macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἤιδεισαν πάντες ὅτι^ θεὸς ἐλά^λησεν ἐν προφήταις.
ἤιδεισαν πάντες ὅτι θεὸς ἐλάλησεν ἐν προφήταις.
οἱ ἀ^πόστολοι ἐσπούδαζον ἐπὶ^ τὸν υἱὸν καὶ τὸ πνεῦμα^ φέρειν τὰ_ς προφητεία_ς.
οἱ ἀπόστολοι ἐσπούδαζον ἐπὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα φέρειν τὰς προφητείας.
ὅτε ἔμελλεν χειροτονεῖν πέτρος ἀντὶ^ ἰούδα τοῦ προδότου, λέγει·
ὅτε ἔμελλεν χειροτονεῖν πέτρος ἀντὶ ἰούδα τοῦ προδότου, λέγει·
ἄνδρες ἀ^δελφοί, ἐχρῆν πληρωθῆναι τὴν γραφήν, ἣν προεῖπεν τὸ πνεῦμα^ τὸ ἅ^γι^ον διὰ στόμα^τος δαυίδ.
ἄνδρες ἀδελφοί, ἐχρῆν πληρωθῆναι τὴν γραφήν, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος δαυίδ.
ὁρᾷς πῶς ἐπὶ^ τὸ πνεῦμα^ ἄ^γει τὰ_ς προφητεία_ς.
ὁρᾷς πῶς ἐπὶ τὸ πνεῦμα ἄγει τὰς προφητείας.
τότε εἶπεν τὸ πνεῦμα^ τὸ ἅ^γι^ον.
τότε εἶπεν τὸ πνεῦμα τὸ ἅγιον.
νῦν πέτρος εἶπεν μόνος, ὁ ἅγι^ος, διὰ τοῦ στόμα^τος δαυὶδ ὑ^πὸ τοῦ ἁ^γί^ου πνεύμα^τος ἐλα^λήθη.
νῦν πέτρος εἶπεν μόνος, ὁ ἅγιος, διὰ τοῦ στόματος δαυὶδ ὑπὸ τοῦ ἁγίου πνεύματος ἐλαλήθη.
πῶς οὖν ὁ πα^τὴρ ἰωάννου τοῦ βαπτιστοῦ ζαχαρίας λέγει·
πῶς οὖν ὁ πατὴρ ἰωάννου τοῦ βαπτιστοῦ ζαχαρίας λέγει·
εὐλογητὸς κύ_ρι^ος ὁ θεὸς τοῦ ἰσραὴλ ὅτι^ ἐπεσκέψα^το καὶ ἐποίησεν λύτρωσι^ν τῷ λα_ῷ αὐτοῦ καὶ ἤγειρεν κέρα^ς σωτηρί^α_ς ἡμῖν ἐν οἴκῳ δαυὶδ τοῦ παιδὸς αὐτοῦ, κα^θὼς ἐλά^λησεν διὰ στόμα^τος πάντων τῶν ἁ^γί^ων.
εὐλογητὸς κύριος ὁ θεὸς τοῦ ἰσραὴλ ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ δαυὶδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησεν διὰ στόματος πάντων τῶν ἁγίων.
εἰ ὁ τοῦ βαπτιστοῦ πα^τὴρ λέ γει·
εἰ ὁ τοῦ βαπτιστοῦ πατὴρ λέ γει·
θεός ἐλά^λησε διὰ τῶν προφητῶν, ὁ δὲ πέτρος λέγει·
θεός ἐλάλησε διὰ τῶν προφητῶν, ὁ δὲ πέτρος λέγει·
τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐλά^λησε, δῆλον ὅτι^ θεὸς τὸ πνεῦμα^, ὡς μα^ρτυ^ρεῖ πέτρος καὶ ἑρμηνεύει ὁ πα^τὴρ ἰωάννου.
τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησε, δῆλον ὅτι θεὸς τὸ πνεῦμα, ὡς μαρτυρεῖ πέτρος καὶ ἑρμηνεύει ὁ πατὴρ ἰωάννου.
ἀδιαίρετος ἡ φύσις, ἀμέρι^στος ἡ δόξα_, ἄσχιστος ἡ βα^σι^λεία_, ἡνωμένον τὸ κρά^τος.
ἀδιαίρετος ἡ φύσις, ἀμέριστος ἡ δόξα, ἄσχιστος ἡ βασιλεία, ἡνωμένον τὸ κράτος.
θέλει πα^τήρ, συ^νευδοκεῖ υἱός, βούλεται υἱός, ψηφίζεται πα^τήρ, σφραγί^ζει τὸ πνεῦμα^.
θέλει πατήρ, συνευδοκεῖ υἱός, βούλεται υἱός, ψηφίζεται πατήρ, σφραγίζει τὸ πνεῦμα.
πα^τὴρ διατά^ττει, υἱὸς βεβαιοῖ.
πατὴρ διατάττει, υἱὸς βεβαιοῖ.
εἰ ὁ πατὴρ ἐν τῇ συνδόνι^ λέγει πρὸς τὸν πέτρον·
εἰ ὁ πατὴρ ἐν τῇ συνδόνι λέγει πρὸς τὸν πέτρον·
ἀναστάς, πέτρε, θῦσον καὶ φά^γε, ὁ δὲ πέτρος λέγει·
ἀναστάς, πέτρε, θῦσον καὶ φάγε, ὁ δὲ πέτρος λέγει·
μηδαμῶς, κύ_ρι^ε, οὐδέποτε ἔφα^γον πᾶν κοινὸν καὶ ἀ^κά^θα^ρτον.
μηδαμῶς, κύριε, οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον.
εἶτα λέγει ἃ^ ὁ θεὸς ἐκα^θά^ρι^σε, σὺ^ μὴ κοίνου ἡ φωνὴ θεοῦ.
εἶτα λέγει ἃ ὁ θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου ἡ φωνὴ θεοῦ.
καὶ πέτρος λέγει·
καὶ πέτρος λέγει·
κἀμοὶ ὁ θεὸς ὑ^πέδειξεν.
κἀμοὶ ὁ θεὸς ὑπέδειξεν.
εἶτα ἐπά^γει·
εἶτα ἐπάγει·
εἶπεν τὸ πνεῦμα^ τὸ ἅ^γι^ον τῷ πέτρῳ·
εἶπεν τὸ πνεῦμα τὸ ἅγιον τῷ πέτρῳ·
κατάβηθι, καὶ πορεύου μετ' αὐτῶν, μηδὲν δι^α^κρι_νόμενος.
κατάβηθι, καὶ πορεύου μετ' αὐτῶν, μηδὲν διακρινόμενος.
τὸ πνεῦμα^ λέγει·
τὸ πνεῦμα λέγει·
ἐγὼ ἀπέστειλα^·
ἐγὼ ἀπέστειλα·
ὁ πέτρος λέγει·
ὁ πέτρος λέγει·
κἀμοὶ ὁ θεὸς ἔδειξεν.
κἀμοὶ ὁ θεὸς ἔδειξεν.
ὁρᾷς τὴν φύ^σι^ν ἀδιαίρετον;
ὁρᾷς τὴν φύσιν ἀδιαίρετον;
ὅταν λα^λήσῃ, λογισμὸς κοινὸς μά^χην ἔχῃ.
ὅταν λαλήσῃ, λογισμὸς κοινὸς μάχην ἔχῃ.
ἐὰ^ν εἴπω ἐγώ, οὐ λέγω·
ἐὰν εἴπω ἐγώ, οὐ λέγω·
ἀγέννητον, ἀλλὰ^ πα^τέρα^.
ἀγέννητον, ἀλλὰ πατέρα.
λέγει ὁ αἱρετι^κός·
λέγει ὁ αἱρετικός·
ἐγὼ ἀγέννητον λέγω.
ἐγὼ ἀγέννητον λέγω.
εἰπὲ αὐτῷ σύ^·
εἰπὲ αὐτῷ σύ·
μὴ σοφώτεροί ἐσμεν τοῦ θεοῦ;
μὴ σοφώτεροί ἐσμεν τοῦ θεοῦ;
οὐκ εἶπεν·
οὐκ εἶπεν·
μαθητεύσατε εἰς ὄνομα^ ἀγεννήτου καὶ γεννητοῦ.
μαθητεύσατε εἰς ὄνομα ἀγεννήτου καὶ γεννητοῦ.
ὑβρίζεις τὴν δεσποτι^κὴν φωνὴν καὶ λα^μβά^νεις ξένην;
ὑβρίζεις τὴν δεσποτικὴν φωνὴν καὶ λαμβάνεις ξένην;
πυρὸς ἀλλοτρί^ου οὐκ ἠνέσχετο τὸ θυ^σιαστήριον, καὶ φωνῶν ξένων ἀ^νέχεται τὸ βαπτιστήριον;
πυρὸς ἀλλοτρίου οὐκ ἠνέσχετο τὸ θυσιαστήριον, καὶ φωνῶν ξένων ἀνέχεται τὸ βαπτιστήριον;
θεῷ οὐδεῖς ἀντιλέγει, ἐὰ^ν ᾖ θεοῦ.
θεῷ οὐδεῖς ἀντιλέγει, ἐὰν ᾖ θεοῦ.
οὐκ εἶπον·
οὐκ εἶπον·
θεοῦ τὰ^ ῥήμα^τα^, ἀλλ' ἐὰν ᾖ θεοῦ ὁ ἀ^κούων.
θεοῦ τὰ ῥήματα, ἀλλ' ἐὰν ᾖ θεοῦ ὁ ἀκούων.
θεῷ οὐδεὶς ἀντιλέγει·
θεῷ οὐδεὶς ἀντιλέγει·
ἀδύνατον.
ἀδύνατον.
ὅτε τῷ πέτρῳ ἔλεγεν ὁ θεός·
ὅτε τῷ πέτρῳ ἔλεγεν ὁ θεός·
ἀναστάς, πέτρε, θύ^σον καὶ φά^γε, οὐδὲν κοινὸν ἢ ἀ^κά^θα^ρτον, οὐκ ἀντιδιετάξατο ὁ πέτρος καὶ εἶπεν·
ἀναστάς, πέτρε, θύσον καὶ φάγε, οὐδὲν κοινὸν ἢ ἀκάθαρτον, οὐκ ἀντιδιετάξατο ὁ πέτρος καὶ εἶπεν·
σὺ^ ἐνομοθέτησα^ς·
σὺ ἐνομοθέτησας·
τόδε φά^γε καὶ τόδε μὴ φά^γῃς, ἐκεὶ δι^ορί^ζεις καὶ ὧδε συ^νάπτεις;
τόδε φάγε καὶ τόδε μὴ φάγῃς, ἐκεὶ διορίζεις καὶ ὧδε συνάπτεις;
εἰ δὲ ἀληθεύει ὁ νόμος, ταῦτα οὐ κα^θαρά^.
εἰ δὲ ἀληθεύει ὁ νόμος, ταῦτα οὐ καθαρά.
ἀλλ' εἰ ἦν ἄνθρωπος, εἶχε χώρα_ν ὁ λόγος.
ἀλλ' εἰ ἦν ἄνθρωπος, εἶχε χώραν ὁ λόγος.
ὅπου δὲ θεὸς ἐστί^ν, οὐκ ἔχει ἀντιλογίαν.
ὅπου δὲ θεὸς ἐστίν, οὐκ ἔχει ἀντιλογίαν.
διὰ τοῦτο λέγει πέτρος·
διὰ τοῦτο λέγει πέτρος·
ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστι^ν ἀνδρὶ^ ἰουδαίῳ κολλᾶσθαι ἀλλοφύ_λῳ·
ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ ἰουδαίῳ κολλᾶσθαι ἀλλοφύλῳ·
κ ἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα^ κοινὸν ἢ ἀ^κά^θα^ρτον λέγειν ἄνθρωπον.
κ ἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον.
ἃ ἤκουσα^ς θεοῦ, μὴ συλλογίζου.
ἃ ἤκουσας θεοῦ, μὴ συλλογίζου.
θεὸς ἐλάλησε, ὑ^πά^κουε, καὶ μὴ ἀντίλεγε τῇ ἀ^ληθείᾳ.
θεὸς ἐλάλησε, ὑπάκουε, καὶ μὴ ἀντίλεγε τῇ ἀληθείᾳ.
διὰ τοῦτο καὶ ὁ σολομὼν λέγει·
διὰ τοῦτο καὶ ὁ σολομὼν λέγει·
τέκνον, μὴ ἀντίλεγε τῇ ἀ^ληθείᾳ κα^τὰ^ μηδένα^ τρόπον.
τέκνον, μὴ ἀντίλεγε τῇ ἀληθείᾳ κατὰ μηδένα τρόπον.
ἤκουσα^ς θεὸν πα^τέρα^, ἤκουσα^ς υἱόν, ἤκουσας τὸ πνεῦμα^.
ἤκουσας θεὸν πατέρα, ἤκουσας υἱόν, ἤκουσας τὸ πνεῦμα.
τί σχίζεις τὰ^ ἀμέρι^στα^;
τί σχίζεις τὰ ἀμέριστα;
ὁ θεὸς λέγει·
ὁ θεὸς λέγει·
ἐκχεῶ ἀ^πὸ τοῦ πνεύμα^τός μου.
ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου.
καὶ ἀλλοτρι^οῖς ἃ λέγει.
καὶ ἀλλοτριοῖς ἃ λέγει.
τὸ πνεῦμά^ μού, φησι^ν, οὐ κατ' οἰκείωσι^ν καὶ οὐ κα^τὰ^ φύ^σι^ν λέγεται, ὥσπερ λέγεται δοῦλός μου.
τὸ πνεῦμά μού, φησιν, οὐ κατ' οἰκείωσιν καὶ οὐ κατὰ φύσιν λέγεται, ὥσπερ λέγεται δοῦλός μου.
τὸ μου κοινὸν ἔστω·
τὸ μου κοινὸν ἔστω·
καὶ φύ^σι^ν ἑρμηνεύει καὶ οἰκείωσι^ν.
καὶ φύσιν ἑρμηνεύει καὶ οἰκείωσιν.
ἐρωτῶ πῶς οὖν λέγει τὸ πνεῦμα^;
ἐρωτῶ πῶς οὖν λέγει τὸ πνεῦμα;
ὡς οἰκειωμένον;
ὡς οἰκειωμένον;
ὡς ὡμολογημένον;
ὡς ὡμολογημένον;
ἐπεὶ καὶ ἄγγελοι καὶ οὐρα^νὸς καὶ γῆ λέγονται θεοῦ, οὐ κα^τὰ^ φύ^σι^ν, ἀλλὰ κατ' οἰκείωσι^ν.
ἐπεὶ καὶ ἄγγελοι καὶ οὐρανὸς καὶ γῆ λέγονται θεοῦ, οὐ κατὰ φύσιν, ἀλλὰ κατ' οἰκείωσιν.
θέλεις δὲ ἰ^δεῖν ὅτι^ οὐ κα^τὰ^ οἰκειότητα^ δουλικήν, ἀλλὰ κα^τὰ^ ἐλευθερίαν φυ^σι^κὴν τοῦ θεοῦ τὸ πνεῦμα^;
θέλεις δὲ ἰδεῖν ὅτι οὐ κατὰ οἰκειότητα δουλικήν, ἀλλὰ κατὰ ἐλευθερίαν φυσικὴν τοῦ θεοῦ τὸ πνεῦμα;
ἄκουε παύλου·
ἄκουε παύλου·
οὐδεῖς εἶδεν ἀνθρώπων τὰ^ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα^ τὸ ἐν αὐτῷ.
οὐδεῖς εἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ.
εἰ τὸ πνεῦμα^ τὸ ἐν ἡμῖν ἀ^λλότρι^ον ἡμῶν ἐστί^ν, καὶ τὸ πνεῦμα^ τοῦ θεοῦ ἀ^λλότρι^ον καὶ δοῦλον αὐτοῦ ἐστι^ν.
εἰ τὸ πνεῦμα τὸ ἐν ἡμῖν ἀλλότριον ἡμῶν ἐστίν, καὶ τὸ πνεῦμα τοῦ θεοῦ ἀλλότριον καὶ δοῦλον αὐτοῦ ἐστιν.
ἐκχεῶ ἀ^πὸ τοῦ πνεύμα^τός μου.
ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου.
καὶ ἀλλαχοῦ·
καὶ ἀλλαχοῦ·
τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησα^ν, καὶ τῷ πνεύμα^τι^ τοῦ στόμα^τος αὐτοῦ πᾶσα^ ἡ δύ^να^μι^ς αὐτῶν.
τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.
καὶ πά^λι^ν σα^φῶς περὶ^ τῆς τριά^δος κηρύττων λέγει·
καὶ πάλιν σαφῶς περὶ τῆς τριάδος κηρύττων λέγει·
ἴσχυε ζοροβάβελ·
ἴσχυε ζοροβάβελ·
δι^ό^τι^ ἐγὼ μεθ' ὑ_μῶν εἰμι^, καὶ ὁ λόγος μου ὁ ἀ^γα^θὸς καὶ τὸ πνεῦμά^ μου ἐν μέσῳ ὑ_μῶν.
διότι ἐγὼ μεθ' ὑμῶν εἰμι, καὶ ὁ λόγος μου ὁ ἀγαθὸς καὶ τὸ πνεῦμά μου ἐν μέσῳ ὑμῶν.
αὕτη ἡ ζῶσα^ χά^ρι^ς, ἡ ἀδιαίρετος δύ^να^μι^ς, ἡ ἀμέρι^στος βα^σι^λεία_ ἡ γενομένη μετ' ἐκείνων, καὶ μεθ' ἡμῶν, καὶ πά^ντα^ς φυλάττουσα^.
αὕτη ἡ ζῶσα χάρις, ἡ ἀδιαίρετος δύναμις, ἡ ἀμέριστος βασιλεία ἡ γενομένη μετ' ἐκείνων, καὶ μεθ' ἡμῶν, καὶ πάντας φυλάττουσα.
αὐτῇ ἡ δόξα_ καὶ τὸ κρά^τος νῦν και ἀεὶ καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
αὐτῇ ἡ δόξα καὶ τὸ κράτος νῦν και ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
σήμερον ἡμῖν ἡ τοῦ σωτῆρος ἀνάληψι^ς τὸν οὐρα^νὸν ἤνοιξεν καὶ ὁδὸν ἀ^ληθεία_ς ὑ^πέδειξε.
σήμερον ἡμῖν ἡ τοῦ σωτῆρος ἀνάληψις τὸν οὐρανὸν ἤνοιξεν καὶ ὁδὸν ἀληθείας ὑπέδειξε.
σήμερον ἡ φι^λάνθρωπος τοῦ σωτῆρος οἰκονομί^α_ τὸν χοϊ^κὸν ἄνθρωπον ἀ^πὸ γῆς ἀνασπά^σα_σα^ εἰς οὐρα^νὸν μετεφύτευσε.
σήμερον ἡ φιλάνθρωπος τοῦ σωτῆρος οἰκονομία τὸν χοϊκὸν ἄνθρωπον ἀπὸ γῆς ἀνασπάσασα εἰς οὐρανὸν μετεφύτευσε.
σήμερον ἡ τοῦ μονογενοῦς ἀγαθότης τὸν πα^λαιὸν ἐκεῖνον ἀδὰμ τῷ θα^νά^τῳ καὶ τά^φῳ καὶ ἀνόμῳ τι_μωρί^ᾳ ὑ^ποβληθέντα^, τῆς πα^λαιᾶς κα^ταδίκης ἐξαρπάσασα^ καὶ ἀθανασίαν ἐνδύ_σα_σα^ εἰς αὐτὰ^ τὰ^ βα^σί^λεια^ τῆς αἰωνί^ου ζωῆς ἐνίδρυσεν.
σήμερον ἡ τοῦ μονογενοῦς ἀγαθότης τὸν παλαιὸν ἐκεῖνον ἀδὰμ τῷ θανάτῳ καὶ τάφῳ καὶ ἀνόμῳ τιμωρίᾳ ὑποβληθέντα, τῆς παλαιᾶς καταδίκης ἐξαρπάσασα καὶ ἀθανασίαν ἐνδύσασα εἰς αὐτὰ τὰ βασίλεια τῆς αἰωνίου ζωῆς ἐνίδρυσεν.
καὶ γέγονεν ὁ ἐπὶ^ γῆς ἄνθρωπος συμπολίτης ἀγγέλων, ἀλλὰ^ καὶ ἀρχαγγέλων καὶ πα_σῶν τῶν οὐρα^νί^ων δυ^νά^μεων δεσπότης ἀπεδείχθη.
καὶ γέγονεν ὁ ἐπὶ γῆς ἄνθρωπος συμπολίτης ἀγγέλων, ἀλλὰ καὶ ἀρχαγγέλων καὶ πασῶν τῶν οὐρανίων δυνάμεων δεσπότης ἀπεδείχθη.
οὐ γὰ^ρ ἀγγέλοις συ^ναμιλλᾶται ἡ τοῦ σωτῆρος ἀνάληψι^ς, ἀλλ' ἀγγέλων δεσπόζει·
οὐ γὰρ ἀγγέλοις συναμιλλᾶται ἡ τοῦ σωτῆρος ἀνάληψις, ἀλλ' ἀγγέλων δεσπόζει·
ὑπεράνω γά^ρ ἐστι^ πά_σης ἀρχῆς καὶ ἐξουσί^α_ς καὶ κυριότητος καὶ παντὸς ὀνόμα^τος ὀνομαζομένου, κα^τὰ^ τὴν σωτήριον τοῦ ἀποστόλου δι^δασκαλί^α_ν·
ὑπεράνω γάρ ἐστι πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου, κατὰ τὴν σωτήριον τοῦ ἀποστόλου διδασκαλίαν·
ὃς ἐκάθισέ φησι^ν ἐν δεξι^ᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.
ὃς ἐκάθισέ φησιν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.
ὅτα^ν δὲ ταῦτα^ λέγῃ ὁ θεολόγος, τὴν δόξα^ν ἑρμηνεύει, οὐ τὴν πρὸ αἰώνων ἣν ἔχει, ἀλλὰ^ τοῦ θνητοῦ τούτου καὶ ἀ^νθρωπί^νου γένους τὴν εἰς τὸ κρεῖττον μετα^βολὴν ὑποτί^θεται.
ὅταν δὲ ταῦτα λέγῃ ὁ θεολόγος, τὴν δόξαν ἑρμηνεύει, οὐ τὴν πρὸ αἰώνων ἣν ἔχει, ἀλλὰ τοῦ θνητοῦ τούτου καὶ ἀνθρωπίνου γένους τὴν εἰς τὸ κρεῖττον μεταβολὴν ὑποτίθεται.
οὐ γὰ^ρ ὁ μονογενής, ὁ θεὸς λόγος, ὁ συ^ναΐδιος καὶ σύνθρονος τῷ πατρί^, ἀ^νά^γεται ἄ^νω.
οὐ γὰρ ὁ μονογενής, ὁ θεὸς λόγος, ὁ συναΐδιος καὶ σύνθρονος τῷ πατρί, ἀνάγεται ἄνω.
τῶν γὰ^ρ ἄ^νω ἐστὶ^ δεσπότης.
τῶν γὰρ ἄνω ἐστὶ δεσπότης.
ἀλλ' ἡ θνητὴ φύ^σι^ς ἀ^νά^γεται ὑπ' αὐτοῦ·
ἀλλ' ἡ θνητὴ φύσις ἀνάγεται ὑπ' αὐτοῦ·
καὶ τὴν σωτηρί^α_ν οὐχ ἑαυτῷ πραγματεύεται, ἀλλὰ^ τῷ γένει τῶν ἀνθρώπων χα^ρί^ζεται.
καὶ τὴν σωτηρίαν οὐχ ἑαυτῷ πραγματεύεται, ἀλλὰ τῷ γένει τῶν ἀνθρώπων χαρίζεται.
οὔτε γὰ^ρ δι' ἑαυτὸν ἀ^πέθα^νεν, οὔ τε δι' ἑαυτὸν ἀ^νέστη, οὔ τε δι' ἑαυτὸν ἀνελήφθη, οὔ τε γὰ^ρ ἀπέθνῃσκεν ἡ πηγὴ τῆς ἀθανασία_ς, οὔ τε ἠγείρετο ἡ ἀνάστα^σι^ς.
οὔτε γὰρ δι' ἑαυτὸν ἀπέθανεν, οὔ τε δι' ἑαυτὸν ἀνέστη, οὔ τε δι' ἑαυτὸν ἀνελήφθη, οὔ τε γὰρ ἀπέθνῃσκεν ἡ πηγὴ τῆς ἀθανασίας, οὔ τε ἠγείρετο ἡ ἀνάστασις.
ὁ θεὸς οὐκ ἀ^νί^στα^ται, ἀλλ' ἀ^νιστᾷ·
ὁ θεὸς οὐκ ἀνίσταται, ἀλλ' ἀνιστᾷ·
οὐκ ἐγείρεται, ἀλλ' ἐγείρει·
οὐκ ἐγείρεται, ἀλλ' ἐγείρει·
οὐ ζωοποεῖται, ἀλλὰ^ ζωοποιεῖ.
οὐ ζωοποεῖται, ἀλλὰ ζωοποιεῖ.