macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
καὶ ὅρα_ τὸ θαυμαστόν.
καὶ ὅρα τὸ θαυμαστόν.
ἐπειδὴ δὲ ἐδί^δοτο ὁ νόμος, ἐδοξάσθη τὸ πρόσωπον μωϋσέως.
ἐπειδὴ δὲ ἐδίδοτο ὁ νόμος, ἐδοξάσθη τὸ πρόσωπον μωϋσέως.
κατῆλθεν γὰ^ρ ἐκ τοῦ ὄρους ἡλί^ου δί^κην, ἐκλάμπων ἀκτῖνα^ς ἐκ τοῦ προσώπου.
κατῆλθεν γὰρ ἐκ τοῦ ὄρους ἡλίου δίκην, ἐκλάμπων ἀκτῖνας ἐκ τοῦ προσώπου.
καὶ ἵ^να_ μή τι^ς εἰς τὴν ἀρχαία_ν ἱστορίαν ἀ^πιδῶν καὶ θεα_σά^μενος τὸ μωϋσέως πρόσωπον δεδοξασμένον, νομί^σῃ ἀνωτέραν εἶναι τὴν νομοθεσίαν ἐκείνην πα^ρὰ^ τὸν νόμον τὸν δοθέντα^ ἐκ τοῦ ἁ^γί^ου πνεύμα^τος, ὁ παῦλος μὴ συγχωρῶν μη δὲ ἰσότητα^ εἶναι, ἀλλὰ^ πολλὴν ὑπεροχὴν δεικνὺ_ς τοῦ εὐαγγελί^ου, λέγει·
καὶ ἵνα μή τις εἰς τὴν ἀρχαίαν ἱστορίαν ἀπιδῶν καὶ θεασάμενος τὸ μωϋσέως πρόσωπον δεδοξασμένον, νομίσῃ ἀνωτέραν εἶναι τὴν νομοθεσίαν ἐκείνην παρὰ τὸν νόμον τὸν δοθέντα ἐκ τοῦ ἁγίου πνεύματος, ὁ παῦλος μὴ συγχωρῶν μη δὲ ἰσότητα εἶναι, ἀλλὰ πολλὴν ὑπεροχὴν δεικνὺς τοῦ εὐαγγελίου, λέγει·
οὐκ ἐν πλαξὶ^ν λι^θί^ναις, ἀλλ' ἐν πλαξὶ^ν κα^ρδί^αις σα^ρκί^ναις.
οὐκ ἐν πλαξὶν λιθίναις, ἀλλ' ἐν πλαξὶν καρδίαις σαρκίναις.
οὐ γράμμα^τι^, ἀλλὰ^ πνεύμα^τι^.
οὐ γράμματι, ἀλλὰ πνεύματι.
τὸ γράμμα^ ἀποκτέννει, τὸ δὲ πνεῦμα^ ζωοποιεῖ.
τὸ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.
ὁ νόμος ὁ δι^ὰ^ γρα^μμά^των δοθεὶς ἀποκτέννει.
ὁ νόμος ὁ διὰ γραμμάτων δοθεὶς ἀποκτέννει.
ὁ φονεύων φονευέσθω, φησί^ν ὁ νόμος, ὁ μοιχεύων τι_μωρείσθω.
ὁ φονεύων φονευέσθω, φησίν ὁ νόμος, ὁ μοιχεύων τιμωρείσθω.
εἰσῆλθε δὲ ἡ χά^ρι^ς, οὐκ ἀ^ναίρουσα^ τοὺς ἁμαρτάνοντα^ς, ἀλλὰ^ δι^ὰ^ μετα^νοία_ς ζωοποιοῦσα^.
εἰσῆλθε δὲ ἡ χάρις, οὐκ ἀναίρουσα τοὺς ἁμαρτάνοντας, ἀλλὰ διὰ μετανοίας ζωοποιοῦσα.
δι^ὰ^ τοῦτο κα^λεῖ ἡ γρα^φὴ γράμμα^ ἀποκτέννον τὴν διάταξι^ν τοῦ νόμου, πνεῦμα^ δὲ τὸ ζωοποιοῦν τὸν νόμον τοῦ πνεύμα^τος.
διὰ τοῦτο καλεῖ ἡ γραφὴ γράμμα ἀποκτέννον τὴν διάταξιν τοῦ νόμου, πνεῦμα δὲ τὸ ζωοποιοῦν τὸν νόμον τοῦ πνεύματος.
πρόσεχε, πα^ρα^κα^λῶ.
πρόσεχε, παρακαλῶ.
εἶτα^ ἐπειδὴ ἀντιπαρετίθετο ἡ μωϋσέως ὄψι^ς δεδοξασμένη, λέγει παῦλος·
εἶτα ἐπειδὴ ἀντιπαρετίθετο ἡ μωϋσέως ὄψις δεδοξασμένη, λέγει παῦλος·
εἰ γὰ^ρ ἡ δι^α_κονί^α_ τοῦ θα^νά^του ἐγκεκολαμμένη ἐν λί^θοις ἐγενήθη ἐν δόξῃ.
εἰ γὰρ ἡ διακονία τοῦ θανάτου ἐγκεκολαμμένη ἐν λίθοις ἐγενήθη ἐν δόξῃ.
οὐ τὸν νόμον κα^λεῖ θά^να^τον, ἀλλὰ^ τὴν παρ' αὐτοῦ ὁριζομένην τι_μωρί^α_ν.
οὐ τὸν νόμον καλεῖ θάνατον, ἀλλὰ τὴν παρ' αὐτοῦ ὁριζομένην τιμωρίαν.
εἰ γὰ^ρ ἡ δι^α_κονί^α_ τοῦ θα^νά^του ἐγενήθη ἐν δόξῃ, πολλῷ μᾶλλον ἡ δι^α_κονί^α_ τοῦ πνεύμα^τος περισσεύει ἐν δόξῃ.
εἰ γὰρ ἡ διακονία τοῦ θανάτου ἐγενήθη ἐν δόξῃ, πολλῷ μᾶλλον ἡ διακονία τοῦ πνεύματος περισσεύει ἐν δόξῃ.
εἶτα εἰσά^γει τὸν νόμον παυόμενον, τὸν δὲ εὐαγγελι^κὸν νόμον τοῦ πνεύμα^τος εἰς τὸν αἰῶνα^ μένοντα^.
εἶτα εἰσάγει τὸν νόμον παυόμενον, τὸν δὲ εὐαγγελικὸν νόμον τοῦ πνεύματος εἰς τὸν αἰῶνα μένοντα.
ἐπεὶ οὖν ὁ νόμος ἤργει καὶ τέλος ἐ λάμβανεν, ἡ δὲ εὐαγγελικὴ χά^ρι^ς εἰς πά^ντα^ς τοὺς αἰῶνα^ς ἥπλωτο, λέγει παῦλος·
ἐπεὶ οὖν ὁ νόμος ἤργει καὶ τέλος ἐ λάμβανεν, ἡ δὲ εὐαγγελικὴ χάρις εἰς πάντας τοὺς αἰῶνας ἥπλωτο, λέγει παῦλος·
εἰ γὰ^ρ τὸ κα^ταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
πρόσεχε τοίνυ^ν·
πρόσεχε τοίνυν·
τὸ γράμμα ἀποκτέννει.
τὸ γράμμα ἀποκτέννει.
τούτεστιν·
τούτεστιν·
τοὺς ἁμαρτάνοντα^ς τι_μωρεῖται.
τοὺς ἁμαρτάνοντας τιμωρεῖται.
τὸ δὲ πνεῦμα^ ζωοποιεῖ.
τὸ δὲ πνεῦμα ζωοποιεῖ.
ἀνοίγει γὰ^ρ ὀδὸν μετα^νοία_ς καὶ ζωοποιεῖ τὸν ἁμαρτήσαντα^ ἄνθρωπον.
ἀνοίγει γὰρ ὀδὸν μετανοίας καὶ ζωοποιεῖ τὸν ἁμαρτήσαντα ἄνθρωπον.
ἐπειδὴ πᾶσα^ ἁμαρτία νεκροῖ τὸν ἁμαρτωλόν, ἡ δὲ μετάνοια^ τὴν ἀνανέωσι^ν αὐτῷ χα^ρι^ζομένη εἰς ζωῆς αὐτὸν τάξι^ν ἄ^γει, λέγει·
ἐπειδὴ πᾶσα ἁμαρτία νεκροῖ τὸν ἁμαρτωλόν, ἡ δὲ μετάνοια τὴν ἀνανέωσιν αὐτῷ χαριζομένη εἰς ζωῆς αὐτὸν τάξιν ἄγει, λέγει·
τὸ πνεῦμα^ ζωοποιεῖ, ὡς λέγει παῦλος·
τὸ πνεῦμα ζωοποιεῖ, ὡς λέγει παῦλος·
καὶ νεκροὺς ἡμᾶς ὄντα^ς τοῖς παραπτώμασι^ν συ^νεζωοποίησεν τῷ χριστῷ.
καὶ νεκροὺς ἡμᾶς ὄντας τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ χριστῷ.
ἐπεὶ οὖν καθ' ἣν ἡμέρα_ν ἐδόθη ὁ νόμος, ἔδει λάμψαι τὴν τοῦ πνεύμα^τος δύ^να^μι^ν, ἄ^κουε τί^ φησι^ν ὁ συγγρα^φεύς·
ἐπεὶ οὖν καθ' ἣν ἡμέραν ἐδόθη ὁ νόμος, ἔδει λάμψαι τὴν τοῦ πνεύματος δύναμιν, ἄκουε τί φησιν ὁ συγγραφεύς·
καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέρα_ν τῆς πεντηκοστῆς ἦσα^ν πάντες ὁμοθυ_μα^δὸν ἐπὶ^ τὸ αὐτό.
καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν πάντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό.
ἀλλὰ^ πα^ρα^κα^λῶ, προσέχετε μετὰ^ ἀκρι_βεία_ς, ἵ^να_ μά^θητε ὅπως ἡμᾶς οἱ ἀ^πόστολοι δι^δά^σκουσι^ν εἰς αὐτοὺς βλέπειν καὶ παρ' αὐτῶν δέχεσθαι τὴν ἀκτῖνα^ τοῦ ἁ^γί^ου φωτός.
ἀλλὰ παρακαλῶ, προσέχετε μετὰ ἀκριβείας, ἵνα μάθητε ὅπως ἡμᾶς οἱ ἀπόστολοι διδάσκουσιν εἰς αὐτοὺς βλέπειν καὶ παρ' αὐτῶν δέχεσθαι τὴν ἀκτῖνα τοῦ ἁγίου φωτός.
ἐδόθη μὲν ὁ νόμος ἐν τῇ πα^λαιᾷ κα^τὰ^ τὴν ἡμέρα_ν τῆς πεντηκοστῆς.
ἐδόθη μὲν ὁ νόμος ἐν τῇ παλαιᾷ κατὰ τὴν ἡμέραν τῆς πεντηκοστῆς.
μετὰ^ δὲ τὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελία_ς τοῦτο ἦν τῆς ἑορτῆς σύμβολον·
μετὰ δὲ τὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας τοῦτο ἦν τῆς ἑορτῆς σύμβολον·
ἐπειδὴ οὐχ οἷον τε ἦν κατ' ἐνι^αυτὸν δί^δοσθαι νόμον, τὸ μὲν πρόβα^τον κατ' ἐνι^αυτὸν ἐθύ_ετο, νόμος δὲ κατ' ἐνι^αυτὸν οὐκ ἐδί^δοτο.
ἐπειδὴ οὐχ οἷον τε ἦν κατ' ἐνιαυτὸν δίδοσθαι νόμον, τὸ μὲν πρόβατον κατ' ἐνιαυτὸν ἐθύετο, νόμος δὲ κατ' ἐνιαυτὸν οὐκ ἐδίδοτο.
ἄτρεπτα γὰ^ρ ἦν τὰ^ τοῦ νόμου.
ἄτρεπτα γὰρ ἦν τὰ τοῦ νόμου.
τοῦτο οὖν ἦν τῶν ἑορτῶν τὸ σύμβολον.
τοῦτο οὖν ἦν τῶν ἑορτῶν τὸ σύμβολον.
ἀ^παρχὴ τῶν νέων καρπῶν καὶ δρα^γμά^των νέων στα^χύ^ων προσεφέρετο τῷ θεῷ·
ἀπαρχὴ τῶν νέων καρπῶν καὶ δραγμάτων νέων σταχύων προσεφέρετο τῷ θεῷ·
ἦν δὲ κ ἀκεῖνο σύμβολον ταύτης τῆς ἑορτῆς.
ἦν δὲ κ ἀκεῖνο σύμβολον ταύτης τῆς ἑορτῆς.
πρῶτον μέν, καθ' ὃν ὁ νόμος ἐδόθη τότε, καὶ νῦν νόμος δεύτερος.
πρῶτον μέν, καθ' ὃν ὁ νόμος ἐδόθη τότε, καὶ νῦν νόμος δεύτερος.
καὶ ὅτι^ ὥσπερ ἐν τῇ ἡμέρα_ τῆς πεντηκοστῆς τῶν νέων καρπῶν δρά^γμα^τα^ συ^νήγετο καὶ ὑ^πὸ μί^α^ν ὄψι^ν συ^νήρχετο τὰ^ δι^ῃρημένα^, ἔμελλε δὲ κα^τὰ^ τὴν ἡμέρα_ν ταύτην ἀ^πὸ παντὸς ἔθνους τῶν ὑ^πὸ οὐρα^νόν, ἐκ δι^α^φόρων ἐθνῶν, πάρθοι καὶ μῆδοι καὶ ἐλαμεῖται, εἰς ἓν δράγμα^ εὐσεβεία_ς συ^νέρχεσθαι καὶ διὰ τοῦ ἀποστολι^κ...
καὶ ὅτι ὥσπερ ἐν τῇ ἡμέρα τῆς πεντηκοστῆς τῶν νέων καρπῶν δράγματα συνήγετο καὶ ὑπὸ μίαν ὄψιν συνήρχετο τὰ διῃρημένα, ἔμελλε δὲ κατὰ τὴν ἡμέραν ταύτην ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ οὐρανόν, ἐκ διαφόρων ἐθνῶν, πάρθοι καὶ μῆδοι καὶ ἐλαμεῖται, εἰς ἓν δράγμα εὐσεβείας συνέρχεσθαι καὶ διὰ τοῦ ἀποστολικοῦ λόγου τῷ θεῷ προσάγεσθα...
προετύπωσε τὸ δράγμα^ τῶν στα^χύ^ων, ἵ^να_ προερμηνεύσῃ τὰ^ δρά^γμα^τα^ τῶν ψυ_χῶν, τῶν ἐκ δι^α^φόρων μὲν χωρῶν λαμβανομένων εἰς μί^α^ν δὲ ἀ^παρχὴν στα^χύ^ων τῷ θεῷ προαγομένων.
προετύπωσε τὸ δράγμα τῶν σταχύων, ἵνα προερμηνεύσῃ τὰ δράγματα τῶν ψυχῶν, τῶν ἐκ διαφόρων μὲν χωρῶν λαμβανομένων εἰς μίαν δὲ ἀπαρχὴν σταχύων τῷ θεῷ προαγομένων.
καὶ τότε ἀ^παρχὴ καὶ νῦν ἀ^παρχή.
καὶ τότε ἀπαρχὴ καὶ νῦν ἀπαρχή.
ὥσπερ γὰ^ρ σοὶ τῷ γεωργῷ ἠγάπηται μὲν πά^ντα^ τὰ^ ἐν ἁλῶνι^ συ^ναγομένα^, προτετίμηται δὲ ὁ πρῶτος στά^χυ_ς φα^νείς, καὶ χαίρεις μὲν ἐπὶ^ τῇ ληνῷ πεπληρωμένῃ βοτρύ^ων, οὐχ οὕτω δὲ εὐφραίνει τὸ πλῆθος ἐκεῖνο τῶν βοτρύ^ων ὡς εἷς ῥὼξ πρῶτος φα^νείς, ὄψι^ν δὲ δείξα_ς μελλούσης ἐπαγγελία_ς.
ὥσπερ γὰρ σοὶ τῷ γεωργῷ ἠγάπηται μὲν πάντα τὰ ἐν ἁλῶνι συναγομένα, προτετίμηται δὲ ὁ πρῶτος στάχυς φανείς, καὶ χαίρεις μὲν ἐπὶ τῇ ληνῷ πεπληρωμένῃ βοτρύων, οὐχ οὕτω δὲ εὐφραίνει τὸ πλῆθος ἐκεῖνο τῶν βοτρύων ὡς εἷς ῥὼξ πρῶτος φανείς, ὄψιν δὲ δείξας μελλούσης ἐπαγγελίας.
οὕτως ἠγάπηται μὲν τῷ θεῷ πᾶσα^ ψυ_χὴ πρὸς εὐσέβεια^ν τρέχουσα^.
οὕτως ἠγάπηται μὲν τῷ θεῷ πᾶσα ψυχὴ πρὸς εὐσέβειαν τρέχουσα.
ὑπερηγάπηται δὲ ἡ τὰ_ς ἄ^λλα_ς φθά^νουσα^ ψυ_χή.
ὑπερηγάπηται δὲ ἡ τὰς ἄλλας φθάνουσα ψυχή.
οἷον·
οἷον·
ἐν τῇ γῇ κῶμαι καὶ πόλεις γεγόνα_σι^ν.
ἐν τῇ γῇ κῶμαι καὶ πόλεις γεγόνασιν.
χριστιανοὶ πάντες ἠγάπηνται πα^ρὰ^ τῷ θεῷ.
χριστιανοὶ πάντες ἠγάπηνται παρὰ τῷ θεῷ.
ὑπερηγάπηται δὲ ὁ πρῶτος φα^νεὶς χριστιανός, ὁ πρῶτος στά^χυ_ς βλαστήσα_ς, ὁ πρῶτος βότρυ_ς.
ὑπερηγάπηται δὲ ὁ πρῶτος φανεὶς χριστιανός, ὁ πρῶτος στάχυς βλαστήσας, ὁ πρῶτος βότρυς.
ὥσπερ ἐπὶ^ τοῦ ἀβραὰμ καὶ τῶν πα^τέρων, ἐπειδὴ προοίμι^α^ ἦσα^ν τῶν ἀ^γα^θῶν, μηδέπω σωθείσης τῆς οἰκουμένης, λέγει ὁ θεὸς περὶ^ αὐτοῦ·
ὥσπερ ἐπὶ τοῦ ἀβραὰμ καὶ τῶν πατέρων, ἐπειδὴ προοίμια ἦσαν τῶν ἀγαθῶν, μηδέπω σωθείσης τῆς οἰκουμένης, λέγει ὁ θεὸς περὶ αὐτοῦ·
ὡς σταφυλὴν ἐν ἐρήμω εὖρον τὸν ἰσραὴλ καὶ ὡς σῦκον πρώϊμον τοὺς πατέρας ὑ_μῶν.
ὡς σταφυλὴν ἐν ἐρήμω εὖρον τὸν ἰσραὴλ καὶ ὡς σῦκον πρώϊμον τοὺς πατέρας ὑμῶν.
οὗτως ἀλλαχοῦ παῦλος τὴν ἀ^παρχὴν ἑρμηνεύων τὴν ἀντιδιαστελλομένην τῷ τύ^πῳ λέγει·
οὗτως ἀλλαχοῦ παῦλος τὴν ἀπαρχὴν ἑρμηνεύων τὴν ἀντιδιαστελλομένην τῷ τύπῳ λέγει·
ἀσπάζομαι ἐπαινετὸν τὸν ἀ^γα^πητόν μου, ὅς ἐστι^ν ἀπαρχὴ τῆς ἀχαΐας.
ἀσπάζομαι ἐπαινετὸν τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς ἀχαΐας.
ταῦτα^ πά^ντα^ εἶχεν ὁ τύ^πος τότε.
ταῦτα πάντα εἶχεν ὁ τύπος τότε.
ἔδειξεν δὲ νῦν ἡ ἀ^λήθεια^.
ἔδειξεν δὲ νῦν ἡ ἀλήθεια.
ἀλλ' ἐπ' αὐτὴν τὴν θεωρί^α_ν τὴν κα^τὰ^ λέξι^ν ἔλθωμεν.
ἀλλ' ἐπ' αὐτὴν τὴν θεωρίαν τὴν κατὰ λέξιν ἔλθωμεν.
ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέρα_ν τῆς πεντηκοστῆς ἦσα^ν πάντες ὁμοθυ_μα^δὸν ἐπὶ^ τὸ αὐτό.
ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν πάντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό.
ἦσα^ν ποῦ;
ἦσαν ποῦ;
ἐν οἴκῳ.
ἐν οἴκῳ.
οὐκ ἐν ἀ^γορᾷ ἐδέξαντο τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, ἀλλ' ἐν οἴκῳ.
οὐκ ἐν ἀγορᾷ ἐδέξαντο τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' ἐν οἴκῳ.
ἐπά^γει γά^ρ·
ἐπάγει γάρ·
καὶ ἐξαίφνης ἐγένετο ἦχος, ὥσπερ φερομένης πνοῆς βι^αία_ς καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσα^ν κα^θήμενοι.
καὶ ἐξαίφνης ἐγένετο ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι.
ὁ δὲ οἶκος ὁποῖος;
ὁ δὲ οἶκος ὁποῖος;
οὐκ ἦν ἐπί^πεδος, ἀλλ' ὑπερῷος.
οὐκ ἦν ἐπίπεδος, ἀλλ' ὑπερῷος.
καὶ πόθεν τοῦτο;
καὶ πόθεν τοῦτο;
οὐ γὰ^ρ γέγραπται ὅτε, φησί^ν, προέπεμψα^ν τοῦ σωτῆρος τὴν ἀνάληψι^ν οἱ μα^θηταὶ καὶ ὑπέστρεψα^ν εἰς ἰερουσαλήμ·
οὐ γὰρ γέγραπται ὅτε, φησίν, προέπεμψαν τοῦ σωτῆρος τὴν ἀνάληψιν οἱ μαθηταὶ καὶ ὑπέστρεψαν εἰς ἰερουσαλήμ·
ἀνέβησάν φησι^ν εἰς τὸ ὑπερῷον, ὅπου ἦσαν καταμένοντες πέτρος καὶ πᾶς ὁ τῶν ἀ^ποστόλων χορός;
ἀνέβησάν φησιν εἰς τὸ ὑπερῷον, ὅπου ἦσαν καταμένοντες πέτρος καὶ πᾶς ὁ τῶν ἀποστόλων χορός;
τοῦτο τὸ ὑπερῷον ἐκεῖνο ἐστί^ τὸ ἐν εὐαγγελίῳ ἐμφερόμενον, ἐν ᾧ τὸ πάσχα^ ἐποίησεν ὁ χριστός.
τοῦτο τὸ ὑπερῷον ἐκεῖνο ἐστί τὸ ἐν εὐαγγελίῳ ἐμφερόμενον, ἐν ᾧ τὸ πάσχα ἐποίησεν ὁ χριστός.
λέγουσι^ν γὰ^ρ οἱ μα^θηταὶ τῷ σωτῆρι^·
λέγουσιν γὰρ οἱ μαθηταὶ τῷ σωτῆρι·
ποῦ θέλεις ἑτοιμά^σωμεν σοὶ φά^γειν τὸ πάσχα;
ποῦ θέλεις ἑτοιμάσωμεν σοὶ φάγειν τὸ πάσχα;
λέγει ὁ χριστός·
λέγει ὁ χριστός·
εἰσέλθετε εἰς τὴν πόλι^ν καὶ εὐρήσετε ἄνθρωπον κεράμιον ὕ^δα^τος βαστάζοντα^.
εἰσέλθετε εἰς τὴν πόλιν καὶ εὐρήσετε ἄνθρωπον κεράμιον ὕδατος βαστάζοντα.
ἀκολουθήσατε ὅπου ἂ_ν εἰσέλθῃ εἰς οἶκον, καὶ εἴπα^τε αὐτῷ·
ἀκολουθήσατε ὅπου ἂν εἰσέλθῃ εἰς οἶκον, καὶ εἴπατε αὐτῷ·
ὁ δι^δά^σκα^λος λέγει ὅτι^ ὁ καιρός μου ἐγγύ^ς ἐστι^ν, ἵ^να_ ποιήσω μετὰ^ τῶν μα^θητῶν μου τὸ πάσχα.
ὁ διδάσκαλος λέγει ὅτι ὁ καιρός μου ἐγγύς ἐστιν, ἵνα ποιήσω μετὰ τῶν μαθητῶν μου τὸ πάσχα.
ποῦ ἐστι^ν ὁ τόπος ὃν ἠτοίμασα^ς;
ποῦ ἐστιν ὁ τόπος ὃν ἠτοίμασας;
καὶ αὐτὸς ὑ_μῖν δείξει ἀνώγεον μέγα^ ἐστρωμένον·
καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον·
ἐκεὶ ἐτοιμάσατέ μοι.
ἐκεὶ ἐτοιμάσατέ μοι.
ὅρα πῶς φυλά^ττει τὸν κανόνα^ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος;
ὅρα πῶς φυλάττει τὸν κανόνα τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος;
ἐρωτήσατε αὐτὸν ποῦ ὁ τόπος ἐν ᾧ ἐτοιμάζει καὶ δείξει ὑ_μῖν ἀνώγεον μέγα^.
ἐρωτήσατε αὐτὸν ποῦ ὁ τόπος ἐν ᾧ ἐτοιμάζει καὶ δείξει ὑμῖν ἀνώγεον μέγα.
εἰ προλέγεις, τί^ ἐρωτᾷς;
εἰ προλέγεις, τί ἐρωτᾷς;
ἀλλ' ἵ^να_ ἡ ἐρώτησι^ς δείξῃ σύμφωνον τῇ προρρήσει τὴν ἀπόκρισι^ν, καὶ ἐρωτᾶν κελεύει καὶ προλέγει τὸν τόπον, ἵ^να_ καὶ τοῦ ἀνθρώπου δείξῃ τὴν ὄψι^ν καὶ τοῦ θεοῦ τὴν πρόγνωσι^ν.
ἀλλ' ἵνα ἡ ἐρώτησις δείξῃ σύμφωνον τῇ προρρήσει τὴν ἀπόκρισιν, καὶ ἐρωτᾶν κελεύει καὶ προλέγει τὸν τόπον, ἵνα καὶ τοῦ ἀνθρώπου δείξῃ τὴν ὄψιν καὶ τοῦ θεοῦ τὴν πρόγνωσιν.
ἦσαν πάντες ὁμοθυ_μα^δὸν ἐπὶ^ τὸ αὐτό·
ἦσαν πάντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό·
καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρα^νοῦ φωνή.
καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ φωνή.
ὅρα τοῦ ἁ^γί^ου πνεύμα^τος τὴν ἐπιδημίαν, πῶς ἐνδόξως καὶ βα^σι^λι^κῶς καὶ μετὰ^ θεϊ^κῆς αὐθεντία_ς ἐπιφαίνεται.
ὅρα τοῦ ἁγίου πνεύματος τὴν ἐπιδημίαν, πῶς ἐνδόξως καὶ βασιλικῶς καὶ μετὰ θεϊκῆς αὐθεντίας ἐπιφαίνεται.
εἴρηται πολλά^κι^ς ὅτι^ ἡ θεία_ φύ^σι^ς οὐ φαίνεται ὡς ἐστί^ν, ἀλλὰ^ κα^θὼς ἐπι^μετρεῖ ἢ τῇ ὄψει ἢ τῇ ἀκοῇ τῆς θνητῆς φύ^σεως.
εἴρηται πολλάκις ὅτι ἡ θεία φύσις οὐ φαίνεται ὡς ἐστίν, ἀλλὰ καθὼς ἐπιμετρεῖ ἢ τῇ ὄψει ἢ τῇ ἀκοῇ τῆς θνητῆς φύσεως.
ἐγένετο ἄφνω ἐκ τοῦ οὐρα^νοῦ φωνή.
ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ φωνή.
καλῶς τὸ ἐξ οὐρα^νοῦ, ἐπειδὴ καὶ τότε πρώτη φωνὴ ἐκ τοῦ θεοῦ ἐν τῷ ὄρει ἐκ τοῦ οὐρα^νοῦ ἐγένετο, καὶ τότε ἦλθεν εἰς τὸ ὄρος τὸ σινᾶ, ὡς μα^ρτυ^ρεῖ μωϋσῆς λέγων·
καλῶς τὸ ἐξ οὐρανοῦ, ἐπειδὴ καὶ τότε πρώτη φωνὴ ἐκ τοῦ θεοῦ ἐν τῷ ὄρει ἐκ τοῦ οὐρανοῦ ἐγένετο, καὶ τότε ἦλθεν εἰς τὸ ὄρος τὸ σινᾶ, ὡς μαρτυρεῖ μωϋσῆς λέγων·
ἐκ τοῦ οὐρα^νοῦ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτοῦ, καὶ ἔδειξέν σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα^.
ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτοῦ, καὶ ἔδειξέν σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα.
οὕτω καὶ νῦν πρῶτον ἔρρηξε φωνὴν καὶ τότε τὸ πῦρ ἐφά^νη.
οὕτω καὶ νῦν πρῶτον ἔρρηξε φωνὴν καὶ τότε τὸ πῦρ ἐφάνη.
διὰ τί^;
διὰ τί;
ἵ^να_ καὶ ἡ ἀρχαία_ ὄψι^ς τὸν αὐτὸν θεὸν καὶ τότε καὶ νῦν ἐπι^φοιτήσαντα^ δείξῃ.
ἵνα καὶ ἡ ἀρχαία ὄψις τὸν αὐτὸν θεὸν καὶ τότε καὶ νῦν ἐπιφοιτήσαντα δείξῃ.
ἐγένετο φωνὴ ὥσπερ φερομένης πνοῆς.
ἐγένετο φωνὴ ὥσπερ φερομένης πνοῆς.
οὐκ ἦν αὐτὴ ἡ πνοὴ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, ἀλλὰ^ δορυ^φόρος ἦν φόβος, προκαταρτίζων τὰ_ς ψυ_χὰ_ς τῶν ἀ^ποστόλων, ὥστε μὴ ἐκλελυμένους αὐτοὺς ὄντα^ς δέξασθαι τοῦ πνεύμα^τος τὴν ἐπιφοίτησι^ν, ἀλλὰ^ τῷ φόβῳ τονωθέντας καὶ παρασκευασθέντας πρὸς τὸ ξένον καὶ πα^ρά^δοξον, οὕτως ἀ^ξί^ους γενέσθαι τῆς ἐπιφοιτήσεως.
οὐκ ἦν αὐτὴ ἡ πνοὴ τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ δορυφόρος ἦν φόβος, προκαταρτίζων τὰς ψυχὰς τῶν ἀποστόλων, ὥστε μὴ ἐκλελυμένους αὐτοὺς ὄντας δέξασθαι τοῦ πνεύματος τὴν ἐπιφοίτησιν, ἀλλὰ τῷ φόβῳ τονωθέντας καὶ παρασκευασθέντας πρὸς τὸ ξένον καὶ παράδοξον, οὕτως ἀξίους γενέσθαι τῆς ἐπιφοιτήσεως.
καὶ ὥσπερ τὸ δι^α^λελυ^μένον καὶ ῥᾴθυ_μον τῶν οἰκετῶν ἀ^πα^γγείλα_ς τι^ς τὴν τοῦ δεσπότου πα^ρουσίαν σφίγγει, ὥστε ἕκαστον τὸ σχῆμα^ τῆς ῥᾳθυ_μί^α_ς ἀποθέμενον συντεῖναι καὶ ὄψι^ν καὶ σχῆμα^ πρὸς τὴν τοῦ δεσπότου ἐπιδημίαν, οὕτως προέλαβεν ἡ πνοὴ ἡ βιαῖα^ καὶ συ^νετάραξεν τὸν οἶκον καὶ ἐπλήρωσεν ἤχου, ἵ^να_ πρὸς τὸν φό...
καὶ ὥσπερ τὸ διαλελυμένον καὶ ῥᾴθυμον τῶν οἰκετῶν ἀπαγγείλας τις τὴν τοῦ δεσπότου παρουσίαν σφίγγει, ὥστε ἕκαστον τὸ σχῆμα τῆς ῥᾳθυμίας ἀποθέμενον συντεῖναι καὶ ὄψιν καὶ σχῆμα πρὸς τὴν τοῦ δεσπότου ἐπιδημίαν, οὕτως προέλαβεν ἡ πνοὴ ἡ βιαῖα καὶ συνετάραξεν τὸν οἶκον καὶ ἐπλήρωσεν ἤχου, ἵνα πρὸς τὸν φόβον ἀνανεωθέντες ἄξ...
φόβος γὰ^ρ κυ_ρί^ου ἀγνὸς δι^α^μένων εἰς αἰῶνα^ αἰῶνος.
φόβος γὰρ κυρίου ἀγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος.
ἐγένετο ἄφνω ἐκ τοῦ οὐρα^νοῦ ἦχος.
ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος.
καὶ αὐτὸ τὸ γενόμενον εἰκὼν ἦν τῶν μελλόντων.
καὶ αὐτὸ τὸ γενόμενον εἰκὼν ἦν τῶν μελλόντων.
ἄφνω, διὰ τὸ ξένον τῆς δι^δα^σκα^λί^α_ς·
ἄφνω, διὰ τὸ ξένον τῆς διδασκαλίας·
ἐξ οὐρα^νοῦ, διὰ τὸ ὑπερκόσμιον τοῦ παραγινομένου, ἦχος, διὰ τὸ ὑπερεξηχεῖσθαι εἰς τὰ^ πέρα^τα^ τῆς οἰκουμένης τὴν εὐαγγελικὴν σάλπιγγα^.
ἐξ οὐρανοῦ, διὰ τὸ ὑπερκόσμιον τοῦ παραγινομένου, ἦχος, διὰ τὸ ὑπερεξηχεῖσθαι εἰς τὰ πέρατα τῆς οἰκουμένης τὴν εὐαγγελικὴν σάλπιγγα.
εἰς πᾶσα^ν γὰ^ρ τὴν γῆν εξηλθεν ὁ φθόγγος αὐτῶν.
εἰς πᾶσαν γὰρ τὴν γῆν εξηλθεν ὁ φθόγγος αὐτῶν.