macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ὥστε ἡ δι^καιοσύ^νη πρώτη ἦν καὶ τὸ κα^λὸν ἀρχαιότατον.
ὥστε ἡ δικαιοσύνη πρώτη ἦν καὶ τὸ καλὸν ἀρχαιότατον.
ἡ δὲ ἁμαρτία νεωτέρα_ ἦν.
ἡ δὲ ἁμαρτία νεωτέρα ἦν.
ἐπεισῆλθε γὰ^ρ τῇ δι^καιοσύ^νῃ καὶ ἐθόλωσε τὴν εὐπρέπεια^ν.
ἐπεισῆλθε γὰρ τῇ δικαιοσύνῃ καὶ ἐθόλωσε τὴν εὐπρέπειαν.
διεῖλεν οὖν αὐτοῖς ἐπίσης τὰ^ ὑ^πά^ρχοντα^.
διεῖλεν οὖν αὐτοῖς ἐπίσης τὰ ὑπάρχοντα.
δι^ὰ^ τί^ ἐπίσης;
διὰ τί ἐπίσης;
οὐδὲν γὰ^ρ πλέον ἔχουσι^ν οἱ δί^καιοι ἐν τῷ πα^ρόντι^ βί^ῳ, ἐπειδὴ ἀνα^τέλλει τὸν ἥλι^ον ἐπὶ^ δι^καίους καὶ ἀδί^κους, καὶ βρέχει ἐπὶ^ ἀ^γα^θοὺς καὶ πονηρούς.
οὐδὲν γὰρ πλέον ἔχουσιν οἱ δίκαιοι ἐν τῷ παρόντι βίῳ, ἐπειδὴ ἀνατέλλει τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει ἐπὶ ἀγαθοὺς καὶ πονηρούς.
ἀλλ' ὁ μὲν εἰς τὴν χώρα_ν τῶν δι^καίων εἰκονογραφούμενος οὐκ ἠθέλησε δι^ελεῖν τὸν πατρῷον κλῆρον, ἀλλ' ἔμεινε ὑ^πὸ τὴν τοῦ πατρὸς αὐθεντίαν.
ἀλλ' ὁ μὲν εἰς τὴν χώραν τῶν δικαίων εἰκονογραφούμενος οὐκ ἠθέλησε διελεῖν τὸν πατρῷον κλῆρον, ἀλλ' ἔμεινε ὑπὸ τὴν τοῦ πατρὸς αὐθεντίαν.
ὁ γὰ^ρ δί^καιος πάντοτε τῷ θεῷ ἀ^κολουθεῖ καὶ εἰς οἰκεία_ν ἐξουσί^α_ν οὐδὲν παρασπᾶται.
ὁ γὰρ δίκαιος πάντοτε τῷ θεῷ ἀκολουθεῖ καὶ εἰς οἰκείαν ἐξουσίαν οὐδὲν παρασπᾶται.
θέλεις δὲ μα^θεῖν ὅτι^ ὁ δί^καιος οὐδὲν θέλει λα^βεῖν πα^ρὰ^ τοῦ θεοῦ, ἀλλὰ^ μόνῃ τῇ οἰκονομί^ᾳ καὶ τῇ προνοίᾳ στοιχεῖ τοῦ αὐτοῦ πατρός;
θέλεις δὲ μαθεῖν ὅτι ὁ δίκαιος οὐδὲν θέλει λαβεῖν παρὰ τοῦ θεοῦ, ἀλλὰ μόνῃ τῇ οἰκονομίᾳ καὶ τῇ προνοίᾳ στοιχεῖ τοῦ αὐτοῦ πατρός;
βοᾷ δαυὶδ ἐκ τοῦ τάγμα^τος τῶν δι^καίων·
βοᾷ δαυὶδ ἐκ τοῦ τάγματος τῶν δικαίων·
τί^ μοι ὑ^πά^ρχει ἐν τῷ οὐρα^νῷ;
τί μοι ὑπάρχει ἐν τῷ οὐρανῷ;
καὶ πα^ρὰ^ σοῦ τί^ ἠθέλησα^ ἐπὶ^ τῆς γῆς;
καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς;
ὁρᾷς ὅτι^ τὸ τάγμα^ τῶν δι^καίων οὐ βούλεται εἰς ἑαυτὸ ἁρπά^σαι τὴν ἐξουσί^α_ν τῶν κτι^σμά^των·
ὁρᾷς ὅτι τὸ τάγμα τῶν δικαίων οὐ βούλεται εἰς ἑαυτὸ ἁρπάσαι τὴν ἐξουσίαν τῶν κτισμάτων·
ἀλλ' ὑ^πὸ τὴν τοῦ πατρὸς πρόνοια^ν θέλει κεῖσθαι τὰ^ τῆς οἰκονομί^α_ς.
ἀλλ' ὑπὸ τὴν τοῦ πατρὸς πρόνοιαν θέλει κεῖσθαι τὰ τῆς οἰκονομίας.
ὁ δὲ νεώτερος λα^βὼν τὴν πατρι^κὴν οὐσί^α_ν ἀπεδήμησεν εἰς χώρα_ν μα^κρά_ν οὐ τόποις δι^ειργομένην, ἀλλὰ^ τρόπος ἀπεσχοινισμένην.
ὁ δὲ νεώτερος λαβὼν τὴν πατρικὴν οὐσίαν ἀπεδήμησεν εἰς χώραν μακράν οὐ τόποις διειργομένην, ἀλλὰ τρόπος ἀπεσχοινισμένην.
ὁ γὰ^ρ ἁ^μα^ρτά^νων θεοῦ μα^κρά_ν ἐστι^ν, ἀ^δελφοί, οὐ τόπῳ ἀλλὰ^ τρόπῳ, κα^τὰ^ τὸ εἰρημένον ὅτι^ ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀ^πὸ σοῦ ἀ^πολοῦνται.
ὁ γὰρ ἁμαρτάνων θεοῦ μακράν ἐστιν, ἀδελφοί, οὐ τόπῳ ἀλλὰ τρόπῳ, κατὰ τὸ εἰρημένον ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται.
λαβὼν δὲ τὴν οὐσί^α_ν τὴν πατρι^κὴν ἐσκόρπι^σεν αὐτὴν ἀσώτως ζῶν ἐν αὐτῇ·
λαβὼν δὲ τὴν οὐσίαν τὴν πατρικὴν ἐσκόρπισεν αὐτὴν ἀσώτως ζῶν ἐν αὐτῇ·
ἣν πα^ρέλα^βεν δημιουργίαν τῇ ἁ^μαρτί^α_ν ἐμόλυ^νεν.
ἣν παρέλαβεν δημιουργίαν τῇ ἁμαρτίαν ἐμόλυνεν.
ἔλα^βε τὸν ἥλι^ον εἰς ἀπόλαυσι^ν καὶ τὸ δῶρον ὡς θεὸν προσεκύνησεν·
ἔλαβε τὸν ἥλιον εἰς ἀπόλαυσιν καὶ τὸ δῶρον ὡς θεὸν προσεκύνησεν·
ἔλα^βε πηγὰ_ς εἰς τρυφὴν καὶ τὸ δῶρον θεὸν ἐνόμι^ σεν.
ἔλαβε πηγὰς εἰς τρυφὴν καὶ τὸ δῶρον θεὸν ἐνόμι σεν.
ἠγνοήθη ὁ χα^ρι^σά^μενος καὶ ἐτι_μήθη τὰ^ χα^ρί^σμα^τα^, ὡς ἀποδυσπετεῖ βοῶν ὁ παῦλος·
ἠγνοήθη ὁ χαρισάμενος καὶ ἐτιμήθη τὰ χαρίσματα, ὡς ἀποδυσπετεῖ βοῶν ὁ παῦλος·
καὶ ἐλάτρευσα^ν τῇ κτί^σει πα^ρὰ^ τὸν κτίσαντα^.
καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.
ἡ αὐτὴ κρί^σι^ς, ἡ αὐτὴ πατρι^κὴ οὐσί^α_.
ἡ αὐτὴ κρίσις, ἡ αὐτὴ πατρικὴ οὐσία.
καὶ ὁ μὲν κα^λῶς αὐτῇ ἐχρήσα^το, ὁ δὲ κα^κῶς.
καὶ ὁ μὲν καλῶς αὐτῇ ἐχρήσατο, ὁ δὲ κακῶς.
τάγμα τοῦτο κ ἀκεῖνο κα^λῶς καὶ ἐνα^ντί^ως.
τάγμα τοῦτο κ ἀκεῖνο καλῶς καὶ ἐναντίως.
ὁ εὐσεβὴς ὁρᾷ τὸ κάλλος τοῦ οὐρα^νοῦ καὶ ἀ^πὸ τοῦ κάλλους τὸν γενεσιουργὸν ἐννοεῖ·
ὁ εὐσεβὴς ὁρᾷ τὸ κάλλος τοῦ οὐρανοῦ καὶ ἀπὸ τοῦ κάλλους τὸν γενεσιουργὸν ἐννοεῖ·
ὄψομαι γά^ρ φησι^ τοὺς οὐρανοὺς ἔργα^ τῶν δα^κτύ^λων σου.
ὄψομαι γάρ φησι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου.
εἶδε τὸ κάλλος καὶ εὐχα^ρί^στησε τῷ τοιοῦτον κάλλος ἐργα^σα^μένῳ·
εἶδε τὸ κάλλος καὶ εὐχαρίστησε τῷ τοιοῦτον κάλλος ἐργασαμένῳ·
εἶδε τὸν κόσμον καὶ εὐφήμησε τὸν κοσμήσαντα^.
εἶδε τὸν κόσμον καὶ εὐφήμησε τὸν κοσμήσαντα.
ὁ γὰ^ρ εὐσεβὴς τὴν μὲν κτίσιν ἐπαινεῖ, τὸν δὲ κτίστην προσκυ^νεῖ.
ὁ γὰρ εὐσεβὴς τὴν μὲν κτίσιν ἐπαινεῖ, τὸν δὲ κτίστην προσκυνεῖ.
οἱ εὐσεβεῖς ὅτα^ν φεύγωσι^ τὴν προσκύνησι^ν τῶν φαινομένων, οὐ τὴν κτίσιν ὑβρίζουσι^ν, ἀλλὰ^ τῷ δεσπότῃ τὴν τι_μὴν ἀπονέμουσι^ν.
οἱ εὐσεβεῖς ὅταν φεύγωσι τὴν προσκύνησιν τῶν φαινομένων, οὐ τὴν κτίσιν ὑβρίζουσιν, ἀλλὰ τῷ δεσπότῃ τὴν τιμὴν ἀπονέμουσιν.
οὐ μι_σεῖ πιστὸς ἥλι^ον, ἐπειδὴ μὴ σέβει τὸ φῶς μετὰ^ τῶν ἀσεβῶν, ἀλλὰ^ μέτρον ἐπι^τί^θησι^ τῇ τι_μῇ.
οὐ μισεῖ πιστὸς ἥλιον, ἐπειδὴ μὴ σέβει τὸ φῶς μετὰ τῶν ἀσεβῶν, ἀλλὰ μέτρον ἐπιτίθησι τῇ τιμῇ.
καὶ τι_μᾷ καὶ ἀγαπᾷ ὡς θεοῦ δῶρα^ τὰ^ φαινόμενα^.
καὶ τιμᾷ καὶ ἀγαπᾷ ὡς θεοῦ δῶρα τὰ φαινόμενα.
θέλεις ἰ^δεῖν πῶς ὁρᾷ ὁ εὐσεβὴς καὶ θαυμάζει τὸ κάλλος καὶ τὴν προσκύνησι^ν τῷ κτίστῃ ταμιεύεται;
θέλεις ἰδεῖν πῶς ὁρᾷ ὁ εὐσεβὴς καὶ θαυμάζει τὸ κάλλος καὶ τὴν προσκύνησιν τῷ κτίστῃ ταμιεύεται;
λέγει τι^ς τῶν σοφῶν τῶν κα^τὰ^ τὴν εὐσέβεια^ν λέγω σοφῶν ·
λέγει τις τῶν σοφῶν τῶν κατὰ τὴν εὐσέβειαν λέγω σοφῶν ·
ἥλιος ἐλάμπων ἐν ὑψίστοις κυ_ρί^ου, σκεῦος θαυμαστόν, ἔργον ἰσχυ_ρόν, ἀκτῖνα^ς πυροειδεῖς ἐκφυσῶν, καταλάμπων τὸν οὐρα^νόν.
ἥλιος ἐλάμπων ἐν ὑψίστοις κυρίου, σκεῦος θαυμαστόν, ἔργον ἰσχυρόν, ἀκτῖνας πυροειδεῖς ἐκφυσῶν, καταλάμπων τὸν οὐρανόν.
καὶ τί^ εὐθέως;
καὶ τί εὐθέως;
μέγας ὁ κύ_ρι^ος ὁ ποιήσα_ς αὐτόν.
μέγας ὁ κύριος ὁ ποιήσας αὐτόν.
καὶ τὸ κάλλος ἐκήρυξε καὶ τὸν τεχνίτην οὐκ ἔκρυψεν.
καὶ τὸ κάλλος ἐκήρυξε καὶ τὸν τεχνίτην οὐκ ἔκρυψεν.
ὁ δὲ ἀσεβὴς κα^κῶς εἶδε τοὺς οὐρανοὺς δι^ηγουμένους δόξα^ν θεοῦ, οὐ λόγοις, ἀλλὰ^ τῷ κάλλει τῆς δημιουργία_ς.
ὁ δὲ ἀσεβὴς κακῶς εἶδε τοὺς οὐρανοὺς διηγουμένους δόξαν θεοῦ, οὐ λόγοις, ἀλλὰ τῷ κάλλει τῆς δημιουργίας.
οὐ γὰ^ρ φωνήν ποτε ἔρρηξεν ὁ οὐρα^νός, ἀλλὰ^ φωνῆς ἐνεργεστέραν ἀ^φί_ησι^ μαρτυρίαν δι^ὰ^ τῆς εὐπρεπεία_ς.
οὐ γὰρ φωνήν ποτε ἔρρηξεν ὁ οὐρανός, ἀλλὰ φωνῆς ἐνεργεστέραν ἀφίησι μαρτυρίαν διὰ τῆς εὐπρεπείας.
καὶ σι^ωπῶν ὁ οὐρα^νὸς δι^ηγεῖται δόξα^ν θεοῦ;
καὶ σιωπῶν ὁ οὐρανὸς διηγεῖται δόξαν θεοῦ;
πάνυ μὲν οὖν.
πάνυ μὲν οὖν.
τὰ^ σὰ^ γρά^μμα^τα^ σιωπῶντα^ λα^λεῖ·
τὰ σὰ γράμματα σιωπῶντα λαλεῖ·
στοιχεῖα δὲ θεοῦ σιωπῶντα^ οὐ φθέγγεται;
στοιχεῖα δὲ θεοῦ σιωπῶντα οὐ φθέγγεται;
ἔλαβες γὰ^ρ τὸ γεῦμα^ τῆς εὐσεβεία_ς·
ἔλαβες γὰρ τὸ γεῦμα τῆς εὐσεβείας·
ἀ^πὸ τοῦ γεύμα^τος τὸ πᾶν λά^μβα^νε τῆς ἀ^ληθεία_ς.
ἀπὸ τοῦ γεύματος τὸ πᾶν λάμβανε τῆς ἀληθείας.
ἐξέτασον τὸ μέρος τοῦ ἀσεβοῦς, πῶς ἀ^πὸ τῶν αὐτῶν προσκόπτει, ἀφ' ὧν ὁ δί^καιος δι^καιοῦται.
ἐξέτασον τὸ μέρος τοῦ ἀσεβοῦς, πῶς ἀπὸ τῶν αὐτῶν προσκόπτει, ἀφ' ὧν ὁ δίκαιος δικαιοῦται.
ὁρᾷ σελήνην, καὶ προσκυ^νεῖ·
ὁρᾷ σελήνην, καὶ προσκυνεῖ·
ὁρᾷ τὰ^ ἄ^στρα^, καὶ σέβει·
ὁρᾷ τὰ ἄστρα, καὶ σέβει·
ὁρᾷ τὴν θά^λα^σσα^ν, καὶ θεοποιεῖ.
ὁρᾷ τὴν θάλασσαν, καὶ θεοποιεῖ.
οἱ ἐπὶ^ τῆς βαβυλωνίας καμί^νου, οἱ ἐν αὐτῇ εἰσελθόντες, μετὰ^ τῆς σωτηρί^ου καὶ κα^λῆς ὁμολογία_ς ὕμνουν τὸν θεὸν δι^ὰ^ τῶν ἔργων, λέγοντες·
οἱ ἐπὶ τῆς βαβυλωνίας καμίνου, οἱ ἐν αὐτῇ εἰσελθόντες, μετὰ τῆς σωτηρίου καὶ καλῆς ὁμολογίας ὕμνουν τὸν θεὸν διὰ τῶν ἔργων, λέγοντες·
εὐλογεῖτε πά^ντα^ τὰ^ ἔργα^ κυ_ρί^ου τὸν κύ_ρι^ον.
εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον.
ἀρκεῖ μὲν οὖν ταύτην εἰπόντα^ς τὴν φωνὴν παῦσαι τὸν ὕμνον.
ἀρκεῖ μὲν οὖν ταύτην εἰπόντας τὴν φωνὴν παῦσαι τὸν ὕμνον.
οὐ γὰ^ρ τῷ μήκει τῶν ὕμνων, ἀλλὰ^ τῇ προθέσει τῶν ὑμνούντων θεὸς ἐπαναπαύεται.
οὐ γὰρ τῷ μήκει τῶν ὕμνων, ἀλλὰ τῇ προθέσει τῶν ὑμνούντων θεὸς ἐπαναπαύεται.
δι^ὰ^ τοῦ τοίνυ^ν εἰπεῖν πά^ντα^ τὰ^ ἔργα^, πά^ντα^ περι^ελαμβάνετο καὶ οὐ χρεία_ ἦν ἑτέρα_ς προσθήκης.
διὰ τοῦ τοίνυν εἰπεῖν πάντα τὰ ἔργα, πάντα περιελαμβάνετο καὶ οὐ χρεία ἦν ἑτέρας προσθήκης.
ἀλλ' ἐπειδὴ οὐχ ἑαυτοῖς ἐκήρυττον, τὸν δὲ θεὸν ὕμνουν καὶ δι^ὰ^ τοῦ ὕμνου τοὺς πα^ρεστῶτα^ς χαλδαίους ἐπαίδευον, ἀ^να^γκαίως δι^ὰ^ πά_σης αὐτῆς ὁδεύει τῆς κτίσεως ὁ ὕμνος, ἵ^να_ μά^θωσι^ν οἱ πεπλα^νημένοι χαλδαῖοι, τί^ τὸ ὑμνούμενον καὶ τί^να^ τὰ^ ὑμνοῦντα^.
ἀλλ' ἐπειδὴ οὐχ ἑαυτοῖς ἐκήρυττον, τὸν δὲ θεὸν ὕμνουν καὶ διὰ τοῦ ὕμνου τοὺς παρεστῶτας χαλδαίους ἐπαίδευον, ἀναγκαίως διὰ πάσης αὐτῆς ὁδεύει τῆς κτίσεως ὁ ὕμνος, ἵνα μάθωσιν οἱ πεπλανημένοι χαλδαῖοι, τί τὸ ὑμνούμενον καὶ τίνα τὰ ὑμνοῦντα.
ἀλλ' ἐπειδὴ εἰς πολλὴν θεωρί^α_ν ὁ λόγος ἡμᾶς ἐνέβα^λεν, ἐκεῖνο τέως ἀ^φέντες, εἰς τὸ προκείμενον ἐπανέλθωμεν ἀπεδήμησεν εἰς χώρα_ν μα^κρὰ_ν ὁ νεώτερος υἱὸς καὶ ἐδα^πά^νησε κα^κῶς τὴν οὐσί^α_ν καὶ ἤρξα^το ὑστερεῖσθαι.
ἀλλ' ἐπειδὴ εἰς πολλὴν θεωρίαν ὁ λόγος ἡμᾶς ἐνέβαλεν, ἐκεῖνο τέως ἀφέντες, εἰς τὸ προκείμενον ἐπανέλθωμεν ἀπεδήμησεν εἰς χώραν μακρὰν ὁ νεώτερος υἱὸς καὶ ἐδαπάνησε κακῶς τὴν οὐσίαν καὶ ἤρξατο ὑστερεῖσθαι.
πλούσιοι γὰ^ρ ἐπτώχευσα^ν καὶ ἐπείνα_σα^ν·
πλούσιοι γὰρ ἐπτώχευσαν καὶ ἐπείνασαν·
οἱ δὲ ἐκζητοῦντες τὸν κύ_ρι^ον οὐκ ἐλαττωθήσονται παντὸς ἀ^γα^θοῦ.
οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.
κύ_ρι^ος γὰ^ρ οὐ στερήσει τὰ^ ἀ^γα^θὰ^ τοῖς πορευομένοις ἐν ἀκακίᾳ.
κύριος γὰρ οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ.
ἤρξατο ὑστερεῖσθαι.
ἤρξατο ὑστερεῖσθαι.
καὶ προσῆθεν ἑνὶ^ τῶν ἀρχόντων τῆς χώρα_ς ἐκείνης καὶ ἔπεμψεν αὐτὸν ἐκεῖνος βόσκειν χοίρους.
καὶ προσῆθεν ἑνὶ τῶν ἀρχόντων τῆς χώρας ἐκείνης καὶ ἔπεμψεν αὐτὸν ἐκεῖνος βόσκειν χοίρους.
βλέπετε ὅσον ὕψος τῆς ἀρχαία_ς εὐγενεία_ς·
βλέπετε ὅσον ὕψος τῆς ἀρχαίας εὐγενείας·
ὅση τα^πείνωσι^ς τοῦ ἀποσχοινισθέντος τῆς εὐσεβεία_ς.
ὅση ταπείνωσις τοῦ ἀποσχοινισθέντος τῆς εὐσεβείας.
ἐδόθη βόσκειν χοίρους, τουτ έστι^ν, ἡδοναῖς καὶ ἁμαρτί^αις ἐμφύρεσθαι.
ἐδόθη βόσκειν χοίρους, τουτ έστιν, ἡδοναῖς καὶ ἁμαρτίαις ἐμφύρεσθαι.
ὁ γά^ρ ἐστι^ βόρβορος χοίροις, τοῦτο ἁμαρτία τοῖς ἐμφυρομένοις.
ὁ γάρ ἐστι βόρβορος χοίροις, τοῦτο ἁμαρτία τοῖς ἐμφυρομένοις.
δι^ὰ^ τοῦτο ὁ σωτὴρ τοὺς ἐν ἀκα^θαρσίᾳ ζῶντα^ς καὶ βορβόρου δί^κην ταῖς ἁμαρτί^αις ἐμφυρομένους αἰνιττόμενος ἔλεγε·
διὰ τοῦτο ὁ σωτὴρ τοὺς ἐν ἀκαθαρσίᾳ ζῶντας καὶ βορβόρου δίκην ταῖς ἁμαρτίαις ἐμφυρομένους αἰνιττόμενος ἔλεγε·
μὴ δῶτε τὰ^ ἅγι^α^ τοῖς κυ^σί^, μη δὲ βάλλετε τοὺς μαργα^ρί_τα_ς ὑ_μῶν ἔμπροθεν τῶν χοίρων.
μὴ δῶτε τὰ ἅγια τοῖς κυσί, μη δὲ βάλλετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροθεν τῶν χοίρων.
ἔβοσκε χοίρους.
ἔβοσκε χοίρους.
ἐπεθύμει δὲ χορτασθῆναι ἀ^πὸ τῶν κερα_τί^ων, ὧν ἤσθι^ον οἱ χοῖροι·
ἐπεθύμει δὲ χορτασθῆναι ἀπὸ τῶν κερατίων, ὧν ἤσθιον οἱ χοῖροι·
καὶ οὐδεὶς ἐδί^δου αὐτῷ.
καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
πρόσεχε ἐνταῦθα^ ἀ^κρι_βῶς.
πρόσεχε ἐνταῦθα ἀκριβῶς.
ὁ ἀποσχοινιζόμενος τῆς εὐσεβεία_ς, οὐ δὲ αὐτῶν ἔχει τῶν ἡδονῶν τὴν ἀπόλαυσι^ν, ἀλλ' ἐνδείᾳ ὑ^ποβάλλεται καὶ πτωχείᾳ καταδικάζεται, ὥστε μη δὲ τῶν αἱρεθέντων κα^κῶν ἔχειν τὴν ἀφθονίαν.
ὁ ἀποσχοινιζόμενος τῆς εὐσεβείας, οὐ δὲ αὐτῶν ἔχει τῶν ἡδονῶν τὴν ἀπόλαυσιν, ἀλλ' ἐνδείᾳ ὑποβάλλεται καὶ πτωχείᾳ καταδικάζεται, ὥστε μη δὲ τῶν αἱρεθέντων κακῶν ἔχειν τὴν ἀφθονίαν.
ὁ γὰ^ρ ἄφρων φησὶ^ ἐν ἐνδείᾳ τελευτήσει.
ὁ γὰρ ἄφρων φησὶ ἐν ἐνδείᾳ τελευτήσει.
ἀπεικάζει τοίνυ^ν τὰ_ς ἐν τῷ κόσμῳ ἡδονὰς κερα_τί^οις.
ἀπεικάζει τοίνυν τὰς ἐν τῷ κόσμῳ ἡδονὰς κερατίοις.
τὸ γὰ^ρ κεράτιον πολλὴν μὲν ἔχει τραχύτητα^, μι_κρά_ν δὲ τὴν ἡδύτητα^.
τὸ γὰρ κεράτιον πολλὴν μὲν ἔχει τραχύτητα, μικράν δὲ τὴν ἡδύτητα.
καὶ τὰ^ ἐν τῷ κόσμῳ φαιδρὰ^ καὶ ποθεινὰ^ πολλοὺς μὲν ἔχει τοὺς πόνους, μι_κρὰ_ν δὲ τὴν ἀπόλαυσι^ν.
καὶ τὰ ἐν τῷ κόσμῳ φαιδρὰ καὶ ποθεινὰ πολλοὺς μὲν ἔχει τοὺς πόνους, μικρὰν δὲ τὴν ἀπόλαυσιν.
αὐτὴ πᾶσα^ ἡ ζωὴ ἡμῶν πλείονι^ κόπῳ μᾶλλον ἢ εὐφροσύνῃ συνέζευκται.
αὐτὴ πᾶσα ἡ ζωὴ ἡμῶν πλείονι κόπῳ μᾶλλον ἢ εὐφροσύνῃ συνέζευκται.
αἱ ἡμέραι γὰ^ρ τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα^ ἔτη·
αἱ ἡμέραι γὰρ τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη·
καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος.
καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος.
τὸ δὲ λοιπὸν ἡ ἔδεια^ αὐτὸν ἐπαιδαγώγησε καὶ ἡ θλίψις ἐπέστρεψε.
τὸ δὲ λοιπὸν ἡ ἔδεια αὐτὸν ἐπαιδαγώγησε καὶ ἡ θλίψις ἐπέστρεψε.
παιδεύσει σε ἡ ἀποστα^σί^α_ σου καὶ ἡ κα^κί^α_ σου ἐλέγξει σε.
παιδεύσει σε ἡ ἀποστασία σου καὶ ἡ κακία σου ἐλέγξει σε.
εἰς ἑαυτὸν δὲ ἐλθών.
εἰς ἑαυτὸν δὲ ἐλθών.
κα^λὸν τὸ εἰς ἑαυτὸν.
καλὸν τὸ εἰς ἑαυτὸν.
ὅτα^ν γὰ^ρ ἁ^μα^ρτά^νωμεν, ἐκτὸς αὐτῶν ἐσμεν, πα^ραφρονοῦμεν, ἔξω τῶν οἰκείων λογισμῶν φερόμεθα^.
ὅταν γὰρ ἁμαρτάνωμεν, ἐκτὸς αὐτῶν ἐσμεν, παραφρονοῦμεν, ἔξω τῶν οἰκείων λογισμῶν φερόμεθα.
ὅτα^ν δὲ δι^καίως προά^γωμεν, εἰς ἑαυτοὺς ἐπανερχόμεθα^.
ὅταν δὲ δικαίως προάγωμεν, εἰς ἑαυτοὺς ἐπανερχόμεθα.
εἰς ἑαυτὸν ἐλθών, εἶπεν.
εἰς ἑαυτὸν ἐλθών, εἶπεν.
ἐνταῦθα^ πρόσεχε ἀ^κρι_βῶς, πῶς ἀληθεύει ὁ προειρημένος λόγος, ὅτι^ ἰ_α_τροὶ μὲν φάρμα^κα^ ὑποτί^θενται ξένα_ καὶ ἀ^λλότρι^α^·
ἐνταῦθα πρόσεχε ἀκριβῶς, πῶς ἀληθεύει ὁ προειρημένος λόγος, ὅτι ἰατροὶ μὲν φάρμακα ὑποτίθενται ξένα καὶ ἀλλότρια·
τὰ^ δὲ φάρμα^κα^ τῆς ζωῆς ἡμῶν ἐξ ἑαυτῶν ἔχομεν.
τὰ δὲ φάρμακα τῆς ζωῆς ἡμῶν ἐξ ἑαυτῶν ἔχομεν.
εἰς ἑαυτὸν ἐλθών.
εἰς ἑαυτὸν ἐλθών.
οὐκ ἀ^λλοτρί^ῳ ἐχρήσα^το φαρμά^κῳ, ἀλλὰ^ τοῖς οἰκείοις, τοῖς ἀ^πὸ φύ^σεως πλεονεκτήμα^σι^, τούτοις κέχρηται εἰς σωτηρί^α_ν καὶ λέγει·
οὐκ ἀλλοτρίῳ ἐχρήσατο φαρμάκῳ, ἀλλὰ τοῖς οἰκείοις, τοῖς ἀπὸ φύσεως πλεονεκτήμασι, τούτοις κέχρηται εἰς σωτηρίαν καὶ λέγει·
πόσοι μί^σθι^οι τοῦ πατρός μου περισσεύουσι^ν ἄρτων·
πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων·
ἐγὼ δὲ λι_μῷ ἀ^πόλλυ^μαι;
ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι;
υἱοὺς μὲν κα^λεῖ ἡ θεία_ γρα^φὴ τοὺς πάντη τῇ δι^καιοσύ^νῃ καὶ εὐσεβείᾳ ἀνακειμένους·
υἱοὺς μὲν καλεῖ ἡ θεία γραφὴ τοὺς πάντη τῇ δικαιοσύνῃ καὶ εὐσεβείᾳ ἀνακειμένους·
μι^σθί^ους δὲ τοὺς μὴ ὁλόκληρον ἔχοντα^ς πρὸς αὐτὸν δι^ά^θεσι^ν, μη δὲ κα^τὰ^ τὴν τῆς πολι_τεία_ς ἄσκησι^ν πάντη τὰ^ τοῦ θεοῦ φρονοῦντα^ς, ἀλλὰ^ συ^νιέντες μὲν τὸ κα^λὸν καὶ ἀγα^πῶντα^ς τὸν λόγον, μὴ ὁλόκληρον δὲ τὴν δι^ά^νοια^ν ἀναθέντας ἐπ' αὐτόν.
μισθίους δὲ τοὺς μὴ ὁλόκληρον ἔχοντας πρὸς αὐτὸν διάθεσιν, μη δὲ κατὰ τὴν τῆς πολιτείας ἄσκησιν πάντη τὰ τοῦ θεοῦ φρονοῦντας, ἀλλὰ συνιέντες μὲν τὸ καλὸν καὶ ἀγαπῶντας τὸν λόγον, μὴ ὁλόκληρον δὲ τὴν διάνοιαν ἀναθέντας ἐπ' αὐτόν.
καὶ τούτοις μὲν ὁλόκληρον ἔχουσι^ τὸν πόθον, ὅλως δὲ τῇ εὐσεβείᾳ προσανέχουσι^ ὁ θεὸς μισθὸν δί^δωσι^ κα^τὰ^ τὴν τῆς προθέσεως ἀ^να^λογί^α_ν.
καὶ τούτοις μὲν ὁλόκληρον ἔχουσι τὸν πόθον, ὅλως δὲ τῇ εὐσεβείᾳ προσανέχουσι ὁ θεὸς μισθὸν δίδωσι κατὰ τὴν τῆς προθέσεως ἀναλογίαν.
εἰκότως οὖν ἐκεῖνος·
εἰκότως οὖν ἐκεῖνος·
πόσοι μί^σθι^οι τοῦ πατρός μου περισσεύουσι^ν ἄρτων·
πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων·
ἐγὼ δὲ λι_μῷ ἀ^πόλλυ^μαι;
ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι;