macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
πῶς ὑ^πὲρ κεφα^λῆς τί^θεται ἡ χειροτονία;
πῶς ὑπὲρ κεφαλῆς τίθεται ἡ χειροτονία;
διὰ τὴν τῶν ἀ^ ναγκαίων καὶ ἐκκλησι^α^στι^κῶν πρα_γμά^των ἀκολουθίαν.
διὰ τὴν τῶν ἀ ναγκαίων καὶ ἐκκλησιαστικῶν πραγμάτων ἀκολουθίαν.
ὅρα γὰ^ρ ὅτι^ ἐντεῦθεν καὶ ἕως νῦν ἐκρά^τησε τὸ πρᾶγμα^.
ὅρα γὰρ ὅτι ἐντεῦθεν καὶ ἕως νῦν ἐκράτησε τὸ πρᾶγμα.
ἐπειδὴ γὰ^ρ ἀόρα_τος ἡ τοῦ ἁ^γί^ου πνεύμα^τος δι^δα^σκα^λί^α_, ὁ νόμος εὕρετο τοῦ εὐαγγελί^ου.
ἐπειδὴ γὰρ ἀόρατος ἡ τοῦ ἁγίου πνεύματος διδασκαλία, ὁ νόμος εὕρετο τοῦ εὐαγγελίου.
ἐπιτίθεται τῇ κεφα^λῇ τοῦ μέλλοντος χειροτονῆσθαι ἀρχιερέως τὸ εὐαγγέλιον.
ἐπιτίθεται τῇ κεφαλῇ τοῦ μέλλοντος χειροτονῆσθαι ἀρχιερέως τὸ εὐαγγέλιον.
καὶ ὅτα^ν ἐπι^τεθῇ, οὐδὲν ἄλλο ἐστὶ^ν ἰ^δεῖν ἡ γλῶσσα^ν πυ_ρὸς ἐπικειμένην τῇ κεφα^λῇ·
καὶ ὅταν ἐπιτεθῇ, οὐδὲν ἄλλο ἐστὶν ἰδεῖν ἡ γλῶσσαν πυρὸς ἐπικειμένην τῇ κεφαλῇ·
γλῶσσα^, διὰ τὸ κήρυγμα^·
γλῶσσα, διὰ τὸ κήρυγμα·
πυ_ρός, διὰ τὸν λέγοντα^·
πυρός, διὰ τὸν λέγοντα·
πῦρ ἦλθον βα^λεῖν εἰς τὸν κόσμον, καὶ τί θέλω εἰ ἤδη ἀ^νήφθη;
πῦρ ἦλθον βαλεῖν εἰς τὸν κόσμον, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;
ἐκάθισεν ἐφ' ἕνα^ ἕκαστον αὐτῶν.
ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν.
οὐκ εἶπεν·
οὐκ εἶπεν·
ἱδρύσθη, οὐκ εἶπεν κατήντησεν, ἀλλ' ἐκάθισεν, ἵνα δείξῃ ὅτι^ πᾶς ἀ^νὴρ δουλεύων θεῷ καὶ δεχόμενος λειτουργίαν θρόνος ἐστὶ^ θεοῦ.
ἱδρύσθη, οὐκ εἶπεν κατήντησεν, ἀλλ' ἐκάθισεν, ἵνα δείξῃ ὅτι πᾶς ἀνὴρ δουλεύων θεῷ καὶ δεχόμενος λειτουργίαν θρόνος ἐστὶ θεοῦ.
οὐκ εἶπεν·
οὐκ εἶπεν·
ἐπεπόλευσεν ἑκάστῳ, ἀλλ' ἐκάθισεν ἐπά^νω.
ἐπεπόλευσεν ἑκάστῳ, ἀλλ' ἐκάθισεν ἐπάνω.
καὶ ἦν ἡ πέτρου κεφα^λὴ θρόνος τοῦ ἁ^γί^ου πνεύμα^τος μετὰ καὶ ἀνδρέου καὶ ἑκάστου αὐτῶν ὁμοίως.
καὶ ἦν ἡ πέτρου κεφαλὴ θρόνος τοῦ ἁγίου πνεύματος μετὰ καὶ ἀνδρέου καὶ ἑκάστου αὐτῶν ὁμοίως.
πρόσεχε, πα^ρα^κα^λῶ.
πρόσεχε, παρακαλῶ.
ὥσπερ εἰσὶ^ν θρόνοι θεοῦ καὶ θρόνοι σοφί^α_ς, οὕτως εἰσὶ^ν καὶ θρόνοι ἀνομία_ς.
ὥσπερ εἰσὶν θρόνοι θεοῦ καὶ θρόνοι σοφίας, οὕτως εἰσὶν καὶ θρόνοι ἀνομίας.
ὅθεν καὶ ὁ δαυίδ·
ὅθεν καὶ ὁ δαυίδ·
μὴ συμπροσέσται σοὶ θρόνος ἀνομία_ς;
μὴ συμπροσέσται σοὶ θρόνος ἀνομίας;
ἐκάθισέν φησι^ν ἐπὶ^ ἕνα^ ἕκαστον αὐτῶν.
ἐκάθισέν φησιν ἐπὶ ἕνα ἕκαστον αὐτῶν.
ἦν ἰ^δεῖν ἐπικαθήμενον αὐτοῖς πῦρ καὶ ἐννοῆσαι φύ^σι^ν, ὄψει μὲν ἕτερα^ δεικνύουσα^ν, τῇ δὲ ἐνεργείᾳ ἄλλα^ πα^ριστῶσα^ν.
ἦν ἰδεῖν ἐπικαθήμενον αὐτοῖς πῦρ καὶ ἐννοῆσαι φύσιν, ὄψει μὲν ἕτερα δεικνύουσαν, τῇ δὲ ἐνεργείᾳ ἄλλα παριστῶσαν.
καὶ ἐπλήσθησα^ν ἅ^πα^ντες πνεύμα^τος ἁ^γί^ου.
καὶ ἐπλήσθησαν ἅπαντες πνεύματος ἁγίου.
ἐδείχθη πρῶτον ὅτι^ ἐκάθισεν μὲν ἐπὶ^ τῇ κεφα^λῇ, ἀ^πὸ δὲ τῆς κεφα^λῆς ἐπληρώθη ὅλος ὁ ἄνθρωπος.
ἐδείχθη πρῶτον ὅτι ἐκάθισεν μὲν ἐπὶ τῇ κεφαλῇ, ἀπὸ δὲ τῆς κεφαλῆς ἐπληρώθη ὅλος ὁ ἄνθρωπος.
ἐπλήσθησάν φησι^ν πάντες πνεύμα^τος ἁ^γί^ου καὶ ἤρξαντο λα^λεῖν ἑτέραις γλώσσαις κα^θὼς τὸ πνεῦμα^ ἐδί^δου αὐτοῖς ἀποφθέγγεσθαι.
ἐπλήσθησάν φησιν πάντες πνεύματος ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
πρόσεχε τῷ ἐδί^δου αὐτοῖς ἀποφθέγγεσθαι.
πρόσεχε τῷ ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
αὐτὸ δι^αιρεῖ, αὐτὸ δί^δωσι^ν λα^λεῖν καὶ τῷ κηρύττοντι^ καὶ τῷ μαρτυροῦντι^.
αὐτὸ διαιρεῖ, αὐτὸ δίδωσιν λαλεῖν καὶ τῷ κηρύττοντι καὶ τῷ μαρτυροῦντι.
οὔτε μα^ρτυ^ρῆσαί ἐστι^ν ἀνδρί^, ὃς μὴ ὑ^πὸ πνεύμα^τος ἐστί^ν ἐνεργούμενος, οὔ τε κήρυξ ἐστὶ^ν θε οῦ μὴ ὑ^πὸ πνεύμα^τος χορηγούμενος.
οὔτε μαρτυρῆσαί ἐστιν ἀνδρί, ὃς μὴ ὑπὸ πνεύματος ἐστίν ἐνεργούμενος, οὔ τε κήρυξ ἐστὶν θε οῦ μὴ ὑπὸ πνεύματος χορηγούμενος.
θέλεις ἰ^δεῖν ὅτι^ οὔ τε κήρυξ ἐστὶ^ν θεοῦ ὁ μὴ πα^ρὰ^ τοῦ ἁ^γί^ου πνεύμα^τος ἐνδυναμούμενος, οὔ τε μὴν μα^ρτυ^ρῆσαι, μὴ πα^ρὰ^ τοῦ ἁ^γί^ου πνεύμα^τος νευρούμενος;
θέλεις ἰδεῖν ὅτι οὔ τε κήρυξ ἐστὶν θεοῦ ὁ μὴ παρὰ τοῦ ἁγίου πνεύματος ἐνδυναμούμενος, οὔ τε μὴν μαρτυρῆσαι, μὴ παρὰ τοῦ ἁγίου πνεύματος νευρούμενος;
λέγει ὁ σωτὴρ πα^ρα^σκευά^ζων πά^ντα^ς πρὸς ἀ^ρετὴν μαρτυρί^ου·
λέγει ὁ σωτὴρ παρασκευάζων πάντας πρὸς ἀρετὴν μαρτυρίου·
ὅταν δὲ προσα^γά^γωσι^ν ὑ_μᾶς πρὸς τὰ^ κρι^τήρι^α^, μὴ μεριμνήσετε πῶς ἢ τί λα^λήσετε.
ὅταν δὲ προσαγάγωσιν ὑμᾶς πρὸς τὰ κριτήρια, μὴ μεριμνήσετε πῶς ἢ τί λαλήσετε.
οὐ γὰ^ρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα^ τοῦ πατρὸς ὑ_μῶν τὸ λα^λοῦν ἐν ὑ_μῖν.
οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.
καὶ ἀλλαχοῦ·
καὶ ἀλλαχοῦ·
δοθήσεται γὰ^ρ ὑ_μῖν ἐν ἐκείνῃ τῇ ὤρᾳ τί λα^λήσετε, κα^θὼς τὸ πνεῦμα^ ἐδί^δου.
δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὤρᾳ τί λαλήσετε, καθὼς τὸ πνεῦμα ἐδίδου.
πῶς ἀλλαχοῦ ὁ σωτὴρ πά^λι^ν λέγει;
πῶς ἀλλαχοῦ ὁ σωτὴρ πάλιν λέγει;
μὴ μεριμνήσετε τί λα^λήσητε·
μὴ μεριμνήσετε τί λαλήσητε·
ἐγὼ γὰ^ρ δώσω ὑ_μῖν στόμα^ σοφί^α_ς ᾗ οὐ δυ^νήσονται ἀντειπεῖν πάντες οἱ ἀντικείμενοι.
ἐγὼ γὰρ δώσω ὑμῖν στόμα σοφίας ᾗ οὐ δυνήσονται ἀντειπεῖν πάντες οἱ ἀντικείμενοι.
ὅτι δί^δωσι^ καὶ ὁ πα^τὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα^.
ὅτι δίδωσι καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα.
ἐνταῦθα λέγει κύ_ρι^ος·
ἐνταῦθα λέγει κύριος·
ἐγὼ δώσω.
ἐγὼ δώσω.
ἀλλαχοῦ λέγει·
ἀλλαχοῦ λέγει·
δίδοται ὑ_μῖν πα^ρὰ^ τοῦ ἁ^γί^ου πνεύμα^τος.
δίδοται ὑμῖν παρὰ τοῦ ἁγίου πνεύματος.
ποῦ τὸ ἀ^ληθές;
ποῦ τὸ ἀληθές;
ἀδιαίρετος ἡ φύ^σι^ς καὶ ἡ δόσις.
ἀδιαίρετος ἡ φύσις καὶ ἡ δόσις.
δί^δωσι^ τὸ πνεῦμα^, δί^δωσι^ν ὁ υἱός.
δίδωσι τὸ πνεῦμα, δίδωσιν ὁ υἱός.
ὁ πα^τὴρ ἆρα^ οὐ δίδωσι στόμα^;
ὁ πατὴρ ἆρα οὐ δίδωσι στόμα;
ἄκουε λέγοντος τοῦ θεοῦ πρὸς μωϋσέα, ὅτε μωϋσῆς προεφασίζετο τὴν τῶν ὀργά^νων ἀσθένεια^ν λέγων·
ἄκουε λέγοντος τοῦ θεοῦ πρὸς μωϋσέα, ὅτε μωϋσῆς προεφασίζετο τὴν τῶν ὀργάνων ἀσθένειαν λέγων·
δέομαι, κύ_ρι^ε, ἰσχνόφωνός εἰμι^, προχείρισαι ἄλλον δυ^νά^μενον.
δέομαι, κύριε, ἰσχνόφωνός εἰμι, προχείρισαι ἄλλον δυνάμενον.
τί οὖν;
τί οὖν;
καὶ εἶπεν κύ_ρι^ος πρὸς μωϋσήν·
καὶ εἶπεν κύριος πρὸς μωϋσήν·
τίς ἔδωκεν στόμα^ ἀνθρώπῳ;
τίς ἔδωκεν στόμα ἀνθρώπῳ;
ὁ σωτὴρ λέγει·
ὁ σωτὴρ λέγει·
ἐγὼ ὑ_μῖν δώσω στόμα^ καὶ σοφί^α_ν.
ἐγὼ ὑμῖν δώσω στόμα καὶ σοφίαν.
τίς ἐποίησεν δύσκωφον ἀ^κούειν καὶ τυφλὸν βλέπειν;
τίς ἐποίησεν δύσκωφον ἀκούειν καὶ τυφλὸν βλέπειν;
οὐκ ἐγὼ κύ_ρι^ος;
οὐκ ἐγὼ κύριος;
εἰ τοίνυ^ν ὁ πα^τὴρ λέγει δι^δόναι στόμα^, ὁ υἱὸς λέγει·
εἰ τοίνυν ὁ πατὴρ λέγει διδόναι στόμα, ὁ υἱὸς λέγει·
ἐγὼ δί^δωμι^, ἡ γρα^φὴ λέγει·
ἐγὼ δίδωμι, ἡ γραφὴ λέγει·
καθὼς τὸ πνεῦμα^ ἐδί^δου αὐτοῖς ἀποφθέγγεσθαι, ἆρα οὐκ ἔστι^ν ταῦτα καὶ τυφλοῖς δῆλα^, ὅτι ὅπερ ἐστὶ^ πνεύμα^τος ἔργον, τοῦτο καὶ τοῦ υἱοῦ καὶ τοῦ πατρός;
καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι, ἆρα οὐκ ἔστιν ταῦτα καὶ τυφλοῖς δῆλα, ὅτι ὅπερ ἐστὶ πνεύματος ἔργον, τοῦτο καὶ τοῦ υἱοῦ καὶ τοῦ πατρός;
ὅπερ ἐστὶ^ν τοῦ πατρός, τοῦτο ὅλης τῆς τριά^δος.
ὅπερ ἐστὶν τοῦ πατρός, τοῦτο ὅλης τῆς τριάδος.
καθὼς τὸ πνεῦμα^ ἐδί^δου αὐτοῖς ἀποφθέγγεσθαι.
καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
οὐκ εἶπεν φθέγγεσθαι, ἀλλ' ἀποφθέγγεσθαι.
οὐκ εἶπεν φθέγγεσθαι, ἀλλ' ἀποφθέγγεσθαι.
οὐ γὰ^ρ ἐξ ἑαυ τῶν ἐφθέγγοντο, ἀλλ' ἀ^πὸ τοῦ ἁ^γί^ου πνεύμα^τος.
οὐ γὰρ ἐξ ἑαυ τῶν ἐφθέγγοντο, ἀλλ' ἀπὸ τοῦ ἁγίου πνεύματος.
λοιπὸν ἡ τοῦ θεοῦ χά^ρι^ς ᾠκονόμησεν ἀπ' ἀρχῆς τοῖς ἀ^ποστόλοις ἔμπρακτον εἶναι τὸν λόγον.
λοιπὸν ἡ τοῦ θεοῦ χάρις ᾠκονόμησεν ἀπ' ἀρχῆς τοῖς ἀποστόλοις ἔμπρακτον εἶναι τὸν λόγον.
τίς γὰ^ρ χρεία_ ἦν κηρύ_κων, τῶν ἀ^κουόντων οὐκ ὄντων;
τίς γὰρ χρεία ἦν κηρύκων, τῶν ἀκουόντων οὐκ ὄντων;
τίς χρεία_ ἦν σπόρου, τῆς γῆς μὴ ἀνανεωθείσης;
τίς χρεία ἦν σπόρου, τῆς γῆς μὴ ἀνανεωθείσης;
ἐπεὶ οὖν ἐχρῆν τὴν ἀ^παρχὴν τῶν ἐθνῶν ἐξ αὐτῶν τῶν προοιμί^ων τάξι^ν λα^βεῖν, λέγει ὁ συγγρα^φεύς·
ἐπεὶ οὖν ἐχρῆν τὴν ἀπαρχὴν τῶν ἐθνῶν ἐξ αὐτῶν τῶν προοιμίων τάξιν λαβεῖν, λέγει ὁ συγγραφεύς·
ἦσαν δὲ ἐν ἱερουσαλὴμ κα^τοικοῦντες ἄνδρες εὐλαβεῖς ἰουδαῖοι, ἀ^πὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρα^νόν.
ἦσαν δὲ ἐν ἱερουσαλὴμ κατοικοῦντες ἄνδρες εὐλαβεῖς ἰουδαῖοι, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν.
διὰ γὰ^ρ τὴν τῶν ἐθνῶν δωρεὰν αἱ γλῶσσαι.
διὰ γὰρ τὴν τῶν ἐθνῶν δωρεὰν αἱ γλῶσσαι.
ἔδει οὖν τὴν ἀ^παρχὴν τῶν ἐθνῶν ἐκεῖθεν λα^βεῖν τὸ σημεῖον.
ἔδει οὖν τὴν ἀπαρχὴν τῶν ἐθνῶν ἐκεῖθεν λαβεῖν τὸ σημεῖον.
ἐγένετο ἄφνω ἐκ τοῦ οὐρα^νοῦ, ἵνα ἐκ τοῦ γενομένου συ^ναχθῇ τὸ πλῆθος.
ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ, ἵνα ἐκ τοῦ γενομένου συναχθῇ τὸ πλῆθος.
οἶδας δὲ τῶν ἀνθρώπων τὸ φιλοπρά^γμον, ἔτι^ οὐκ ἀ^νέχεται ἄνθρωπος μὴ ἐρωτῆσαι·
οἶδας δὲ τῶν ἀνθρώπων τὸ φιλοπράγμον, ἔτι οὐκ ἀνέχεται ἄνθρωπος μὴ ἐρωτῆσαι·
σεισμὸς ἐστί^ν;
σεισμὸς ἐστίν;
ἄ^νεμος ἐστί^ν;
ἄνεμος ἐστίν;
θεὸς ᾠκονόμησε τοῦτο;
θεὸς ᾠκονόμησε τοῦτο;
εἶ τα^ λέγουσιν·
εἶ τα λέγουσιν·
οὐ, ἀλλ' οἱ μα^θηταὶ τοῦ σταυρωθέντος πνεῦμα ἁ^γί^ου ἔλα^βον.
οὐ, ἀλλ' οἱ μαθηταὶ τοῦ σταυρωθέντος πνεῦμα ἁγίου ἔλαβον.
ἤρξαντο πάντες οὐχ ὡς φί^λοι τέως, ἀλλ' ὡς θεωροὶ τοῦ ξένου θεάμα^τος ἑστά^ναι.
ἤρξαντο πάντες οὐχ ὡς φίλοι τέως, ἀλλ' ὡς θεωροὶ τοῦ ξένου θεάματος ἑστάναι.
γενομένης δὲ τῆς φωνῆς ταύτης, συ^νῆλθεν τὸ πλῆθος, συνεχυθη διὰ τὸν φόβον.
γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθεν τὸ πλῆθος, συνεχυθη διὰ τὸν φόβον.
καὶ ἵνα δείξῃ ὅτι τὴν σύγχυσι^ν εἰργά^σα^το ὁ φόβος καὶ τὸ ξένον τοῦ θεάμα^τος, λέγει·
καὶ ἵνα δείξῃ ὅτι τὴν σύγχυσιν εἰργάσατο ὁ φόβος καὶ τὸ ξένον τοῦ θεάματος, λέγει·
συνεχύθησαν τῷ φόβῳ, ὅτι ἤκουον εἷς ἕκαστος λα^λούντων τῶν ἀ^ποστόλων τὰ^ μεγαλεῖα^ τοῦ θεοῦ.
συνεχύθησαν τῷ φόβῳ, ὅτι ἤκουον εἷς ἕκαστος λαλούντων τῶν ἀποστόλων τὰ μεγαλεῖα τοῦ θεοῦ.
ἐστὶν οὖν σύγχυ^σι^ς ἐργαζομένη κατάστασι^ν.
ἐστὶν οὖν σύγχυσις ἐργαζομένη κατάστασιν.
ὅταν συγχέῃ σὲ φόβος θεοῦ, εἰς κατάνυξι^ν φέρει.
ὅταν συγχέῃ σὲ φόβος θεοῦ, εἰς κατάνυξιν φέρει.
συνεχύθης διὰ τὴν συ^νείδησι^ν τῶν ἁ^μα^ρτημά^των·
συνεχύθης διὰ τὴν συνείδησιν τῶν ἁμαρτημάτων·
κα^τέστης διὰ τὴν ἐλπί^δα^ τῆς μετα^νοία_ς.
κατέστης διὰ τὴν ἐλπίδα τῆς μετανοίας.
ἐνενόουν δὲ λέγοντες πρὸς ἀλλήλους πάντες οἱ ἐξ ἐθνῶν·
ἐνενόουν δὲ λέγοντες πρὸς ἀλλήλους πάντες οἱ ἐξ ἐθνῶν·
οὐκ ἰ^δοὺ πάντες οἱ λαλοῦντές εἰσι^ γαλιλαῖοι;
οὐκ ἰδοὺ πάντες οἱ λαλοῦντές εἰσι γαλιλαῖοι;
ἐγνωρίζοντο γὰ^ρ ἀπὸ τοῦ σωτῆρος καὶ ἀπὸ τῆς λα^λι^ᾶ_ς τῆς πρώτης.
ἐγνωρίζοντο γὰρ ἀπὸ τοῦ σωτῆρος καὶ ἀπὸ τῆς λαλιᾶς τῆς πρώτης.
καὶ ὥσπερ σήμερον οὐ δύναται ἡ καππαδόκων ἢ βιθύνων γλῶσσα^ κρυβῆναι, ἀλλ' ἔχει τι^ ἰδίωμα^ ἑκάστη φυ_λή, οὕτω καὶ ἡ γαλιλαίων εἶχεν τι^ ἴ^δι^ον, καὶ οὐδενὶ^ λα^νθά^νειν ἠδύναντο ἢ κρύπτειν.
καὶ ὥσπερ σήμερον οὐ δύναται ἡ καππαδόκων ἢ βιθύνων γλῶσσα κρυβῆναι, ἀλλ' ἔχει τι ἰδίωμα ἑκάστη φυλή, οὕτω καὶ ἡ γαλιλαίων εἶχεν τι ἴδιον, καὶ οὐδενὶ λανθάνειν ἠδύναντο ἢ κρύπτειν.
ἀμέλει γοῦν ὅτε ἡ θυ^ρωρὸς ἠρώτα_ τὸν πέτρον καὶ ἐκεῖνος ἠρνεῖτο, λέγει αὐτῷ·
ἀμέλει γοῦν ὅτε ἡ θυρωρὸς ἠρώτα τὸν πέτρον καὶ ἐκεῖνος ἠρνεῖτο, λέγει αὐτῷ·
ἀλήθως ἐξ αὐτῶν εἶ, καὶ γὰ^ρ ἡ λα^λι^ά_ σου δῆλον σὲ ποιεῖ.
ἀλήθως ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλον σὲ ποιεῖ.
οὐκ ἰ^δοὺ πάντες οἱ λαλοῦντες οὗτοί εἰσι^ γαλιλαῖοι;
οὐκ ἰδοὺ πάντες οἱ λαλοῦντες οὗτοί εἰσι γαλιλαῖοι;
καὶ πῶς ἡμεῖς ἀ^κούομεν ἕκαστος τῇ ἰ^δί^ᾳ ἡμῶν δι^αλέκτῳ ἐν ᾗ ἐγεννήθημεν, πάρθοι καὶ μῆδοι καὶ ἐλαμῖται.
καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ ἡμῶν διαλέκτῳ ἐν ᾗ ἐγεννήθημεν, πάρθοι καὶ μῆδοι καὶ ἐλαμῖται.
δεκαπέντε γλωσσῶν τέως ἔλα^βον χα^ρί^σμα^τα^, ὅσον πρὸς τοὺς πα^ρόντα^ς.
δεκαπέντε γλωσσῶν τέως ἔλαβον χαρίσματα, ὅσον πρὸς τοὺς παρόντας.
τίς γὰ^ρ ἦν χρεία_ περσικῆς γλώττης μὴ πα^ρόντων περσῶν;
τίς γὰρ ἦν χρεία περσικῆς γλώττης μὴ παρόντων περσῶν;
ἀλλ' ὥσπερ ἐν τοῖς πολέμοις πᾶσα^ μηχα^νὴ κα^τα^σκευά^ζεται καὶ πᾶσα^ μαγγα^νεία, ἕκαστον δὲ τούτων ἐνεργεῖ πρὸς τὴν χρεία_ν καὶ τὴν ἀ^νάγκην τὴν κα^τα^λα^μβά^νουσα^ν, οὕτως τοσαῦται γλῶσσαι ἐφά^νησα^ν τότε, ὅσαι ἦσαν καὶ τῶν ἐθνῶν κεφα^λαί.
ἀλλ' ὥσπερ ἐν τοῖς πολέμοις πᾶσα μηχανὴ κατασκευάζεται καὶ πᾶσα μαγγανεία, ἕκαστον δὲ τούτων ἐνεργεῖ πρὸς τὴν χρείαν καὶ τὴν ἀνάγκην τὴν καταλαμβάνουσαν, οὕτως τοσαῦται γλῶσσαι ἐφάνησαν τότε, ὅσαι ἦσαν καὶ τῶν ἐθνῶν κεφαλαί.
δι^ὰ^ τί^ δεκαπέντε γλωσσῶν ἀ^παρχαί;
διὰ τί δεκαπέντε γλωσσῶν ἀπαρχαί;
ἵ^να_ καὶ ἡ ἐνέργεια^ τῆς τριά^δος φα^νῇ καὶ οἱ ὑπηρέται οἱ δώδεκα^.
ἵνα καὶ ἡ ἐνέργεια τῆς τριάδος φανῇ καὶ οἱ ὑπηρέται οἱ δώδεκα.
καὶ πῶς φησι^ν ἡμεῖς ἀ^κούομεν λα^λούντων αὐτῶν τὰ^ μεγαλεῖα^ τοῦ θεοῦ;
καὶ πῶς φησιν ἡμεῖς ἀκούομεν λαλούντων αὐτῶν τὰ μεγαλεῖα τοῦ θεοῦ;
καὶ πρόσεχε, πα^ρα^κα^λῶ.
καὶ πρόσεχε, παρακαλῶ.
ἐν τῇ τῶν θαυμά^των φανερώσει συ^νήγα^γον οἱ ἀ^πόστολοι καὶ τὸ κήρυγμα^ τοῦ σταυροῦ.
ἐν τῇ τῶν θαυμάτων φανερώσει συνήγαγον οἱ ἀπόστολοι καὶ τὸ κήρυγμα τοῦ σταυροῦ.
ἵ^να_ ἀ^πὸ τοῦ φαινομένου ἐνδόξου ἀ^ναιρεθῇ μὲν τὰ^ τῆς εὐτελοῦς ὑπονοία_ς, ὑ^φαίνηται δὲ κα^τὰ^ μέρος καὶ οἰκοδομῆται ἡ τοῦ σταυροῦ χά^ρι^ς, καὶ τὰ^ γι_νόμενα^ ἀντιμαρτυρήσῃ ταῖς τῶν πολλῶν ὑπονοίαις ὅτι^ ἄλλο τὸ νομιζόμενον καὶ ἄλλο τὸ ἐνεργοῦν.
ἵνα ἀπὸ τοῦ φαινομένου ἐνδόξου ἀναιρεθῇ μὲν τὰ τῆς εὐτελοῦς ὑπονοίας, ὑφαίνηται δὲ κατὰ μέρος καὶ οἰκοδομῆται ἡ τοῦ σταυροῦ χάρις, καὶ τὰ γινόμενα ἀντιμαρτυρήσῃ ταῖς τῶν πολλῶν ὑπονοίαις ὅτι ἄλλο τὸ νομιζόμενον καὶ ἄλλο τὸ ἐνεργοῦν.