macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
πῶς δὲ ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀ^λλοτρί^α_;. | πῶς δὲ ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;. |
μὴ γὰ^ρ ὁ θεὸς τῆς φύ^σεως αἰτιᾶται τὸ δένδρον. | μὴ γὰρ ὁ θεὸς τῆς φύσεως αἰτιᾶται τὸ δένδρον. |
ἔδωκεν γά^μον καὶ ἐγκαλεῖ τῷ γά^μῳ; | ἔδωκεν γάμον καὶ ἐγκαλεῖ τῷ γάμῳ; |
ἔπλασεν τὸν ἄνθρωπον καὶ εἶπεν· | ἔπλασεν τὸν ἄνθρωπον καὶ εἶπεν· |
ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν. | ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν. |
καὶ ἐποίησε βοηθόν, ἐπίβουλον κα^λεῖ. | καὶ ἐποίησε βοηθόν, ἐπίβουλον καλεῖ. |
ἐὰ^ν φυλάττῃς τὸν νόμον, ἔχεις βοηθόν· | ἐὰν φυλάττῃς τὸν νόμον, ἔχεις βοηθόν· |
ἐὰ^ν παρατρέψῃς τὸν νόμον, ἔχεις βοηθὸν ἐπίβουλον. | ἐὰν παρατρέψῃς τὸν νόμον, ἔχεις βοηθὸν ἐπίβουλον. |
καὶ πρόσεχε. | καὶ πρόσεχε. |
λέγει παῦλος· | λέγει παῦλος· |
τίμιος ὁ γά^μος καὶ ἡ κοίτη ἀ^μί^α^ντος ἐν πᾶσι^ν· | τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος ἐν πᾶσιν· |
πόρνους δὲ καὶ μοιχοὺς κρι^νεῖ ὁ θεός. | πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. |
μάθετε ἐντεῦθεν τὴν δι^α^φορὰ_ν τοῦ πρά_γμα^τος. | μάθετε ἐντεῦθεν τὴν διαφορὰν τοῦ πράγματος. |
μὴ γά^μος ἢ πορνεία_ ἢ μοιχεία ἄλλην καὶ ἄλλην ἔχει τὴν ὄψι^ν; | μὴ γάμος ἢ πορνεία ἢ μοιχεία ἄλλην καὶ ἄλλην ἔχει τὴν ὄψιν; |
οὐχ αὕτη ἡ πρᾶξι^ς; | οὐχ αὕτη ἡ πρᾶξις; |
οὐ τὰ^ αὐτὰ^ μέλη; | οὐ τὰ αὐτὰ μέλη; |
μὴ ἄλλοις μέλεσι^ πορνεία_ καὶ ἄλλοις μοιχεία καὶ ἑτέροις μέλεσι^ γά^μος; | μὴ ἄλλοις μέλεσι πορνεία καὶ ἄλλοις μοιχεία καὶ ἑτέροις μέλεσι γάμος; |
οὐ τὰ^ αὐτὰ^ μέλη; | οὐ τὰ αὐτὰ μέλη; |
οὐχ αὕτη ἡ πρᾶξι^ς; | οὐχ αὕτη ἡ πρᾶξις; |
ὁ δὲ νόμος οὐκ αὐτός. | ὁ δὲ νόμος οὐκ αὐτός. |
κολάζεται καὶ κρί_νεται ὁ πράττων. | κολάζεται καὶ κρίνεται ὁ πράττων. |
ἕστηκεν ὁ δι^καστής, ὁ νόμος· | ἕστηκεν ὁ δικαστής, ὁ νόμος· |
ἐὰ^ν γά^μος ᾖ, συντρέχει καὶ τι_μᾷ τὸν γά^μον· | ἐὰν γάμος ᾖ, συντρέχει καὶ τιμᾷ τὸν γάμον· |
ἐὰ^ν γά^μος ᾖ πα^ρά^νομος, ὁ δι^καστὴς εὐθέως τὸ ξί^φος ἀκονᾷ καὶ τέμνει τὴν παρρησίαν. | ἐὰν γάμος ᾖ παράνομος, ὁ δικαστὴς εὐθέως τὸ ξίφος ἀκονᾷ καὶ τέμνει τὴν παρρησίαν. |
ἐκεῖ συνδᾳδουχεῖ τῷ γά^μῳ ὡς αὐτὸς κελεύσας, μοιχείαν δὲ κολάζει τὴν αὐτῷ οὐκ ἀρέσκουσα^ν. | ἐκεῖ συνδᾳδουχεῖ τῷ γάμῳ ὡς αὐτὸς κελεύσας, μοιχείαν δὲ κολάζει τὴν αὐτῷ οὐκ ἀρέσκουσαν. |
νόμιμον πρᾶγμα^ τι_μᾷ· | νόμιμον πρᾶγμα τιμᾷ· |
ὅπου δὲ εὕροι παρατροπὴν νόμου, πα^ροξύ_νεται. | ὅπου δὲ εὕροι παρατροπὴν νόμου, παροξύνεται. |
ὁρᾷς ὅτι^ οὐ φύ^σι^ς ἐστὶ^ κα^κοῦ, ἀλλὰ παρατροπὴ τοῦ κα^λοῦ τὸ κα^κόν; | ὁρᾷς ὅτι οὐ φύσις ἐστὶ κακοῦ, ἀλλὰ παρατροπὴ τοῦ καλοῦ τὸ κακόν; |
ὁμοίως ὁ χριστός, ἵ^να_ δείξῃ πῶς τι_μᾷ τὸν γά^μον, ὃν ἐποίησεν, καὶ κολάζει μοιχείαν, ἣν οὐκ ἐποίησεν, κα^τὰ^ μὲν μοιχῶν ἀποφαίνεται λέγων· | ὁμοίως ὁ χριστός, ἵνα δείξῃ πῶς τιμᾷ τὸν γάμον, ὃν ἐποίησεν, καὶ κολάζει μοιχείαν, ἣν οὐκ ἐποίησεν, κατὰ μὲν μοιχῶν ἀποφαίνεται λέγων· |
ὃς ἂ_ν ἐμβλέψῃ γυ^ναῖκα^ πρὸς τὸ ἐπι^θυ_μῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδί^ᾳ αὐτοῦ. | ὃς ἂν ἐμβλέψῃ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. |
ὅπου δὲ νόμιμον γά^μον εὗρεν, οὐ μόνον ἐτί_μησε τὸ πρᾶγμα^, ἀλλὰ καὶ εὑρέθη μετὰ^ τῶν κεκλημένων. | ὅπου δὲ νόμιμον γάμον εὗρεν, οὐ μόνον ἐτίμησε τὸ πρᾶγμα, ἀλλὰ καὶ εὑρέθη μετὰ τῶν κεκλημένων. |
γάμος ἐγένετο ἐν κανᾷ τῆς γαλιλαίας καὶ ἰησοῦς ἦν ἐκεῖ. | γάμος ἐγένετο ἐν κανᾷ τῆς γαλιλαίας καὶ ἰησοῦς ἦν ἐκεῖ. |
εἶδε τὸν νόμον ὁ νομοθέτης καὶ ἐτί_μησεν· | εἶδε τὸν νόμον ὁ νομοθέτης καὶ ἐτίμησεν· |
εἶδε τὸ πρᾶγμα^ καὶ οὐκ ἔφυ^γεν. | εἶδε τὸ πρᾶγμα καὶ οὐκ ἔφυγεν. |
καὶ μή τι^ς λεγέτω· | καὶ μή τις λεγέτω· |
ἔδει οὖν τὸν θεὸν τὸν τοσοῦτον εἰς γά^μον ἀ^πελθεῖν; | ἔδει οὖν τὸν θεὸν τὸν τοσοῦτον εἰς γάμον ἀπελθεῖν; |
οὐκ ἦν αἰσχύ_νη τὸ πα^ρόντος θεοῦ τὸν γά^μον γί_νεσθαι. | οὐκ ἦν αἰσχύνη τὸ παρόντος θεοῦ τὸν γάμον γίνεσθαι. |
τὴν εὔαν φέρων πρὸς τὸν ἀδὰμ ὁ θεὸς οὐκ ᾐσχύνθη νυμφα^γωγῶν, καὶ πα^ρὼν ὁ νομοθέτης αἰδεῖται; | τὴν εὔαν φέρων πρὸς τὸν ἀδὰμ ὁ θεὸς οὐκ ᾐσχύνθη νυμφαγωγῶν, καὶ παρὼν ὁ νομοθέτης αἰδεῖται; |
ταῦτα λέγω εἰς ση τοὺς καταφεύγοντα^ς κα^τέλα^βεν τότε κατακλυσμός, καὶ οὐδὲν εὑρεθὲν ἔξω τῆς κιβωτοῦ ἐσώθη. | ταῦτα λέγω εἰς ση τοὺς καταφεύγοντας κατέλαβεν τότε κατακλυσμός, καὶ οὐδὲν εὑρεθὲν ἔξω τῆς κιβωτοῦ ἐσώθη. |
καταλαμβάνει ἡ πα^ρουσί^α_ τοῦ χριστοῦ, καὶ οὐδεὶς εὑρισκόμενος ἔξω τῆς ἐκκλησί^α_ς σώζεται. | καταλαμβάνει ἡ παρουσία τοῦ χριστοῦ, καὶ οὐδεὶς εὑρισκόμενος ἔξω τῆς ἐκκλησίας σώζεται. |
μαρτυρεῖ τούτοις ὁ πάντων δεσπότης λέγων· | μαρτυρεῖ τούτοις ὁ πάντων δεσπότης λέγων· |
ὥσπερ ἦσα^ν ἐν ταῖς ἡμέραις τοῦ νῶε· | ὥσπερ ἦσαν ἐν ταῖς ἡμέραις τοῦ νῶε· |
ἤσθι^ον, ἔπι_νον, ἐγά^μουν, ἐγαμίσκοντο, ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρε πά^ντα^ς, οὕτως ἔσται ἡ πα^ρουσί^α_ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. | ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίσκοντο, ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρε πάντας, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. |
ὁρᾷς τὴν εἰκόνα^ λάμπουσα^ν καὶ ἀβίαστον τὴν ἀ^λήθεια^ν. | ὁρᾷς τὴν εἰκόνα λάμπουσαν καὶ ἀβίαστον τὴν ἀλήθειαν. |
ἀλλὰ περὶ^ μὲν τοῦ κατακλυσμοῦ ἰδιάζων ἀποθήσεται λόγος, ἵ^να_ ἀκολουθίᾳ καὶ τάξει πά^ντα^ τὸν εἱρμὸν δι^α^νύ^σωμεν καὶ μηδὲν πα^ραλειφθῇ τῶν θείων γρα^φῶν ἀνεξέταστον. | ἀλλὰ περὶ μὲν τοῦ κατακλυσμοῦ ἰδιάζων ἀποθήσεται λόγος, ἵνα ἀκολουθίᾳ καὶ τάξει πάντα τὸν εἱρμὸν διανύσωμεν καὶ μηδὲν παραλειφθῇ τῶν θείων γραφῶν ἀνεξέταστον. |
ἐκεῖνο δὲ ἐρῶ κ ἀκεῖνο ὑποτί^θημι^, ὅτι^ πᾶν ἔργον ἀ^γα^θὸν καὶ ὄψι^ν ἔχει καὶ πρόσωπον. | ἐκεῖνο δὲ ἐρῶ κ ἀκεῖνο ὑποτίθημι, ὅτι πᾶν ἔργον ἀγαθὸν καὶ ὄψιν ἔχει καὶ πρόσωπον. |
οὐδεὶς ἐπὶ^ δι^καιοσύ^νῃ αἰσχύ_νεταί ποτε· | οὐδεὶς ἐπὶ δικαιοσύνῃ αἰσχύνεταί ποτε· |
πολεμεῖσθαι δύ^να^ται, αἰσχύ_νεσθαι οὐ δύ^να^ται. | πολεμεῖσθαι δύναται, αἰσχύνεσθαι οὐ δύναται. |
αἰσχύνεσθαι οὐ δύ^να^ται ἡ εὐσέβεια^. | αἰσχύνεσθαι οὐ δύναται ἡ εὐσέβεια. |
ἐδιώκετο παῦλος, ἀλλ' οὐκ ᾐσχύ_νετο· | ἐδιώκετο παῦλος, ἀλλ' οὐκ ᾐσχύνετο· |
ἐδεσμεῖτο, ἀλλ' οὐ διετρέπετο. | ἐδεσμεῖτο, ἀλλ' οὐ διετρέπετο. |
καὶ λέγει καυχώμενος· | καὶ λέγει καυχώμενος· |
ἕνεκεν τῆς ἐλπί^δος τοῦ ἰσραὴλ ταύτην τὴν ἅλυσι^ν περίκειμαι, ἀλλ' οὐκ ἐπαισχύνομαι. | ἕνεκεν τῆς ἐλπίδος τοῦ ἰσραὴλ ταύτην τὴν ἅλυσιν περίκειμαι, ἀλλ' οὐκ ἐπαισχύνομαι. |
οὐ γὰ^ρ ἦν κα^κουργία_ς ἐπιτίμια^ τὰ^ δεσμά^, ἀλλ' εὐσεβεία_ς ἐγκώμι^α^. | οὐ γὰρ ἦν κακουργίας ἐπιτίμια τὰ δεσμά, ἀλλ' εὐσεβείας ἐγκώμια. |
διὰ τοῦτο σεμνύνεται παῦλος λέγων· | διὰ τοῦτο σεμνύνεται παῦλος λέγων· |
παῦλος δέσμιος ἰησοῦ χριστοῦ. | παῦλος δέσμιος ἰησοῦ χριστοῦ. |
ἄλλος κ ἂ_ν δεθῇ, θέλει μηδένα^ μα^θεῖν. | ἄλλος κ ἂν δεθῇ, θέλει μηδένα μαθεῖν. |
ὁ παῦλος ἐδέθη, καὶ θλί_βεται, ἐὰ^ν μὴ πάντες μά^θωσι^ν. | ὁ παῦλος ἐδέθη, καὶ θλίβεται, ἐὰν μὴ πάντες μάθωσιν. |
ὅρα τοίνυ^ν. | ὅρα τοίνυν. |
ἐμέμψατο ὁ θεὸς ἀταξίαν, πα^ρανομίαν, ἀμετρίαν. | ἐμέμψατο ὁ θεὸς ἀταξίαν, παρανομίαν, ἀμετρίαν. |
ἐντεῦθεν λύ_εται τῶν σκηνι^κῶν ἡ μυ_θολογί^α_. | ἐντεῦθεν λύεται τῶν σκηνικῶν ἡ μυθολογία. |
σκηνικοὺς δὲ λέγω πά^ντα^ς τοὺς τὰ^ ψευδῆ λέγοντα^ς. | σκηνικοὺς δὲ λέγω πάντας τοὺς τὰ ψευδῆ λέγοντας. |
ὅτε ὁ κατακλυσμὸς ἐγένετο, αἱ γενέσεις τῶν ἄστρων ποῦ ἦσα^ν; | ὅτε ὁ κατακλυσμὸς ἐγένετο, αἱ γενέσεις τῶν ἄστρων ποῦ ἦσαν; |
ὅτε ὁ κατακλυσμὸς ἐγένετο, ἡ γένεσι^ς ἡ κα^τὰ^ τὸν δρόμον τῶν ἀστέρων ποῦ ἐχωρίσθη; | ὅτε ὁ κατακλυσμὸς ἐγένετο, ἡ γένεσις ἡ κατὰ τὸν δρόμον τῶν ἀστέρων ποῦ ἐχωρίσθη; |
εἰ οἱ αὐτοὶ ἁστέρες ἦσα^ν καὶ τότε καὶ νῦν, τὰ^ αὐτὰ^ ἐπετέλουν τὸν αὐτὸν ἔχοντες δρόμον. | εἰ οἱ αὐτοὶ ἁστέρες ἦσαν καὶ τότε καὶ νῦν, τὰ αὐτὰ ἐπετέλουν τὸν αὐτὸν ἔχοντες δρόμον. |
ἀνηλίσκετο δὲ μικρὸν βρέφος ἄωρον. | ἀνηλίσκετο δὲ μικρὸν βρέφος ἄωρον. |
ὁ ἀστὴρ ἠβούλετο τοῦτον γενέσθαι πολυετῆ. | ὁ ἀστὴρ ἠβούλετο τοῦτον γενέσθαι πολυετῆ. |
πῶς οὖν ἐσπά^ρη; | πῶς οὖν ἐσπάρη; |
ἀλλ' εἰ κα^τὰ^ πάντων βρεφῶν ἤνεγκε μί^α^ν ψῆφον ἡ γένεσι^ς, διὰ τί καθ' ἕκαστον καιρὸν ταῦτα οὐκ ἐγένετο; | ἀλλ' εἰ κατὰ πάντων βρεφῶν ἤνεγκε μίαν ψῆφον ἡ γένεσις, διὰ τί καθ' ἕκαστον καιρὸν ταῦτα οὐκ ἐγένετο; |
εἰ γὰ^ρ ὁ αὐτὸς δρόμος πάντοτε, διὰ τί τὰ^ μὴ ἀποτελούμενα^ ὁμοίως λέγουσι^ν; | εἰ γὰρ ὁ αὐτὸς δρόμος πάντοτε, διὰ τί τὰ μὴ ἀποτελούμενα ὁμοίως λέγουσιν; |
πά^ντα^ κα^τὰ^ γένεσι^ν γί_νεται; | πάντα κατὰ γένεσιν γίνεται; |
πρὸ δὲ τῆς τοῦ χριστοῦ ἐπιγνώσεως πολλαὶ γενεαὶ καὶ αἰῶνες διέδραμον. | πρὸ δὲ τῆς τοῦ χριστοῦ ἐπιγνώσεως πολλαὶ γενεαὶ καὶ αἰῶνες διέδραμον. |
ποῦ ἦσα^ν οἱ πρὸ τῆς πα^ρουσί^α_ς τοῦ χριστοῦ ἀστέρες οἱ ποιοῦντες χριστιανούς; | ποῦ ἦσαν οἱ πρὸ τῆς παρουσίας τοῦ χριστοῦ ἀστέρες οἱ ποιοῦντες χριστιανούς; |
ποῦ νῦν οἱ ἀστέρες οἱ ποιοῦντες ἑλληνισμόν; | ποῦ νῦν οἱ ἀστέρες οἱ ποιοῦντες ἑλληνισμόν; |
οὔτε ἕλληνες μετὰ^ χριστὸν οὔ τε χριστιανοὶ πρὸ χριστοῦ; | οὔτε ἕλληνες μετὰ χριστὸν οὔ τε χριστιανοὶ πρὸ χριστοῦ; |
ποῦ ἡ γέννησι^ς τῶν ἄστρων; | ποῦ ἡ γέννησις τῶν ἄστρων; |
ἴσμεν, ἀ^δελφοί, πολλὰ^ ξένα_ καὶ πα^ρὰ^ τὴν συνήθεια^ν. | ἴσμεν, ἀδελφοί, πολλὰ ξένα καὶ παρὰ τὴν συνήθειαν. |
ἐπειδὴ λέγουσι^ν ὅτι^ τὸ τίκτεσθαι πλούσι^ον καὶ πένητα^, βα^σι^λέα^ καὶ ἄ^ρχοντα^, σώφρονα^ καὶ μοιχὸν ἀ^πὸ γενέσεώς ἐστι^ν, ἐρωτῶ· | ἐπειδὴ λέγουσιν ὅτι τὸ τίκτεσθαι πλούσιον καὶ πένητα, βασιλέα καὶ ἄρχοντα, σώφρονα καὶ μοιχὸν ἀπὸ γενέσεώς ἐστιν, ἐρωτῶ· |
ὁ σώφρων πρᾶγμά^ ἐστι^, καὶ στρέφεται ταῦτα ἐν τῷ βί^ῳ ἐξ αἰῶνος; | ὁ σώφρων πρᾶγμά ἐστι, καὶ στρέφεται ταῦτα ἐν τῷ βίῳ ἐξ αἰῶνος; |
ἀλλὰ καὶ ὁ πρᾶγμά^ ἐστί^ν ποτε μὴ ὂν καὶ νῦν ἀ^ρξά^μενον. | ἀλλὰ καὶ ὁ πρᾶγμά ἐστίν ποτε μὴ ὂν καὶ νῦν ἀρξάμενον. |
καὶ ὁ ἑλληνισμός ποτε ἦν καὶ νῦν ἐσβέσθη. | καὶ ὁ ἑλληνισμός ποτε ἦν καὶ νῦν ἐσβέσθη. |
ὁ χριστιανισμός ποτε ἐφαίνετο, ἔλαμψεν δέ. | ὁ χριστιανισμός ποτε ἐφαίνετο, ἔλαμψεν δέ. |
ποῦ ὁ δρόμος τῶν ἄστρων, ὃς ἐκεῖνα^ ἔσβεσε καὶ ταῦτα ἐξέλαμψεν; | ποῦ ὁ δρόμος τῶν ἄστρων, ὃς ἐκεῖνα ἔσβεσε καὶ ταῦτα ἐξέλαμψεν; |
ἐγένοντο νῦν ἐν πολλοῖς τόποις ἀσκητήρια^ χριστοῦ χάριτι^, εὐαγγελικῇ πολι_τείᾳ σεμνυνομένων ἀνθρώπων. | ἐγένοντο νῦν ἐν πολλοῖς τόποις ἀσκητήρια χριστοῦ χάριτι, εὐαγγελικῇ πολιτείᾳ σεμνυνομένων ἀνθρώπων. |
οἱ ἀστέρες οἱ σωφροσύνην γεννῶν τες ποῦ ἦσα^ν τότε; | οἱ ἀστέρες οἱ σωφροσύνην γεννῶν τες ποῦ ἦσαν τότε; |
ταῦτα λέγω εἰς τὸ δεῖξαι οὔ τε γενέσεως δρόμον οὔ τε τύ^χης οὔ τε εἱμαρμένης, ἀλλὰ πολι_τεία_ς ἀ^γα^θῆς ἀ^γα^θοὺς καρποὺς καὶ κα^κῆς ἀναστροφῆς πονηρὸν τέλος. | ταῦτα λέγω εἰς τὸ δεῖξαι οὔ τε γενέσεως δρόμον οὔ τε τύχης οὔ τε εἱμαρμένης, ἀλλὰ πολιτείας ἀγαθῆς ἀγαθοὺς καρποὺς καὶ κακῆς ἀναστροφῆς πονηρὸν τέλος. |
ὁ θεὸς μακροθυμεῖ, οὐχ ὡς μα^κρὰ_ν θυ_μὸν ἔχων, ἀλλ' ὡς μα^κρὰ_ν θυ_μοῦ ὑ^πά^ρχων. | ὁ θεὸς μακροθυμεῖ, οὐχ ὡς μακρὰν θυμὸν ἔχων, ἀλλ' ὡς μακρὰν θυμοῦ ὑπάρχων. |
εἶπον καὶ πά^λαι, ὅτι^ ἐὰ^ν ἴ^δῃς θεὸν ἀ^πειλοῦντα^, σῶσαι θέλει· | εἶπον καὶ πάλαι, ὅτι ἐὰν ἴδῃς θεὸν ἀπειλοῦντα, σῶσαι θέλει· |
ἐὰν ἴ^δῃς θεὸν ἐπὶ^ ἁ^μα^ρτήμα^σι^ σιωπῶντα^, νόει ὅτι^ κολά^σαι θέλει. | ἐὰν ἴδῃς θεὸν ἐπὶ ἁμαρτήμασι σιωπῶντα, νόει ὅτι κολάσαι θέλει. |
ὅτα^ν ἀ^πειλήσῃ, σῴζειν θέλει, ὅτα^ν σι^ωπήσῃ, κολάζειν βούλεται. | ὅταν ἀπειλήσῃ, σῴζειν θέλει, ὅταν σιωπήσῃ, κολάζειν βούλεται. |
εἶπον μὲν ὅμως καὶ πάλιν λέγω· | εἶπον μὲν ὅμως καὶ πάλιν λέγω· |
ἐκήρυξεν τῇ νινευῇ καταστροφὴν καὶ ἠλέησεν· | ἐκήρυξεν τῇ νινευῇ καταστροφὴν καὶ ἠλέησεν· |
ἐσι^ώπησεν ἐπὶ^ σοδομιτῶν καὶ κα^τέστρεψεν. | ἐσιώπησεν ἐπὶ σοδομιτῶν καὶ κατέστρεψεν. |
ἐὰν ἴ^δῃς σεαυτὸν παιδευόμενον ἐπὶ^ ἁμαρτίᾳ, νόει ὅτι^ ἀντιλαμβάνεταί σοι ὁ θεός. | ἐὰν ἴδῃς σεαυτὸν παιδευόμενον ἐπὶ ἁμαρτίᾳ, νόει ὅτι ἀντιλαμβάνεταί σοι ὁ θεός. |
μὴ λέγε· | μὴ λέγε· |
ὅτι^ ἐμίσησέ με ὁ θεός, διὰ τοῦτο πάσχω τοιαῦτα^. | ὅτι ἐμίσησέ με ὁ θεός, διὰ τοῦτο πάσχω τοιαῦτα. |
ἐὰν ἴ^δῃς ἑαυτὸν ἁμαρτάνοντα^ καὶ μηδὲν πά^σχοντα^, εἰπέ· | ἐὰν ἴδῃς ἑαυτὸν ἁμαρτάνοντα καὶ μηδὲν πάσχοντα, εἰπέ· |
ἀπέστραπταί με ὁ θεός. | ἀπέστραπταί με ὁ θεός. |
οὐκ ἀ^ρέσκει μοι ὅτι^ μακροθυμεῖ. | οὐκ ἀρέσκει μοι ὅτι μακροθυμεῖ. |
πολλὰ^ ἥμαρτον, οὔ τε νόσῳ με ἐπαίδευσεν οὔ τε πυ^ρετῷ. | πολλὰ ἥμαρτον, οὔ τε νόσῳ με ἐπαίδευσεν οὔ τε πυρετῷ. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.