macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἐγὼ περὶ^ πίστεως ἐρωτῶ. | ἐγὼ περὶ πίστεως ἐρωτῶ. |
ἐὰν εἴπῃς περὶ^ πίστεως, λέγει· | ἐὰν εἴπῃς περὶ πίστεως, λέγει· |
ἐγὼ ἤθελον περὶ^ τρόπων ἀ^κοῦσαι. | ἐγὼ ἤθελον περὶ τρόπων ἀκοῦσαι. |
διὰ τοῦτο τὸ παιδιῶδες τῆς κα^κί^α_ς ῥαπίζων ὁ σωτὴρ ἔλεγεν· | διὰ τοῦτο τὸ παιδιῶδες τῆς κακίας ῥαπίζων ὁ σωτὴρ ἔλεγεν· |
ηὐλήσαμεν ὑ_μῖν καὶ οὐκ ὠρχήσασθε· | ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· |
ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε. | ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε. |
ηὐλήσαμεν λόγῳ ἁ^γί^ῳ, λόγῳ φωτεινῷ τὴν τῶν ἠθῶν κατάστασι^ν, καὶ οὐκ ἠκούσα^τε. | ηὐλήσαμεν λόγῳ ἁγίῳ, λόγῳ φωτεινῷ τὴν τῶν ἠθῶν κατάστασιν, καὶ οὐκ ἠκούσατε. |
ἐθρηνήσαμεν λόγῳ ἐπι^πόνῳ, ὀδυνομένῳ, θρηνοῦντι^ ὑ_μῶν τὴν ἀ^πιστίαν, καὶ οὐκ ἠκούσα^τε. | ἐθρηνήσαμεν λόγῳ ἐπιπόνῳ, ὀδυνομένῳ, θρηνοῦντι ὑμῶν τὴν ἀπιστίαν, καὶ οὐκ ἠκούσατε. |
οὔτε τὰ^ περὶ^ ὑ_μῶν ἀ^κούσα^ντες ὠρχήσασθε, οὔ τε τὰ^ κα^τὰ^ αἱρέσεων ἀ^κούσα^ντες ἐπενθήσατε. | οὔτε τὰ περὶ ὑμῶν ἀκούσαντες ὠρχήσασθε, οὔ τε τὰ κατὰ αἱρέσεων ἀκούσαντες ἐπενθήσατε. |
ἦλθεν ὁ βαπτιστής· | ἦλθεν ὁ βαπτιστής· |
λέγουσι^ν· | λέγουσιν· |
δαιμόνιον ἔχει. | δαιμόνιον ἔχει. |
καὶ οὐκ ἀγανακτεῖ ὁ βαπτιστής, ἀλλὰ^ τοῦ ἔργου ἔχεται. | καὶ οὐκ ἀγανακτεῖ ὁ βαπτιστής, ἀλλὰ τοῦ ἔργου ἔχεται. |
ὁρᾷς γὰ^ρ αὐτὸν καὶ τὰ^ αὐτὰ^ πά^σχοντα^ τῷ σωτῆρι^; | ὁρᾷς γὰρ αὐτὸν καὶ τὰ αὐτὰ πάσχοντα τῷ σωτῆρι; |
περὶ τοῦ σωτῆρος ἔλεγον οἱ ἰουδαῖοι· | περὶ τοῦ σωτῆρος ἔλεγον οἱ ἰουδαῖοι· |
δαιμόνιον ἔχει καὶ μαίνεται. | δαιμόνιον ἔχει καὶ μαίνεται. |
τί^ αὐτοῦ ἀ^κούετε;. | τί αὐτοῦ ἀκούετε;. |
οὐχὶ μα^κά^ριός ἐστι^ν χριστιανὸς ὁ τῇ ἴ_σῃ ὕβρει ὑποπίπτων τῷ δεσπότῃ; | οὐχὶ μακάριός ἐστιν χριστιανὸς ὁ τῇ ἴσῃ ὕβρει ὑποπίπτων τῷ δεσπότῃ; |
παῦλος κηρύττει τὴν ἀ^λήθεια^ν καὶ λέγει αὐτῷ φῆστος· | παῦλος κηρύττει τὴν ἀλήθειαν καὶ λέγει αὐτῷ φῆστος· |
μαίνῃ, παῦλε, τὰ^ πολλά^ σε γρά^μμα^τα^ εἰς μανίαν περιτρέπει. | μαίνῃ, παῦλε, τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. |
μανία γὰ^ρ φαίνεται τοῖς μὴ κα^θεστηκόσι^ τὰ^ σώφρονα^. | μανία γὰρ φαίνεται τοῖς μὴ καθεστηκόσι τὰ σώφρονα. |
ὁ δέ· | ὁ δέ· |
οὐ μαίνομαι, φησί^ν, κρά^τι^στε, ἀλλὰ ῥήμα^τα^ σωφροσύνης καὶ δι^καιοσύ^νης φθέγγομαι. | οὐ μαίνομαι, φησίν, κράτιστε, ἀλλὰ ῥήματα σωφροσύνης καὶ δικαιοσύνης φθέγγομαι. |
ὁρᾷς τὴν ἔνθεον παρρησίαν τὴν μανίαν μὲν νομισθεῖσα^ν, σωφροσύνης δὲ λαμπροτέραν. | ὁρᾷς τὴν ἔνθεον παρρησίαν τὴν μανίαν μὲν νομισθεῖσαν, σωφροσύνης δὲ λαμπροτέραν. |
ἀκούει ἰωάννης ὁ βαπτιστὴς ὅτι^ δαιμόνιον ἔχεις, ὡς ἤκουσα^ν οἱ ἀρχαῖοι προφῆται δαιμονιῶντες. | ἀκούει ἰωάννης ὁ βαπτιστὴς ὅτι δαιμόνιον ἔχεις, ὡς ἤκουσαν οἱ ἀρχαῖοι προφῆται δαιμονιῶντες. |
ἀπέστειλέ ποτε ἐλισσαῖος ὁ προφήτης ἴ^δι^ον μαθητὴν προφήτην καὶ λέγει αὐτῷ· | ἀπέστειλέ ποτε ἐλισσαῖος ὁ προφήτης ἴδιον μαθητὴν προφήτην καὶ λέγει αὐτῷ· |
ἄπελθε καὶ εὑρήσεις ἰεοὺ τὸν ἄ^ρχοντα^· | ἄπελθε καὶ εὑρήσεις ἰεοὺ τὸν ἄρχοντα· |
λά^βε αὐτὸν ἰ^δί^ᾳ καὶ εἰπὲ αὐτῷ· | λάβε αὐτὸν ἰδίᾳ καὶ εἰπὲ αὐτῷ· |
τάδε λέγει κύριος ὁ θεὸς ἰσραήλ· | τάδε λέγει κύριος ὁ θεὸς ἰσραήλ· |
ἰδοὺ κέχρι_κά^ σε εἰς βα^σι^λέα^, καὶ ἐπί^χεε ἐπ' αὐτὸν τὸ κέρα^ς τοῦ ἐλαίου καὶ χρῖσον αὐτὸν εἰς βα^σι^λέα^. | ἰδοὺ κέχρικά σε εἰς βασιλέα, καὶ ἐπίχεε ἐπ' αὐτὸν τὸ κέρας τοῦ ἐλαίου καὶ χρῖσον αὐτὸν εἰς βασιλέα. |
ἀποστέλλει ὁ προφήτης μαθητὴν προφήτην. | ἀποστέλλει ὁ προφήτης μαθητὴν προφήτην. |
λαμβάνει τὸν ἄ^ρχοντα^. | λαμβάνει τὸν ἄρχοντα. |
τότε γὰ^ρ οὐκ ἦν βα^σι^λεὺς ἰεού, ἀλλ' ἄρχων τοῦ βα^σι^λεύοντος. | τότε γὰρ οὐκ ἦν βασιλεὺς ἰεού, ἀλλ' ἄρχων τοῦ βασιλεύοντος. |
λέγει αὐτῷ· | λέγει αὐτῷ· |
ἐλθὲ ἰ^δί^ᾳ. | ἐλθὲ ἰδίᾳ. |
καὶ λα^βὼν αὐτὸν ἰ^δί^ᾳ καὶ τὰ^ ῥήμα^τα^ λέγει καὶ τῷ κέρατι^ χρί_ει. | καὶ λαβὼν αὐτὸν ἰδίᾳ καὶ τὰ ῥήματα λέγει καὶ τῷ κέρατι χρίει. |
καὶ ὡς ἔχρι_σεν, ἔφυ^γεν, ἀ^νεχώρησεν. | καὶ ὡς ἔχρισεν, ἔφυγεν, ἀνεχώρησεν. |
λέγουσιν οἱ συ^νυπάρχοντες τοῦ ἰεοὺ πρός αὐτόν· | λέγουσιν οἱ συνυπάρχοντες τοῦ ἰεοὺ πρός αὐτόν· |
τί^ ἦλθεν οὗτος πρὸς σὲ ὁ ἐπίληπτος;. | τί ἦλθεν οὗτος πρὸς σὲ ὁ ἐπίληπτος;. |
ἀντὶ^ τοῦ ὁ δαιμονιζόμενος οὗτος, τί ἦλθεν; | ἀντὶ τοῦ ὁ δαιμονιζόμενος οὗτος, τί ἦλθεν; |
τί ὅτι^ ἦλθε πρὸς σὲ ὁ ἐπίληπτος οὗτος;. | τί ὅτι ἦλθε πρὸς σὲ ὁ ἐπίληπτος οὗτος;. |
οὕτως ἀπ' ἀρχῆς ὑβρίζοντο οἱ προφῆται, οὕτως οἱ ἀ^πόστολοι. | οὕτως ἀπ' ἀρχῆς ὑβρίζοντο οἱ προφῆται, οὕτως οἱ ἀπόστολοι. |
τί ἦλθεν ὁ ἐπίληπτος οὗτος πρὸς σέ;. | τί ἦλθεν ὁ ἐπίληπτος οὗτος πρὸς σέ;. |
φοβούμενος ἐκεῖνος μὴ ἐξάκουστον ποιήσῃ τὸ ὄνομα^ τῆς βα^σι^λεία_ς καὶ κι^νδυ_νεύσῃ βασιλέως γὰ^ρ βα^σι^λεύοντος ἐπι^κίνδυνον τὸ εἰς ἕτερον μετενεχθῆναι τὴν ἀρχήν. | φοβούμενος ἐκεῖνος μὴ ἐξάκουστον ποιήσῃ τὸ ὄνομα τῆς βασιλείας καὶ κινδυνεύσῃ βασιλέως γὰρ βασιλεύοντος ἐπικίνδυνον τὸ εἰς ἕτερον μετενεχθῆναι τὴν ἀρχήν. |
λέγει· | λέγει· |
ὑμεῖς οἴδα^τε τὴν ἀδολεσχίαν αὐτοῦ καὶ τὴν φλυαρίαν αὐτοῦ. | ὑμεῖς οἴδατε τὴν ἀδολεσχίαν αὐτοῦ καὶ τὴν φλυαρίαν αὐτοῦ. |
συνέθετο οὐ τῇ γνώμῃ, ἀλλὰ τῇ φωνῇ. | συνέθετο οὐ τῇ γνώμῃ, ἀλλὰ τῇ φωνῇ. |
οἴδατε αὐτοῦ τὴν ἀδολεσχίαν. | οἴδατε αὐτοῦ τὴν ἀδολεσχίαν. |
εἶτα ἐκεῖνοι συ^νιέντες ὅτι^ οὐδέποτε ἡ ἀ^λήθεια^ γελᾶται, αὐτοὶ οἱ καταγελάσαντες σπουδά^ζουσι^ μα^θεῖν τὴν ἀ^λήθεια^ν. | εἶτα ἐκεῖνοι συνιέντες ὅτι οὐδέποτε ἡ ἀλήθεια γελᾶται, αὐτοὶ οἱ καταγελάσαντες σπουδάζουσι μαθεῖν τὴν ἀλήθειαν. |
ἄδικόν ἐστι^ν, ἰεού, ἐὰν μὴ ἀ^πα^γγείλῃς ἡμῖν. | ἄδικόν ἐστιν, ἰεού, ἐὰν μὴ ἀπαγγείλῃς ἡμῖν. |
ἀδικεῖς τὰ^ τῶν φί^λων· | ἀδικεῖς τὰ τῶν φίλων· |
κα^κῶς ποιεῖς κρύπτων τὸ μυστήριον. | κακῶς ποιεῖς κρύπτων τὸ μυστήριον. |
εἰ ἐπίληπτός ἐστι^ν, τί ζητεῖς τὰ^ τοῦ ἐπιλήπτου ῥήμα^τα^; | εἰ ἐπίληπτός ἐστιν, τί ζητεῖς τὰ τοῦ ἐπιλήπτου ῥήματα; |
ἀδικεῖς, ἰεού, ἐὰν μὴ ἀ^πα^γγείλῃς ἡμῖν. | ἀδικεῖς, ἰεού, ἐὰν μὴ ἀπαγγείλῃς ἡμῖν. |
ἡ κα^κί^α_ κα^ταφρονεῖ τὰ^ τῆς ἀ^ρετῆς καὶ ἀγωνιᾷ αὐτήν. | ἡ κακία καταφρονεῖ τὰ τῆς ἀρετῆς καὶ ἀγωνιᾷ αὐτήν. |
καὶ ὡς δαιμονιῶντος κατεψηφίσαντο καὶ ὡς ἀληθεύοντος τὰ_ς λέξεις ἐβασάνισα^ν. | καὶ ὡς δαιμονιῶντος κατεψηφίσαντο καὶ ὡς ἀληθεύοντος τὰς λέξεις ἐβασάνισαν. |
τί ἀ^πήγγειλέ σοι, λέγε. | τί ἀπήγγειλέ σοι, λέγε. |
ἔλαβέ με ἰ^δί^ᾳ. | ἔλαβέ με ἰδίᾳ. |
βλέπε ἰσχὺ^ν τῆς ἀ^ληθεία_ς, πῶς ἡ γελα^σθεῖσα^ προσεκυνήθη δόξα_, πῶς ὁ προφήτης ὁ ἐπίληπτος καὶ νόμων ἰσχυ_ρότερος ἐγένετο. | βλέπε ἰσχὺν τῆς ἀληθείας, πῶς ἡ γελασθεῖσα προσεκυνήθη δόξα, πῶς ὁ προφήτης ὁ ἐπίληπτος καὶ νόμων ἰσχυρότερος ἐγένετο. |
λέγει· | λέγει· |
ἔλαβέ με ἰ^δί^ᾳ καὶ ἐπέχεέ μοι τὸ κέρα^ς τοῦ ἐλαίου. | ἔλαβέ με ἰδίᾳ καὶ ἐπέχεέ μοι τὸ κέρας τοῦ ἐλαίου. |
καὶ ἐπῆρα^ν φωνὴν οἱ ἄρχοντες, λέγοντες· | καὶ ἐπῆραν φωνὴν οἱ ἄρχοντες, λέγοντες· |
ζήτω ὁ βα^σι^λεύς. | ζήτω ὁ βασιλεύς. |
ὁρᾷς πῶς κα^τὰ^ τὸ αὐτὸ ἐγέλα^σα^ν τὴν προφητείαν καὶ ἐθαύμα^σα^ν, καὶ κατεψηφίσαντο καὶ ἐπί^στευσα^ν; | ὁρᾷς πῶς κατὰ τὸ αὐτὸ ἐγέλασαν τὴν προφητείαν καὶ ἐθαύμασαν, καὶ κατεψηφίσαντο καὶ ἐπίστευσαν; |
δαιμονιῶντα ἔλεγες καὶ τὸν ὑ^πὸ τοῦ δαιμονιῶντος χειροτονηθέντα^ βα^σι^λέα^ κα^λεῖς; | δαιμονιῶντα ἔλεγες καὶ τὸν ὑπὸ τοῦ δαιμονιῶντος χειροτονηθέντα βασιλέα καλεῖς; |
οὕτως οὐ δεῖ ξενίζεσθαι οὐ δὲ ἡμᾶς, οὐ δὲ τοὺς ἡμῶν πατέρας, οὐ δὲ τοὺς μεθ' ἡμᾶς, ἐὰν πα^ρὰ^ αἱρετι^κῆς γλώσσης ἀ^κούσωμέν τι^ τῶν εἰς ὕβρι^ν συντεινόντων. | οὕτως οὐ δεῖ ξενίζεσθαι οὐ δὲ ἡμᾶς, οὐ δὲ τοὺς ἡμῶν πατέρας, οὐ δὲ τοὺς μεθ' ἡμᾶς, ἐὰν παρὰ αἱρετικῆς γλώσσης ἀκούσωμέν τι τῶν εἰς ὕβριν συντεινόντων. |
γένοιτο δὲ ἡμᾶς ὑ^πὲρ χριστοῦ ὑβρίζεσθαι, ἵ^να_ ἐν χριστῷ δοξασθῶμεν, νῦν τε καὶ εἰς τὴν ἐκεῖθεν ἀνάπαυσι^ν· | γένοιτο δὲ ἡμᾶς ὑπὲρ χριστοῦ ὑβρίζεσθαι, ἵνα ἐν χριστῷ δοξασθῶμεν, νῦν τε καὶ εἰς τὴν ἐκεῖθεν ἀνάπαυσιν· |
ᾧ... | ᾧ... |
πρώην ἡμῖν ἡ μεγά^λη καὶ θεοπρεπὴς τοῦ σωτῆρος ἐπι^φά^νεια^ πλουσί^α_ν τράπεζα^ν πα^ρα^θεῖσα^, καὶ ὑπερχεόμενον κρατῆρα^ τῆς ἐνθέου φι^λοσοφί^α_ς κερά^σα_σα^, ἅ^πα^ντα^ τὸν λαόν, μᾶλλον δὲ πᾶσα^ν, ὡς εἰπεῖν, τὴν οἰκουμένην ἐμέθυσε. | πρώην ἡμῖν ἡ μεγάλη καὶ θεοπρεπὴς τοῦ σωτῆρος ἐπιφάνεια πλουσίαν τράπεζαν παραθεῖσα, καὶ ὑπερχεόμενον κρατῆρα τῆς ἐνθέου φιλοσοφίας κεράσασα, ἅπαντα τὸν λαόν, μᾶλλον δὲ πᾶσαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην ἐμέθυσε. |
μεθυσθήσονται γά^ρ, φησὶ^ν ὁ προφήτης, ἀ^πὸ τῆς πιότητος τοῦ οἴκου σου καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. | μεθυσθήσονται γάρ, φησὶν ὁ προφήτης, ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. |
ὅτα^ν δὲ ἡ θεία_ γρα^φὴ λέγῃ μέθην, οὐκ οἶνον λέγει μεθύσκοντα^, ἀλλὰ^ λόγον σοφίζοντα^. | ὅταν δὲ ἡ θεία γραφὴ λέγῃ μέθην, οὐκ οἶνον λέγει μεθύσκοντα, ἀλλὰ λόγον σοφίζοντα. |
παρηκολούθησε δὲ τῇ τοῦ σωτῆρος πα^ρουσί^ᾳ ὁ τῆς μετα^νοία_ς καρπός. | παρηκολούθησε δὲ τῇ τοῦ σωτῆρος παρουσίᾳ ὁ τῆς μετανοίας καρπός. |
ἀκόλουθον γὰ^ρ τῇ τοῦ σωτῆρος ἐπι^λάμψει^ ἀκολουθῆσαι τοὺς καρποὺς τῆς μετα^νοία_ς. | ἀκόλουθον γὰρ τῇ τοῦ σωτῆρος ἐπιλάμψει ἀκολουθῆσαι τοὺς καρποὺς τῆς μετανοίας. |
δι^ὰ^ τοῦτο χθὲς ἡμῖν ὁ περὶ^ ταύτης ἐγυμνάζετο λόγος. | διὰ τοῦτο χθὲς ἡμῖν ὁ περὶ ταύτης ἐγυμνάζετο λόγος. |
πολὺ μὲν τῆς ἀ^ξί^α_ς τῶν προκειμένων ἀπολιμπανόμενος, τῆς δὲ οἰκεία_ς δυ^νά^μεως οὐκ ἀ^φιστά^μενος, περὶ^ μετα^νοία_ς ἐκι_νεῖτο λόγος, ὅ ἐστι^ φάρμα^κον σωτηρί^α_ς· | πολὺ μὲν τῆς ἀξίας τῶν προκειμένων ἀπολιμπανόμενος, τῆς δὲ οἰκείας δυνάμεως οὐκ ἀφιστάμενος, περὶ μετανοίας ἐκινεῖτο λόγος, ὅ ἐστι φάρμακον σωτηρίας· |
καὶ ἰ_α_τρὸς ἐκηρύττετο ψυ_χῶν τε καὶ σωμά^των, οὐ φαρμά^κῳ ἐπι^θεραπεύων, ἀλλὰ^ νεύματι^ φιλανθρωπία_ς ἰώμενος. | καὶ ἰατρὸς ἐκηρύττετο ψυχῶν τε καὶ σωμάτων, οὐ φαρμάκῳ ἐπιθεραπεύων, ἀλλὰ νεύματι φιλανθρωπίας ἰώμενος. |
ἐπειδὴ δὲ ἡ εὐαγγελικὴ ἀνάγνωσι^ς παρέδραμεν ἡμῶν τὴν δι^ά^νοια^ν ὧδε κ ἀκεῖσε περισπωμένων, ἀ^να^γκαῖον σήμερον εἰς ὑ_μᾶς βρα^χέα^ περὶ^ ταύτης δι^ελθόντας, καταπαῦσαι τὸν λόγον. | ἐπειδὴ δὲ ἡ εὐαγγελικὴ ἀνάγνωσις παρέδραμεν ἡμῶν τὴν διάνοιαν ὧδε κ ἀκεῖσε περισπωμένων, ἀναγκαῖον σήμερον εἰς ὑμᾶς βραχέα περὶ ταύτης διελθόντας, καταπαῦσαι τὸν λόγον. |
ὁ σωτὴρ καὶ λόγῳ τὴν εὐσέβεια^ν ὑποτι^θέμενος καὶ πα^ρα^βολαῖς καὶ αἰνίγμα^σι^ καὶ δι^α^φόροις τρόποις δι^δα^σκα^λί^α_ς τὸ συμφέρον τοῖς πιστοῖς εἰσηγούμενος, εἶπε τι^να^ παραβολὴν ἰσχυ_ρὰ_ν ἔχουσα^ν τῆς μετα^νοία_ς εἰκόνα^. | ὁ σωτὴρ καὶ λόγῳ τὴν εὐσέβειαν ὑποτιθέμενος καὶ παραβολαῖς καὶ αἰνίγμασι καὶ διαφόροις τρόποις διδασκαλίας τὸ συμφέρον τοῖς πιστοῖς εἰσηγούμενος, εἶπε τινα παραβολὴν ἰσχυρὰν ἔχουσαν τῆς μετανοίας εἰκόνα. |
ἄνθρωπος γά^ρ τι^ς φησὶ^ν εἶχε δύ^ο υἱούς, ὧν ὁ νεώτερος προσελθὼν ἠξί^ωσε τὸν πα^τέρα^ δι^ελεῖν αὐτοῖς τὴν οὐσί^α_ν. | ἄνθρωπος γάρ τις φησὶν εἶχε δύο υἱούς, ὧν ὁ νεώτερος προσελθὼν ἠξίωσε τὸν πατέρα διελεῖν αὐτοῖς τὴν οὐσίαν. |
ἔτυχεν ὧν ᾔτησε καὶ λα^βών τὴν πατρῴα_ν οὐσί^α_ν κα^κῶς διέθηκε. | ἔτυχεν ὧν ᾔτησε καὶ λαβών τὴν πατρῴαν οὐσίαν κακῶς διέθηκε. |
καὶ τὴν μὲν ὑ^πόθεσι^ν ἴστε. | καὶ τὴν μὲν ὑπόθεσιν ἴστε. |
τὴν δὲ θεωρί^α_ν ἄ^ξι^ον εἰσαγαγεῖν ἐνταῦθα^. | τὴν δὲ θεωρίαν ἄξιον εἰσαγαγεῖν ἐνταῦθα. |
εἰ γὰ^ρ καὶ τοῖς πολλοῖς δι^α^φόρως πά^ρεστι^ νοῆσαι, ἀλλ' αὐτὴ ἑαυτὴν σαφηνί^ζει τοῖς εὐγνώμοσι^ν ἡ ἀ^λήθεια^. | εἰ γὰρ καὶ τοῖς πολλοῖς διαφόρως πάρεστι νοῆσαι, ἀλλ' αὐτὴ ἑαυτὴν σαφηνίζει τοῖς εὐγνώμοσιν ἡ ἀλήθεια. |
τί^ οὖν ἐνταῦθα^ ὑποτί^θεται ἡ πηγὴ τῆς σοφί^α_ς; | τί οὖν ἐνταῦθα ὑποτίθεται ἡ πηγὴ τῆς σοφίας; |
τὸ πρῶτον τάγμα^ τῶν δι^καίων καὶ τὸ δεύτερον τάγμα^ τῶν ἐκ μετα^νοία_ς δικαιουμένων· | τὸ πρῶτον τάγμα τῶν δικαίων καὶ τὸ δεύτερον τάγμα τῶν ἐκ μετανοίας δικαιουμένων· |
τῶν μὲν ἀπ' ἀρχῆς τὸ δί^καιον τι_μώντων, τῶν δὲ ἐκ μετα^νοία_ς εἰς τὸ δί^καιον ἐπαναγομένων. | τῶν μὲν ἀπ' ἀρχῆς τὸ δίκαιον τιμώντων, τῶν δὲ ἐκ μετανοίας εἰς τὸ δίκαιον ἐπαναγομένων. |
ἄνθρωπός τι^ς εἶχε δύ^ο υἱούς, οὓς, εἰ καὶ ἡ προαίρεσι^ς ἔτεμε τὸν ἀσεβῆ ἀ^πὸ τοῦ εὐσεβοῦς, ἀλλ' ἡ ἀ^λήθεια^ ἓν οἶδε πλάσμα^ τοῦ δημιουργοῦ τοὺς πά^ντα^ς καὶ πάντες υἱοὶ θεοῦ, εἰ καὶ τῇ δι^α^νοίᾳ τῇ πονηρᾷ ἀποσχοινίζονται τῆς ἑαυτῶν ἀ^ξί^α_ς. | ἄνθρωπός τις εἶχε δύο υἱούς, οὓς, εἰ καὶ ἡ προαίρεσις ἔτεμε τὸν ἀσεβῆ ἀπὸ τοῦ εὐσεβοῦς, ἀλλ' ἡ ἀλήθεια ἓν οἶδε πλάσμα τοῦ δημιουργοῦ τοὺς πάντας καὶ πάντες υἱοὶ θεοῦ, εἰ καὶ τῇ διανοίᾳ τῇ πονηρᾷ ἀποσχοινίζονται τῆς ἑαυτῶν ἀξίας. |
ὅθεν ὁ θεὸς, ἂ_ν ἡμεῖς δι^ὰ^ πονηρῶν ἐπι^θυ_μι^ῶν ἀποστῶμεν τῆς εὐσεβεία_ς, αὐτὸς οὐκ ἀρνεῖται τὴν οἰκειότητα^ ἀλλὰ^ καὶ τοὺς ἀφηνιῶντα^ς πατρῴα_ν φωνὴ ἀ^φί_ησι^ν· | ὅθεν ὁ θεὸς, ἂν ἡμεῖς διὰ πονηρῶν ἐπιθυμιῶν ἀποστῶμεν τῆς εὐσεβείας, αὐτὸς οὐκ ἀρνεῖται τὴν οἰκειότητα ἀλλὰ καὶ τοὺς ἀφηνιῶντας πατρῴαν φωνὴ ἀφίησιν· |
ἐπιστράφητε πρός με, υἱοὶ ἀφεστηκότες, καὶ ἐπι^στραφήσομαι πρὸς ὑ_μᾶς. | ἐπιστράφητε πρός με, υἱοὶ ἀφεστηκότες, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς. |
ὁρᾷς ὅτι^ ἂ^ν ἐφεστῶσα^ ἡ δι^ά^νοια^ τοῦ ἁμαρτάνοντος, ὁ θεὸς οὐκ ἀ^παξι^οῖ υἱοὺς κα^λεῖν τοὺς ἀφεστηκότα^ς; | ὁρᾷς ὅτι ἂν ἐφεστῶσα ἡ διάνοια τοῦ ἁμαρτάνοντος, ὁ θεὸς οὐκ ἀπαξιοῖ υἱοὺς καλεῖν τοὺς ἀφεστηκότας; |
ἰ^δί^α_ν γὰ^ρ οἶδε τὴν πλάσιν καὶ οὐκ ἀ^παρνεῖται τὴν ἰδίαν εὐεργεσίαν. | ἰδίαν γὰρ οἶδε τὴν πλάσιν καὶ οὐκ ἀπαρνεῖται τὴν ἰδίαν εὐεργεσίαν. |
δι^ὰ^ τί^ οὖν ὁ νεώτερος κα^κῶς τοῖς δοθεῖσι^ ἐχρήσα^το; | διὰ τί οὖν ὁ νεώτερος κακῶς τοῖς δοθεῖσι ἐχρήσατο; |
αἴνιγμά ἐστι^ τὸ προκείμενον. | αἴνιγμά ἐστι τὸ προκείμενον. |
καὶ ὅπως ἄ^κουε. | καὶ ὅπως ἄκουε. |
ἀπ' ἀρχῆς ἡ δι^καιοσύ^νη ἦν καὶ ἐφαίνετο καὶ διέλαμπεν. | ἀπ' ἀρχῆς ἡ δικαιοσύνη ἦν καὶ ἐφαίνετο καὶ διέλαμπεν. |
ἡ δὲ ἁμαρτία νεωτέρα_ τι^ς ἐπεισήχθη τῷ κόσμῳ καὶ πρόσφα^τος. | ἡ δὲ ἁμαρτία νεωτέρα τις ἐπεισήχθη τῷ κόσμῳ καὶ πρόσφατος. |
δι^ὰ^ τοῦτο ὁ πρῶτος υἱὸς οὐ τί^θεται ἐν χώρᾳ τοῦ κα^κῶς δαπανήσαντος. | διὰ τοῦτο ὁ πρῶτος υἱὸς οὐ τίθεται ἐν χώρᾳ τοῦ κακῶς δαπανήσαντος. |
ἡ γὰ^ρ ἀρχαία_ δημιουργία ἀ^πηρτισμένην εἶχε τὴν εὐπρέπεια^ν, ὅτε καινὸς ἦν ὁ κόσμος, καινὴν χά^ρι^ν ἐκλάμπων, καινὴν εὐπρέπεια^ν. | ἡ γὰρ ἀρχαία δημιουργία ἀπηρτισμένην εἶχε τὴν εὐπρέπειαν, ὅτε καινὸς ἦν ὁ κόσμος, καινὴν χάριν ἐκλάμπων, καινὴν εὐπρέπειαν. |
μαρτυρεῖ γὰ^ρ μωϋσῆς τῷ κάλλει τῆς δημιουργία_ς λέγων· | μαρτυρεῖ γὰρ μωϋσῆς τῷ κάλλει τῆς δημιουργίας λέγων· |
καὶ ἦν πά^ντα^ καλά^, οὐχ ἁπλῶς καλά^, ἀλλὰ^ καὶ λί_α_ν καλά^. | καὶ ἦν πάντα καλά, οὐχ ἁπλῶς καλά, ἀλλὰ καὶ λίαν καλά. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.