macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ὑποστρέψω πρὸς τὸν πα^τέρα^ μου·
ὑποστρέψω πρὸς τὸν πατέρα μου·
ὑποστρέψω κα^τὰ^ τὸν λέγοντα^·
ὑποστρέψω κατὰ τὸν λέγοντα·
ἐπίστρεψον, ψυ_χή μου, εἰς τὴν ἀνάπαυσί^ν σου.
ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου.
καὶ ἐρῶ πάτερ, ἥμαρτον εἰς τὸν οὐρα^νὸν καὶ ἐνώπι^όν σου καὶ οὐκέτι^ εἰμὶ^ ἄ^ξι^ος κληθῆναι υἱός σου·
καὶ ἐρῶ πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου·
ποίησόν με ὡς ἕνα^ τῶν μι^σθί^ων σου.
ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
ἄλλα^ τὰ^ ῥήμα^τα^ τοῦ μετα^νοοῦντος καὶ ἄλλα τὰ^ ῥήμα^τα^ τοῦ δεχομένου τὴν μετάνοια^ν.
ἄλλα τὰ ῥήματα τοῦ μετανοοῦντος καὶ ἄλλα τὰ ῥήματα τοῦ δεχομένου τὴν μετάνοιαν.
ὁ ἀ^πὸ ἁμαρτι^ῶν εἰς μετάνοια^ν ἐρχόμενος, οὐ φαντάζεται βα^σι^λεία_ν οὐρα^νῶν, οὐκ ἄ^ξι^ον ἑαυτὸν κρί_νει ζωῆς αἰωνί^ου, ἀλλὰ^ μόνην μί^α^ν ἔχει προσευχὴν ῥυσθῆναι ἀ^πὸ γεέννης.
ὁ ἀπὸ ἁμαρτιῶν εἰς μετάνοιαν ἐρχόμενος, οὐ φαντάζεται βασιλείαν οὐρανῶν, οὐκ ἄξιον ἑαυτὸν κρίνει ζωῆς αἰωνίου, ἀλλὰ μόνην μίαν ἔχει προσευχὴν ῥυσθῆναι ἀπὸ γεέννης.
αὐτὸς μὲν οὖν μικρὰ^ προσδοκᾷ·
αὐτὸς μὲν οὖν μικρὰ προσδοκᾷ·
ὁ δὲ θεὸς ἄφθονον αὐτῷ τὸν πλοῦτον τῆς εὐεργεσί^α_ς χα^ρί^ζεται.
ὁ δὲ θεὸς ἄφθονον αὐτῷ τὸν πλοῦτον τῆς εὐεργεσίας χαρίζεται.
ἀλλ' ὢ τοῦ θαύμα^τος.
ἀλλ' ὢ τοῦ θαύματος.
ἐνενόησε μόνον τὴν μετάνοια^ν καὶ ὁ πα^τὴρ εὐθέως ἔφθα^σε τῇ φι^λανθρωπί^ᾳ.
ἐνενόησε μόνον τὴν μετάνοιαν καὶ ὁ πατὴρ εὐθέως ἔφθασε τῇ φιλανθρωπίᾳ.
οὐκ ἀνέμεινε δέξασθαι τὰ^ ῥήμα^τα^ τῆς ἐξομολογήσεως, ἀλλὰ^ προέλαβε τὴν αἴτησι^ν, κα^τὰ^ τὸ εἰρημένον·
οὐκ ἀνέμεινε δέξασθαι τὰ ῥήματα τῆς ἐξομολογήσεως, ἀλλὰ προέλαβε τὴν αἴτησιν, κατὰ τὸ εἰρημένον·
πρὶν ἐπι^καλέσῃ με, ἐρῶ ἰδοὺ πά^ρειμι^.
πρὶν ἐπικαλέσῃ με, ἐρῶ ἰδοὺ πάρειμι.
εἶδε τὸν υἱὸν μακρόθεν ἐρχόμενον καὶ ὑ^πήντησεν αὐτῷ.
εἶδε τὸν υἱὸν μακρόθεν ἐρχόμενον καὶ ὑπήντησεν αὐτῷ.
ὁρᾷς πῶς φθά^νει ἡ φι^λανθρωπί^α_ τὴν μετάνοια^ν;
ὁρᾷς πῶς φθάνει ἡ φιλανθρωπία τὴν μετάνοιαν;
δι^ὰ^ τοῦτο καὶ ὁ δαυὶδ ἀποδυ_σά^μενος τὴν νόσον τῆς ἁ^μαρτί^α_ς τῷ φαρμά^κῳ τῆς μετα^νοία_ς καὶ εἰδὼς ὅτι^ φι^λάνθρωπος ὢν προϋπαντᾷ τοῖς προσερχομένοις, πα^ρα^κα^λεῖ τὸν θεὸν λέγων·
διὰ τοῦτο καὶ ὁ δαυὶδ ἀποδυσάμενος τὴν νόσον τῆς ἁμαρτίας τῷ φαρμάκῳ τῆς μετανοίας καὶ εἰδὼς ὅτι φιλάνθρωπος ὢν προϋπαντᾷ τοῖς προσερχομένοις, παρακαλεῖ τὸν θεὸν λέγων·
ἐξεγέρθητι εἰς συ^νάντησί^ν μου καὶ ἴ^δε, ὅτι^ γνησίως πρὸς σὲ ἔρχομαι, ὅτι^ μετὰ^ ἀ^ληθεία_ς τὴν μετάνοια^ν ἐνδύ^ομαι.
ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε, ὅτι γνησίως πρὸς σὲ ἔρχομαι, ὅτι μετὰ ἀληθείας τὴν μετάνοιαν ἐνδύομαι.
ἐδέξα^το ὁ πα^τὴρ τὸν παῖδα^·
ἐδέξατο ὁ πατὴρ τὸν παῖδα·
κ ἀκεῖνος πρὸς τὸν πα^τέρα^·
κ ἀκεῖνος πρὸς τὸν πατέρα·
ἥμαρτον, οὐκέτι^ εἰμὶ^ ἄ^ξι^ος κληθῆναι υἱός σου·
ἥμαρτον, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου·
ποίησόν με ὡς ἕνα^ τῶν μι^σθί^ων σου.
ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
ἐνταῦθα^ ὁ πα^τὴρ πρὸς αὐτὸν οὐδένα^ ποιεῖται λόγον·
ἐνταῦθα ὁ πατὴρ πρὸς αὐτὸν οὐδένα ποιεῖται λόγον·
οὐκ ἀ^ποκρί_νεται πρὸς αὐτόν, ἀλλά^ φησι^ν πρὸς τοὺς δούλους·
οὐκ ἀποκρίνεται πρὸς αὐτόν, ἀλλά φησιν πρὸς τοὺς δούλους·
ἐξενέγκατε αὐτῷ τὴν πρώτην στολήν.
ἐξενέγκατε αὐτῷ τὴν πρώτην στολήν.
τί^ βούλεται τὸ αἴνιγμα^;
τί βούλεται τὸ αἴνιγμα;
πολλὰ^ εὔχεται ὁ μετα^νοῶν·
πολλὰ εὔχεται ὁ μετανοῶν·
ἀποκρίσεως δὲ δι^ὰ^ λόγων οὐ τυγχά^νει, ἀλλὰ^ δι' ἔργου τὴν φι^λανθρωπί^α_ ὁρᾷ.
ἀποκρίσεως δὲ διὰ λόγων οὐ τυγχάνει, ἀλλὰ δι' ἔργου τὴν φιλανθρωπία ὁρᾷ.
ἐνταῦθα^ παιδευόμεθα^ ὅτι^ ἡμῶν μὲν ἡ μετάνοια^ δι^ὰ^ ῥημά^των·
ἐνταῦθα παιδευόμεθα ὅτι ἡμῶν μὲν ἡ μετάνοια διὰ ῥημάτων·
θεοῦ δὲ ἡ φι^λανθρωπί^α_ δι^ὰ^ πρα_γμά^των.
θεοῦ δὲ ἡ φιλανθρωπία διὰ πραγμάτων.
ἐξενέγκατε αὐτῷ τὴν πρώτην στολήν, ἣν ἀ^πώλεσε δι^ὰ^ τῆς παραβάσεως.
ἐξενέγκατε αὐτῷ τὴν πρώτην στολήν, ἣν ἀπώλεσε διὰ τῆς παραβάσεως.
δότε αὐτῷ καὶ ὑ^ποδήμα^τα^.
δότε αὐτῷ καὶ ὑποδήματα.
δι^ὰ^ τί^;
διὰ τί;
ἐπειδὴ ὁ ὄφις πρὸς τοὺς ἁμαρτάνοντα^ς ἐκπεπογέμωται κα^τὰ^ τὸ εἰρημένον·
ἐπειδὴ ὁ ὄφις πρὸς τοὺς ἁμαρτάνοντας ἐκπεπογέμωται κατὰ τὸ εἰρημένον·
αὐτός σου τηρήσει κεφα^λὴν καὶ σὺ^ τηρήσεις αὐτοῦ πτέρναν.
αὐτός σου τηρήσει κεφαλὴν καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.
ἵ^να_ μὴ γυμνῷ ποδὶ^ προσέλθῃ ὁ ὀλέθριος ὄφις, ἵ^να_ μὴ πά^λι^ν τὸν ἰ^ὸν τῆς ἁ^μαρτί^α_ς κενώσῃ κα^τὰ^ τοῦ ἐλευθερωθέντος ἀ^πὸ τῆς ἁ^μαρτί^α_ς, περι^τίθησι^ν αὐτῷ τὰ^ ὑ^ποδήμα^τα^ πρὸς ἀσφάλεια^ν.
ἵνα μὴ γυμνῷ ποδὶ προσέλθῃ ὁ ὀλέθριος ὄφις, ἵνα μὴ πάλιν τὸν ἰὸν τῆς ἁμαρτίας κενώσῃ κατὰ τοῦ ἐλευθερωθέντος ἀπὸ τῆς ἁμαρτίας, περιτίθησιν αὐτῷ τὰ ὑποδήματα πρὸς ἀσφάλειαν.
ἐὰ^ν μὴ λά^βῃ τὰ^ ὑ^ποδήμα^τα^, οὐ δύ^να^ται πα^τεῖν ἐπά^νω ὄφεων καὶ σκορπί^ων, καὶ ἐπὶ^ πᾶσα^ν τὴν δύ^να^μι^ν τοῦ ἐχθροῦ.
ἐὰν μὴ λάβῃ τὰ ὑποδήματα, οὐ δύναται πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
δι^ὰ^ τοῦτο τὰ^ δήγμα^τα^ τοῦ ὄφεως ἀσφαλιζόμενος ὁ παῦλος ἀ^ρτί^ως ἐκήρυττε·
διὰ τοῦτο τὰ δήγματα τοῦ ὄφεως ἀσφαλιζόμενος ὁ παῦλος ἀρτίως ἐκήρυττε·
φοβοῦμαι μήπως ὡς ὁ ὄφις τὴν εὔαν ἠπά^τησεν, οὕτω φθα^ρείη τὸ νοήμα^τα^ ὑ_μῶν ἀ^πὸ τῆς ἁπλότητος τῆς εἰς χρι στόν.
φοβοῦμαι μήπως ὡς ὁ ὄφις τὴν εὔαν ἠπάτησεν, οὕτω φθαρείη τὸ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς χρι στόν.
ἀλλ' ἐνταῦθα^ ἀνακύ^πτει οἷόν τι^ καινὸν δρᾶμα^ τὸ πολυθρύλλητον ἐκεῖνο ζήτημα^.
ἀλλ' ἐνταῦθα ἀνακύπτει οἷόν τι καινὸν δρᾶμα τὸ πολυθρύλλητον ἐκεῖνο ζήτημα.
πολλοὶ γαρ ἐπι^λα^μβά^νονται τῆς δημιουργία_ς.
πολλοὶ γαρ ἐπιλαμβάνονται τῆς δημιουργίας.
καὶ δι^ά^ τί^ φησι^ν ὁ ὄφις ἐν παραδείσω;
καὶ διά τί φησιν ὁ ὄφις ἐν παραδείσω;
δι^ὰ^ τί^ τὸ δένδρον ὑ^πόθεσι^ν τοσαύτην κα^κῶν ἤνεγκε;
διὰ τί τὸ δένδρον ὑπόθεσιν τοσαύτην κακῶν ἤνεγκε;
δι^ὰ^ τί^ ὁ δημιουργὸς τοιοῦτον φυ^τὸν ἐφύ^τευσε;
διὰ τί ὁ δημιουργὸς τοιοῦτον φυτὸν ἐφύτευσε;
πῶς δὲ οὐκ ἄ^τοπον, ἄνθρωπον μὲν κηπωρὸν σπουδάζειν ἐνα^ντί^α_ σπέρμα^τα^ καὶ τὰ_ς βοτά^να_ς τὰ_ς ἀ^λλοτρί^α_ς ἐξορίζειν τῶν οἰκείων σπερμά^των καὶ κα^θα^ρὰ_ν φυλά^ττειν τὴν ἑαυτοῦ γῆν ἀ^πὸ τῶν ἐνα^ντί^ων·
πῶς δὲ οὐκ ἄτοπον, ἄνθρωπον μὲν κηπωρὸν σπουδάζειν ἐναντία σπέρματα καὶ τὰς βοτάνας τὰς ἀλλοτρίας ἐξορίζειν τῶν οἰκείων σπερμάτων καὶ καθαρὰν φυλάττειν τὴν ἑαυτοῦ γῆν ἀπὸ τῶν ἐναντίων·
τὸν δὲ θεὸν τοσοῦτον καὶ τηλι^κοῦτον ἑδράσαντα^ πα^ρά^δεισον, φυ^τὸν κα^τα^σκευά^σαι ἀφ' οὗ πηγάζειν ἔμελλεν ἡ τῶν κα^κῶν ὑπόθεσι^ς;
τὸν δὲ θεὸν τοσοῦτον καὶ τηλικοῦτον ἑδράσαντα παράδεισον, φυτὸν κατασκευάσαι ἀφ' οὗ πηγάζειν ἔμελλεν ἡ τῶν κακῶν ὑπόθεσις;
ἐπὶ^ ταύτην ἡμᾶς ἄ^γει τὴν ἀκολουθίαν ὁ θεῖος παῦλος λέγων·
ἐπὶ ταύτην ἡμᾶς ἄγει τὴν ἀκολουθίαν ὁ θεῖος παῦλος λέγων·
φοβοῦμαι μήπως ὡς ὁ ὄφις εὔαν ἠπά^τησεν, οὕτω φθα^ρῇ τὸ νοήμα^τα^ ὑ_μῶν ἀ^πὸ τῆς ἁπλότητος τῆς εἰς χριστόν.
φοβοῦμαι μήπως ὡς ὁ ὄφις εὔαν ἠπάτησεν, οὕτω φθαρῇ τὸ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς χριστόν.
τί^ οὖν, ἀ^δελφοί;
τί οὖν, ἀδελφοί;
τὰ^ πολλὰ καὶ περιττὰ^ τῶν κα^τὰ^ μέρος ἐξεταζομένων ἀ^φέντες, ἐπὶ^ τὸ σύντομον ἔλθωμεν·
τὰ πολλὰ καὶ περιττὰ τῶν κατὰ μέρος ἐξεταζομένων ἀφέντες, ἐπὶ τὸ σύντομον ἔλθωμεν·
ὁ θεὸς πά^ντα^ κα^λὰ^ ἐποίησε·
ὁ θεὸς πάντα καλὰ ἐποίησε·
καὶ κα^λὰ^ οὐχ ἁπλῶς, ἀλλὰ^ καὶ λί_α_ν καλά^.
καὶ καλὰ οὐχ ἁπλῶς, ἀλλὰ καὶ λίαν καλά.
ἡ γὰ^ρ ἐπα^γωγὴ τὸ ἄκρον τοῦ κάλλους δείκνυ_σι^ τῶν γενομένων πάντων.
ἡ γὰρ ἐπαγωγὴ τὸ ἄκρον τοῦ κάλλους δείκνυσι τῶν γενομένων πάντων.
δίδωσιν οὖν ὁ θεὸς τῷ ἀδὰμ τὴν ἀφθονίαν, τὴν ἀπόλαυσι^ν, τὴν ἐξουσί^α_ν ἀπολαύειν μὲν τοῦ παραδείσου, ἄρχειν δὲ τῶν ὁρωμένων.
δίδωσιν οὖν ὁ θεὸς τῷ ἀδὰμ τὴν ἀφθονίαν, τὴν ἀπόλαυσιν, τὴν ἐξουσίαν ἀπολαύειν μὲν τοῦ παραδείσου, ἄρχειν δὲ τῶν ὁρωμένων.
ποιήσωμεν γὰ^ρ ἄνθρωπον κατ' εἰκόνα^ ἡμετέρα_ν καὶ καθ' ὁμοίωσι^ν·
ποιήσωμεν γὰρ ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν·
καὶ ἀρχέτωσα^ν τῶν ἰ^χθύ^ων τῆς θα^λάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρα^νοῦ καὶ τῶν θηρί^ων καὶ τῶν κτηνῶν καὶ πά_σης τῆς γῆς.
καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν θηρίων καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς.
ἐνταῦθα δέδωκε τὴν ἐξουσί^α_ν τοῦ παραδείσου·
ἐνταῦθα δέδωκε τὴν ἐξουσίαν τοῦ παραδείσου·
δέδωκε τὴν τρυφὴν καὶ τὴν ἀπόλαυσι^ν.
δέδωκε τὴν τρυφὴν καὶ τὴν ἀπόλαυσιν.
ἦν οὖν βα^σι^λεὺς χειροτονητός ἔχων καὶ τὴν ἐξουσί^α_ν τῶν ὁρωμένων καὶ τὴν ἀπόλαυσι^ν τοῦ παραδείσου.
ἦν οὖν βασιλεὺς χειροτονητός ἔχων καὶ τὴν ἐξουσίαν τῶν ὁρωμένων καὶ τὴν ἀπόλαυσιν τοῦ παραδείσου.
ἐδέησεν οὖν ἐντολὴν δοθῆναι τῷ ἀδὰμ γυμνάζουσα^ν τὴν ψυ_χὴν αὐτοῦ εἰς ὑ^πακοήν.
ἐδέησεν οὖν ἐντολὴν δοθῆναι τῷ ἀδὰμ γυμνάζουσαν τὴν ψυχὴν αὐτοῦ εἰς ὑπακοήν.
πολλοὶ δέ φα_σιν·
πολλοὶ δέ φασιν·
οὐκ ᾔδει ὁ θεὸς ὅτι^ πα^ραβήσεται ὁ ἀδάμ;
οὐκ ᾔδει ὁ θεὸς ὅτι παραβήσεται ὁ ἀδάμ;
διὰ τί^ οὖν ἐνομοθέτησε τῷ πα^ραβῆναι μέλλοντι^, πα^ρα^κα^λῶ τὴν ὑ_μετέρα_ν ἀγάπην συ^ναγωνίσασθαί μοι τῷ λόγῳ κόπου γέμοντι^.
διὰ τί οὖν ἐνομοθέτησε τῷ παραβῆναι μέλλοντι, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην συναγωνίσασθαί μοι τῷ λόγῳ κόπου γέμοντι.
ἀπολογούμεθα γὰ^ρ ὑ^πὲρ τῆς πλάσεως, ὑ^πὲρ τοῦ θεϊ^κοῦ δημιουργήμα^τος.
ἀπολογούμεθα γὰρ ὑπὲρ τῆς πλάσεως, ὑπὲρ τοῦ θεϊκοῦ δημιουργήματος.
ἐποίησε τὸν ἄνθρωπον·
ἐποίησε τὸν ἄνθρωπον·
πάντων αὐτῷ δέδωκε τὴν ἀφθονίαν·
πάντων αὐτῷ δέδωκε τὴν ἀφθονίαν·
ἐντέλλεται αὐτῷ ἀ^πὸ πάντων φα^γεῖν.
ἐντέλλεται αὐτῷ ἀπὸ πάντων φαγεῖν.
καὶ εἰ μὲν ἦν ἡ ἐντολὴ στενή, ἐπιτρέπουσα^ μὲν τῶν ὀλί^γων ἅψασθαι, τῶν δὲ πλειόνων ἀ^πέχεσθαι, εὐπρόσωπος ἦν ἡ παράβα^σι^ς, τῷ στενῷ τῆς ἀπολαύσεως ἀ^φορμὴν πα^ρέχουσα^ τῇ ῥοπῇ τῆς προαιρέσεως.
καὶ εἰ μὲν ἦν ἡ ἐντολὴ στενή, ἐπιτρέπουσα μὲν τῶν ὀλίγων ἅψασθαι, τῶν δὲ πλειόνων ἀπέχεσθαι, εὐπρόσωπος ἦν ἡ παράβασις, τῷ στενῷ τῆς ἀπολαύσεως ἀφορμὴν παρέχουσα τῇ ῥοπῇ τῆς προαιρέσεως.
εἰ δὲ ἡ μὲν ἀφθονία πολλή, τὸ δὲ κεκωλυ_μένον βραχύ, τί^νος ἕνεκεν μὴ ἐτί_μησε διὰ τῆς ὑ^πακοῆς τὸν εὐεργέτην;
εἰ δὲ ἡ μὲν ἀφθονία πολλή, τὸ δὲ κεκωλυμένον βραχύ, τίνος ἕνεκεν μὴ ἐτίμησε διὰ τῆς ὑπακοῆς τὸν εὐεργέτην;
ἀλλ' ἐνδέχεται εἰπεῖν, ὅτι^ τῶν πολλῶν μὲν ἔδωκε τὴν ἀφθονίαν, τοιοῦτον δὲ κάλλος οὐκ εἶδεν ἐν ἑτέρῳ δένδρῳ.
ἀλλ' ἐνδέχεται εἰπεῖν, ὅτι τῶν πολλῶν μὲν ἔδωκε τὴν ἀφθονίαν, τοιοῦτον δὲ κάλλος οὐκ εἶδεν ἐν ἑτέρῳ δένδρῳ.
ὡραῖον γὰ^ρ τοῦτο τῇ ὁρά_σει, καὶ κα^λὸν τῇ γεύσει.
ὡραῖον γὰρ τοῦτο τῇ ὁράσει, καὶ καλὸν τῇ γεύσει.
ἵ^να_ οὖν καὶ ταύτην περι^έλῃ τὴν εὐπρόσωπον ἀπολογίαν ὁ θεός, δέδωκε κάλλος ἐκείνῳ τῷ δένδρῳ, τοῦτο καὶ τοῖς ἄλλοις πᾶσι^ν ἐχα^ρί^σα^το.
ἵνα οὖν καὶ ταύτην περιέλῃ τὴν εὐπρόσωπον ἀπολογίαν ὁ θεός, δέδωκε κάλλος ἐκείνῳ τῷ δένδρῳ, τοῦτο καὶ τοῖς ἄλλοις πᾶσιν ἐχαρίσατο.
καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι^ πᾶν ξύ^λον ὡραῖον εἰς ὅρασι^ν, καὶ κα^λὸν εἰς βρῶσι^ν.
καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν.
διὰ τί^ οὖν ἐδόθη ἠ ἐντολή;
διὰ τί οὖν ἐδόθη ἠ ἐντολή;
ἵνα μά^θῃ ὅτι^ ὑ^πὸ νόμον ἐστὶ^ καὶ δεσπότην.
ἵνα μάθῃ ὅτι ὑπὸ νόμον ἐστὶ καὶ δεσπότην.
καὶ διὰ τί^ ταύτην, καὶ οὐχ ἑτέρα_ν δέδωκεν;
καὶ διὰ τί ταύτην, καὶ οὐχ ἑτέραν δέδωκεν;
οὐκ ἦν ἄλλης ὑ^πακοῆς γυμνά^σιον.
οὐκ ἦν ἄλλης ὑπακοῆς γυμνάσιον.
τί^ γὰ^ρ ἐχρῆν τὸν θεὸν τῷ ἀδὰμ εἰπεῖν;
τί γὰρ ἐχρῆν τὸν θεὸν τῷ ἀδὰμ εἰπεῖν;
μὴ κλέψης;
μὴ κλέψης;
τὰ^ τί^νος;
τὰ τίνος;
τί^ ἐχρῆν τὸν θεὸν νομοθετῆσαι;
τί ἐχρῆν τὸν θεὸν νομοθετῆσαι;
οὐ φονεύσεις·
οὐ φονεύσεις·
τί^να^;
τίνα;
οὐ μοιχεύσεις·
οὐ μοιχεύσεις·
τὴν τί^νος;
τὴν τίνος;
οὐκ ἐπι^θυ_μήσεις·
οὐκ ἐπιθυμήσεις·
τῶν τί^νι^ δι^α^φερόντων;
τῶν τίνι διαφερόντων;
οὐκ εἶχεν ὕ_λην ἡ ἐντολή·
οὐκ εἶχεν ὕλην ἡ ἐντολή·
οὐκ ἦν ὁ κόσμος, οὐ δὲ ἡ νῦν τῷ κόσμῳ πα^ροῦσα^ σύγχυ^σι^ς.
οὐκ ἦν ὁ κόσμος, οὐ δὲ ἡ νῦν τῷ κόσμῳ παροῦσα σύγχυσις.
ἀλλ' ἐχρῆν πάντως εἰπεῖν οὐ συκοφαντήσεις ποῖον ἦν δικαστήρων;
ἀλλ' ἐχρῆν πάντως εἰπεῖν οὐ συκοφαντήσεις ποῖον ἦν δικαστήρων;
τί^νες οἱ κατηγοροῦντες;
τίνες οἱ κατηγοροῦντες;
ἢ τίνες οἱ κατηγορούμενοι;
ἢ τίνες οἱ κατηγορούμενοι;
δίδωσιν αὐτῷ ἐντολὴν ἀ^πὸ τῆς προκειμένης ἀπολαύσεως, πάντων μὲν ἔχειν τὴν ἀφθονίαν, τούτου δὲ μόνου ἀ^πέχειν·
δίδωσιν αὐτῷ ἐντολὴν ἀπὸ τῆς προκειμένης ἀπολαύσεως, πάντων μὲν ἔχειν τὴν ἀφθονίαν, τούτου δὲ μόνου ἀπέχειν·
ἵνα τῶν ἁ^πά^ντων τὴν ἀπόλαυσι^ν ἔχων, προτεταγμένην ἔχῃ τὴν δεσποτείαν τὴν κωλύουσα^ν τοῦ δένδρου·
ἵνα τῶν ἁπάντων τὴν ἀπόλαυσιν ἔχων, προτεταγμένην ἔχῃ τὴν δεσποτείαν τὴν κωλύουσαν τοῦ δένδρου·
οὐκ ἐπειδὴ αὐτὸ τὸ δένδρον ἦν κα^λόν, ἀλλ' ἡ παράβα^σι^ς ἦν μοχθηρά.
οὐκ ἐπειδὴ αὐτὸ τὸ δένδρον ἦν καλόν, ἀλλ' ἡ παράβασις ἦν μοχθηρά.
ὥσπερ γὰ^ρ νόμος μὲν φύ^σεως βούλεται νυμφοστολεῖσθαι γά^μῳ νομί^μῳ παρθένον, ἐὰ^ν δέ τι^ς παρθένος φθά^σα_σα^ τοῦ πατρὸς τὴν προθεσμίαν ἢ τὴν ὥρα_ν τοῦ γά^μου, ἑαυτὴν ἐκδῷ πρὸς ἀσέλγεια^ν, ἀπαραίτητον ὑ^πέχει τοῖς νόμοις τὴν τι_μωρί^α_ν, οὐχ ὡς ξένον τι^ πα^θοῦσα^ πα^ρὰ^ τὰ_ς ἄ^λλα_ς παρθένους, ἀλλ' ὡς πα^ρὰ^ τὸν νόμο...
ὥσπερ γὰρ νόμος μὲν φύσεως βούλεται νυμφοστολεῖσθαι γάμῳ νομίμῳ παρθένον, ἐὰν δέ τις παρθένος φθάσασα τοῦ πατρὸς τὴν προθεσμίαν ἢ τὴν ὥραν τοῦ γάμου, ἑαυτὴν ἐκδῷ πρὸς ἀσέλγειαν, ἀπαραίτητον ὑπέχει τοῖς νόμοις τὴν τιμωρίαν, οὐχ ὡς ξένον τι παθοῦσα παρὰ τὰς ἄλλας παρθένους, ἀλλ' ὡς παρὰ τὸν νόμον τὸν ἀρέσκοντα τῷ πατρὶ ἑ...
ἀνάγνωθι τὰ^ ὑ^πομνήμα^τα^.
ἀνάγνωθι τὰ ὑπομνήματα.
διὰ τί^ περὶ^ ὧν οὐκ οἶδα^ς φιλονεικεῖς;
διὰ τί περὶ ὧν οὐκ οἶδας φιλονεικεῖς;
ὅτα^ν θέλῃς ἀρχαίων πρα_γμά^των ἱστορίαν ἢ δί^κην ἐξιχνεῦσαι, οὐ τὰ^ ὑ^πομνήμα^τα^ λα^μβά^νεις τὰ^ ἀρχαῖα^ καὶ μα^νθά^νεις τί^να^ μὲν τὰ^ ῥήμα^τα^ τῶν κατηγορουμένων, τί^να^ δὲ τῶν συνηγορούντων καὶ τῶν ἀπολογουμένων, τί^να^ δὲ τὰ^ τοῦ δικαστοῦ καὶ τὴν ψῆφον ἐπάγοντος, καὶ οὕτω τὰ^ λήθῃ χωσθέντα^ ἀνανεοῦσαι τῇ μνήμῃ τῆ...
ὅταν θέλῃς ἀρχαίων πραγμάτων ἱστορίαν ἢ δίκην ἐξιχνεῦσαι, οὐ τὰ ὑπομνήματα λαμβάνεις τὰ ἀρχαῖα καὶ μανθάνεις τίνα μὲν τὰ ῥήματα τῶν κατηγορουμένων, τίνα δὲ τῶν συνηγορούντων καὶ τῶν ἀπολογουμένων, τίνα δὲ τὰ τοῦ δικαστοῦ καὶ τὴν ψῆφον ἐπάγοντος, καὶ οὕτω τὰ λήθῃ χωσθέντα ἀνανεοῦσαι τῇ μνήμῃ τῆς ἀναμνήσεως;
ἀνάγνωθι οὖν τὰ^ ὑ^πομνήμα^τα^ τῆς ἀρχαία_ς ἱ^στορί^α_ς.
ἀνάγνωθι οὖν τὰ ὑπομνήματα τῆς ἀρχαίας ἱστορίας.
ὅτε ἐκάθισεν ὁ κρι^τὴς τῆς ἀ^ληθεία_ς, μᾶλλον δὲ ὅτε πρὸς τὸν κα^τάκρι^τον ἦλθεν ἐν σχήμα^τι^ φί^λου ὁ ἰ_α_τρὸς τῶν ἡμετέρων πταισμάτων, τί^ φησι^ πρὸ αὐτόν;
ὅτε ἐκάθισεν ὁ κριτὴς τῆς ἀληθείας, μᾶλλον δὲ ὅτε πρὸς τὸν κατάκριτον ἦλθεν ἐν σχήματι φίλου ὁ ἰατρὸς τῶν ἡμετέρων πταισμάτων, τί φησι πρὸ αὐτόν;