macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ὁ ἦχος οὗτος ἤρξα^το μὲν ἀ^πὸ τοῦ χριστοῦ, ἤνθησε δὲ ἐν τοῖς ἀ^ποστόλοις.
ὁ ἦχος οὗτος ἤρξατο μὲν ἀπὸ τοῦ χριστοῦ, ἤνθησε δὲ ἐν τοῖς ἀποστόλοις.
καὶ ποῦ ἤχησεν;
καὶ ποῦ ἤχησεν;
ἐν τῷ σωτῆρι^, ὅτε τὰ^ θαύμα^τα^ εἰργάζετο ὁ σωτήρ.
ἐν τῷ σωτῆρι, ὅτε τὰ θαύματα εἰργάζετο ὁ σωτήρ.
λέγει τὸ εὐαγγέλιον·
λέγει τὸ εὐαγγέλιον·
καὶ ἐξῆλθεν ἦχος αὐτοῦ, ἦχος εἰς ὅλην τὴν συρίαν.
καὶ ἐξῆλθεν ἦχος αὐτοῦ, ἦχος εἰς ὅλην τὴν συρίαν.
καὶ ὁ παῦλος τοῖς πιστεύσα^ σι^ν λέγει·
καὶ ὁ παῦλος τοῖς πιστεύσα σιν λέγει·
ἀφ' ὑ_μῶν ἐξήχεται ὁ λόγος τοῦ κυ_ρί^ου.
ἀφ' ὑμῶν ἐξήχεται ὁ λόγος τοῦ κυρίου.
ἦχος ὥσπερ φερομένης πνοῆς βι^αία_ς.
ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας.
διὰ τί^ βι^αία_ς;
διὰ τί βιαίας;
ἦψατο τῶν γωνιῶν τοῦ οἴκου σεισμός·
ἦψατο τῶν γωνιῶν τοῦ οἴκου σεισμός·
ὄψι^ν εἰργά^σα^το.
ὄψιν εἰργάσατο.
διὰ τοῦτο πνοὴ βι^αία_, ἵ^να_ σύσχῃ τὴν εἰκόνα^ τοῦ σινᾶ ὄρους.
διὰ τοῦτο πνοὴ βιαία, ἵνα σύσχῃ τὴν εἰκόνα τοῦ σινᾶ ὄρους.
ὅτε γὰ^ρ ἐφαίνετο ὁ θεὸς ἐν τῷ ὄρει, ἐγένετο σκότος καὶ γνόφος καὶ θύελλα^.
ὅτε γὰρ ἐφαίνετο ὁ θεὸς ἐν τῷ ὄρει, ἐγένετο σκότος καὶ γνόφος καὶ θύελλα.
ὥσπερ οὖν τότε τὸν νόμον ἐδορυφόρει τὰ^ φόβητρα^ ταῦτα^, οὕτως ἔδει τοὺς νόμους τοῦ ἁ^γί^ου πνεύμα^τος δορυφορηθῆναι τῷ φόβῳ, ἵ^να_ ἀ^ξί^ους ἑαυτοὺς πα^ρα^στήσωσι^ν οἱ νομοθετούμενοι τῷ νομοθέτῃ.
ὥσπερ οὖν τότε τὸν νόμον ἐδορυφόρει τὰ φόβητρα ταῦτα, οὕτως ἔδει τοὺς νόμους τοῦ ἁγίου πνεύματος δορυφορηθῆναι τῷ φόβῳ, ἵνα ἀξίους ἑαυτοὺς παραστήσωσιν οἱ νομοθετούμενοι τῷ νομοθέτῃ.
ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν κα^θήμενοι, καὶ ὤφθησα^ν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυ_ρός.
ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός.
οὐκ εἶπε πυ_ρός, ἀλλ' ὡσεὶ πυ_ρός.
οὐκ εἶπε πυρός, ἀλλ' ὡσεὶ πυρός.
οὐ γὰ^ρ ἦν πῦρ τὸ φαινόμενον, ἀλλὰ^ πῦρ ἐνομίζετο ὃ ἐφαίνετο.
οὐ γὰρ ἦν πῦρ τὸ φαινόμενον, ἀλλὰ πῦρ ἐνομίζετο ὃ ἐφαίνετο.
διὰ τί^ δὲ πῦρ;
διὰ τί δὲ πῦρ;
τὸ πῦρ πρόδρομον, εἰς φόβον ἐγεῖρον τοὺς ἀποστό λους.
τὸ πῦρ πρόδρομον, εἰς φόβον ἐγεῖρον τοὺς ἀποστό λους.
τὸ πῦρ ἡ τοῦ ἁ^γί^ου πνεύμα^τος ἐπι^φά^νεια^.
τὸ πῦρ ἡ τοῦ ἁγίου πνεύματος ἐπιφάνεια.
καὶ ἵ^να_ μὴ εἰς ὕβρι^ν ἐκλάβῃς τὸ τὴν ἁγί^α_ν καὶ προσκυνητὴν φύ^σι^ν πυ_ρὸς ὄψει φα^νῆναι, ἑρμηνεύει τὰ^ νέα_, τὰ^ διὰ μωϋσέως γενόμενα^.
καὶ ἵνα μὴ εἰς ὕβριν ἐκλάβῃς τὸ τὴν ἁγίαν καὶ προσκυνητὴν φύσιν πυρὸς ὄψει φανῆναι, ἑρμηνεύει τὰ νέα, τὰ διὰ μωϋσέως γενόμενα.
λέγει μωϋσῆς·
λέγει μωϋσῆς·
καὶ ἦν τὸ εἶδος θεοῦ ἰσραὴλ ἐν τῷ ὄρει σινᾶ ὡς πῦρ καιόμενον.
καὶ ἦν τὸ εἶδος θεοῦ ἰσραὴλ ἐν τῷ ὄρει σινᾶ ὡς πῦρ καιόμενον.
ὅρα καὶ τὴν λέξι^ν συμφωνοῦσα^ν ἐκείνην·
ὅρα καὶ τὴν λέξιν συμφωνοῦσαν ἐκείνην·
ἡ δόξα_ τοῦ θεοῦ ἰσραὴλ ὡς πῦρ.
ἡ δόξα τοῦ θεοῦ ἰσραὴλ ὡς πῦρ.
οὐκ εἶπεν πῦρ, ἀλλ' ὡς πῦρ·
οὐκ εἶπεν πῦρ, ἀλλ' ὡς πῦρ·
καὶ ὧδε·
καὶ ὧδε·
ὤφθησα^ν γλῶσσαι ὡσεὶ πυ_ρός.
ὤφθησαν γλῶσσαι ὡσεὶ πυρός.
καὶ ὤφθησα^ν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυ_ρός.
καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός.
οὐκ εἶπεν·
οὐκ εἶπεν·
μεριζόμεναι, ἀλλὰ^ διαμεριζόμεναι.
μεριζόμεναι, ἀλλὰ διαμεριζόμεναι.
πρόσεχε, πα^ρα^κα^λῶ, τὸν τρόπον πῶς ἐγένετο.
πρόσεχε, παρακαλῶ, τὸν τρόπον πῶς ἐγένετο.
οὐκ ἐφά^νησα^ν εὐθέως γλῶσσαι, ἀλλὰ^ πῦρ πολύ^, εἶτα ὥσπερ κατετέμνετο τὸ πῦρ καὶ διεμερίζετο εἰς γλώσσα_ς.
οὐκ ἐφάνησαν εὐθέως γλῶσσαι, ἀλλὰ πῦρ πολύ, εἶτα ὥσπερ κατετέμνετο τὸ πῦρ καὶ διεμερίζετο εἰς γλώσσας.
τίνος μερίζοντος;
τίνος μερίζοντος;
τίνος μεριζομένου;
τίνος μεριζομένου;
οὐχ ἡ φύ^σι^ς τοῦ πνεύμα^τος ἐμερίζετο, ἀλλ' ἦν τὸ μὲν μερίζον τὸ πνεῦμα^, τὸ δὲ μεριζόμενον ἡ δωρεὰ τοῦ πνεύμα^τος.
οὐχ ἡ φύσις τοῦ πνεύματος ἐμερίζετο, ἀλλ' ἦν τὸ μὲν μερίζον τὸ πνεῦμα, τὸ δὲ μεριζόμενον ἡ δωρεὰ τοῦ πνεύματος.
τὸ γὰ^ρ πνεῦμα^ οὐ δι^αιρεῖται, ἀλλὰ^ δι^αιρεῖ.
τὸ γὰρ πνεῦμα οὐ διαιρεῖται, ἀλλὰ διαιρεῖ.
ἄκουε παύλου·
ἄκουε παύλου·
τῷ μὲν δί^δοται φησί^ν λόγος σοφί^α_ς κα^τὰ^ τὸ αὐτὸ πνεῦμα^, ἑτέρῳ πί^στι_ς, ἄλλῳ χα^ρί^σμα^τα^ ἰαμά^των·
τῷ μὲν δίδοται φησίν λόγος σοφίας κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις, ἄλλῳ χαρίσματα ἰαμάτων·
πά^ντα^ δὲ ταῦτα^ ἐνέργει ἓν καὶ τὸ αὐτὸ πνεῦμα^, δι^αιροῦν ἰ^δί^ᾳ ἐκάστῳ κα^θὼς βούλεται, δι^αιροῦν, οὐ δι^αιρούμενον.
πάντα δὲ ταῦτα ἐνέργει ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἐκάστῳ καθὼς βούλεται, διαιροῦν, οὐ διαιρούμενον.
καὶ πά^λι^ν ὁ ἀ^πόστολος λέγει·
καὶ πάλιν ὁ ἀπόστολος λέγει·
συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις καὶ τέρα^σι^ν καὶ πνεύμα^τος ἁ^γί^ου μερισμοῖς κα^τὰ^ τὴν αὐτοῦ θέλησι^ν.
συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις καὶ τέρασιν καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν.
τίνος;
τίνος;
τοῦ πνεύμα^τος ἁ^γί^ου δι^αιροῦντος ἰ^δί^ᾳ ἑκάστῳ κα^θὼς βούλεται.
τοῦ πνεύματος ἁγίου διαιροῦντος ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυ_ρὸς.
ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς.
διὰ τί^ πυ_ρός;
διὰ τί πυρός;
διὰ τί^ γλῶσσαι;
διὰ τί γλῶσσαι;
ἐπειδὴ κηρύγμα^τος χρεία_, ἵ^να_ τὸ σχῆμα^ ἑρμηνεύσῃ τὴν ἐνέργεια^ν.
ἐπειδὴ κηρύγματος χρεία, ἵνα τὸ σχῆμα ἑρμηνεύσῃ τὴν ἐνέργειαν.
ὅτι^ ὑ^πὲρ ἄλλου τι^νὸς οὐ δί^δοται τὸ πνεῦμα^ ἐν εἴδει γλωσσῶν, ἀλλ' ὑ^πὲρ τοῦ τὸ κήρυγμα^ ἀνθῆσαι τῆς ἀ^ποστολῆς καὶ ἃ^ ἔλι^πεν τῇ φύ^σει τῶν ἀλιέων διὰ τὴν ἀπαιδευσίαν ταῦτα^ δοθῆναι διὰ τῶν γλωσσῶν·
ὅτι ὑπὲρ ἄλλου τινὸς οὐ δίδοται τὸ πνεῦμα ἐν εἴδει γλωσσῶν, ἀλλ' ὑπὲρ τοῦ τὸ κήρυγμα ἀνθῆσαι τῆς ἀποστολῆς καὶ ἃ ἔλιπεν τῇ φύσει τῶν ἀλιέων διὰ τὴν ἀπαιδευσίαν ταῦτα δοθῆναι διὰ τῶν γλωσσῶν·
ἵ^να_ τὰ^ παρ' αὐτῶν λαλούμενα^ δι^α^φόροις γλώσσαις ὑ^περβολὴν δωρεᾶς ἔχοντα^, φωτίζῃ τοὺς ἀ^κούοντα^ς.
ἵνα τὰ παρ' αὐτῶν λαλούμενα διαφόροις γλώσσαις ὑπερβολὴν δωρεᾶς ἔχοντα, φωτίζῃ τοὺς ἀκούοντας.
ἐδίδασκεν πυ_ρὸς ἔχειν δύ^να^μι^ν εἰς τὸ ἀ^να_λῶσαι πᾶσα^ν τὴν ὑλομανοῦσα^ν ἐν τῷ κόσμω ἁ^μαρτί^α_ν.
ἐδίδασκεν πυρὸς ἔχειν δύναμιν εἰς τὸ ἀναλῶσαι πᾶσαν τὴν ὑλομανοῦσαν ἐν τῷ κόσμω ἁμαρτίαν.
καὶ ὥσπερ τὸ πῦρ ἔχει τὴν φωτιστικὴν καὶ τὴν καυστι^κὴν δύ^να^μι^ν, οὕτως ὁ λόγος τῶν ἀ^ποστόλων καὶ ἐφώτιζε τοὺς πιστεύοντα^ς καὶ ἀ^νήλι^σκε τοὺς ἀντιλέγοντα^ς.
καὶ ὥσπερ τὸ πῦρ ἔχει τὴν φωτιστικὴν καὶ τὴν καυστικὴν δύναμιν, οὕτως ὁ λόγος τῶν ἀποστόλων καὶ ἐφώτιζε τοὺς πιστεύοντας καὶ ἀνήλισκε τοὺς ἀντιλέγοντας.
τοιαύτην εἶχεν γλῶσσα^ν πυ_ρὸς ὁ παῦλος·
τοιαύτην εἶχεν γλῶσσαν πυρὸς ὁ παῦλος·
ᾗ κα^τὰ^ τὸ αὐτὸ καὶ τὸν ἀνθύπατον ἐφώτισεν καὶ τὸν ἐλύμαν τὸν μά^γον ἐτύφλωσεν, τῇ αὐτῇ δυ^νά^μει κ ἀκεῖνον φωτίσας καὶ τοῦτον τυφλώσα_ς.
ᾗ κατὰ τὸ αὐτὸ καὶ τὸν ἀνθύπατον ἐφώτισεν καὶ τὸν ἐλύμαν τὸν μάγον ἐτύφλωσεν, τῇ αὐτῇ δυνάμει κ ἀκεῖνον φωτίσας καὶ τοῦτον τυφλώσας.
εἶτα·
εἶτα·
καὶ ἐκάθισεν ἐφ' ἕνα^ ἕκαστον αὐτῶν.
καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν.
ἦν ἰ^δεῖν ὑ^πὲρ κεφα^λῆς πάντων τῶν ἁ^γί^ων πῦρ οὐ καῖον, ἀλλ' ἁγι^ά^ζον καὶ κα^ταλά^μπον.
ἦν ἰδεῖν ὑπὲρ κεφαλῆς πάντων τῶν ἁγίων πῦρ οὐ καῖον, ἀλλ' ἁγιάζον καὶ καταλάμπον.
διὰ τί^ οὖν τὰ_ς γλώσσα_ς οὐκ ἐπὶ^ τοῦ στόμα^τος ἐδέξαντο, ἀλλ' ἐπὶ^ τῆς κεφα^λῆς;
διὰ τί οὖν τὰς γλώσσας οὐκ ἐπὶ τοῦ στόματος ἐδέξαντο, ἀλλ' ἐπὶ τῆς κεφαλῆς;
εἰκότως οὐκ εἰς τὴν γλῶσσα^ν, τούτεστιν εἰς τὸ τῆς φύ^σεως ὄργα^νον, ἐδόθη τὸ πνεῦμα^.
εἰκότως οὐκ εἰς τὴν γλῶσσαν, τούτεστιν εἰς τὸ τῆς φύσεως ὄργανον, ἐδόθη τὸ πνεῦμα.
ἵ^να_ μὴ νομι^σθῶσι^ν ἐκ τῶν ἰ^δί^ων λαγό νων καὶ ἐκ τοῦ ἰ^δί^ου στόμα^τος προφέρειν, ἃ^ μὴ εἶχον.
ἵνα μὴ νομισθῶσιν ἐκ τῶν ἰδίων λαγό νων καὶ ἐκ τοῦ ἰδίου στόματος προφέρειν, ἃ μὴ εἶχον.
ἀλλ' ὥσπερ εἰς τὸν οὐρα^νὸν τὰ^ ὕ^δα^τα^ λαμβανόμενα^ τὰ_ς κορυ^φὰ_ς τῶν ὀρέων κα^τα^λα^μβά^νουσι^ν καὶ ἀ^πὸ τῶν ὑψωμά^των εἰς τὰ_ς φά^ρα^γγα^ς καταφέρονται, οὕτως τὴν κορυφὴν ὡς ὄρος κα^τα^λα^μβά^νουσα^ ἡ τοῦ πνεύμα^τος χά^ρι^ς, ἐπεχορήγησεν λοιπὸν ἀ^πὸ τῆς κορυφῆς τῷ ἐγκεφά^λῳ, εἶτα τῷ στόμα^τι^ καὶ τῇ καρδί^ᾳ, καὶ ὅ...
ἀλλ' ὥσπερ εἰς τὸν οὐρανὸν τὰ ὕδατα λαμβανόμενα τὰς κορυφὰς τῶν ὀρέων καταλαμβάνουσιν καὶ ἀπὸ τῶν ὑψωμάτων εἰς τὰς φάραγγας καταφέρονται, οὕτως τὴν κορυφὴν ὡς ὄρος καταλαμβάνουσα ἡ τοῦ πνεύματος χάρις, ἐπεχορήγησεν λοιπὸν ἀπὸ τῆς κορυφῆς τῷ ἐγκεφάλῳ, εἶτα τῷ στόματι καὶ τῇ καρδίᾳ, καὶ ὅλον δι' ὅλου τὸν ἄνθρωπον ἐπλήρωσ...
διὰ τί δὲ πά^λι^ν ἐπὶ^ τὴν κεφαλήν;
διὰ τί δὲ πάλιν ἐπὶ τὴν κεφαλήν;
ἐπειδὴ οἱ ἀ^πόστολοι ἐχειροτονοῦντο τῆς οἰκουμένης δι^δά^σκα^λοι.
ἐπειδὴ οἱ ἀπόστολοι ἐχειροτονοῦντο τῆς οἰκουμένης διδάσκαλοι.
χειροτονία δὲ ἄλλως οὐ γί_νεται, εἰ μὴ ἐν τῇ κεφα^λῇ.
χειροτονία δὲ ἄλλως οὐ γίνεται, εἰ μὴ ἐν τῇ κεφαλῇ.
ὑ^πὸ γὰ^ρ τοῦ σωτῆρος προεχειρίσθησα^ν ἀ^πόστολοι.
ὑπὸ γὰρ τοῦ σωτῆρος προεχειρίσθησαν ἀπόστολοι.
ἄλλ' οὐ τῆς οἰκουμένης.
ἄλλ' οὐ τῆς οἰκουμένης.
τὴν ἰουδαίαν μόνην ἐπι^στεύθησα^ν.
τὴν ἰουδαίαν μόνην ἐπιστεύθησαν.
ὅθεν πα^ρήγγειλεν αὐτοῖς ὁ σωτήρ·
ὅθεν παρήγγειλεν αὐτοῖς ὁ σωτήρ·
εἰς ὀδὸν ἐθνῶν μὴ ἀ^πέλθητε καὶ εἰς πόλι^ν σαμαριτῶν μὴ εἰσέλθητε·
εἰς ὀδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν σαμαριτῶν μὴ εἰσέλθητε·
πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ^ πρόβα^τα^ τὰ^ ἀ^πολωλότα^ οἴκου ἰσραήλ.
πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ἰσραήλ.
τὸ δὲ πνεῦμα^ τὸ ἅ^γι^ον ἐπιδημῆσα^ν χειροτονεῖ αὐτοὺς ἀ^ποστόλους τῆς οἰκουμένης, δι^δα^σκά^λους πάντων τῶν ἐθνῶν.
τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐπιδημῆσαν χειροτονεῖ αὐτοὺς ἀποστόλους τῆς οἰκουμένης, διδασκάλους πάντων τῶν ἐθνῶν.
καὶ εἰ μὴ ἐδέξαντο τοῦ πνεύμα^τος τὴν χά^ρι^ν, οὐκ ἂ^ν ἐνεχειρίσθησα^ν τὴν ἀποστολὴν τοῦ κόσμου.
καὶ εἰ μὴ ἐδέξαντο τοῦ πνεύματος τὴν χάριν, οὐκ ἂν ἐνεχειρίσθησαν τὴν ἀποστολὴν τοῦ κόσμου.
μαρτυρεῖ τούτοις τοῖς ῥήμα^σι^ν αὐτὸς ὁ δεσπότης·
μαρτυρεῖ τούτοις τοῖς ῥήμασιν αὐτὸς ὁ δεσπότης·
καὶ λήψεσθε δύ^να^μι^ν ἐπελθόντος τοῦ ἁ^γί^ου πνεύμα^τος ἐφ' ὑ_μᾶς, καὶ ἔσεσθέ μοι μά^ρτυ^ρες ἔν τε ἱερουσαλὴμ καὶ ἐν πά^σῃ τῇ ἰουδαίᾳ καὶ σαμαρείᾳ καὶ ἕως ἐσχά^του τῆς γῆς.
καὶ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ ἰουδαίᾳ καὶ σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
τὴν μὲν γὰ^ρ ἀ^παρχὴν πα^ρὰ^ τοῦ σωτῆρος ἔλα^βον, τὸ δὲ τέλος πα^ρὰ^ τοῦ πνεύμα^τος.
τὴν μὲν γὰρ ἀπαρχὴν παρὰ τοῦ σωτῆρος ἔλαβον, τὸ δὲ τέλος παρὰ τοῦ πνεύματος.
οὐχ ὡς τοῦ πνεύμα^τος ἀ^νωτέρω τοῦ υἱοῦ.
οὐχ ὡς τοῦ πνεύματος ἀνωτέρω τοῦ υἱοῦ.
ἀλλ' ὥσπερ ὁ πα^τὴρ τὰ^ μείζονα^ τῷ υἱῷ δεδωκώς, ἑαυτὸν οὐκ ἐλαττοῖ, οὕτω καὶ ὁ υἱὸς τῷ πνεύμα^τι^ πα^ραχωρῶν τὰ^ μείζονα^, τὴν ἑαυτὴν δόξα^ν οὐκ ἐλαττοῖ.
ἀλλ' ὥσπερ ὁ πατὴρ τὰ μείζονα τῷ υἱῷ δεδωκώς, ἑαυτὸν οὐκ ἐλαττοῖ, οὕτω καὶ ὁ υἱὸς τῷ πνεύματι παραχωρῶν τὰ μείζονα, τὴν ἑαυτὴν δόξαν οὐκ ἐλαττοῖ.
ἐλάλησεν ὁ θεὸς τὸν νόμον.
ἐλάλησεν ὁ θεὸς τὸν νόμον.
παρεχώρησεν τῷ υἱῷ τὰ^ εὐαγγέλια^.
παρεχώρησεν τῷ υἱῷ τὰ εὐαγγέλια.
ἆρα^ κρείττων ὁ υἱὸς τοῦ πατρός;
ἆρα κρείττων ὁ υἱὸς τοῦ πατρός;
ἡ φύ^σι^ς ἡ αὐτὴ πα^ραχωρεῖ.
ἡ φύσις ἡ αὐτὴ παραχωρεῖ.
ὁ πα^τὴρ ἀγαπᾷ τὸν υἱόν, ὁ υἱὸς τι_μᾷ τὸν πα^ τέρα_.
ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, ὁ υἱὸς τιμᾷ τὸν πα τέρα.
τί μερίζεις φύ^σι^ν ἄσχιστον, φύ^σι^ν εἰρηνεύουσα^ν;
τί μερίζεις φύσιν ἄσχιστον, φύσιν εἰρηνεύουσαν;
τοῦ ἁ^γί^ου πνεύμα^τος ἐπι^φοιτήσαντος, προεχειρίσθησα^ν ἀ^πόστολοι τῆς οἰκουμένης.
τοῦ ἁγίου πνεύματος ἐπιφοιτήσαντος, προεχειρίσθησαν ἀπόστολοι τῆς οἰκουμένης.
καὶ τοῦτο ἀ^ρχὰ_ς ἔχοντος τοῦ κηρύγμα^τος καὶ μηδέπω τῶν ἀ^ποστόλων βουλομένων προελθεῖν εἰς τὸ κήρυγμα^ τῶν ἐθνῶν, ἀλλὰ φιλοχωρούντων καὶ τοῖς πατρῴοις ἔθεσι^ν ἐμμενόντων, οἰκονομεῖ ὁ θεὸς δι' ἀλλογενῶν κηρυχθῆναι τὸν λόγον ἐν ἀντιοχείᾳ τῆς συρίας.
καὶ τοῦτο ἀρχὰς ἔχοντος τοῦ κηρύγματος καὶ μηδέπω τῶν ἀποστόλων βουλομένων προελθεῖν εἰς τὸ κήρυγμα τῶν ἐθνῶν, ἀλλὰ φιλοχωρούντων καὶ τοῖς πατρῴοις ἔθεσιν ἐμμενόντων, οἰκονομεῖ ὁ θεὸς δι' ἀλλογενῶν κηρυχθῆναι τὸν λόγον ἐν ἀντιοχείᾳ τῆς συρίας.
ἦσαν γά^ρ τι^νες σύροι καὶ κυρηναῖοι, ἐξελθόντες ἀ^πὸ τοῦ ὑπερῴου.
ἦσαν γάρ τινες σύροι καὶ κυρηναῖοι, ἐξελθόντες ἀπὸ τοῦ ὑπερῴου.
καὶ ἐλά^λουν τὸν λόγον καὶ προέλαβον τοὺς ἀ^ποστόλους.
καὶ ἐλάλουν τὸν λόγον καὶ προέλαβον τοὺς ἀποστόλους.
αἰδεσθῆναι ἡμῶν τὸ ἐπίταγμα^ καὶ ἄλλοι προλαμβάνουσι^ν.
αἰδεσθῆναι ἡμῶν τὸ ἐπίταγμα καὶ ἄλλοι προλαμβάνουσιν.
ἤλεγξεν ἡμῶν τὸν οἶκτον ἡ τοῦ θεοῦ δύ^να^μι^ς.
ἤλεγξεν ἡμῶν τὸν οἶκτον ἡ τοῦ θεοῦ δύναμις.
διὰ τοῦτο μα^θόντες οἱ ἀ^πόστολοι καὶ οἱ πρεσβύ^τεροι ὅτι^ δέδεκται ἡ ἀντιόχεια τὸν λόγον ἀπέστειλα^ν βαρνάβαν καὶ παῦλον εἰς τὰ^ ἔθνη τὰ^ πιστεύσαντα^.
διὰ τοῦτο μαθόντες οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ὅτι δέδεκται ἡ ἀντιόχεια τὸν λόγον ἀπέστειλαν βαρνάβαν καὶ παῦλον εἰς τὰ ἔθνη τὰ πιστεύσαντα.
ἦλθον εἰς ἀντιό χειαν.
ἦλθον εἰς ἀντιό χειαν.
ἔμελλον κηρύξαντες ὑποστρέφειν πά^λι^ν εἰς ἱερουσαλήμ.
ἔμελλον κηρύξαντες ὑποστρέφειν πάλιν εἰς ἱερουσαλήμ.
ὥσπερ πῶλος μηδέπω δεδι^δα^γμένος ὀδοῦ μῆκος συ^νεχῶς ἐπὶ^ τὴν φάτνην στρέφεται, οὕτω κ ἀκεῖνοι τοῖς ἀρχαίοις ἔθεσι^ν ἐγχρονίζοντες ἔφευγον τὴν ἐπὶ^ τὰ^ ἔθνη ὀδοιπορίαν.
ὥσπερ πῶλος μηδέπω δεδιδαγμένος ὀδοῦ μῆκος συνεχῶς ἐπὶ τὴν φάτνην στρέφεται, οὕτω κ ἀκεῖνοι τοῖς ἀρχαίοις ἔθεσιν ἐγχρονίζοντες ἔφευγον τὴν ἐπὶ τὰ ἔθνη ὀδοιπορίαν.
ὡς δὲ εἶδε τὸ πνεῦμα^ ὅτι^ ἐκ προαιρέσεως οὐ τολμῶσι^ν, ἀλλ' ὄκνῳ κα^τέχονται καὶ συ^νηθείᾳ δουλεύουσι^ν, ὡς ἔμελλον ὑποστρέφειν εἰς ἱερουσαλὴμ οἱ περὶ τὸν παῦλον, εἶπεν τὸ πνεῦμα^ νηστευόντων αὐτῶν·
ὡς δὲ εἶδε τὸ πνεῦμα ὅτι ἐκ προαιρέσεως οὐ τολμῶσιν, ἀλλ' ὄκνῳ κατέχονται καὶ συνηθείᾳ δουλεύουσιν, ὡς ἔμελλον ὑποστρέφειν εἰς ἱερουσαλὴμ οἱ περὶ τὸν παῦλον, εἶπεν τὸ πνεῦμα νηστευόντων αὐτῶν·
ἀφορίσατε δὴ μοὶ τὸν βαρνάβαν καὶ τὸν παῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
ἀφορίσατε δὴ μοὶ τὸν βαρνάβαν καὶ τὸν παῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
οὐκ εἶπεν·
οὐκ εἶπεν·
ὃ ἐκέλευσεν προσκαλέσασθαι, ἀλλ' ὃ προσκέκλημαι.
ὃ ἐκέλευσεν προσκαλέσασθαι, ἀλλ' ὃ προσκέκλημαι.
καὶ ὁ ἑρμηνευτὴς ἐπάγει·
καὶ ὁ ἑρμηνευτὴς ἐπάγει·
οἱ μὲν οὖν ἐκπεμφθέντες ὑ^πὸ τοῦ ἁ^γί^ου πνεύμα^τος κα^τῆλθον εἰς ἀντιόχειαν.
οἱ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς ἀντιόχειαν.
ταῦτά μοι εἴρηται διὰ τὸ τὰ_ς γλώσσα_ς ἐπὶ^ τῶν κεφα^λῶν φα^νῆναι, ἵ^να_ δειχθῇ τὸ τῆς χειροτονία_ς σχῆμα^.
ταῦτά μοι εἴρηται διὰ τὸ τὰς γλώσσας ἐπὶ τῶν κεφαλῶν φανῆναι, ἵνα δειχθῇ τὸ τῆς χειροτονίας σχῆμα.