macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
βλέπε πῶς ἀ^πόστολος ἐξοικίζει μὲν τὸν ἰσραὴλ τοῦ ἀβραάμ, μὴ ἔχοντα^ τῆς πίστεως τὴν οἰκειότητα^, εἰσοικίζει δὲ τὰ^ ἔθνη, ὡς ἔχοντα^ τὸν χαρακτῆρα^ τῆς εὐσεβεία_ς. | βλέπε πῶς ἀπόστολος ἐξοικίζει μὲν τὸν ἰσραὴλ τοῦ ἀβραάμ, μὴ ἔχοντα τῆς πίστεως τὴν οἰκειότητα, εἰσοικίζει δὲ τὰ ἔθνη, ὡς ἔχοντα τὸν χαρακτῆρα τῆς εὐσεβείας. |
καὶ σημεῖον ἔλα^βε περι^τομήν, σφραγῖδα^ δι^καιοσύ^νης εἰς τὸ γενέσθαι αὐτὸν πα^τέρα^ τῶν πιστευόντων δι' ἀκροβυστί^α_ς. | καὶ σημεῖον ἔλαβε περιτομήν, σφραγῖδα δικαιοσύνης εἰς τὸ γενέσθαι αὐτὸν πατέρα τῶν πιστευόντων δι' ἀκροβυστίας. |
ὁρᾷς πῶς ὁ τύ^πος τῆς ἐκκλησί^α_ς ἐν τῷ ἀβραὰμ ἐπολι_τεύετο; | ὁρᾷς πῶς ὁ τύπος τῆς ἐκκλησίας ἐν τῷ ἀβραὰμ ἐπολιτεύετο; |
καὶ ὁ σωτὴρ δὲ βουλόμενος δεῖξαι ὅτι^ ἡ εὐαγγελικὴ κατάστα^σι^ς πρὸς τὴν ἀρχαία_ν ἄ^γεται κατάστασι^ν, λεγόντων ἰουδαίων· | καὶ ὁ σωτὴρ δὲ βουλόμενος δεῖξαι ὅτι ἡ εὐαγγελικὴ κατάστασις πρὸς τὴν ἀρχαίαν ἄγεται κατάστασιν, λεγόντων ἰουδαίων· |
μωϋσῆς ἔγραψεν· | μωϋσῆς ἔγραψεν· |
ἐάν τι^ς θέλῃ ἀπολῦσαι τὴν γυ^ναῖκα^ αὐτοῦ, δότω αὐτῇ βιβλί^ον ἀποστασί^ου, ὁ σωτὴρ πά^λι^ν, τε ἐν τῷ νόμῳ πα^ρεντιθέμενος, οὐχ ὡς ἐκλύ_ων, ἀλλὰ^ τὴν ἀ^ληθῆ δι^δασκαλί^α_ν ἐμφαίνων λέγει· | ἐάν τις θέλῃ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ βιβλίον ἀποστασίου, ὁ σωτὴρ πάλιν, τε ἐν τῷ νόμῳ παρεντιθέμενος, οὐχ ὡς ἐκλύων, ἀλλὰ τὴν ἀληθῆ διδασκαλίαν ἐμφαίνων λέγει· |
μωϋσῆς δι^ὰ^ τὴν σκληροκαρδίαν ὑ_μῶν εἶπεν· | μωϋσῆς διὰ τὴν σκληροκαρδίαν ὑμῶν εἶπεν· |
ἀπ' ἀρχῆς δὲ οὐχ οὕτως ἐγένετο. | ἀπ' ἀρχῆς δὲ οὐχ οὕτως ἐγένετο. |
βλέπε πῶς εἰς τὸ ἀρχαῖον ἡμᾶς ἀποκαθίστησι^ν. | βλέπε πῶς εἰς τὸ ἀρχαῖον ἡμᾶς ἀποκαθίστησιν. |
ἐπαναλαμβάνω τὸ ῥῆμα^. | ἐπαναλαμβάνω τὸ ῥῆμα. |
ἀλλὰ^ πα^ρα^κα^λῶ συναγωνίσασθαι ἡμῖν δι^ὰ^ τῆς σιωπῆς, ἵ^να_ μὴ θόρυ^βος ἡμῖν ἀντιπνεύσας δι^α^λύ_σῃ τὸ νόημα^. | ἀλλὰ παρακαλῶ συναγωνίσασθαι ἡμῖν διὰ τῆς σιωπῆς, ἵνα μὴ θόρυβος ἡμῖν ἀντιπνεύσας διαλύσῃ τὸ νόημα. |
ὁ σωτήρ μου βουλόμενος δεῖξαι ὅτι^ ἡ εὐαγγελικὴ δι^δα^σκα^λί^α_ πρὸς τὴν ἀρχαία_ν ἄ^γει κατάστασι^ν, λεγόντων τῶν μα^θητῶν, μᾶλλον δὲ τῶν φαρισαίων· | ὁ σωτήρ μου βουλόμενος δεῖξαι ὅτι ἡ εὐαγγελικὴ διδασκαλία πρὸς τὴν ἀρχαίαν ἄγει κατάστασιν, λεγόντων τῶν μαθητῶν, μᾶλλον δὲ τῶν φαρισαίων· |
τί^ ὅτι^ μωϋσῆς προσέταξεν· | τί ὅτι μωϋσῆς προσέταξεν· |
ἐάν τι^ς ἀπολύ_σῃ τὴν γυ^ναῖκα^ αὐτοῦ, δότω αὐτῇ βιβλί^ον ἀποστασί^ου; | ἐάν τις ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ βιβλίον ἀποστασίου; |
ὁ σωτὴρ οὐ κα^τηγορεῖ τοῦ νόμου, ἀλλ' ἀπολογεῖται ὑ^πὲρ τοῦ νόμου· | ὁ σωτὴρ οὐ κατηγορεῖ τοῦ νόμου, ἀλλ' ἀπολογεῖται ὑπὲρ τοῦ νόμου· |
μωϋσῆς ταῦτα^ εἶπε δι^ὰ^ τὴν σκληροκαρδίαν ὑ_μῶν· | μωϋσῆς ταῦτα εἶπε διὰ τὴν σκληροκαρδίαν ὑμῶν· |
ἀπ' ἀρχῆς δὲ οὐχ οὕτως ἐγένετο. | ἀπ' ἀρχῆς δὲ οὐχ οὕτως ἐγένετο. |
βλέπε πῶς εἰς τὸ ἀρχαῖον ἡμᾶς ἀποκαθίστησι^ν. | βλέπε πῶς εἰς τὸ ἀρχαῖον ἡμᾶς ἀποκαθίστησιν. |
ἀλλ' ὁ ποιήσα_ς τὸν ἄνθρωπον ἄρρεν καὶ θῆλυ^ ἐποίησεν αὐτούς. | ἀλλ' ὁ ποιήσας τὸν ἄνθρωπον ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς. |
ἃ^ οὖν ὁ θεὸς ἔζευξεν, ἄνθρωπος μὴ χωριζέτω. | ἃ οὖν ὁ θεὸς ἔζευξεν, ἄνθρωπος μὴ χωριζέτω. |
καὶ δι^ὰ^ πολλῶν εὑρίσκω τὸν σωτῆρα^ πρὸς ἀρχαία_ν κατάστασι^ν τὴν ἐκκλησι^α^στι^κὴν εὐκοσμίαν ἀ^νάγοντα^. | καὶ διὰ πολλῶν εὑρίσκω τὸν σωτῆρα πρὸς ἀρχαίαν κατάστασιν τὴν ἐκκλησιαστικὴν εὐκοσμίαν ἀνάγοντα. |
ἐπολι_τεύσα^το τοίνυ^ν ὁ τύ^πος τῆς ἐκκλησί^α_ς πρὸ τῆς περι^τομῆς. | ἐπολιτεύσατο τοίνυν ὁ τύπος τῆς ἐκκλησίας πρὸ τῆς περιτομῆς. |
καὶ πρόσεχε ἀ^κρι_βῶς. | καὶ πρόσεχε ἀκριβῶς. |
ἐπειδὴ ἀπ' ἀρχῆς ὁ τύ^πος τῆς ἐκκλησί^α_ς ἐπολι_τεύετο, καὶ μετὰ^ ταῦτα^ πά^λι^ν ὁ κα^νὼν τῆς ἐκκλησί^α_ς, μέσος δὲ ὁ νόμος πα^ρεισῆλθεν, ὁ ἀ^πόστολος βουλόμενος δεῖξαι τῇ ἀκολουθίᾳ τρέχουσα^ν δι^ὰ^ τοῦ χρόνου τὴν ἐκκλησι^α^στι^κὴν εὐκοσμίαν, νόμος διέκυψε, λέγει· | ἐπειδὴ ἀπ' ἀρχῆς ὁ τύπος τῆς ἐκκλησίας ἐπολιτεύετο, καὶ μετὰ ταῦτα πάλιν ὁ κανὼν τῆς ἐκκλησίας, μέσος δὲ ὁ νόμος παρεισῆλθεν, ὁ ἀπόστολος βουλόμενος δεῖξαι τῇ ἀκολουθίᾳ τρέχουσαν διὰ τοῦ χρόνου τὴν ἐκκλησιαστικὴν εὐκοσμίαν, νόμος διέκυψε, λέγει· |
νόμος δὲ πα^ρεισῆλθεν. | νόμος δὲ παρεισῆλθεν. |
οὐκ εἶπε, νόμος εἰσῆλθεν, ἀλλὰ^ πα^ρεισῆλθεν. | οὐκ εἶπε, νόμος εἰσῆλθεν, ἀλλὰ παρεισῆλθεν. |
ἄλλος γὰ^ρ ὁ εἰσελθὼν νόμος καὶ ἄλλος ὁ πα^ρεισελθών. | ἄλλος γὰρ ὁ εἰσελθὼν νόμος καὶ ἄλλος ὁ παρεισελθών. |
εἰσῆλθεν ἀπ' ἀρχῆς νόμος ὁ εὐαγγελι^κός, οὐχ ἡμέρα_ς παρατηρούμενος, οὐ δὲ βρωμά^των δι^α^φορὰ_ς ἐπιστά^μενος, οὐ περι^τομὴν δεχόμενος. | εἰσῆλθεν ἀπ' ἀρχῆς νόμος ὁ εὐαγγελικός, οὐχ ἡμέρας παρατηρούμενος, οὐ δὲ βρωμάτων διαφορὰς ἐπιστάμενος, οὐ περιτομὴν δεχόμενος. |
οὗτος ἀπ' ἀρχῆς ἀ^πὸ τῶν ἀρχαίων ἐπολιτεύσατο ὁ νόμος, καὶ εἰς τοὺς τελευταίους κατήντησε· | οὗτος ἀπ' ἀρχῆς ἀπὸ τῶν ἀρχαίων ἐπολιτεύσατο ὁ νόμος, καὶ εἰς τοὺς τελευταίους κατήντησε· |
μέσος δὲ ὁ νόμος εἰσῆλθε, μᾶλλον δὲ πα^ρεισῆλθε. | μέσος δὲ ὁ νόμος εἰσῆλθε, μᾶλλον δὲ παρεισῆλθε. |
καὶ τοῦ ἀποστόλου ἔστι^ν ἀ^κοῦσαι λέγοντος σα^φῶς, ὥσπερ εἰρήκα^μεν· | καὶ τοῦ ἀποστόλου ἔστιν ἀκοῦσαι λέγοντος σαφῶς, ὥσπερ εἰρήκαμεν· |
νόμος πα^ρεισῆλθε. | νόμος παρεισῆλθε. |
καὶ θέλεις μα^θεῖν ποῦ πα^ρεισῆλθεν; | καὶ θέλεις μαθεῖν ποῦ παρεισῆλθεν; |
ἱ^στορί^α_ς ἄ^κουε. | ἱστορίας ἄκουε. |
ὥσπερ ἰακὼβ ἐδούλευσε τῷ λάβαν δι^ὰ^ τὴν ῥαχήλ, καὶ περὶ^ αὐτὸν τὸν γά^μον ἡ μὲν οὐκ εἰσῆλθε· | ὥσπερ ἰακὼβ ἐδούλευσε τῷ λάβαν διὰ τὴν ῥαχήλ, καὶ περὶ αὐτὸν τὸν γάμον ἡ μὲν οὐκ εἰσῆλθε· |
καὶ ὁ μὲν σκοπὸς ἦν τῷ πατριάρχῃ τὴν ῥαχὴλ λα^βεῖν, ἡ δὲ ἀ^πά^τη τοῦ πενθεροῦ ἄλλην ἀντ' ἄλλης εἰσήγαγε, καὶ εὑρέθη πα^ρεισαγομένη ἡ μὴ ζητουμένη. | καὶ ὁ μὲν σκοπὸς ἦν τῷ πατριάρχῃ τὴν ῥαχὴλ λαβεῖν, ἡ δὲ ἀπάτη τοῦ πενθεροῦ ἄλλην ἀντ' ἄλλης εἰσήγαγε, καὶ εὑρέθη παρεισαγομένη ἡ μὴ ζητουμένη. |
οὕτω σκοπὸς ἦν τῷ θεῷ ἀ^εὶ τὴν ἐκκλησί^α_ν στῆσαι· | οὕτω σκοπὸς ἦν τῷ θεῷ ἀεὶ τὴν ἐκκλησίαν στῆσαι· |
πα^ρεισήγαγε δὲ τὴν συ^ναγωγήν, οὐ κα^τὰ^ βίαν καὶ ἀ^πάτην αὐτὴν δεχόμενος, ἀλλὰ^ τῷ τύ^πῳ τῆς πα^λαιᾶς ἱ^στορί^α_ς τὰ^ πρά_γμα^τα^ συ^ναρμόζων. | παρεισήγαγε δὲ τὴν συναγωγήν, οὐ κατὰ βίαν καὶ ἀπάτην αὐτὴν δεχόμενος, ἀλλὰ τῷ τύπῳ τῆς παλαιᾶς ἱστορίας τὰ πράγματα συναρμόζων. |
καὶ ὥσπερ ὁ ἰακὼβ σὺ^ν τῇ λείᾳ τὸν σκοπὸν εἶχε πρὸς τὴν ῥαχήλ, ἔφερε δὲ τὴν ἀ^πὸ τῆς ἀ^πάτης βίαν· | καὶ ὥσπερ ὁ ἰακὼβ σὺν τῇ λείᾳ τὸν σκοπὸν εἶχε πρὸς τὴν ῥαχήλ, ἔφερε δὲ τὴν ἀπὸ τῆς ἀπάτης βίαν· |
οὕτω καὶ ὁ θεὸς καθ' ὃν χρόνον εἶχε τὴν συ^ναγωγήν, τὴν μὲν ἐμί_σει, τὴν δὲ ἐπόθει. | οὕτω καὶ ὁ θεὸς καθ' ὃν χρόνον εἶχε τὴν συναγωγήν, τὴν μὲν ἐμίσει, τὴν δὲ ἐπόθει. |
καὶ τί^ς ἡμῖν ὁ μα^ρτυ^ρῶν λόγος; | καὶ τίς ἡμῖν ὁ μαρτυρῶν λόγος; |
τί^ς ἐγγυᾶται τῆς ἱ^στορί^α_ς τὴν θεωρί^α_ν; | τίς ἐγγυᾶται τῆς ἱστορίας τὴν θεωρίαν; |
πολλάκις τῇ συ^ναγωγῇ συζῶν ὁ θεὸς τῇ κα^τὰ^ νόμον, ἔλεγε· | πολλάκις τῇ συναγωγῇ συζῶν ὁ θεὸς τῇ κατὰ νόμον, ἔλεγε· |
τὰ_ς ἑορτὰ_ς ὑ_μῶν καὶ τὰ_ς νεομηνία_ς ὑ_μῶν ἐμίσησεν ἡ ψυ_χή μου. | τὰς ἑορτὰς ὑμῶν καὶ τὰς νεομηνίας ὑμῶν ἐμίσησεν ἡ ψυχή μου. |
καὶ ὥσπερ ὁ ἰακὼβ τὸ πρόσωπον τῆς ῥαχὴλ ἠγάπα_, τὸ δὲ ἀσθενὲς τῶν ὀφθαλμῶν τῆς λείας ἀπεστρέφετο ἦν γά^ρ φησι^ν ἡ λεία ἀσθενὴς τοῖς ὀφθαλμοῖς. | καὶ ὥσπερ ὁ ἰακὼβ τὸ πρόσωπον τῆς ῥαχὴλ ἠγάπα, τὸ δὲ ἀσθενὲς τῶν ὀφθαλμῶν τῆς λείας ἀπεστρέφετο ἦν γάρ φησιν ἡ λεία ἀσθενὴς τοῖς ὀφθαλμοῖς. |
, οὕτως ὁ θεὸς ἀπεστρέφετο τὴν συ^ναγωγήν, οὐ τῷ σώμα^τι^ οὖσα^ν σαθρά_ν, ἀλλὰ^ τὴν ψυ_χὴν τυφλωθεῖσα^ν. | , οὕτως ὁ θεὸς ἀπεστρέφετο τὴν συναγωγήν, οὐ τῷ σώματι οὖσαν σαθράν, ἀλλὰ τὴν ψυχὴν τυφλωθεῖσαν. |
δι^ὰ^ τοῦτο ἔλεγεν ὁ προφήτης· | διὰ τοῦτο ἔλεγεν ὁ προφήτης· |
καὶ τί^ς τυφλός, ἀλλ' οἱ παῖδές μου; | καὶ τίς τυφλός, ἀλλ' οἱ παῖδές μου; |
καὶ τί^ς κωφός, ἀλλ' οἱ κυριεύοντες αὐτῶν; | καὶ τίς κωφός, ἀλλ' οἱ κυριεύοντες αὐτῶν; |
καὶ ἐτυφλώθησα^ν οἱ δοῦλοι τοῦ θεοῦ. | καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ. |
καὶ ὥσπερ ἐκεῖ δι^ὰ^ τὴν ἀσθένεια^ν τῶν ὀφθαλμῶν, οὕτως ἐνταῦθα^ δι^ὰ^ τὴν τύφλωσι^ν τῆς ψυ_χῆς ἀπεστρέφετο τὴν συ^ναγωγήν. | καὶ ὥσπερ ἐκεῖ διὰ τὴν ἀσθένειαν τῶν ὀφθαλμῶν, οὕτως ἐνταῦθα διὰ τὴν τύφλωσιν τῆς ψυχῆς ἀπεστρέφετο τὴν συναγωγήν. |
ἄφετε αὐτούς, ὁδηγοί εἰσι^ τυφλῶν· | ἄφετε αὐτούς, ὁδηγοί εἰσι τυφλῶν· |
τυφλὸς δὲ τυφλὸν ἐὰ^ν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. | τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. |
ὅτι^ δὲ πά^ντα^ τὸν χρόνον, καθ' ὃν ἡ συ^ναγωγὴ συνεπολιτεύετο τῷ νόμῳ, ὁ θεὸς ἐβούλετο ἐκεῖνον τὸν λα_ὸν δι^ὰ^ τὴν ἀγνωμοσύνην ἐκβα^λεῖν, μα^ρτυ^ρεῖ που προφήτης λέγων· | ὅτι δὲ πάντα τὸν χρόνον, καθ' ὃν ἡ συναγωγὴ συνεπολιτεύετο τῷ νόμῳ, ὁ θεὸς ἐβούλετο ἐκεῖνον τὸν λαὸν διὰ τὴν ἀγνωμοσύνην ἐκβαλεῖν, μαρτυρεῖ που προφήτης λέγων· |
ἀφ' ἧς ἡμέρα_ς ἀ^νήγα^γον πατέρας ὑ_μῶν ἐκ γῆς αἰγύπτου, καὶ ἕως τῆς σήμερον, πρὸ ὀφθαλμῶν μου ἦν ἐκβα^λεῖν τὴν πόλι^ν ταύτην. | ἀφ' ἧς ἡμέρας ἀνήγαγον πατέρας ὑμῶν ἐκ γῆς αἰγύπτου, καὶ ἕως τῆς σήμερον, πρὸ ὀφθαλμῶν μου ἦν ἐκβαλεῖν τὴν πόλιν ταύτην. |
ὅτι^ δὲ πά^λι^ν ἐν ὅσῳ χρόνον ἡ συ^ναγωγὴ συνῆν τῷ νόμῳ, ὁ θεὸς τὸν σκοπὸν ἐπὶ^ τὴν ἐκκλησί^α_ν εἶχε, λέγει τῷ μωϋσῇ· | ὅτι δὲ πάλιν ἐν ὅσῳ χρόνον ἡ συναγωγὴ συνῆν τῷ νόμῳ, ὁ θεὸς τὸν σκοπὸν ἐπὶ τὴν ἐκκλησίαν εἶχε, λέγει τῷ μωϋσῇ· |
ἔασόν με, καὶ ποιήσω σε εἰς ἔθνος μέγα^, καὶ πολὺ^ μᾶλλον. | ἔασόν με, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ πολὺ μᾶλλον. |
εἰ τοῦτο ἔχεις ἐν ἑαυτῷ τὴν ἐκκλησί^α_ν εἰκόνα^ τῆς πα^λαιᾶς ἱστορίας, πῶς πα^ρεισῆλθεν ὁ νόμος; | εἰ τοῦτο ἔχεις ἐν ἑαυτῷ τὴν ἐκκλησίαν εἰκόνα τῆς παλαιᾶς ἱστορίας, πῶς παρεισῆλθεν ὁ νόμος; |
ὡς ἡ λεία τῇ ῥαχήλ. | ὡς ἡ λεία τῇ ῥαχήλ. |
ὅτι^ δέ, ἀ^δελφοί, οὐ θεωρί^α_ οὐ δὲ ἀ^λληγορί^α_ βεβι^α^σμένη, ἀλλ' ἀ^ληθῶς εἰκὼν ἧν αὕτη ἡ τοῦ ἰακώβ, καὶ ὅτι^ ὁ ἰακὼβ τοῦ θεοῦ τύ^πον ἐπλήρου, τοῦ ποτὲ μὲν τὴν συ^ναγωγήν, νῦν δὲ τὴν ἐκκλησί^α_ν ἔχοντος, ἐγὼ ὁρά_σεις ἐπλήθυ_να^ καὶ ἐν χερσὶ^ προφήτου ὡμοιώθην. | ὅτι δέ, ἀδελφοί, οὐ θεωρία οὐ δὲ ἀλληγορία βεβιασμένη, ἀλλ' ἀληθῶς εἰκὼν ἧν αὕτη ἡ τοῦ ἰακώβ, καὶ ὅτι ὁ ἰακὼβ τοῦ θεοῦ τύπον ἐπλήρου, τοῦ ποτὲ μὲν τὴν συναγωγήν, νῦν δὲ τὴν ἐκκλησίαν ἔχοντος, ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφήτου ὡμοιώθην. |
καὶ ἐδούλευσεν ἰακὼβ ἐν γυ^ναικὶ^ καὶ ἐν γυ^ναικὶ^ ἐφυ^λά^ξα^τό με. | καὶ ἐδούλευσεν ἰακὼβ ἐν γυναικὶ καὶ ἐν γυναικὶ ἐφυλάξατό με. |
δι^ὰ^ τί^ οὖν ἐφύ^λα^ξεν; | διὰ τί οὖν ἐφύλαξεν; |
ἢ πῶς ἐφύ^λα^ξεν; | ἢ πῶς ἐφύλαξεν; |
εὑρήσεις, ἀ^δελφέ, κα^τὰ^ ἄλλην θεωρί^α_ν τὸν ἰακὼβ ἑτέρως λα^μβά^νοντα^ τὴν γυ^ναῖκα^, ἑτέρως δὲ τὸν ἰσαὰκ τὸν πα^τέρα^ τοῦ ἰακώβ. | εὑρήσεις, ἀδελφέ, κατὰ ἄλλην θεωρίαν τὸν ἰακὼβ ἑτέρως λαμβάνοντα τὴν γυναῖκα, ἑτέρως δὲ τὸν ἰσαὰκ τὸν πατέρα τοῦ ἰακώβ. |
ἰσαὰκ λα^μβά^νων τὴν γυ^ναῖκα^, οὐκ αὐτὸς ἦλθεν εἰς τὴν μέσην τῶν ποτα^μῶν καὶ ἔλα^βεν, ἀλλὰ^ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ καὶ ἐμνηστεύσατο. | ἰσαὰκ λαμβάνων τὴν γυναῖκα, οὐκ αὐτὸς ἦλθεν εἰς τὴν μέσην τῶν ποταμῶν καὶ ἔλαβεν, ἀλλὰ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ καὶ ἐμνηστεύσατο. |
ὁ δὲ ἰακὼβ οὐ δι^ὰ^ δούλου μνηστεύεται, ἀλλὰ^ δι' ἑαυτοῦ. | ὁ δὲ ἰακὼβ οὐ διὰ δούλου μνηστεύεται, ἀλλὰ δι' ἑαυτοῦ. |
ἦν γὰ^ρ καὶ τοῦτο τύ^πος τῆς πα^λαιᾶς καὶ τῆς νέα_ς. | ἦν γὰρ καὶ τοῦτο τύπος τῆς παλαιᾶς καὶ τῆς νέας. |
τὴν γὰ^ρ πα^λαιὰ_ν συ^ναγωγὴν μνηστευσάμενος ὁ θεὸς δι^ὰ^ τοῦ οἰκέτου μωϋσέως λα^μβά^νει. | τὴν γὰρ παλαιὰν συναγωγὴν μνηστευσάμενος ὁ θεὸς διὰ τοῦ οἰκέτου μωϋσέως λαμβάνει. |
ἰσαὰκ λα^μβά^νων γυ^ναῖκα^ δι' οἰκέτου μνηστεύεται καὶ δι' οἰκέτου μνηστευσάμενος λα^μβά^νει. | ἰσαὰκ λαμβάνων γυναῖκα δι' οἰκέτου μνηστεύεται καὶ δι' οἰκέτου μνηστευσάμενος λαμβάνει. |
ὁ δὲ ἰακὼβ οὐκ ἀποστέλλει οἰκέτην, καίτοι ἔχων οἰκέτα_ς, ἀλλ' αὐτὸς ἦλθεν εἰς τὴν μέσην τῶν ποτα^μῶν. | ὁ δὲ ἰακὼβ οὐκ ἀποστέλλει οἰκέτην, καίτοι ἔχων οἰκέτας, ἀλλ' αὐτὸς ἦλθεν εἰς τὴν μέσην τῶν ποταμῶν. |
ἦλθεν αὐτὸς μόνος ὁ πολλοὺς οἰκέτα_ς ἔχων. | ἦλθεν αὐτὸς μόνος ὁ πολλοὺς οἰκέτας ἔχων. |
μόνος ἦλθεν ὁ πολλὰ^ ὑποζύ^γι^α^ ἔχων. | μόνος ἦλθεν ὁ πολλὰ ὑποζύγια ἔχων. |
ὁ γὰ^ρ θεὸς εὐλόγησε τὸν οἶκον τοῦ δεσπότου ἀβραὰμ ἐν κτήνεσι^ καὶ ἀργυρίᾳ καὶ χρυσίῳ καὶ δούλοις καὶ ἵπποις καὶ τοῖς ἄλλοις. | ὁ γὰρ θεὸς εὐλόγησε τὸν οἶκον τοῦ δεσπότου ἀβραὰμ ἐν κτήνεσι καὶ ἀργυρίᾳ καὶ χρυσίῳ καὶ δούλοις καὶ ἵπποις καὶ τοῖς ἄλλοις. |
καὶ τοσαῦτα^ κτήμα^τα^ ἔχων ἔρχεται τὴν ῥάβδον ἔχων μόνην, καὶ λέγει ὁ ἰακώβ· | καὶ τοσαῦτα κτήματα ἔχων ἔρχεται τὴν ῥάβδον ἔχων μόνην, καὶ λέγει ὁ ἰακώβ· |
τῇ ῥάβδῳ μου δι^ῆλθον τὸν ἰορδάνην τοῦτον, ἀντὶ^ τοῦ ῥάβδον μόνην ἔχων ἐξῆλθον μόνος, ὁ πολλῶν δεσπότης. | τῇ ῥάβδῳ μου διῆλθον τὸν ἰορδάνην τοῦτον, ἀντὶ τοῦ ῥάβδον μόνην ἔχων ἐξῆλθον μόνος, ὁ πολλῶν δεσπότης. |
ἐξῆλθεν ἰακὼβ μόνος· | ἐξῆλθεν ἰακὼβ μόνος· |
ἦλθεν εἰς βεθὴλ καὶ ἐκοιμήθη τὴν ἑσπέραν καὶ ὑπέθηκε λί^θον τῇ κεφα^λῇ. | ἦλθεν εἰς βεθὴλ καὶ ἐκοιμήθη τὴν ἑσπέραν καὶ ὑπέθηκε λίθον τῇ κεφαλῇ. |
οὐκ οἶκον εὗρεν, οὐ κατάλυ^μα^. | οὐκ οἶκον εὗρεν, οὐ κατάλυμα. |
εἰκὼν γὰ^ρ ἦν τοῦ λέγοντος· | εἰκὼν γὰρ ἦν τοῦ λέγοντος· |
ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφα^λὴν κλί_νῃ. | ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. |
εἶτα, ἀ^δελφοί, κα^θεύδων βλέπει τὸν οὐρα^νὸν ἀ^νεῳγμένον. | εἶτα, ἀδελφοί, καθεύδων βλέπει τὸν οὐρανὸν ἀνεῳγμένον. |
ὥσπερ γὰ^ρ τῷ χριστῷ οὐκ ἦν κλῖναι τὴν κεφα^λὴν ἐπὶ^ τῆς γῆς, οὐρα^νὸς δὲ αὐτῷ καὶ τὰ^ ἐπουρά^νι^α^ ἀ^νέῳκτο, οὕτω κα^θεύδει ἰακὼβ, οἶκον οὐκ ἔχων καὶ τὸν οὐρα^νὸν βλέπων ἀ^νεῳγμένον καὶ κλίμακα^ ἀ^πὸ γῆς ἕως οὐρα^νοῦ ἐστηριγμένην. | ὥσπερ γὰρ τῷ χριστῷ οὐκ ἦν κλῖναι τὴν κεφαλὴν ἐπὶ τῆς γῆς, οὐρανὸς δὲ αὐτῷ καὶ τὰ ἐπουράνια ἀνέῳκτο, οὕτω καθεύδει ἰακὼβ, οἶκον οὐκ ἔχων καὶ τὸν οὐρανὸν βλέπων ἀνεῳγμένον καὶ κλίμακα ἀπὸ γῆς ἕως οὐρανοῦ ἐστηριγμένην. |
ἦν δὲ καὶ ἄλλῳ λόγῳ τύ^πος τῶν διωκομένων. | ἦν δὲ καὶ ἄλλῳ λόγῳ τύπος τῶν διωκομένων. |
ἐπειδὴ γὰ^ρ τὸν ἠσαῦ φεύγων ἦλθεν εἰς τὴν μέσην τῶν ποτα^μῶν, βουλόμενος δεῖξαι ὁ θεὸς ὅτι^ παντὶ^ τῷ ἐπὶ^ γῆς διωκομένῳ οὐρα^νὸς ἀ^νέῳκται, βλέπει τὸν οὐρα^νὸν ἀ^νεῳγμένον καὶ κλίμακα^ ἐστηριγμένην ἀ^πὸ γῆς ἕως οὐρα^νοῦ καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀ^ναβαίνοντα^ς καὶ κα^ταβαίνοντα^ς δι^ὰ^ τῆς κλίμακος. | ἐπειδὴ γὰρ τὸν ἠσαῦ φεύγων ἦλθεν εἰς τὴν μέσην τῶν ποταμῶν, βουλόμενος δεῖξαι ὁ θεὸς ὅτι παντὶ τῷ ἐπὶ γῆς διωκομένῳ οὐρανὸς ἀνέῳκται, βλέπει τὸν οὐρανὸν ἀνεῳγμένον καὶ κλίμακα ἐστηριγμένην ἀπὸ γῆς ἕως οὐρανοῦ καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας διὰ τῆς κλίμακος. |
καὶ ὁ κύ_ρι^ος, φησί^ν, ἐπεστήρικτο. | καὶ ὁ κύριος, φησίν, ἐπεστήρικτο. |
οὐκ εἶπεν ἁπλῶς ἐκάθητο, ἀλλ' ἐπεστήρικτο τῇ κλίμακι^. | οὐκ εἶπεν ἁπλῶς ἐκάθητο, ἀλλ' ἐπεστήρικτο τῇ κλίμακι. |
τί^ς δὲ ἡ κλίμαξ; | τίς δὲ ἡ κλίμαξ; |
εἰκὼν τοῦ σταυροῦ. | εἰκὼν τοῦ σταυροῦ. |
δι' αὐτοῦ γά^ρ ἐστι^ν ἀ^νελθεῖν εἰς τὸν οὐρα^νόν. | δι' αὐτοῦ γάρ ἐστιν ἀνελθεῖν εἰς τὸν οὐρανόν. |
καὶ οἱ μὲν δι' αὐτοῦ ἀ^νῆλθον εἰς τὸν οὐρα^νόν· | καὶ οἱ μὲν δι' αὐτοῦ ἀνῆλθον εἰς τὸν οὐρανόν· |
οἱ δὲ δι' αὐτοῦ κα^τῆλθον. | οἱ δὲ δι' αὐτοῦ κατῆλθον. |
ἰουδαῖοι ἐξέπεσον τῶν οὐρα^νῶν δι^ὰ^ σταυροῦ καὶ ἔθνη εἰς οὐρα^νὸν ἀ^νά^γονται δι^ὰ^ τοῦ σταυροῦ. | ἰουδαῖοι ἐξέπεσον τῶν οὐρανῶν διὰ σταυροῦ καὶ ἔθνη εἰς οὐρανὸν ἀνάγονται διὰ τοῦ σταυροῦ. |
ἀλλ' ἐπειδὴ δεῖ παντα^χοῦ φεύγειν τὴν βίαν τῆς ἀ^λληγορί^α_ς καὶ μα^ρτυ^ρί^αις ἐγγρά^φοις σφραγί^ζειν τὰ^ λεγόμενα^, ἵ^να_ δείξῃ ὁ σωτὴρ δι^ὰ^ τῶν εὐαγγελίων, ὅτι^ οἱ ἄγγελοι ἐκεῖνοι οἱ ἀ^ναβαίνοντες καὶ κα^ταβαίνοντες εἰκόνα^ τῆς εὐαγγελικῆς ἐπλήρουν χά^ρι^τος, ἐπειδὴ εἶπόν σοι, εἶδόν σε ὑ^πὸ τὴν συκῆν, ἐπί^στευσα^ς, ... | ἀλλ' ἐπειδὴ δεῖ πανταχοῦ φεύγειν τὴν βίαν τῆς ἀλληγορίας καὶ μαρτυρίαις ἐγγράφοις σφραγίζειν τὰ λεγόμενα, ἵνα δείξῃ ὁ σωτὴρ διὰ τῶν εὐαγγελίων, ὅτι οἱ ἄγγελοι ἐκεῖνοι οἱ ἀναβαίνοντες καὶ καταβαίνοντες εἰκόνα τῆς εὐαγγελικῆς ἐπλήρουν χάριτος, ἐπειδὴ εἶπόν σοι, εἶδόν σε ὑπὸ τὴν συκῆν, ἐπίστευσας, μείζονα τούτων ὄψει. |
ἀμὴν λέγω ὑ_μῖν, ἀ^πάρτι ὄψεσθε τὸν οὐρα^νὸν ἀ^νεῳγμένον, καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀ^ναβαίνοντα^ς καὶ κα^ταβαίνοντα^ς ἐπὶ^ τὸν υἱὸν τοῦ ἀνθρώπου. | ἀμὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. |
ἦλθεν ἐπὶ^ τὴν μέσην τῶν ποτα^μῶν, καὶ ὡς εἶδε τὸ ὅρα_μα^, λέγει· | ἦλθεν ἐπὶ τὴν μέσην τῶν ποταμῶν, καὶ ὡς εἶδε τὸ ὅραμα, λέγει· |
οὐκ ἔστι^ τοῦτο ἀλλ' ἢ οἶκος θεοῦ. | οὐκ ἔστι τοῦτο ἀλλ' ἢ οἶκος θεοῦ. |
καὶ μὴν οὐκ εἶδες οἴκων οἰκοδομήν, ἀλλὰ^ κλίμακα^. | καὶ μὴν οὐκ εἶδες οἴκων οἰκοδομήν, ἀλλὰ κλίμακα. |
ἀλλ' ἐπειδὴ ᾔδει ὅτι^ ἡ κλίμαξ τύ^πος ἐστὶ^ τῆς ἐκκλησί^α_ς, λέγει· | ἀλλ' ἐπειδὴ ᾔδει ὅτι ἡ κλίμαξ τύπος ἐστὶ τῆς ἐκκλησίας, λέγει· |
τοῦτο οἶκος θεοῦ, τοῦτο ἐκκλησί^α_ ἐστί^. | τοῦτο οἶκος θεοῦ, τοῦτο ἐκκλησία ἐστί. |
καὶ πόθεν τοῦτο, ὅτι^ οἶκος θεοῦ ἐκκλησί^α_ ἐστί^; | καὶ πόθεν τοῦτο, ὅτι οἶκος θεοῦ ἐκκλησία ἐστί; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.