macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἵ^να_ δὲ μά^θῃς ὅτι^ οὐχ ὁ θεὸς λόγος ἀ^νί^στα^ται, ἀλλ' ἡ ἔνσαρκος οἰκονομί^α_, πρὶ^ν σταυρὸν ὑπομείνῃ, πρὶ^ν ταφήν, πρὶ^ν ἀνάστασι^ν δείξῃ, ἔλεγε μάρθᾳ τῇ ἀ^δελφῇ λαζάρου·
ἵνα δὲ μάθῃς ὅτι οὐχ ὁ θεὸς λόγος ἀνίσταται, ἀλλ' ἡ ἔνσαρκος οἰκονομία, πρὶν σταυρὸν ὑπομείνῃ, πρὶν ταφήν, πρὶν ἀνάστασιν δείξῃ, ἔλεγε μάρθᾳ τῇ ἀδελφῇ λαζάρου·
ἐγώ εἰμι^ ἡ ἀνάστα^σι^ς.
ἐγώ εἰμι ἡ ἀνάστασις.
καὶ ἀνάστασι^ν ἑαυτὸν κα^λεῖ, ἵ^να_ δείξῃ ὅτι^ ἀ^νιστᾷ μὲν κα^τὰ^ τὴν θεότητα^, ἐγείρεται δὲ κα^τὰ^ τὴν ἀνθρωπότητα^.
καὶ ἀνάστασιν ἑαυτὸν καλεῖ, ἵνα δείξῃ ὅτι ἀνιστᾷ μὲν κατὰ τὴν θεότητα, ἐγείρεται δὲ κατὰ τὴν ἀνθρωπότητα.
ἀνέστη τοίνυ^ν δι' ἡμᾶς ἐπειδὴ καὶ ἀπέθα^νε δι' ἡμᾶς.
ἀνέστη τοίνυν δι' ἡμᾶς ἐπειδὴ καὶ ἀπέθανε δι' ἡμᾶς.
ἀνελήφθη εἰς οὐρανούς, οὐκ αὐτός οὐρα^νοῦ δεόμενος ὁ τὸν οὐρα^νὸν καὶ τὴν γῆν πληρῶν, ἀλλὰ^ τὸ γήϊ^νον σκεῦος εἰς οὐρα^νὸν ἀ^να^λα^μβά^νων, ἵ^να_ δείξῃ τῷ δι^α^βόλῳ τὸν πεπα^τημένον βα^σι^λεύοντα^, ἵ^να_ δείξῃ ὅτι^ ὃν ἡ τυ^ραννὶς τοῦ δι^α^βόλου ἐξέβα^λεν ἐκ τοῦ παραδείσου, ἡ τοῦ θεοῦ φι^λανθρωπί^α_ σύνθρονον ἑαυτῇ ἀ^πε...
ἀνελήφθη εἰς οὐρανούς, οὐκ αὐτός οὐρανοῦ δεόμενος ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν, ἀλλὰ τὸ γήϊνον σκεῦος εἰς οὐρανὸν ἀναλαμβάνων, ἵνα δείξῃ τῷ διαβόλῳ τὸν πεπατημένον βασιλεύοντα, ἵνα δείξῃ ὅτι ὃν ἡ τυραννὶς τοῦ διαβόλου ἐξέβαλεν ἐκ τοῦ παραδείσου, ἡ τοῦ θεοῦ φιλανθρωπία σύνθρονον ἑαυτῇ ἀπετέλεσε.
καὶ μονονουχὶ ἔλεγεν ὁ θεὸς πρὸς τὴν βασκανίαν τοῦ δι^α^βόλου·
καὶ μονονουχὶ ἔλεγεν ὁ θεὸς πρὸς τὴν βασκανίαν τοῦ διαβόλου·
σὺ^ αὐτὸν ἐπὶ^ γῆς ἔτρωσα^ς, ἐγὼ αὐτὸν εἰς οὐρα^νὸν ἀ^νήρπα^σα^·
σὺ αὐτὸν ἐπὶ γῆς ἔτρωσας, ἐγὼ αὐτὸν εἰς οὐρανὸν ἀνήρπασα·
σὺ^ αὐτὸν εἰς τά^φους κα^τήγα^γες, ἐγὼ αὐτὸν τῷ ἐμῷ οὐρα^νῷ ἐνίδρυσα^.
σὺ αὐτὸν εἰς τάφους κατήγαγες, ἐγὼ αὐτὸν τῷ ἐμῷ οὐρανῷ ἐνίδρυσα.
ὅτι^, ἀ^δελφοί, οὐχ ἑαυτῷ ταύτην ὁ σωτὴρ ἐπραγματεύσατο τὴν σωτηρί^α_ν, οὔ τε δι' ἑαυτὸν ἀνελήφθη, οὔ τε δι' ἑαυτὸν ἀ^νέβη.
ὅτι, ἀδελφοί, οὐχ ἑαυτῷ ταύτην ὁ σωτὴρ ἐπραγματεύσατο τὴν σωτηρίαν, οὔ τε δι' ἑαυτὸν ἀνελήφθη, οὔ τε δι' ἑαυτὸν ἀνέβη.
ἦν γὰ^ρ ἐν κόσμῳ καὶ πρὶ^ν ἐπιδημήσῃ τῷ κόσμῳ.
ἦν γὰρ ἐν κόσμῳ καὶ πρὶν ἐπιδημήσῃ τῷ κόσμῳ.
πά^ντα^ δὲ ταῦτα^ ὑπέμεινε δι' ἡμᾶς, καὶ ἐν τῷ σώμα^τι^ τῷ ἑαυτοῦ ἡμᾶς πά^ντα^ς ἀ^νήγα^γε, καὶ ἐν τῇ συνθρόνῳ τι_μῇ τῇ δοθείσῃ τῇ σαρκὶ^ τοῦ σωτῆρος, ἡμεῖς πάντες ἐτι_μήθημεν καὶ τὸ θνητὸν γένος ἐδοξάσθη.
πάντα δὲ ταῦτα ὑπέμεινε δι' ἡμᾶς, καὶ ἐν τῷ σώματι τῷ ἑαυτοῦ ἡμᾶς πάντας ἀνήγαγε, καὶ ἐν τῇ συνθρόνῳ τιμῇ τῇ δοθείσῃ τῇ σαρκὶ τοῦ σωτῆρος, ἡμεῖς πάντες ἐτιμήθημεν καὶ τὸ θνητὸν γένος ἐδοξάσθη.
ἄκουε παύλου λέγοντος·
ἄκουε παύλου λέγοντος·
νεκροὺς ὄντα^ς ἡμᾶς τοῖς παραπτώμασι^ν, ἐζωοποίησεν τῷ χριστῷ καὶ συνήγειρεν ἡμᾶς καὶ συνεκάθισε.
νεκροὺς ὄντας ἡμᾶς τοῖς παραπτώμασιν, ἐζωοποίησεν τῷ χριστῷ καὶ συνήγειρεν ἡμᾶς καὶ συνεκάθισε.
συνήγειρε, δι^ὰ^ τὶ^ καὶ συνεκάθισε;
συνήγειρε, διὰ τὶ καὶ συνεκάθισε;
ὁρᾷς ὅτι^ οὐχ ἑαυτῷ ἐδόθη ἡ τι_μή, τῇ πηγῇ τῆς ἀθανασία_ς, ἀλλὰ^ τῷ θνητῷ γένει.
ὁρᾷς ὅτι οὐχ ἑαυτῷ ἐδόθη ἡ τιμή, τῇ πηγῇ τῆς ἀθανασίας, ἀλλὰ τῷ θνητῷ γένει.
συνήγειρεν ἡμᾶς καὶ συνεκάθισεν, καὶ μὴν οὐδέπω ἀνελήφθημεν, οὐδέπω συνεκαθέσθημεν·
συνήγειρεν ἡμᾶς καὶ συνεκάθισεν, καὶ μὴν οὐδέπω ἀνελήφθημεν, οὐδέπω συνεκαθέσθημεν·
ἀλλ' ἐπειδὴ ἐν τῇ ἀ^παρχῇ τοῦ σώμα^τος χριστὸς τεταμίευται πάντων ἡμῶν ἡ σωτηρί^α_.
ἀλλ' ἐπειδὴ ἐν τῇ ἀπαρχῇ τοῦ σώματος χριστὸς τεταμίευται πάντων ἡμῶν ἡ σωτηρία.
τὸ μέλλον ἔσεσθαι ὡς γεγονὸς ἡρμήνευσεν, ἐπειδὴ οἶδεν ἀ^σφα^λὲς ἐνέχυ^ρον τοῦ θνητοῦ γένους κα^θήμενον ἂνω.
τὸ μέλλον ἔσεσθαι ὡς γεγονὸς ἡρμήνευσεν, ἐπειδὴ οἶδεν ἀσφαλὲς ἐνέχυρον τοῦ θνητοῦ γένους καθήμενον ἂνω.
ἀντίρροπον γὰ^ρ ἀντέστησεν ὁ θεὸς τῇ πτώσει τοῦ θα^νά^του τὴν ἀνάληψι^ν.
ἀντίρροπον γὰρ ἀντέστησεν ὁ θεὸς τῇ πτώσει τοῦ θανάτου τὴν ἀνάληψιν.
ἀδὰμ πα^ραβάς, ὅλον τὸ γένος ἑαυτῷ συγκατέσπασεν·
ἀδὰμ παραβάς, ὅλον τὸ γένος ἑαυτῷ συγκατέσπασεν·
ὁ χριστὸς ἀναληφθείς, ὅλον τὸ γένος τῶν πιστῶν ἑαυτῷ συνανήγαγε.
ὁ χριστὸς ἀναληφθείς, ὅλον τὸ γένος τῶν πιστῶν ἑαυτῷ συνανήγαγε.
καὶ ὥσπερ κα^τὰ^ τοῦ ἀδὰμ μόνου ἀ^πόφα^σι^ς ἐξηνέχθη, ὥς φησι^ν·
καὶ ὥσπερ κατὰ τοῦ ἀδὰμ μόνου ἀπόφασις ἐξηνέχθη, ὥς φησιν·
ἧι ἂ_ν ἡμέρᾳ φά^γῃ, θα^νά^τῳ ἀποθά^νῃ, καὶ γῆ εἶ καὶ εἰς γῆν ἀ^πελεύσῃ, τὸ δὲ ἀ^κόλουθον ἐσι^ώπησε μὲν τῷ λόγῳ, ἔδειξε δὲ τῇ πείρᾳ.
ἧι ἂν ἡμέρᾳ φάγῃ, θανάτῳ ἀποθάνῃ, καὶ γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, τὸ δὲ ἀκόλουθον ἐσιώπησε μὲν τῷ λόγῳ, ἔδειξε δὲ τῇ πείρᾳ.
οὐ γὰ^ρ σὺ^ καὶ οἱ υἱοί σου καὶ αἱ θυ^γα^τέρες σου καὶ ὅλον τὸ γένος σου, ἀλλὰ^ κα^τὰ^ τῆς ῥίζης ἀποφαινόμενος τὴν ἀκολουθίαν τοῦ γένους καὶ τοὺς καρποὺς τῇ ῥίζῃ συ^μπεριέλαβεν.
οὐ γὰρ σὺ καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου καὶ ὅλον τὸ γένος σου, ἀλλὰ κατὰ τῆς ῥίζης ἀποφαινόμενος τὴν ἀκολουθίαν τοῦ γένους καὶ τοὺς καρποὺς τῇ ῥίζῃ συμπεριέλαβεν.
ὥσπερ οὖν ἐκεῖ ἡ ἀ^πόφα^σι^ς τοῦ ἀδὰμ ἐπι^λαβομένη ἅ^πα^ν τὸ γένος συγκατέσυρεν, οὕτως ἡ τοῦ σωτῆρος ἀνάληψι^ς ὅλῳ τῷ γένει τὴν σωτηρί^α_ν ἐπραγματεύσατο.
ὥσπερ οὖν ἐκεῖ ἡ ἀπόφασις τοῦ ἀδὰμ ἐπιλαβομένη ἅπαν τὸ γένος συγκατέσυρεν, οὕτως ἡ τοῦ σωτῆρος ἀνάληψις ὅλῳ τῷ γένει τὴν σωτηρίαν ἐπραγματεύσατο.
ἀντίρροπος γὰ^ρ ἡ χά^ρι^ς τῇ πα^λαιᾷ καταστάσει.
ἀντίρροπος γὰρ ἡ χάρις τῇ παλαιᾷ καταστάσει.
οὐκ ἐξ ὁμοτιμία_ς ἀντίρροπον εἶπον, ἀλλ' ὅτι^ ὃ ἀ^πώλεσε δι^ὰ^ τῆς παραβάσεως ἔλα^βεν δι^ὰ^ τῆς τοῦ σωτῆρος οἰκονομί^α_ς.
οὐκ ἐξ ὁμοτιμίας ἀντίρροπον εἶπον, ἀλλ' ὅτι ὃ ἀπώλεσε διὰ τῆς παραβάσεως ἔλαβεν διὰ τῆς τοῦ σωτῆρος οἰκονομίας.
καὶ μα^ρτυ^ρεῖ παῦλος λέγων·
καὶ μαρτυρεῖ παῦλος λέγων·
ὥσπερ ἐν τῷ ἀδὰμ πάντες ἀποθνῄσκομεν, οὕτως ἐν τῷ χριστῷ πάντες ζωοποιηθησόμεθα^.
ὥσπερ ἐν τῷ ἀδὰμ πάντες ἀποθνῄσκομεν, οὕτως ἐν τῷ χριστῷ πάντες ζωοποιηθησόμεθα.
καὶ μηδεὶς θαυμαζέτω εἰ τοῦ σωτῆρος ἐπιδημήσαντος καὶ ζωὴν αἰώνι^ον κηρύξαντος καὶ βα^σι^λεία_ν οὐρα^νῶν χαρισαμένου, ἠπείθει τὸ θνητὸν τοῦτο γένος λέγον·
καὶ μηδεὶς θαυμαζέτω εἰ τοῦ σωτῆρος ἐπιδημήσαντος καὶ ζωὴν αἰώνιον κηρύξαντος καὶ βασιλείαν οὐρανῶν χαρισαμένου, ἠπείθει τὸ θνητὸν τοῦτο γένος λέγον·
τί^ μοι πλέον ὑ^πῆρξε πιστεύσαντι^, εἰ κα^τὰ^ τοὺς ἀπί^στους τελευτῶ, εἰ μετὰ^ πάντων θανατοῦμαι, εἰ τὰ^ αὐτὰ^ ὑπομένω οἷα^ κ ἀκεῖνοι οἱ ἀπιστήσαντες;
τί μοι πλέον ὑπῆρξε πιστεύσαντι, εἰ κατὰ τοὺς ἀπίστους τελευτῶ, εἰ μετὰ πάντων θανατοῦμαι, εἰ τὰ αὐτὰ ὑπομένω οἷα κ ἀκεῖνοι οἱ ἀπιστήσαντες;
τί^ τὸ ξένον τῆς χά^ρι^τος;
τί τὸ ξένον τῆς χάριτος;
ποῦ δὲ εὕρω τὰ^ ψευδῆ καὶ τὰ^ ἀ^ληθῆ;
ποῦ δὲ εὕρω τὰ ψευδῆ καὶ τὰ ἀληθῆ;
ἄκουε τοῦ σωτῆρος λέγοντος·
ἄκουε τοῦ σωτῆρος λέγοντος·
ὁ πιστεύων εἰς ἐμὲ ζήσεται εἰς τὸν αἰῶνα^.
ὁ πιστεύων εἰς ἐμὲ ζήσεται εἰς τὸν αἰῶνα.
εἴρητο τῷ ἀδάμ·
εἴρητο τῷ ἀδάμ·
ἧι δ' ἂ_ν ἡμέρᾳ φά^γῃ, θα^νά^τῳ ἀποθά^νῃ.
ἧι δ' ἂν ἡμέρᾳ φάγῃ, θανάτῳ ἀποθάνῃ.
ἀλλ' οὐκ ἀπέθα^νε καθ' ἣν ἔφα^γεν ἡμέρα_ν, ἀλλ' ἔζησεν ἐν τῷ κόσμῳ, ἐνενέκρωτο δὲ τῇ ἀ^ποφά^σει.
ἀλλ' οὐκ ἀπέθανε καθ' ἣν ἔφαγεν ἡμέραν, ἀλλ' ἔζησεν ἐν τῷ κόσμῳ, ἐνενέκρωτο δὲ τῇ ἀποφάσει.
καὶ τῇ μὲν ἀ^ποφά^σει νεκρὸς ἦν, τῇ δὲ τοῦ θεοῦ μα^κροθυ_μίᾳ ἔζη καὶ ζωῆς ἀ^πήλαυνεν.
καὶ τῇ μὲν ἀποφάσει νεκρὸς ἦν, τῇ δὲ τοῦ θεοῦ μακροθυμίᾳ ἔζη καὶ ζωῆς ἀπήλαυνεν.
ὥσπερ οὖν ἡ τοῦ ἀδὰμ ζωὴ μετὰ^ τὴν ἀ^πόφα^σι^ν ἐπι^ταθεῖσα^ ἐπὶ^ ἐννεακόσια^ τρι^ά_κοντα^ ἔτη οὐκ ἔλυ_σε τὴν ἀ^πόφα^σι^ν, ἀλλὰ^ κα^τέλα^βεν ἡ ἀ^πόφα^σι^ς μακροῖς χρόνοις ἐναποδύσασα^ τὴν ζωὴν τοῦ ἀνθρώπου, οὕτω καὶ ἐνταῦθα^.
ὥσπερ οὖν ἡ τοῦ ἀδὰμ ζωὴ μετὰ τὴν ἀπόφασιν ἐπιταθεῖσα ἐπὶ ἐννεακόσια τριάκοντα ἔτη οὐκ ἔλυσε τὴν ἀπόφασιν, ἀλλὰ κατέλαβεν ἡ ἀπόφασις μακροῖς χρόνοις ἐναποδύσασα τὴν ζωὴν τοῦ ἀνθρώπου, οὕτω καὶ ἐνταῦθα.
ἐπειδὴ ἅ^παξ ἀψευδὴς ὁ ἐπαγγειλάμενος, κ ἂ_ν ἀποθά^νωμεν τῇ φύ^σει, ζῶμεν τῇ ἀψευδεῖ ἐπαγγελίᾳ.
ἐπειδὴ ἅπαξ ἀψευδὴς ὁ ἐπαγγειλάμενος, κ ἂν ἀποθάνωμεν τῇ φύσει, ζῶμεν τῇ ἀψευδεῖ ἐπαγγελίᾳ.
καὶ ὥσπερ τῷ ἀδὰμ πρόκρι^μα^ οὐκ ἐποίησε τὸ ζῆν μετὰ^ τὴν ἀ^πόφα^σι^ν, οὕτως οὐ δὲ ἡμῖν πρόκρι^μα^ τὸ ἀποθνῄσκειν μετὰ^ τὴν ἐπαγγελίαν φέρει.
καὶ ὥσπερ τῷ ἀδὰμ πρόκριμα οὐκ ἐποίησε τὸ ζῆν μετὰ τὴν ἀπόφασιν, οὕτως οὐ δὲ ἡμῖν πρόκριμα τὸ ἀποθνῄσκειν μετὰ τὴν ἐπαγγελίαν φέρει.
καὶ γέγονε τὸ γένος ἡμῶν ἐν τῷ φυράμα^τι^ κα^τὰ^ τὴν ἀπ' ἀρχῆς ἐπαγγελίαν.
καὶ γέγονε τὸ γένος ἡμῶν ἐν τῷ φυράματι κατὰ τὴν ἀπ' ἀρχῆς ἐπαγγελίαν.
ἀπείληφε τὴν εὐεργεσίαν καὶ ἐσμὲν ἐν οὐρα^νῷ δι^ὰ^ χριστόν.
ἀπείληφε τὴν εὐεργεσίαν καὶ ἐσμὲν ἐν οὐρανῷ διὰ χριστόν.
ἐπειδὴ ἐγεγόναμεν ἐν τά^φοις δι^ὰ^ τὸν ἀδάμ, δι^ὰ^ τὸν ἀδὰμ ἐξεβλήθημεν παραδείσου.
ἐπειδὴ ἐγεγόναμεν ἐν τάφοις διὰ τὸν ἀδάμ, διὰ τὸν ἀδὰμ ἐξεβλήθημεν παραδείσου.
δι^ὰ^ χριστὸν ἀνηρπά^σθημεν καὶ εἰς οὐρα^νὸν καὶ εἰς πα^ρά^δεισον.
διὰ χριστὸν ἀνηρπάσθημεν καὶ εἰς οὐρανὸν καὶ εἰς παράδεισον.
δι^ὰ^ τὴν τοῦ ἀδὰμ παράβασι^ν ὑ^πὸ τῶν χερουβὶμ ἐδιώχθημεν.
διὰ τὴν τοῦ ἀδὰμ παράβασιν ὑπὸ τῶν χερουβὶμ ἐδιώχθημεν.
γέγραπται γὰ^ρ ὅτι^ ἔθηκεν ὁ θεὸς τὴν φλογί^νην ῥομφαίαν καὶ τὰ^ χερουβὶμ φυλά^ττειν τὴν ὁδὸν τοῦ παραδείσου καὶ ἐκπεπολέμητο τὰ^ χερουβὶμ τῷ ἀδάμ.
γέγραπται γὰρ ὅτι ἔθηκεν ὁ θεὸς τὴν φλογίνην ῥομφαίαν καὶ τὰ χερουβὶμ φυλάττειν τὴν ὁδὸν τοῦ παραδείσου καὶ ἐκπεπολέμητο τὰ χερουβὶμ τῷ ἀδάμ.
ἀπήλαυνεν αὐτὸν τὴν εἴσοδον τοῦ παραδείσου.
ἀπήλαυνεν αὐτὸν τὴν εἴσοδον τοῦ παραδείσου.
δι^ὰ^ τὴν παράβασι^ν τὰ^ χερουβὶμ τῷ ἀδὰμ ἐχθραίνει·
διὰ τὴν παράβασιν τὰ χερουβὶμ τῷ ἀδὰμ ἐχθραίνει·
δι^ὰ^ τὴν τοῦ σωτῆρος ἐπαγγελίαν καὶ τὰ^ χερουβὶμ φί^λα_ καὶ τὰ^ σεραφὶμ συλλειτουργά^.
διὰ τὴν τοῦ σωτῆρος ἐπαγγελίαν καὶ τὰ χερουβὶμ φίλα καὶ τὰ σεραφὶμ συλλειτουργά.
τὴν γὰ^ρ τῶν σεραφὶμ φωνὴν ἐκκλησί^α_ καὶ τὸν τρισάγιον μετὰ^ τῶν ἄ^νω ἀναπέμπει, ἵ^να_ μά^θῃ ὁ ἄνθρωπος ὅτι^ αἱ οὐρά^νι^αι δυ^νά^μεις οὐ κα^τὰ^ φύ^σι^ν πρὸς αὐτὸν ἐξεπολεμήθησα^ν, ἀλλὰ^ δι^ὰ^ τὴν παράβασι^ν αὐτοῦ ἀπεστράφησα^ν, δι^ὰ^ δὲ τὴν φιλανθρωπίαν προσελά^βοντο·
τὴν γὰρ τῶν σεραφὶμ φωνὴν ἐκκλησία καὶ τὸν τρισάγιον μετὰ τῶν ἄνω ἀναπέμπει, ἵνα μάθῃ ὁ ἄνθρωπος ὅτι αἱ οὐράνιαι δυνάμεις οὐ κατὰ φύσιν πρὸς αὐτὸν ἐξεπολεμήθησαν, ἀλλὰ διὰ τὴν παράβασιν αὐτοῦ ἀπεστράφησαν, διὰ δὲ τὴν φιλανθρωπίαν προσελάβοντο·
κ ἀκεῖ μὲν φλογί^νη ῥομφαία_ τὸν ἀδὰμ ἀπέκλεισεν.
κ ἀκεῖ μὲν φλογίνη ῥομφαία τὸν ἀδὰμ ἀπέκλεισεν.
ἵ^να_ δὲ πά^λι^ν δι^δα^χθῶμεν ὅτι^ οὐχ ἡ τοῦ πυ_ρὸς φύ^σι^ς ἐκπεπολέμητο τῷ ἀνθρώπῳ, ἀλλ' ἡ παράβα^σι^ς πάντων αὐτῷ ἐξεπολέμησεν·
ἵνα δὲ πάλιν διδαχθῶμεν ὅτι οὐχ ἡ τοῦ πυρὸς φύσις ἐκπεπολέμητο τῷ ἀνθρώπῳ, ἀλλ' ἡ παράβασις πάντων αὐτῷ ἐξεπολέμησεν·
ἐκεῖνον φλογί^νη ῥομφαία_ δι^ώκει, τὸν ἠλίαν ἅρμα^ πυ_ρὸς ἀ^να^λα^μβά^νει.
ἐκεῖνον φλογίνη ῥομφαία διώκει, τὸν ἠλίαν ἅρμα πυρὸς ἀναλαμβάνει.
ὁρᾷς πῶς τὸ αὐτὸ πῦρ καὶ πολέμι^ον καὶ φί^λον, οὐ τῇ φύ^σει μετα^βα^λλόμενον, ἀλλὰ^ τῇ προθέσει τοῦ θεοῦ δουλεῦον;
ὁρᾷς πῶς τὸ αὐτὸ πῦρ καὶ πολέμιον καὶ φίλον, οὐ τῇ φύσει μεταβαλλόμενον, ἀλλὰ τῇ προθέσει τοῦ θεοῦ δουλεῦον;
ἀπεκλείσθη ἀδὰμ τοῦ παραδείσου, λα^μβά^νει κλεῖς οὐρα^νοῦ πέτρος·
ἀπεκλείσθη ἀδὰμ τοῦ παραδείσου, λαμβάνει κλεῖς οὐρανοῦ πέτρος·
ἐν τῷ παραδείσῳ ὑ^πὸ τοῦ ὄφεως ἐπι^βουλεύεται, ἐν τῷ κόσμῳ εἰς ἐξορίαν πα^ρα^δοθείς, ἐν αὐτῷ τῷ τῆς ἐξορία_ς τόπῳ πα^τεῖ τὸν πατήσαντα^.
ἐν τῷ παραδείσῳ ὑπὸ τοῦ ὄφεως ἐπιβουλεύεται, ἐν τῷ κόσμῳ εἰς ἐξορίαν παραδοθείς, ἐν αὐτῷ τῷ τῆς ἐξορίας τόπῳ πατεῖ τὸν πατήσαντα.
ἰδοὺ γὰ^ρ δέδωκα^ ὑ_μῖν ἐξουσί^α_ν πα^τεῖν ἐπά^νω ὄφεων καὶ σκορπί^ων καὶ ἐπὶ^ πᾶσα^ν τὴν δύ^να^μι^ν τοῦ ἐχθροῦ.
ἰδοὺ γὰρ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
μὴ πρόκρι^μα^ ἤνεγκεν τῷ ἀδὰμ ἡ παράβα^σι^ς;
μὴ πρόκριμα ἤνεγκεν τῷ ἀδὰμ ἡ παράβασις;
οὔ τε ἡμῖν πρόκρι^μα^ ποιήσει ὁ κόσμος, τῆς πίστεως δικαιούσης.
οὔ τε ἡμῖν πρόκριμα ποιήσει ὁ κόσμος, τῆς πίστεως δικαιούσης.
ἀδὰμ ἐν τῷ παραδείσῳ τῇ πα^ραβάσει κα^ταισχύνεται, ἰὼβ ἐν τῇ κοπρίᾳ τῇ ὑπομονῇ στεφα^νοῦται.
ἀδὰμ ἐν τῷ παραδείσῳ τῇ παραβάσει καταισχύνεται, ἰὼβ ἐν τῇ κοπρίᾳ τῇ ὑπομονῇ στεφανοῦται.
ἀνέλαβε τοίνυ^ν τὸ ἀ^νθρώπι^νον γένος ὁ φι^λάνθρωπος·
ἀνέλαβε τοίνυν τὸ ἀνθρώπινον γένος ὁ φιλάνθρωπος·
οὐχ ἓν γένος, οὐχ ἓν κλί^μα^, ἀλλὰ^ πᾶσα^ν τὴν οἰκουμένην·
οὐχ ἓν γένος, οὐχ ἓν κλίμα, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην·
ὅλον γὰ^ρ σώζει τὸν ἄνθρωπον ὁ παντὸς τοῦ γένους τῶν ἀνθρώπων πλάστης.
ὅλον γὰρ σώζει τὸν ἄνθρωπον ὁ παντὸς τοῦ γένους τῶν ἀνθρώπων πλάστης.
μί^α^ πάντων ἡ πλάσις, μί^α^ πάντων ἡ κλῆσι^ς.
μία πάντων ἡ πλάσις, μία πάντων ἡ κλῆσις.
οὐ συγχωρεῖ ἰουδαίων παισὶ^ σεμνοῦσθαι, ἀλλ' ὅρα_ τί^ κα^τα^σκευά^ζει καὶ πρὸ τῆς ἐπι^δημία_ς·
οὐ συγχωρεῖ ἰουδαίων παισὶ σεμνοῦσθαι, ἀλλ' ὅρα τί κατασκευάζει καὶ πρὸ τῆς ἐπιδημίας·
ἀ^να^λα^μβά^νει τὸν ἐνώχ.
ἀναλαμβάνει τὸν ἐνώχ.
ἐνώχ, ποῖον;
ἐνώχ, ποῖον;
τὸν φέροντα^ τύ^πον τῆς ἐκκλησι^α^στι^κῆς εὐκοσμία_ς.
τὸν φέροντα τύπον τῆς ἐκκλησιαστικῆς εὐκοσμίας.
δι^ὰ^ τί τύ^πος γί_νεται τῆς ἐκκλησί^α_ς ἐνώχ;
διὰ τί τύπος γίνεται τῆς ἐκκλησίας ἐνώχ;
οὐ γὰ^ρ σάββατον ἐφύ^λα^ξεν, οὐ περι^τομὴν ἐδέξα^το, οὐ πόνοις ἰουδαϊκοῖς ἠκολούθησεν, ἀλλ' ἁπλότητι^ εὐαγγελικῇ ἐστοιχειώθη πρὸς ἀ^ρετήν.
οὐ γὰρ σάββατον ἐφύλαξεν, οὐ περιτομὴν ἐδέξατο, οὐ πόνοις ἰουδαϊκοῖς ἠκολούθησεν, ἀλλ' ἁπλότητι εὐαγγελικῇ ἐστοιχειώθη πρὸς ἀρετήν.
προέλαμπεν τοίνυ^ν ἡ ἀ^παρχὴ τῆς σωτηρί^α_ς.
προέλαμπεν τοίνυν ἡ ἀπαρχὴ τῆς σωτηρίας.
ἐπειδὴ κατεψηφισάμεθα^ ἡμεῖς πάντες τοῦ γένους ὡς κα^τὰ^ φύ^σι^ν ὄντος θνητοῦ καὶ πάντες ἕτοιμοι ἦσα^ν εἰπεῖν ὅτι^ φύ^σει ἀποθνῄσκομεν δι^ὰ^ τὴν ἄγνοια^ν, ὅτι^ ἡ συνήθεια^ φύ^σι^ν ἐποίησε νομισθῆναι τὴν ἀ^πόφα^σι^ν.
ἐπειδὴ κατεψηφισάμεθα ἡμεῖς πάντες τοῦ γένους ὡς κατὰ φύσιν ὄντος θνητοῦ καὶ πάντες ἕτοιμοι ἦσαν εἰπεῖν ὅτι φύσει ἀποθνῄσκομεν διὰ τὴν ἄγνοιαν, ὅτι ἡ συνήθεια φύσιν ἐποίησε νομισθῆναι τὴν ἀπόφασιν.
ὁ θεὸς ἐξ αὐτοῦ τοῦ φυράμα^τος ἀ^να^λα^βὼν εἰς ἀθανασίαν μεθί^στησι^ν, ἵ^να_ δείξῃ ὅτι^ οὐχ ἡ φύ^σι^ς αὐτοὺς κα^τέκρι_νεν, ἀλλ' ἡ ἁμαρτία ἔτρωσεν.
ὁ θεὸς ἐξ αὐτοῦ τοῦ φυράματος ἀναλαβὼν εἰς ἀθανασίαν μεθίστησιν, ἵνα δείξῃ ὅτι οὐχ ἡ φύσις αὐτοὺς κατέκρινεν, ἀλλ' ἡ ἁμαρτία ἔτρωσεν.
οὐκ ἂ^ν ἄλλως τὸν τύ^ρα^ννον εἷλεν εἰ μὴ σταυρὸν ὑπέμεινε.
οὐκ ἂν ἄλλως τὸν τύραννον εἷλεν εἰ μὴ σταυρὸν ὑπέμεινε.
τύραννον λέγω τὸν δι^ά^βολον, τὸν κα^τὰ^ τῆς δεσποτι^κῆς κτίσεως τυραννήσαντα^.
τύραννον λέγω τὸν διάβολον, τὸν κατὰ τῆς δεσποτικῆς κτίσεως τυραννήσαντα.
τρία γὰ^ρ τὰ^ βα^σι^λεύοντα^ ἐν κόσμῳ καὶ τυ^ρα^ννοῦντα^ κα^τὰ^ τῆς δεσποτι^κῆς δημιουργία_ς.
τρία γὰρ τὰ βασιλεύοντα ἐν κόσμῳ καὶ τυραννοῦντα κατὰ τῆς δεσποτικῆς δημιουργίας.
ποῖα ταῦτα^;
ποῖα ταῦτα;
ὁ δι^ά^βολος, ἡ ἁμαρτία, ὁ θά^να^τος.
ὁ διάβολος, ἡ ἁμαρτία, ὁ θάνατος.
δι^ὰ^ γὰ^ρ τοῦ δι^α^βόλου ἡ ἁμαρτία, καὶ δι' αὐτῆς ὁ θά^να^τος.
διὰ γὰρ τοῦ διαβόλου ἡ ἁμαρτία, καὶ δι' αὐτῆς ὁ θάνατος.
καὶ πόθεν δειχθῇ ὅτι^ ταῦτα^ ἐβα^σί^λευον;
καὶ πόθεν δειχθῇ ὅτι ταῦτα ἐβασίλευον;
λέγει ἡ γρα^φή·
λέγει ἡ γραφή·
καὶ μὴ βα^σι^λευέτω ἡ ἁμαρτία ἐν τῇ θνητῇ σαρκὶ^ ὑ_μῶν.
καὶ μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῇ θνητῇ σαρκὶ ὑμῶν.
καὶ αὐτὴ ἀλλαχοῦ·
καὶ αὐτὴ ἀλλαχοῦ·
καὶ ἐβα^σί^λευσεν ὁ θά^να^τος ἀ^πὸ ἀδὰμ μέχρι^ μωϋσέως καὶ ἐπὶ^ τοὺς μὴ ἁμαρτήσαντα^ς.
καὶ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ ἀδὰμ μέχρι μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας.
ἰδοὺ ἁ^μαρτί^α_ς καὶ θα^νά^του βα^σι^λεία_.
ἰδοὺ ἁμαρτίας καὶ θανάτου βασιλεία.
ἄκουε τοῦ κυ_ρί^ου λέγοντος·
ἄκουε τοῦ κυρίου λέγοντος·
εἰ ὁ σατανᾶ_ς τὸν σατανᾶν ἐκβάλλει, καθ' ἑαυτοῦ ἐμερίσθη·
εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, καθ' ἑαυτοῦ ἐμερίσθη·
πῶς οὖν στα^θήσεται ἡ βα^σι^λεία_ αὐτοῦ;.
πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;.
τριὰς τυ^ρά^ννων κα^τὰ^ τῆς ἀ_θα^νά^του τριά^δος ὡπλίζετο.
τριὰς τυράννων κατὰ τῆς ἀθανάτου τριάδος ὡπλίζετο.
τριὰς διαβολικὴ τῇ ἁγί^ᾳ τριά^δι^ ἀντέκειτο.
τριὰς διαβολικὴ τῇ ἁγίᾳ τριάδι ἀντέκειτο.
ἰδοὺ ὁ ἄρχων τοῦ κόσμου τούτου κέκρι^ται.
ἰδοὺ ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
δι^ὰ^ τί εἶπε κέκρι^ται καὶ οὐκ ἀ^νῄρηται;
διὰ τί εἶπε κέκριται καὶ οὐκ ἀνῄρηται;
οὐ γὰ^ρ δυ^να^στείᾳ αὐτὸν ἐξέβα^λεν, ἀλλὰ^ κρί^σει.
οὐ γὰρ δυναστείᾳ αὐτὸν ἐξέβαλεν, ἀλλὰ κρίσει.
πρόσεχε ἀ^κρι_βῶς.
πρόσεχε ἀκριβῶς.
ἠδύνατο ὁ θεὸς καὶ ἄ^νευ οἰκονομί^α_ς καὶ ἄ^νευ σταυροῦ καὶ ἄ^νευ θα^νά^του τῆς σαρκὸς χα^ρί^σα^σθαι τῷ θνητῷ γένει τῶν ἀνθρώπων ἀθανασίαν.
ἠδύνατο ὁ θεὸς καὶ ἄνευ οἰκονομίας καὶ ἄνευ σταυροῦ καὶ ἄνευ θανάτου τῆς σαρκὸς χαρίσασθαι τῷ θνητῷ γένει τῶν ἀνθρώπων ἀθανασίαν.
τί^ς γὰ^ρ ἀντιστήσεται βουλῇ θεοῦ;
τίς γὰρ ἀντιστήσεται βουλῇ θεοῦ;
ἢ χάριτι^ ἢ ἀ^ποφά^σει;
ἢ χάριτι ἢ ἀποφάσει;
ἀλλ' ὡς πολλά^κι^ς προειρήκα^μεν, οἰκονομεῖ ὁ θεὸς τῷ ἀνθρώπῳ οὐ τὴν σωτηρί^α_ν μόνον, ἀλλὰ^ καὶ μετ' εὐφημία_ς σωτηρί^α_ν, ἵ^να_ μὴ δόξῃ ἁπλῶς ἄ^νευ ἀ^γώνων ἐλεεῖν τὸν ἄνθρωπον, ἀλλὰ^ εὐδοκιμοῦντα^ στέφειν.
ἀλλ' ὡς πολλάκις προειρήκαμεν, οἰκονομεῖ ὁ θεὸς τῷ ἀνθρώπῳ οὐ τὴν σωτηρίαν μόνον, ἀλλὰ καὶ μετ' εὐφημίας σωτηρίαν, ἵνα μὴ δόξῃ ἁπλῶς ἄνευ ἀγώνων ἐλεεῖν τὸν ἄνθρωπον, ἀλλὰ εὐδοκιμοῦντα στέφειν.