέβεια^ν. | ἀκολουθήσωμεν διδασκάλῳ πνευματικῷ, δυναμένῳ ἡμᾶς στοιχῆσαι πρὸς εὐσέβειαν. |
μὴ τοίνυ^ν ἄ^κουε παρ' ἐμοῦ, ἀλλ' ἄ^κουε μετ' ἐμοῦ. | μὴ τοίνυν ἄκουε παρ' ἐμοῦ, ἀλλ' ἄκουε μετ' ἐμοῦ. |
ἐγὼ τῶν ἐκκλησι^α^στι^κῶν δογμά^των τὸν παῦλον οἶδα δι^δά^σκα^λον. | ἐγὼ τῶν ἐκκλησιαστικῶν δογμάτων τὸν παῦλον οἶδα διδάσκαλον. |
ὅτα^ν παῦλον εἴπω, χριστὸν κηρύττω· | ὅταν παῦλον εἴπω, χριστὸν κηρύττω· |
αὐτὸς γὰ^ρ ἦν ὁ ἐν παύλῳ φθεγγόμενος, κα^τὰ^ τὸ εἰρημένον· | αὐτὸς γὰρ ἦν ὁ ἐν παύλῳ φθεγγόμενος, κατὰ τὸ εἰρημένον· |
εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ; | εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ; |
ταύτην τοίνυ^ν τὴν προφητείαν ἡσαΐου τὴν προειρημένην τὸ ἐγώ εἰμι^, καὶ οὐκ ἐστι^ν ἄλλος καὶ κατ' ἐμαυτοῦ ὀμνύ^ω, ὅτι^ ἐμοὶ κάμψει πᾶν γόνυ^, καὶ πᾶσα^ γλῶσσα^ ἑξομολογήσεται τὸν θεὸν τὸν ἀ^ληθι^νὸν, παῦλος εἰς χριστὸν ἀ^να^λα^μβά^νει. | ταύτην τοίνυν τὴν προφητείαν ἡσαΐου τὴν προειρημένην τὸ ἐγώ εἰμι, καὶ οὐκ ἐστιν ἄλλος καὶ κατ' ἐμαυτοῦ ὀμνύω, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἑξομολογήσεται τὸν θεὸν τὸν ἀληθινὸν, παῦλος εἰς χριστὸν ἀναλαμβάνει. |
καὶ ποῦ ταύτην εὑρίσκεις τὴν ἀ^πόδειξι^ν; | καὶ ποῦ ταύτην εὑρίσκεις τὴν ἀπόδειξιν; |
σὺ^ δὲ τί^ κρί_νεις τὸν ἀ^δελφόν σου; | σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; |
ἢ καὶ σὺ^ τί^ ἐξουθενεῖς τὸν ἀ^δελφόν σου; | ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; |
τί^ ἀλλήλους κρί_νετε; | τί ἀλλήλους κρίνετε; |
πάντες γὰ^ρ πα^ρα^στησόμεθα^ τῷ βήμα^τι^ τοῦ χριστοῦ. | πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ χριστοῦ. |
γέγραπται γά^ρ· | γέγραπται γάρ· |
ζῶ ἐγώ, λέγει κύ_ρι^ος, ὅτι^ ἐμοὶ κάμψει πᾶν γόνυ^, καὶ πᾶσα^ γλῶσσα^ ἐξομολογήσεται τὸν θεὸν τὸν ἀ^ληθι^νόν. | ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τὸν θεὸν τὸν ἀληθινόν. |
ἐκεῖνος ὁ λέγων· | ἐκεῖνος ὁ λέγων· |
ἐγώ ειμι^ καὶ οὐκ ἔστι^ν ἄλλος· | ἐγώ ειμι καὶ οὐκ ἔστιν ἄλλος· |
κατ' ἐμαυτοῦ ὀμνύ^ω, ὅτι^ ἐμοὶ κάμψει πᾶν γόνυ^. | κατ' ἐμαυτοῦ ὀμνύω, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ. |
εἰ τοίνυ^ν ὁ παῦλος εἰς χριστὸν ἀ^να^φέρει τὴν προφητείαν, ὁ δὲ ἐν τῷ προφήτῃ φθεγγόμενος χριστός ἐστι^, λέγει δὲ ὁ χριστός· | εἰ τοίνυν ὁ παῦλος εἰς χριστὸν ἀναφέρει τὴν προφητείαν, ὁ δὲ ἐν τῷ προφήτῃ φθεγγόμενος χριστός ἐστι, λέγει δὲ ὁ χριστός· |
ἐγώ ειμι^ μόνος καὶ οὐκ ἐστι^ν ἄλλος, οὐκοῦν ἐκβάλλει τὸν πα^τέρα^ τῆς θεότητος; | ἐγώ ειμι μόνος καὶ οὐκ ἐστιν ἄλλος, οὐκοῦν ἐκβάλλει τὸν πατέρα τῆς θεότητος; |
ἀλλ' οὐκ ἐκβάλλει, ὥσπερ οὖν οὐκ ἐκβάλλει· | ἀλλ' οὐκ ἐκβάλλει, ὥσπερ οὖν οὐκ ἐκβάλλει· |
ἀμέριστος γὰ^ρ ἡ δόξα_. | ἀμέριστος γὰρ ἡ δόξα. |
οὐκοῦν ἀποδέδεικται σα^φῶς, ὅτι^ ὥσπερ ὁ υἱὸς, ὅτα^ν λέγῃ ἐγώ εἰμι^ μόνος, οὐκ ἐκβάλλει τὸν πα^τέρα^, οὕτως οὐ δὲ ὅτα^ν περὶ^ πατρὸς λέγῃ ἵ^να_ γι^νώσκωσί^ σε τὸν μόνον ἀ^ληθι^νόν θεόν, ἑαυτὸν ἀ^φορί^ζει τῆς ἀ^ληθεία_ς. | οὐκοῦν ἀποδέδεικται σαφῶς, ὅτι ὥσπερ ὁ υἱὸς, ὅταν λέγῃ ἐγώ εἰμι μόνος, οὐκ ἐκβάλλει τὸν πατέρα, οὕτως οὐ δὲ ὅταν περὶ πατρὸς λέγῃ ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινόν θεόν, ἑαυτὸν ἀφορίζει τῆς ἀληθείας. |
καὶ οὐ τοῦτο μόνον ἰᾶται, ἀλλὰ^ γὰ^ρ καὶ τὸ εἶναι ἀ^ληθι^νὸν θεὸν τὸν χριστόν, ἐξ αὐτῆς τῆς μα^ρτυ^ρί^α_ς προφέρεται· | καὶ οὐ τοῦτο μόνον ἰᾶται, ἀλλὰ γὰρ καὶ τὸ εἶναι ἀληθινὸν θεὸν τὸν χριστόν, ἐξ αὐτῆς τῆς μαρτυρίας προφέρεται· |
ἐπά^γει γά^ρ· | ἐπάγει γάρ· |
καὶ πᾶσα^ γλῶσσα^ ἐξομολογήσεται τὸν θεὸν τὸν ἀ^ληθι^νόν. | καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τὸν θεὸν τὸν ἀληθινόν. |
οὐκοῦν ὁ λέγων ἐγὼ μόνος καὶ ἐγὼ ἀ^ληθι^νός ὁ υἱός ἐστι^. | οὐκοῦν ὁ λέγων ἐγὼ μόνος καὶ ἐγὼ ἀληθινός ὁ υἱός ἐστι. |
τι τοίνυ^ν δι^α^φέρει περὶ^ τὰ^ ῥήμα^τα^ συμφωνούσης τῆς ἀ^ληθεία_ς; | τι τοίνυν διαφέρει περὶ τὰ ῥήματα συμφωνούσης τῆς ἀληθείας; |
δι^ὰ^ τί^ οὖν εἶπε· | διὰ τί οὖν εἶπε· |
σὲ τὸν μόνον ἀ^ληθι^νόν θεόν; | σὲ τὸν μόνον ἀληθινόν θεόν; |
παιδεύου, καὶ μὴ μά^χου. | παιδεύου, καὶ μὴ μάχου. |
ὁ σωτὴρ παιδευτής ἐστι^ τοῦ κόσμου, διορθωτὴς τῆς οἰκουμένης, ὁ τὰ^ πεπτωκότα^ ἐγείρων, ὁ τὰ^ πεπλανημένα^ ἐπιστρέφων καὶ τὰ^ πεπαλαιωμένα^ ἀνακαινίζων. | ὁ σωτὴρ παιδευτής ἐστι τοῦ κόσμου, διορθωτὴς τῆς οἰκουμένης, ὁ τὰ πεπτωκότα ἐγείρων, ὁ τὰ πεπλανημένα ἐπιστρέφων καὶ τὰ πεπαλαιωμένα ἀνακαινίζων. |
ἐπειδὴ ᾔδει τὸν ἑαυτοῦ λόγον προϊ^όντα^ καὶ ἰσχύ_σα^ντα^ εἰς πᾶσα^ν τὴν ὑπ' οὐρα^νόν, εἰς δι^όρθωσι^ν τῆς ἑλληνικῆς πλά^νης καὶ εἰς ἔλεγχον τῆς ἰουδαϊκῆς ἀπειθεία_ς, δίστομον προφέρει τὸν λόγον· | ἐπειδὴ ᾔδει τὸν ἑαυτοῦ λόγον προϊόντα καὶ ἰσχύσαντα εἰς πᾶσαν τὴν ὑπ' οὐρανόν, εἰς διόρθωσιν τῆς ἑλληνικῆς πλάνης καὶ εἰς ἔλεγχον τῆς ἰουδαϊκῆς ἀπειθείας, δίστομον προφέρει τὸν λόγον· |
ἵ^να_ δι' ἐμὲ τὸν ἀ^ληθι^νὸν καὶ μόνον εἰπεῖν τὸν θεόν τοὺς πολλοὺς καὶ ψευδωνύ^μους στηλιτεύσῃ, δι^ὰ^ δὲ τὸ ἐπα^γα^γεῖν καὶ ὃν ἀπέστειλα^ς χριστόντοὺς ἠρνημένους τὴν οἰκονομίαν ἐλέγξῃ. | ἵνα δι' ἐμὲ τὸν ἀληθινὸν καὶ μόνον εἰπεῖν τὸν θεόν τοὺς πολλοὺς καὶ ψευδωνύμους στηλιτεύσῃ, διὰ δὲ τὸ ἐπαγαγεῖν καὶ ὃν ἀπέστειλας χριστόντοὺς ἠρνημένους τὴν οἰκονομίαν ἐλέγξῃ. |
καὶ ἵ^να_ μά^θῃς, ἀ^δελφέ, ὅτι^ αὐτός ἐστι^ καὶ ἀ^ληθι^νὸς θεὸς καὶ ἀ^ληθι^νοῦ θεοῦ υἱός, ἰωάννης ὁ εὐαγγελιστής, ἐν ᾧ ταῦτα^ γέγραπται ἵ^να_ γι^νώσκωσί^ σε τὸν μόνον ἀ^ληθι^νόν θεόν. | καὶ ἵνα μάθῃς, ἀδελφέ, ὅτι αὐτός ἐστι καὶ ἀληθινὸς θεὸς καὶ ἀληθινοῦ θεοῦ υἱός, ἰωάννης ὁ εὐαγγελιστής, ἐν ᾧ ταῦτα γέγραπται ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινόν θεόν. |
αὐτὸς ἐκεῖνος ὁ κήρυξ, αὐτὸς ὁ ταῦτα^ κηρύ^ξα_ς, αὐτὸς ἐν τῇ ἐπιστολῇ τῇ ἑαυτοῦ γρά^φων τῶν δὲ ἐκκλησιαζομένων, οὐ τῶν ἀποκρύ^φων μὲν ἡ πρώτη ἐπιστολή· | αὐτὸς ἐκεῖνος ὁ κήρυξ, αὐτὸς ὁ ταῦτα κηρύξας, αὐτὸς ἐν τῇ ἐπιστολῇ τῇ ἑαυτοῦ γράφων τῶν δὲ ἐκκλησιαζομένων, οὐ τῶν ἀποκρύφων μὲν ἡ πρώτη ἐπιστολή· |
τὴν γὰ^ρ δευτέρα_ν καὶ τρί^την οἱ πα^τέρες ἀποκανονίζουσι^· | τὴν γὰρ δευτέραν καὶ τρίτην οἱ πατέρες ἀποκανονίζουσι· |
τὴν μέντοι πρώτην ἐπιστολὴν ἅ^πα^ντες εἶναι ἰωάννου συμφώνως ἀπεφήναντο. | τὴν μέντοι πρώτην ἐπιστολὴν ἅπαντες εἶναι ἰωάννου συμφώνως ἀπεφήναντο. |
τί^ οὖν ἐκεῖνος ὁ ἅγι^ος δι^ὰ^ τῆς ἐπιστολῆς κηρύττει θεολογῶν προσέχειν ἀ^να^γκαῖον. | τί οὖν ἐκεῖνος ὁ ἅγιος διὰ τῆς ἐπιστολῆς κηρύττει θεολογῶν προσέχειν ἀναγκαῖον. |
οἴδαμέν φησι^ν ὅτι^ ὁ υἱὸς τοῦ θεοῦ ἥκει καὶ ἔδωκεν ἡμῖν δι^ά^νοια^ν, ἵ^να_ γι^νώσκωμεν τὸν ἀ^ληθι^νόν· | οἴδαμέν φησιν ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινόν· |
καί ἐσμεν ἐν τῷ ἀ^ληθι^νῷ, ἐν τῷ υἱῷ αὐτοῦ ἰησοῦ χριστῷ. | καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ ἰησοῦ χριστῷ. |
οὗτός ἐστι^ν ὁ ἀ^ληθι^νὸς θεὸς καὶ ζωὴ αἰώνιος. | οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος. |
οὗτος, ἀ^δελφοί, κ ἀκεῖνα^ εἶπε καὶ ταῦτα^ ἐκήρυξεν. | οὗτος, ἀδελφοί, κ ἀκεῖνα εἶπε καὶ ταῦτα ἐκήρυξεν. |
ἐπιπλεῖον εἰ δοκεῖ εἰς τὸ μόνος φι^λοσοφήσωμεν καὶ ἀγωνι^σώμεθα^. | ἐπιπλεῖον εἰ δοκεῖ εἰς τὸ μόνος φιλοσοφήσωμεν καὶ ἀγωνισώμεθα. |
πρὸς τὸν ἄπι^στον πολλὰ^ τὰ^ βέλη πεμπέσθω· | πρὸς τὸν ἄπιστον πολλὰ τὰ βέλη πεμπέσθω· |
βέλη οὐχ ἵ^να_ τρώσῃ τὰ^ σώμα^τα^, ἀλλ' ἵ^να_ δι^ορθώσῃ τὰ^ φρονήμα^τα^. | βέλη οὐχ ἵνα τρώσῃ τὰ σώματα, ἀλλ' ἵνα διορθώσῃ τὰ φρονήματα. |
πεμπέσθω ῥήμα^τα^ μὲν πρὸς τοὺς πιστούς· | πεμπέσθω ῥήματα μὲν πρὸς τοὺς πιστούς· |
βέλη δὲ πρὸς τοὺς ἀπί^στους. | βέλη δὲ πρὸς τοὺς ἀπίστους. |
τὰ^ βέλη γὰ^ρ τοῦ δυ^να^τοῦ ἠκονημένα^, λα_οὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδί^ᾳ τῶν ἐχθρῶν. | τὰ βέλη γὰρ τοῦ δυνατοῦ ἠκονημένα, λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν. |
ὁ κα^τα^σκευά^σα_ς τὴν γῆν εἰς τὸν αἰῶνα^ χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τε καὶ τετρα^πόδων· | ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τε καὶ τετραπόδων· |
ἀπέστειλε τὸ φῶς καὶ πορεύεται· | ἀπέστειλε τὸ φῶς καὶ πορεύεται· |
ἐκά^λεσεν αὐτὸ καὶ ὑ^πήκουσεν αὐτῷ τρόμῳ. | ἐκάλεσεν αὐτὸ καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ. |
οἱ δὲ ἀστέρες ἔλα^μψα^ν ἐν ταῖς φυ^λα^καῖς αὐτῶν καὶ εὐφράνθησα^ν. | οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ εὐφράνθησαν. |
ἐκάλεσεν αὐτοὺς τοὺς ἀ^στέρα^ς φησὶ^ καὶ εἶπα^ν· | ἐκάλεσεν αὐτοὺς τοὺς ἀστέρας φησὶ καὶ εἶπαν· |
πάρεσμεν· | πάρεσμεν· |
καὶ ἔλα^μψα^ν ἐν εὐφροσύνῃ τῷ ποιήσα^ντι^ αὐτούς. | καὶ ἔλαμψαν ἐν εὐφροσύνῃ τῷ ποιήσαντι αὐτούς. |
καὶ τοσαῦτα^ θεολογήσα_ς φησί^ν· | καὶ τοσαῦτα θεολογήσας φησίν· |
οὗτος ὁ θεὸς ἡμῶν· | οὗτος ὁ θεὸς ἡμῶν· |
οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. | οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. |
πρόσεχε ἀ^κρι_βῶς πῶς ἀποκλείει τῷ ἑτέρῳ. | πρόσεχε ἀκριβῶς πῶς ἀποκλείει τῷ ἑτέρῳ. |
οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. | οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. |
ἐξεῦρε πᾶσα^ν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν ἰακὼβ τῷ παιδὶ^ αὐτοῦ καὶ ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. | ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. |
μετὰ^ ταῦτα^ ἐπὶ^ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. | μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. |
οὗτος ὁ θεὸς ἡμῶν, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν, ἐπὶ^ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη μετὰ^ ταῦτα^. | οὗτος ὁ θεὸς ἡμῶν, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη μετὰ ταῦτα. |
ὁρᾷς τὴν ἀ^λήθεια^ν ἠσφαλισμένην; | ὁρᾷς τὴν ἀλήθειαν ἠσφαλισμένην; |
ὅρα πῶς οὐ δί^δωσι^ παρείσδυσι^ν τῇ πλά^νῃ, ἵ^να_ μὴ ἰουδαῖος συκοφαντήσῃ τὴν ἀ^λήθεια^ν καὶ εἴπῃ, ὅτι^ ὁ θεὸς ὤφθη τῷ μωϋσῇ· | ὅρα πῶς οὐ δίδωσι παρείσδυσιν τῇ πλάνῃ, ἵνα μὴ ἰουδαῖος συκοφαντήσῃ τὴν ἀλήθειαν καὶ εἴπῃ, ὅτι ὁ θεὸς ὤφθη τῷ μωϋσῇ· |
ὤφθη γὰ^ρ θεὸς ἐν ὄρει. | ὤφθη γὰρ θεὸς ἐν ὄρει. |
παρ' αὐτὸν οὐκ ἐστι^ν ἄλλος· | παρ' αὐτὸν οὐκ ἐστιν ἄλλος· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.