macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἐννόησον τὸν τότε δειλόν, νῦν ἀνδρεῖον. | ἐννόησον τὸν τότε δειλόν, νῦν ἀνδρεῖον. |
ἄνδρες ἰουδαῖοι καὶ οἱ κα^τοικοῦντες ἱερουσαλὴμ πάντες· | ἄνδρες ἰουδαῖοι καὶ οἱ κατοικοῦντες ἱερουσαλὴμ πάντες· |
τοῦτο ὑ_μῖν γνωστὸν ἔστω καὶ ἐνωτί σασθε τὰ^ ῥήμα^τά^ μου. | τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτί σασθε τὰ ῥήματά μου. |
οὐ γὰ^ρ ὡς ὑ_μεῖς ὑ^πολα^μβά^νετε οὕτοι μεθύουσι^ν, ἔστι^ γὰ^ρ ὤρα_ τρί^τη τῆς ἡμέρα_ς. | οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὕτοι μεθύουσιν, ἔστι γὰρ ὤρα τρίτη τῆς ἡμέρας. |
οὐδὲ ἡ ὥρα_ φησὶ^ν οὐκ ἐνέτρεψεν ὑ_μᾶς. | οὐδὲ ἡ ὥρα φησὶν οὐκ ἐνέτρεψεν ὑμᾶς. |
ὥρᾳ τρί^τῃ μεθύουσι^ν οἱ τοῦ λόγου πιστευθέντες, οἱ τὴν κοινὴν τοῦ κόσμου πραγματείαν ἐπανειλημμένοι; | ὥρᾳ τρίτῃ μεθύουσιν οἱ τοῦ λόγου πιστευθέντες, οἱ τὴν κοινὴν τοῦ κόσμου πραγματείαν ἐπανειλημμένοι; |
αἰδοῦνται καὶ τὴν εὔκαιρον μετάληψι^ν τοῦ οἴνου, οἱ κήρυ_κες τοῦ λόγου, οἱ τὴν οὐρά^νι^ον δι^δασκαλί^α_ν ἐγχειρισθέντες. | αἰδοῦνται καὶ τὴν εὔκαιρον μετάληψιν τοῦ οἴνου, οἱ κήρυκες τοῦ λόγου, οἱ τὴν οὐράνιον διδασκαλίαν ἐγχειρισθέντες. |
ἡμεῖς μὲν ἀ^πὸ τοῦ καιροῦ τῶν καρπῶν ἐδείξα^μεν τὸ ψεῦδος. | ἡμεῖς μὲν ἀπὸ τοῦ καιροῦ τῶν καρπῶν ἐδείξαμεν τὸ ψεῦδος. |
ὁ δὲ πέτρος ἔφη καὶ ἀ^πὸ τῆς ὥρα_ς. | ὁ δὲ πέτρος ἔφη καὶ ἀπὸ τῆς ὥρας. |
οὐ γὰ^ρ ὡς ὑ_μεῖς φησι^ν ὑ^πολα^μβά^νετε οὕτοι μεθύουσι^ν, ἀλλὰ^ τοῦτο ἐστὶ^ν τὸ γεγραμμένον ἐν τῷ προφήτῃ ἰωήλ. | οὐ γὰρ ὡς ὑμεῖς φησιν ὑπολαμβάνετε οὕτοι μεθύουσιν, ἀλλὰ τοῦτο ἐστὶν τὸ γεγραμμένον ἐν τῷ προφήτῃ ἰωήλ. |
ὁρᾷς ὅτι^ τὰ_ς ἀ^πορί^α_ς ἄλλο οὐ δύ^να^ται λύ_ειν εἰ μὴ μα^ρτυ^ρί^α_ προφητι^κή. | ὁρᾷς ὅτι τὰς ἀπορίας ἄλλο οὐ δύναται λύειν εἰ μὴ μαρτυρία προφητική. |
τοῦτο δὲ λέγω, ἵνα ὅτε κι_νεῖ αἱρετι^κὸς πρὸς ὀρθόδοξον καὶ ἀνακύ^πτει τι^ τῶν ἀπόρων ζητη μάτων, μὴ κα^τα^φύ^γῃς ἐπὶ^ τοὺς λογισμούς. | τοῦτο δὲ λέγω, ἵνα ὅτε κινεῖ αἱρετικὸς πρὸς ὀρθόδοξον καὶ ἀνακύπτει τι τῶν ἀπόρων ζητη μάτων, μὴ καταφύγῃς ἐπὶ τοὺς λογισμούς. |
ἐνθυμήσεις γὰ^ρ λογισμῶν καὶ λέγονται καὶ ἀνα^τρέπονται καὶ συ^νίστα^νται καὶ ἀποσυνίστανται. | ἐνθυμήσεις γὰρ λογισμῶν καὶ λέγονται καὶ ἀνατρέπονται καὶ συνίστανται καὶ ἀποσυνίστανται. |
θεοῦ δὲ φωνὴν τί^ς λύ_ει; | θεοῦ δὲ φωνὴν τίς λύει; |
λογισμὸς λύ_εται· | λογισμὸς λύεται· |
γρα^φὴ οὐ λύ_εται. | γραφὴ οὐ λύεται. |
ἄκουε κυ_ρί^ου· | ἄκουε κυρίου· |
οὐ γέγραπται ἐν τῷ νόμῳ ὑ_μῶν· | οὐ γέγραπται ἐν τῷ νόμῳ ὑμῶν· |
ἐγὼ εἶπον θεοὶ ἔστε καὶ υἱοὶ ὑψίστου πάντες.. | ἐγὼ εἶπον θεοὶ ἔστε καὶ υἱοὶ ὑψίστου πάντες.. |
καὶ ἐπά^γει· | καὶ ἐπάγει· |
εἰ οὖν ἐκείνους ἐκά^λεσε θεοὺς πρὸς οὓς ἐγένετο ὁ λόγος τοῦ θεοῦ, καὶ οὐ δύ^να^ται ἡ γρα^φὴ λυ^θῆναι. | εἰ οὖν ἐκείνους ἐκάλεσε θεοὺς πρὸς οὓς ἐγένετο ὁ λόγος τοῦ θεοῦ, καὶ οὐ δύναται ἡ γραφὴ λυθῆναι. |
ἀπορούντων ἐκείνων λέγει ὁ πέτρος· | ἀπορούντων ἐκείνων λέγει ὁ πέτρος· |
τοῦτο ἐστὶ^ τὸ εἰρημένον δι^ὰ^ τοῦ προφήτου ἰωήλ. | τοῦτο ἐστὶ τὸ εἰρημένον διὰ τοῦ προφήτου ἰωήλ. |
τί ἐστι^ ἰωήλ; | τί ἐστι ἰωήλ; |
κυ_ρί^ου θεοῦ. | κυρίου θεοῦ. |
ὅτι^ ἔσται φησὶ^ν ἐν ταῖς ἐσχά^ταις ἡμέραις, λέγει ὁ θεός· | ὅτι ἔσται φησὶν ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός· |
ἐκχεῶ ἀ^πὸ τοῦ πνεύμα^τός μου ἐπὶ^ πᾶσα^ν σάρκα^. | ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. |
οὐκ εἶπεν· | οὐκ εἶπεν· |
ἐκχεῶ τὸ πνεῦμα^ μου, ἀλλ' ἀ^πὸ τοῦ πνεύμα^τός μου. | ἐκχεῶ τὸ πνεῦμα μου, ἀλλ' ἀπὸ τοῦ πνεύματός μου. |
τὸ πνεῦμα^ ἐκχεῖται; | τὸ πνεῦμα ἐκχεῖται; |
οὐδαμῶς, ἀλλ' ἡ δωρεὰ τοῦ πνεύμα^τος. | οὐδαμῶς, ἀλλ' ἡ δωρεὰ τοῦ πνεύματος. |
ἐκχεῶ ἀ^πὸ τοῦ πνεύμα^τός μου ἐπὶ^ πᾶσα^ν σάρκα^, καὶ προφητεύσουσι^ν οἱ υἱοὶ ὑ_μῶν καὶ αἱ θυ^γα^τέρες ὑ_μῶν· | ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν· |
καὶ οἱ νεα_νί^σκοι ὑ_μῶν ὁρά_σεις ὄψονται, καὶ οἱ πρεσβύ^τεροι ὑ_μῶν ἐνύπνια^ ἐνυπνιασθήσονται. | καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται. |
ὅρα πῶς δι^ά^φορος ἡ τοῦ ἁ^γί^ου πνεύμα^τος ἀποκά^λυψι^ς. | ὅρα πῶς διάφορος ἡ τοῦ ἁγίου πνεύματος ἀποκάλυψις. |
ὁ μὲν προφητεύει, ἔχων τοῦ πνεύμα^τος τὴν χά^ρι^ν. | ὁ μὲν προφητεύει, ἔχων τοῦ πνεύματος τὴν χάριν. |
ἄλλος ἀτονῶν πρὸς τὸ ὑπηρετήσασθαι τοιούτῳ πράγμα^τι^, λα^μβά^νει τὸ τῶν ὁρά_σεων. | ἄλλος ἀτονῶν πρὸς τὸ ὑπηρετήσασθαι τοιούτῳ πράγματι, λαμβάνει τὸ τῶν ὁράσεων. |
ὡς εἶδεν ἕκτῃ ὤρᾳ τὴν σινδόνα ὁ πέτρος, ὡς ὁ κορνήλιος ἐνάτῃ ὤρᾳ εἶδεν τὸν ἄγγελον. | ὡς εἶδεν ἕκτῃ ὤρᾳ τὴν σινδόνα ὁ πέτρος, ὡς ὁ κορνήλιος ἐνάτῃ ὤρᾳ εἶδεν τὸν ἄγγελον. |
ἐκεῖνο, τὸ ἐν τῇ καρδί^ᾳ, οὐ λέγεται ὅρα_μα^, ἀλλ' ὅρα_σι^ς. | ἐκεῖνο, τὸ ἐν τῇ καρδίᾳ, οὐ λέγεται ὅραμα, ἀλλ' ὅρασις. |
ἄλλως βλέπει τι^ς ὅρασι^ν, ὥς φησι^ν· | ἄλλως βλέπει τις ὅρασιν, ὥς φησιν· |
ὁρὼν βάδιζε, ἄλλως δὲ ὁ τῇ ὄψει μόνον ὁρῶν τὸ θεώρημα^. | ὁρὼν βάδιζε, ἄλλως δὲ ὁ τῇ ὄψει μόνον ὁρῶν τὸ θεώρημα. |
ἄλλος ὁ τὸ ἐνύπνιον τῇ φα^ντα^σί^ᾳ παιδεύεται. | ἄλλος ὁ τὸ ἐνύπνιον τῇ φαντασίᾳ παιδεύεται. |
ἔστι τὸ μὲν πρῶτον προφητεία_, τὸ δὲ δεύτερον ὅρα_σι^ς, τὸ δὲ τρί^τον ἐνύπνιον. | ἔστι τὸ μὲν πρῶτον προφητεία, τὸ δὲ δεύτερον ὅρασις, τὸ δὲ τρίτον ἐνύπνιον. |
οἱ πρεσβύ^τεροι ἐνύπνια^ ἔβλεπον, ἐπειδὴ τὸ γῆρα^ς ἀτονὸν πρὸς ὑπηρεσίαν. | οἱ πρεσβύτεροι ἐνύπνια ἔβλεπον, ἐπειδὴ τὸ γῆρας ἀτονὸν πρὸς ὑπηρεσίαν. |
εἰ καὶ οὐ δύ^να^ται ὑπηρε τῆσθαι, ἀλλὰ^ δι^ὰ^ τὴν ἀ^ρετὴν μὴ ὑβριζέσθω. | εἰ καὶ οὐ δύναται ὑπηρε τῆσθαι, ἀλλὰ διὰ τὴν ἀρετὴν μὴ ὑβριζέσθω. |
καί γε ἐπὶ^ τοὺς δούλους μου ἐκχεῶ ἀ^πὸ τοῦ πνεύμα^τός μου φησὶ^ν καὶ προφητεύσουσι^ν, καὶ δώσω σημεῖα^ ἐν τῷ οὐρα^νῷ ἄ^νω καὶ ἐν τῇ γῇ κά^τω· | καί γε ἐπὶ τοὺς δούλους μου ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου φησὶν καὶ προφητεύσουσιν, καὶ δώσω σημεῖα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐν τῇ γῇ κάτω· |
αἷμα^ καὶ πῦρ. | αἷμα καὶ πῦρ. |
εἴρηται καὶ πρώην ὅτε τὸν περὶ^ τοῦ σταυροῦ ἀ^νελά^βομεν λόγον καὶ τὸ ἅ^γι^ον πά^θος, κα^θὼς οἷόν τε ἦν, ἀνεπτύξαμεν τῇ θεωρί^ᾳ, ὅτι^ ἐδόθη δύ^ο ξένα_· | εἴρηται καὶ πρώην ὅτε τὸν περὶ τοῦ σταυροῦ ἀνελάβομεν λόγον καὶ τὸ ἅγιον πάθος, καθὼς οἷόν τε ἦν, ἀνεπτύξαμεν τῇ θεωρίᾳ, ὅτι ἐδόθη δύο ξένα· |
αἷμα^ καὶ πῦρ. | αἷμα καὶ πῦρ. |
πῦρ, ἡ τοῦ ἁ^γί^ου πνεύμα^τος ἐπι^φοίτησι^ς· | πῦρ, ἡ τοῦ ἁγίου πνεύματος ἐπιφοίτησις· |
αἷμα^, ἡ ἐκ τῆς πλευρᾶς προελθοῦσα^ χά^ρι^ς. | αἷμα, ἡ ἐκ τῆς πλευρᾶς προελθοῦσα χάρις. |
ἀ^δύ^να^τον γὰ^ρ ἀ^πὸ νεκροῦ σώμα^τος προελθεῖν αἷμα^. | ἀδύνατον γὰρ ἀπὸ νεκροῦ σώματος προελθεῖν αἷμα. |
πήγνυται γὰ^ρ. | πήγνυται γὰρ. |
δι^ὰ^ τοῦτο καὶ ἐν σημείοις αὐτὸ τί^θησι^ν ὁ θεός. | διὰ τοῦτο καὶ ἐν σημείοις αὐτὸ τίθησιν ὁ θεός. |
δώσω σημεῖα^ ἐν τῶν οὐρα^νῷ ἄ^νω καὶ ἐν τῇ γῇ κά^τω· | δώσω σημεῖα ἐν τῶν οὐρανῷ ἄνω καὶ ἐν τῇ γῇ κάτω· |
αἷμα^ καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. | αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. |
ὁ ἥλι^ος μετα^στραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα^. | ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα. |
πολλοὶ ἐνόμι^σα^ν ὅτι^ αἷμα^ περὶ^ τῆς σελήνης εἶπε καὶ οὐ περὶ^ τῆς πλευ ρᾶς. | πολλοὶ ἐνόμισαν ὅτι αἷμα περὶ τῆς σελήνης εἶπε καὶ οὐ περὶ τῆς πλευ ρᾶς. |
αἷμα^ δὲ λέγει ὃ ἐξέχεα^ν οἱ ἰουδαῖοι καὶ καθ' ἑαυτῶν ἐπεσπάσαντο λέγοντες· | αἷμα δὲ λέγει ὃ ἐξέχεαν οἱ ἰουδαῖοι καὶ καθ' ἑαυτῶν ἐπεσπάσαντο λέγοντες· |
τὸ αἷμα^ αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ^ τὰ^ τέκνα^ ἡμῶν. | τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. |
καὶ μετὰ^ τὸ ἀ^νελεῖν ἀρνοῦνται. | καὶ μετὰ τὸ ἀνελεῖν ἀρνοῦνται. |
ἀ^εὶ γὰ^ρ ἡ κα^κί^α_ καθ' ἑαυτῆς ὁρί^ζουσα^ μετα^νοεῖ, καὶ ἀνα^κα^λεῖται τὰ_ς ἰ^δί^α_ς φωνά_ς. | ἀεὶ γὰρ ἡ κακία καθ' ἑαυτῆς ὁρίζουσα μετανοεῖ, καὶ ἀνακαλεῖται τὰς ἰδίας φωνάς. |
οἱ εἰπόντες· | οἱ εἰπόντες· |
τὸ αἷμα^ αὐτοῦ ἐφ' ἡμᾶς, λέγουσι^ν τοῖς ἀ^ποστόλοις· | τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, λέγουσιν τοῖς ἀποστόλοις· |
τί βούλεσθε ἐπα^γα^γεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; | τί βούλεσθε ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; |
ὁ ἥλι^ός φησι^ν σκοτισθήσεται καὶ ἡ σελήνη, πρὶ^ν ἐλθεῖν τὴν ἡμέρα_ν κυ_ρί^ου τὴν μεγά^λην καὶ ἐπι^φα^νῆ. | ὁ ἥλιός φησιν σκοτισθήσεται καὶ ἡ σελήνη, πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. |
ἐπειδὴ γὰ^ρ ἡ πρώτη ἦν εὐτελὴς ἡ ἐν σαρκί^, ἡ δι^δα^κτι^κή, ἡ δὲ δευτέρα_ ἔνδοξος, τοῦ ἁ^γί^ου σώμα^τος ἐκείνου οὐκέτι^ τα^πεινῶς φαινομένου, ἀλλ' ἀ^παύγασμα^ φωτὸς ἀπαστράπτοντος. | ἐπειδὴ γὰρ ἡ πρώτη ἦν εὐτελὴς ἡ ἐν σαρκί, ἡ διδακτική, ἡ δὲ δευτέρα ἔνδοξος, τοῦ ἁγίου σώματος ἐκείνου οὐκέτι ταπεινῶς φαινομένου, ἀλλ' ἀπαύγασμα φωτὸς ἀπαστράπτοντος. |
διὰ τοῦτο λέγει· | διὰ τοῦτο λέγει· |
τὴν ἡμέρα_ν τοῦ κυ_ρί^ου τὴν μεγά^λην. | τὴν ἡμέραν τοῦ κυρίου τὴν μεγάλην. |
εἴρηται πολλά^κι^ς ἡμῖν, ὅτι^ θεός ἐστι^ν ὁ λέγων· | εἴρηται πολλάκις ἡμῖν, ὅτι θεός ἐστιν ὁ λέγων· |
ἐκχεῶ ἀ^πὸ τοῦ πνεύμα^τός μου. | ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου. |
εἰπὲ τῷ ἰουδαίῳ· | εἰπὲ τῷ ἰουδαίῳ· |
εἰ ἓν πρόσωπόν ἐστι^, καὶ ἓν θεϊ^κὸν ἐστὶ^ν ὄνομα^, καὶ αὐτὸς λα^λεῖ περὶ^ ἑαυτοῦ, δι^ατὶ μὴ εἶπεν· | εἰ ἓν πρόσωπόν ἐστι, καὶ ἓν θεϊκὸν ἐστὶν ὄνομα, καὶ αὐτὸς λαλεῖ περὶ ἑαυτοῦ, διατὶ μὴ εἶπεν· |
πρὶν ἐλθεῖν τὴν ἡμέρα_ν τὴν ἐμήν; | πρὶν ἐλθεῖν τὴν ἡμέραν τὴν ἐμήν; |
ἐννόησον τὸν λέγοντα^· | ἐννόησον τὸν λέγοντα· |
ἐκχεῶ ἀ^πὸ τοῦ πνεύμα^τός μου καὶ δώσω σημεῖα^ πρὶν ἐλθεῖν τὴν ἡμέρα_ν κυ_ρί^ου, καὶ ἔσται, πᾶς ὃς ἂ_ν ἐπι^καλέσηται τὸ ὄνομα^ κυ_ρί^ου σωθήσεται, κύ_ρι^ον τὸν σωτῆρα^ λέγων, ὡς φησὶ^ν ὁ παῦλος· | ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου καὶ δώσω σημεῖα πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου, καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται, κύριον τὸν σωτῆρα λέγων, ὡς φησὶν ὁ παῦλος· |
ὁ γὰ^ρ αὐτὸς κύ_ρι^ος πάντων πλουτῶν εἰς πά^ντα^ς τοὺς ἐπι^καλουμένους αὐτόν· | ὁ γὰρ αὐτὸς κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· |
πᾶς γὰ^ρ ὃς ἂ_ν ἐπι^καλέσηται τὸ ὄνομα^ κυ_ρί^ου σωθήσεται. | πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. |
καὶ ἵνα δείξῃ ὅτι^ περὶ^ τοῦ χριστοῦ λέγει, ἐπά^γει· | καὶ ἵνα δείξῃ ὅτι περὶ τοῦ χριστοῦ λέγει, ἐπάγει· |
πῶς οὖν ἐπι^καλέσονται εἰς ὃν οὐκ ἐπί^στευσα^ν; | πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; |
πῶς δὲ πι^στεύσουσι^ν οὗ οὐκ ἤκουσα^ν; | πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; |
πῶς δὲ κηρύ^ξουσι^ν, ἐὰ^ν μὴ ἀποστα^λῶσι^ν; | πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσιν; |
εἴρηται κα^τὰ^ δύ^να^μι^ν ἡ τοῦ ἁ^γί^ου πνεύμα^τος ἐπι^φοίτησι^ς· | εἴρηται κατὰ δύναμιν ἡ τοῦ ἁγίου πνεύματος ἐπιφοίτησις· |
ὅτι^ βα^σι^λι^κή, ὅτι^ ἔνδοξος, ὅτι^ ἀδιαίρετος, ὅτι^ εἰρηνική. | ὅτι βασιλική, ὅτι ἔνδοξος, ὅτι ἀδιαίρετος, ὅτι εἰρηνική. |
φύ^σι^ς γὰ^ρ πρὸς ἑαυτὴν εἰρηνεύει κ ἂ_ν ἐργά^σηται ὁ υἱὸς ἐπὶ^ τὸν πα^τέρα^. | φύσις γὰρ πρὸς ἑαυτὴν εἰρηνεύει κ ἂν ἐργάσηται ὁ υἱὸς ἐπὶ τὸν πατέρα. |
ἀνάγει ὁ σωτήρ· | ἀνάγει ὁ σωτήρ· |
κα^λεῖ πρὸς τὸν πα^τέρα^ λέγων· | καλεῖ πρὸς τὸν πατέρα λέγων· |
οὗτός ἐστι^ν ἀ^δελφός μου, καὶ ἀ^δελφή μου καὶ μήτηρ, ὃς ἂ_ν ποιήσῃ τὸ θέλημα^ τοῦ πατρός μου. | οὗτός ἐστιν ἀδελφός μου, καὶ ἀδελφή μου καὶ μήτηρ, ὃς ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου. |
ὁ υἱὸς ἐπὶ^ τὸν πα^τέρα^. | ὁ υἱὸς ἐπὶ τὸν πατέρα. |
ὁ πα^τὴρ ὅτι^· | ὁ πατὴρ ὅτι· |
οὗτός μου ἐστὶ^ν ὁ υἱὸς ὁ ἀ^γα^πητός, αὐτοῦ ἀ^κούετε. | οὗτός μου ἐστὶν ὁ υἱὸς ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε. |
ὥσπερ δὲ μα^ρτυ^ρεῖ ὁ πα^τὴρ τῷ υἱῷ, οὕτως πά^λι^ν μα^ρτυ^ρεῖ τῷ πνεύμα^τι^ λέγων· | ὥσπερ δὲ μαρτυρεῖ ὁ πατὴρ τῷ υἱῷ, οὕτως πάλιν μαρτυρεῖ τῷ πνεύματι λέγων· |
ὅταν δὲ ἔλθῃ ὁ πα^ράκλητος, τὸ πνεῦμα^ τῆς ἀ^ληθεία_ς, ὃ πα^ρὰ^ τοῦ πατρὸς ἐκπορεύεται, αὐτὸς ἀ^να^μνήσει ὑ_μᾶς πά^ντα^ καὶ ὀδηγήσει ὑ_μᾶς εἰς πᾶσα^ν τὴν ἀ^λήθεια^ν. | ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, αὐτὸς ἀναμνήσει ὑμᾶς πάντα καὶ ὀδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. |
πρόσεχε τοίνυ^ν. | πρόσεχε τοίνυν. |
ἐπεφοίτησε τὸ πνεῦμα^ τὸ ἅ^γι^ον τοῖς ἀ^ποστόλοις καὶ ἐλά^λησεν ἐν αὐτοῖς. | ἐπεφοίτησε τὸ πνεῦμα τὸ ἅγιον τοῖς ἀποστόλοις καὶ ἐλάλησεν ἐν αὐτοῖς. |
οἱ ἅ^γι^οι ὁρῶντες τότε οὐκ εἶχον πῶς ἐπι^βά^λωσι^ τῇ θεωρί^ᾳ. | οἱ ἅγιοι ὁρῶντες τότε οὐκ εἶχον πῶς ἐπιβάλωσι τῇ θεωρίᾳ. |
τίς ὁ λα^λῶν ἐν τούτοις; | τίς ὁ λαλῶν ἐν τούτοις; |
θεός; | θεός; |
τὸ μὲν οὖν πρᾶγμα^ ἐδείκνυεν ὅτι^ θεός. | τὸ μὲν οὖν πρᾶγμα ἐδείκνυεν ὅτι θεός. |
οἱ δὲ ἀ^πόστολοι οὐ συνεχώρουν τὸ ἁπλῶς νοῆσαι θεόν, ἀλλὰ^ μετὰ^ τῆς προσηγορί^α_ς τοῦ ἁ^γί^ου πνεύμα^τος. | οἱ δὲ ἀπόστολοι οὐ συνεχώρουν τὸ ἁπλῶς νοῆσαι θεόν, ἀλλὰ μετὰ τῆς προσηγορίας τοῦ ἁγίου πνεύματος. |
ἐπειδὴ γὰ^ρ τὸ τοῦ θεοῦ ὄνομα^ πάντες ᾔδεισαν, τὸ δὲ υἱοῦ καὶ τοῦ πνεύμα^τος πάντες ἠγνόουν, ἔκρυ πτον οἱ ἀ^πόστολοι τὸ ὡμολογημένον καὶ προέφερον τὸ κεκρυμμένον. | ἐπειδὴ γὰρ τὸ τοῦ θεοῦ ὄνομα πάντες ᾔδεισαν, τὸ δὲ υἱοῦ καὶ τοῦ πνεύματος πάντες ἠγνόουν, ἔκρυ πτον οἱ ἀπόστολοι τὸ ὡμολογημένον καὶ προέφερον τὸ κεκρυμμένον. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.