macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
εἰ γὰ^ρ θεϊ^κῇ δυ^νά^μει ἡττήθη ὁ δι^ά^βολος, μεγά^λα_ ἀ^νεφρόνησεν ὁ τύ^ρα^ννος καὶ εἶπεν ἄ^ν·
εἰ γὰρ θεϊκῇ δυνάμει ἡττήθη ὁ διάβολος, μεγάλα ἀνεφρόνησεν ὁ τύραννος καὶ εἶπεν ἄν·
τὸν κόσμον ὅλον ἐνί_κησα^, ὑ^πὸ δὲ θεοῦ ἡττήθην·
τὸν κόσμον ὅλον ἐνίκησα, ὑπὸ δὲ θεοῦ ἡττήθην·
αἰσχύ_νη δὲ οὐδεμί^α^ τῷ ὑ^πὸ τοῦ κρείττονος ἡττωμένῳ.
αἰσχύνη δὲ οὐδεμία τῷ ὑπὸ τοῦ κρείττονος ἡττωμένῳ.
διὰ τοῦτο ὁ σωτὴρ τὸν κα^ταγωνισθέντα^ ἄνθρωπον ἀ^νιστᾷ αὐτῷ ἀ^ντί^πα^λον, καὶ ὃν εἰς τὰ^ κατώτατα^ τοῦ ᾅδου κατήνεγκεν ἡ τοῦ δι^α^βόλου τυ^ραννίς, εἰς τὰ^ ἀνώτατα^ τῶν οὐρα^νῶν ἀνύψωσεν ὁ θεός.
διὰ τοῦτο ὁ σωτὴρ τὸν καταγωνισθέντα ἄνθρωπον ἀνιστᾷ αὐτῷ ἀντίπαλον, καὶ ὃν εἰς τὰ κατώτατα τοῦ ᾅδου κατήνεγκεν ἡ τοῦ διαβόλου τυραννίς, εἰς τὰ ἀνώτατα τῶν οὐρανῶν ἀνύψωσεν ὁ θεός.
καὶ αὕτη ἐστὶ^ν ἡ ἀνάστα^σι^ς τοῦ σωτῆρος, ἡ πάντων ἡμῶν ἀνάστα^σι^ς, πάντων ἡμῶν οἰκονομί^α_.
καὶ αὕτη ἐστὶν ἡ ἀνάστασις τοῦ σωτῆρος, ἡ πάντων ἡμῶν ἀνάστασις, πάντων ἡμῶν οἰκονομία.
χριστὸς κηρύττεται, ἡ οἰκουμένη τῶν κα^κῶν ἐλευθεροῦται.
χριστὸς κηρύττεται, ἡ οἰκουμένη τῶν κακῶν ἐλευθεροῦται.
ὅπερ ἂ_ν ποιήσῃ χριστός, οὐχ ἑαυτῷ πα^ρέχει, ἀλλ' ἡμῖν χα^ρί^ζεται·
ὅπερ ἂν ποιήσῃ χριστός, οὐχ ἑαυτῷ παρέχει, ἀλλ' ἡμῖν χαρίζεται·
κ ἂ_ν βαπτισθῇ δι' ἡμᾶς, κ ἂ_ν ἁγιασθῇ κα^τὰ^ τὸ φαινόμενον, πά^ντα^ς ἁγι^άζων, δι' ἡμᾶς ἁγιάζεται·
κ ἂν βαπτισθῇ δι' ἡμᾶς, κ ἂν ἁγιασθῇ κατὰ τὸ φαινόμενον, πάντας ἁγιάζων, δι' ἡμᾶς ἁγιάζεται·
οὐ παρ' ἄλλης δυ^νά^μεως δεχόμενος τὸν ἁγιασμόν, ἀλλ' αὐτὸς ἑαυτῷ πα^ρέχων, τὰ^ τῆς θεότητος χορηγῶν τῇ θνητῇ φύ^σει, τῇ ἀ^νθρωπί^νῃ σαρκί^.
οὐ παρ' ἄλλης δυνάμεως δεχόμενος τὸν ἁγιασμόν, ἀλλ' αὐτὸς ἑαυτῷ παρέχων, τὰ τῆς θεότητος χορηγῶν τῇ θνητῇ φύσει, τῇ ἀνθρωπίνῃ σαρκί.
καὶ μα^ρτυ^ρεῖ ὁ αὐτὸς λέγων·
καὶ μαρτυρεῖ ὁ αὐτὸς λέγων·
καὶ ὑ^πὲρ αὐτῶν ἁγιάζω ἐμαυτὸν ἵ^να_ ὧσι^ν καὶ αὐτοὶ ἡγι^ασμένοι ἐν ἀ^ληθείᾳ τί ἐστι^ν τὸ ἐν ἀ^ληθείᾳ ἁγιάζεσθαι;
καὶ ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτὸν ἵνα ὧσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ τί ἐστιν τὸ ἐν ἀληθείᾳ ἁγιάζεσθαι;
τὸ ἀ^πὸ τῆς τοῦ σωτῆρος σαρκὸς λα^βεῖν τὸ ἐνέχυ^ρον τῆς ἀ^σφα^λεία_ς·
τὸ ἀπὸ τῆς τοῦ σωτῆρος σαρκὸς λαβεῖν τὸ ἐνέχυρον τῆς ἀσφαλείας·
τουτέστι^ τὸ ἁγιασθῆναι ἐν ἀ^ληθείᾳ, τὸ κοινωνῆσαι τῇ τοῦ σωτῆρος θεότητι^, τὸ λα^βεῖν παρ' αὐτοῦ τὸ πνεῦμα^ καὶ δοῦναι αὐτῷ τὸ σῶ^μα^.
τουτέστι τὸ ἁγιασθῆναι ἐν ἀληθείᾳ, τὸ κοινωνῆσαι τῇ τοῦ σωτῆρος θεότητι, τὸ λαβεῖν παρ' αὐτοῦ τὸ πνεῦμα καὶ δοῦναι αὐτῷ τὸ σῶμα.
καὶ ὅρα_ τὴν χά^ρι^ν ἀ^πὸ μικροῦ ἀρχομένην καὶ εἰς πέλα^γος προβαίνουσα^ν.
καὶ ὅρα τὴν χάριν ἀπὸ μικροῦ ἀρχομένην καὶ εἰς πέλαγος προβαίνουσαν.
ὅτα^ν ἄρχεται ὁ θεὸς εὐεργετεῖν, στα^γόνα^ς δείκνυ_σι^ν εὐεργεσί^α_ς·
ὅταν ἄρχεται ὁ θεὸς εὐεργετεῖν, σταγόνας δείκνυσιν εὐεργεσίας·
ἀ^πὸ στα^γόνα^ς πηγή, ἀ^πὸ πηγῆς ποτα^μός, ἀ^πὸ ποτα^μοῦ πέλα^γος ἄ^πειρον, ἀ^πὸ πελά^γους ἄβυσσος πολλή.
ἀπὸ σταγόνας πηγή, ἀπὸ πηγῆς ποταμός, ἀπὸ ποταμοῦ πέλαγος ἄπειρον, ἀπὸ πελάγους ἄβυσσος πολλή.
οὕτως ὁ σωτὴρ ὤφθη πρῶτος καὶ μόνος, μέλλων ἀνανεοῦν τὸ γένος τῶν ἀνθρώπων·
οὕτως ὁ σωτὴρ ὤφθη πρῶτος καὶ μόνος, μέλλων ἀνανεοῦν τὸ γένος τῶν ἀνθρώπων·
φαίνεται μόνος, οὐ πολλοστός.
φαίνεται μόνος, οὐ πολλοστός.
ἀ^πὸ τοῦ ἑνὸς προέβη εἰς δώδεκα^ ἀ^ποστόλους, ἀ^πὸ τῶν δώδεκα^ ἀ^ποστόλων εἰς ἑβδομήκοντα^ κήρυ_κα^ς, ἀ^πὸ τῶν ἑβδομήκοντα^ κηρύ_κων εἰς πεντα^κοσί^ους ἀ^δελφούς.
ἀπὸ τοῦ ἑνὸς προέβη εἰς δώδεκα ἀποστόλους, ἀπὸ τῶν δώδεκα ἀποστόλων εἰς ἑβδομήκοντα κήρυκας, ἀπὸ τῶν ἑβδομήκοντα κηρύκων εἰς πεντακοσίους ἀδελφούς.
ἀναστὰς γά^ρ φησι^ν ὁ κύ_ρι^ος ὤφθη ἐπά^νω πεντα^κοσί^οις ἀ^δελφοῖς ἐφά^παξ.
ἀναστὰς γάρ φησιν ὁ κύριος ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ.
ἀ^πὸ τῶν πεντα^κοσί^ων σαγηνεύονται χι_λι^ά^δες τέσσα^ρες τῇ πέτρου δημηγορίᾳ.
ἀπὸ τῶν πεντακοσίων σαγηνεύονται χιλιάδες τέσσαρες τῇ πέτρου δημηγορίᾳ.
ἑτέρᾳ αὐτοῦ δι^δα^σκα^λί^ᾳ ἐπί^στευσα^ν πεντα^κισχίλιοι.
ἑτέρᾳ αὐτοῦ διδασκαλίᾳ ἐπίστευσαν πεντακισχίλιοι.
προῆλθεν ἀ^πὸ ἑκατοντάδων εἰς χι_λι^ά^δα^ς, ἀ^πὸ χι_λι^ά^δων εἰς μυ_ρι^ά^δα^ς, ἀ^πὸ μυ_ρι^ά^δων εἰς ἄμετρον ἀ^ρι^θμόν.
προῆλθεν ἀπὸ ἑκατοντάδων εἰς χιλιάδας, ἀπὸ χιλιάδων εἰς μυριάδας, ἀπὸ μυριάδων εἰς ἄμετρον ἀριθμόν.
λέγουσιν ἐν ἱεροσολύμοις τῷ παύλῳ·
λέγουσιν ἐν ἱεροσολύμοις τῷ παύλῳ·
θεωρεῖς, ἀ^δελφέ, πόσαι μυ_ρι^ά^δες εἰσὶ^ν ἰουδαίων τῶν πιστευσάντων;.
θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἰουδαίων τῶν πιστευσάντων;.
ὁρᾷς πῶς ἀ^πὸ ἑνὸς δώδεκα^·
ὁρᾷς πῶς ἀπὸ ἑνὸς δώδεκα·
ἀ^πὸ τῶν δώδεκα^ ἑβδομήκοντα^·
ἀπὸ τῶν δώδεκα ἑβδομήκοντα·
ἀ^πὸ τῶν ἑβδομήκοντα^ πεντα^κοσί^ους·
ἀπὸ τῶν ἑβδομήκοντα πεντακοσίους·
ἀ^πὸ τῶν πεντα^κοσί^ων χι_λι^ά^δες·
ἀπὸ τῶν πεντακοσίων χιλιάδες·
ἀ^πὸ χι_λι^ά^δων μυ_ρι^ά^δες·
ἀπὸ χιλιάδων μυριάδες·
ἀ^πὸ μυ_ρι^ά^δων πλῆθος ἄ^πειρον;
ἀπὸ μυριάδων πλῆθος ἄπειρον;
οὕτως ἐν προοιμί^οις δοκεῖ φαίνεσθαι ἡ ἀ^ρετή.
οὕτως ἐν προοιμίοις δοκεῖ φαίνεσθαι ἡ ἀρετή.
προσερχομένη δὲ πλοῦτον αἰώνι^ον νι_κῶντα^ καὶ δι^ά^νοια^ν καὶ λόγον καὶ ψῆφον πα^ρέχει τοῖς εὐσεβῶς τὴν ἀ^λήθεια^ν κα^ταγγέλλουσι^.
προσερχομένη δὲ πλοῦτον αἰώνιον νικῶντα καὶ διάνοιαν καὶ λόγον καὶ ψῆφον παρέχει τοῖς εὐσεβῶς τὴν ἀλήθειαν καταγγέλλουσι.
οὕτω καὶ ὁ μα^κά^ριος δαυὶδ πεισθείς ποτε εἰς νοῦν καὶ ἀ^ρι^θμῷ ὑ^ποβά^λλει θεοῦ φί^λους καὶ τὸν πόθον δείκνυ_σι^ καὶ ἀνήνυ^τον ἑρμηνεύει λέγων·
οὕτω καὶ ὁ μακάριος δαυὶδ πεισθείς ποτε εἰς νοῦν καὶ ἀριθμῷ ὑποβάλλει θεοῦ φίλους καὶ τὸν πόθον δείκνυσι καὶ ἀνήνυτον ἑρμηνεύει λέγων·
ἐμοὶ δὲ λί_α_ν ἀτιμήθησα^ν οἱ φί^λοι σου, ὁ θεός, λί_α_ν ἐκραταιώθησα^ν αἱ ἀρχαὶ αὐτῶν·
ἐμοὶ δὲ λίαν ἀτιμήθησαν οἱ φίλοι σου, ὁ θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν·
ἐξαριθμήσομαι αὐτοὺς καὶ ὑ^πὲρ ἄμμον πληθυνθήσονται μαρτυρεῖ δὲ τῇ οἰκονομί^ᾳ ταύτῃ καὶ ἡ ἐπὶ^ τῆς ἐκκλησί^α_ς ταύτης θεωρουμένη ἐπίδοσι^ς.
ἐξαριθμήσομαι αὐτοὺς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται μαρτυρεῖ δὲ τῇ οἰκονομίᾳ ταύτῃ καὶ ἡ ἐπὶ τῆς ἐκκλησίας ταύτης θεωρουμένη ἐπίδοσις.
ἐννόησον τίς ἐστι^ν ἡ σύναξι^ς τῆς ὀρθοδοξί^α_ς κα^τὰ^ τόνδε τὸν τόπον, πόσοι ἦσα^ν ὀλί^γοι, πῶς μετὰ^ ταῦτα^ πλῆθος, πῶς προέκοψεν καὶ γέγονε λαός, πῶς μυ_ρι^ά^δες ἄ^πειροι νι_κῶσαι καὶ τὴν ψῆφον καὶ τῇ ἐνθύμησι^ν.
ἐννόησον τίς ἐστιν ἡ σύναξις τῆς ὀρθοδοξίας κατὰ τόνδε τὸν τόπον, πόσοι ἦσαν ὀλίγοι, πῶς μετὰ ταῦτα πλῆθος, πῶς προέκοψεν καὶ γέγονε λαός, πῶς μυριάδες ἄπειροι νικῶσαι καὶ τὴν ψῆφον καὶ τῇ ἐνθύμησιν.
ἄξιον μνημονεῦσαι τοῦ ἁ^γί^ου πατρὸς παύλου τοῦ τῆσδε τῆς πόλεως ἐπισκόπου γενομένου, ὅτε ἐν πολλαῖς τρι^κυ_μί^αις τὸ σκά^φος ἐν εὐδί^ῳ λιμένι^ ὥρμι^σεν, ὡς ὑ^πὸ τῶν αἱρετι^κῶν κυ_μά^των βαλλόμενος οὐ περι^ετράπη τὸ σκά^φος·
ἄξιον μνημονεῦσαι τοῦ ἁγίου πατρὸς παύλου τοῦ τῆσδε τῆς πόλεως ἐπισκόπου γενομένου, ὅτε ἐν πολλαῖς τρικυμίαις τὸ σκάφος ἐν εὐδίῳ λιμένι ὥρμισεν, ὡς ὑπὸ τῶν αἱρετικῶν κυμάτων βαλλόμενος οὐ περιετράπη τὸ σκάφος·
ἀλλὰ^ τὸ ἱστί^ον ἐγείρα_ς τοῦ σταυροῦ καὶ τὴν σινδόνα ἁπλώσα_ς τῆς κα^λῆς ὁμολογία_ς, ἐδέξα^το εὐθέως τὸ πνεῦμα^ τὸ ἅ^γι^ον.
ἀλλὰ τὸ ἱστίον ἐγείρας τοῦ σταυροῦ καὶ τὴν σινδόνα ἁπλώσας τῆς καλῆς ὁμολογίας, ἐδέξατο εὐθέως τὸ πνεῦμα τὸ ἅγιον.
λεγέσθω περὶ^ αὐτοῦ τὰ^ εἰρημένα_ περὶ^ τοῦ ἀβραὰμ διὰ ἡσαΐου τοῦ προφήτου·
λεγέσθω περὶ αὐτοῦ τὰ εἰρημένα περὶ τοῦ ἀβραὰμ διὰ ἡσαΐου τοῦ προφήτου·
ἐμβλέψατε εἰς ἀβραὰμ τὸν πα^τέρα^ ὑ_μῶν καὶ εἰς σάρραν τὴν ὠδίνουσα^ν ὑ_μᾶς, ὅτι^ εἷς ἦν καὶ ἡγίασα^ αὐτὸν καὶ ἐπλήθυ_να^ τὸ σπέρμα^ αὐτοῦ τίς ἠδύνατο φέρειν τῶν αἱρετι^κῶν τὰ_ς τρι^κυ_μί^α_ς;
ἐμβλέψατε εἰς ἀβραὰμ τὸν πατέρα ὑμῶν καὶ εἰς σάρραν τὴν ὠδίνουσαν ὑμᾶς, ὅτι εἷς ἦν καὶ ἡγίασα αὐτὸν καὶ ἐπλήθυνα τὸ σπέρμα αὐτοῦ τίς ἠδύνατο φέρειν τῶν αἱρετικῶν τὰς τρικυμίας;
τίς ἠδύνατο γυμνῇ τῇ ὄψει τὴν ζάλην θεά_σα^σθαι;
τίς ἠδύνατο γυμνῇ τῇ ὄψει τὴν ζάλην θεάσασθαι;
τίνα οὐκ εἰς φρίκην ἤγα^γεν ἡ πρόληψι^ς;
τίνα οὐκ εἰς φρίκην ἤγαγεν ἡ πρόληψις;
τίς οὐκ ἐνόμιζε ξένην εἶναι τὴν ἀ^λήθεια^ν;
τίς οὐκ ἐνόμιζε ξένην εἶναι τὴν ἀλήθειαν;
πά^ντα^ ἠνέῳκτο τῇ πλά^νῃ καὶ τῇ ψευδῇ δι^δα^σκα^λί^ᾳ·
πάντα ἠνέῳκτο τῇ πλάνῃ καὶ τῇ ψευδῇ διδασκαλίᾳ·
καὶ μόνῃ τῇ ἀ^ληθείᾳ ἐπεκέκλειστο τὰ^ πάντα.
καὶ μόνῃ τῇ ἀληθείᾳ ἐπεκέκλειστο τὰ πάντα.
κεκλεισμέναι ἦσα^ν αἱ πύ^λαι τῶν ἀ^κοῶν.
κεκλεισμέναι ἦσαν αἱ πύλαι τῶν ἀκοῶν.
οὐδεὶς ἤνοιγε τὴν ἀ^ληθῆ θύραν.
οὐδεὶς ἤνοιγε τὴν ἀληθῆ θύραν.
θύ^ραι γὰ^ρ δεχόμεναι τὴν ἀ^λήθεια^ν αἱ ἀ^κοαί.
θύραι γὰρ δεχόμεναι τὴν ἀλήθειαν αἱ ἀκοαί.
ἐπειδὰ^ν δὲ ἀποστραφῶσι^ν αἱ ἀ^κοαὶ τὴν ἀ^λήθεια^ν, ὥσπερ θύραι ἀποκλείουσι^ν, ὥς φησι^ν ὁ παῦλος·
ἐπειδὰν δὲ ἀποστραφῶσιν αἱ ἀκοαὶ τὴν ἀλήθειαν, ὥσπερ θύραι ἀποκλείουσιν, ὥς φησιν ὁ παῦλος·
καὶ ἀπὸ μὲν τῆς ἀ^ληθεία_ς τὴν ἀκοὴν ἀποστρέφουσι^ν, περὶ^ δὲ τοὺς μύ_θους ἐκτραπήσονται.
καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέφουσιν, περὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
κεκλεισμέναι ἦσα^ν αἱ πύ^λαι τῶν ψυ_χῶν, αἱ ἀ^κοαὶ τῶν ψυ_χῶν.
κεκλεισμέναι ἦσαν αἱ πύλαι τῶν ψυχῶν, αἱ ἀκοαὶ τῶν ψυχῶν.
ἦλθεν ὁ χριστὸς κεκλεισμένων τῶν θυ^ρῶν.
ἦλθεν ὁ χριστὸς κεκλεισμένων τῶν θυρῶν.
εἰσελθὼν εἰσῆλθε κεκλεισμένων τῶν θυ^ρῶν.
εἰσελθὼν εἰσῆλθε κεκλεισμένων τῶν θυρῶν.
οὔτε μία γὰ^ρ κα^κί^α_ ἀποκλείει τὴν εὐεργεσίαν.
οὔτε μία γὰρ κακία ἀποκλείει τὴν εὐεργεσίαν.
νι_κᾷ τὴν πονηρίαν ἡ τοῦ θεοῦ φι^λανθρωπί^α_.
νικᾷ τὴν πονηρίαν ἡ τοῦ θεοῦ φιλανθρωπία.
συγχωρεῖ τὰ^ κα^κά^, οὐχ ἵ^να_ νι_κήσῃ, ἀλλ' ἵ^να_ γυμνωθῇ.
συγχωρεῖ τὰ κακά, οὐχ ἵνα νικήσῃ, ἀλλ' ἵνα γυμνωθῇ.
εἰσῆλθε τῶν θυ^ρῶν κεκλεισμένων.
εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων.
ὑπέδειξεν ἑαυτὸν τοῖς ἀ^ποστόλοις διὰ τῶν ἁ^γί^ων καὶ διὰ σαρκὸς ὁρα_τὸς ἐπεπόλαζεν.
ὑπέδειξεν ἑαυτὸν τοῖς ἀποστόλοις διὰ τῶν ἁγίων καὶ διὰ σαρκὸς ὁρατὸς ἐπεπόλαζεν.
ηὗρεν ὅλον τὸν δῆμον λεπρὸν καὶ ἐκάθηρεν τῷ λόγῳ τῆς ὀρθοδοξί^α_ς.
ηὗρεν ὅλον τὸν δῆμον λεπρὸν καὶ ἐκάθηρεν τῷ λόγῳ τῆς ὀρθοδοξίας.
ηὗρεν αὐτὸν τυφλὸν καὶ ἐφώτισεν τῷ λόγῳ τῆς δι^δα^σκα^λί^α_ς.
ηὗρεν αὐτὸν τυφλὸν καὶ ἐφώτισεν τῷ λόγῳ τῆς διδασκαλίας.
ηὗρεν αὐτὸν χωλεύοντα^ περὶ^ τὴν ὀρθοτομίαν τοῦ εὐαγγελί^ου καὶ ἀ^ρτί^ους αὐτῷ τοὺς πόδα^ς τῶν λογισμῶν ἐχα^ρί^σα^το.
ηὗρεν αὐτὸν χωλεύοντα περὶ τὴν ὀρθοτομίαν τοῦ εὐαγγελίου καὶ ἀρτίους αὐτῷ τοὺς πόδας τῶν λογισμῶν ἐχαρίσατο.
ηὗρε νεκροὺς καὶ ἤγειρεν.
ηὗρε νεκροὺς καὶ ἤγειρεν.
ηὗρεν ἀ^πολωλότας καὶ ἐζήτησεν.
ηὗρεν ἀπολωλότας καὶ ἐζήτησεν.
ἐξέβαλε τὴν ἀ^πιστίαν εἰς πίστι^ν μετα^βα^λών.
ἐξέβαλε τὴν ἀπιστίαν εἰς πίστιν μεταβαλών.
σκοπὸς γὰ^ρ θεοῦ οὐχ ἁμαρτωλοὺς ἀ^νελεῖν ἀλλ' ἁ^μαρτί^α_ν·
σκοπὸς γὰρ θεοῦ οὐχ ἁμαρτωλοὺς ἀνελεῖν ἀλλ' ἁμαρτίαν·
οὐκ ἀπί^στους ἐκκόπτειν ἀλλ' ἀ^πιστίαν.
οὐκ ἀπίστους ἐκκόπτειν ἀλλ' ἀπιστίαν.
ὥσπερ γὰ^ρ ὁ ἰ_α_τρὸς κ ἂ_ν σί^δηρον ἐπα^γά^γῃ τῷ νοσοῦντι^, κ ἂ_ν καυστῆρα^ προσενέγκῃ, οὐ τῷ σώμα^τι^ μά^χεται, ἀλλὰ^ τῇ νόσῳ πολεμεῖ ἐκείνης δὲ ἐξορισθείσης ἔχει τὸν ἀπεχθα^νόμενον φί^λον·
ὥσπερ γὰρ ὁ ἰατρὸς κ ἂν σίδηρον ἐπαγάγῃ τῷ νοσοῦντι, κ ἂν καυστῆρα προσενέγκῃ, οὐ τῷ σώματι μάχεται, ἀλλὰ τῇ νόσῳ πολεμεῖ ἐκείνης δὲ ἐξορισθείσης ἔχει τὸν ἀπεχθανόμενον φίλον·
καὶ ὁ πότε ὁρῶν ὡς πολέμι^ον τὸν ἰ_α_τρόν, ὕστερον ὡς εὐεργέτην τι_μᾷ·
καὶ ὁ πότε ὁρῶν ὡς πολέμιον τὸν ἰατρόν, ὕστερον ὡς εὐεργέτην τιμᾷ·
οὕτω καὶ ὁ θεὸς τὴν ἀνθρωπότητα^, ὥσπερ ἰ_α_τρὸς ἀ^γα^θός, σωμά^των θερα^πευτὴς καὶ ψυ_χῶν ἰ_α_τρός, μί^α^ν μὲν ἔχων τῆς φιλανθρωπία_ς τὴν ἰατρείαν, δι^ά^φορα^ δὲ τὰ^ φάρμα^κα^ τοῖς τραύμα^σι^ν ἐπά^γων.
οὕτω καὶ ὁ θεὸς τὴν ἀνθρωπότητα, ὥσπερ ἰατρὸς ἀγαθός, σωμάτων θεραπευτὴς καὶ ψυχῶν ἰατρός, μίαν μὲν ἔχων τῆς φιλανθρωπίας τὴν ἰατρείαν, διάφορα δὲ τὰ φάρμακα τοῖς τραύμασιν ἐπάγων.
οἶδας ὅτι^ καὶ ἰ_α_τρὸς οὐχ ἑκουσί^ᾳ δὲ γνώμῃ ἐπὶ^ σί^δηρον ἔρχεται, ἀλλ' ἐπειδὰν ἡ φύ^σι^ς τῇ νόσῳ μά^χεται, ἡ ἀ^νάγκη τὴν ὀξύτητα^ κα^λεῖ·
οἶδας ὅτι καὶ ἰατρὸς οὐχ ἑκουσίᾳ δὲ γνώμῃ ἐπὶ σίδηρον ἔρχεται, ἀλλ' ἐπειδὰν ἡ φύσις τῇ νόσῳ μάχεται, ἡ ἀνάγκη τὴν ὀξύτητα καλεῖ·
καὶ οἱ ὁρῶντες τὴν ἐπιστήμην οὐχ ἑκουσί^ᾳ γνώμῃ τέμνουσα^ν ἀλλ' ὑ^πὸ ἀ^νάγκης εἰς τοῦτο κα^ταγομένην·
καὶ οἱ ὁρῶντες τὴν ἐπιστήμην οὐχ ἑκουσίᾳ γνώμῃ τέμνουσαν ἀλλ' ὑπὸ ἀνάγκης εἰς τοῦτο καταγομένην·
οὕτως ἰά_τρευον καὶ οἱ προφῆται θέλοντες μὲν καὶ κολα^κεύειν καὶ εὐεργετεῖν καὶ παιδεύειν·
οὕτως ἰάτρευον καὶ οἱ προφῆται θέλοντες μὲν καὶ κολακεύειν καὶ εὐεργετεῖν καὶ παιδεύειν·
ὡς δὲ εἶδον τὰ^ τραύμα^τα^ τῶν ἁ^μα^ρτημά^των ἰσχυρότερα^ τῆς ἐπιστήμης...
ὡς δὲ εἶδον τὰ τραύματα τῶν ἁμαρτημάτων ἰσχυρότερα τῆς ἐπιστήμης...
λέγω δὲ τῆς πίστεως κα^τὰ^ τὴν ἀκρότητα^....
λέγω δὲ τῆς πίστεως κατὰ τὴν ἀκρότητα....
προσῆγον ὥσπερ σί^δηρον ἢ πῦρ τὸν ἔλεγχον τῆς ἀ^ληθεία_ς.
προσῆγον ὥσπερ σίδηρον ἢ πῦρ τὸν ἔλεγχον τῆς ἀληθείας.
οὕτω καὶ ὁ μα^κά^ριος ἡσαΐας ἐκ προοιμί^ων μά^χεται τῇ νόσῳ, οὐ θωπεύσας, οὐ κολα^κεύσα_ς, οὐχ ἁ^πα^λῷ λόγῳ χρησά^μενος, ἀλλ' εὐθέως ἀπὸ τῆς ἀποτόμου καὶ αὐστηρᾶς ἀ^ληθεία_ς ἄρχεται λέγων·
οὕτω καὶ ὁ μακάριος ἡσαΐας ἐκ προοιμίων μάχεται τῇ νόσῳ, οὐ θωπεύσας, οὐ κολακεύσας, οὐχ ἁπαλῷ λόγῳ χρησάμενος, ἀλλ' εὐθέως ἀπὸ τῆς ἀποτόμου καὶ αὐστηρᾶς ἀληθείας ἄρχεται λέγων·
ὅρασις ἣν εἶδεν ἡσαΐας υἱὸς ἀμῶς κα^τὰ^ τῆς ἰουδαίας καὶ κα^τὰ^ τῆς ἱερουσαλήμ.
ὅρασις ἣν εἶδεν ἡσαΐας υἱὸς ἀμῶς κατὰ τῆς ἰουδαίας καὶ κατὰ τῆς ἱερουσαλήμ.
καὶ ἡ ἀρχὴ τῶν προοιμί^ων αὕτη·
καὶ ἡ ἀρχὴ τῶν προοιμίων αὕτη·
ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι^ κύ_ρι^ος ἐλά^λησεν·
ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν·
υἱοὺς ἐγέννησα^ καὶ ὕψωσα^, αὐτοὶ δέ με ἠθέτησα^ν·
υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν·
ἔγνω βοῦς τὸν κτησά^μενον καὶ ὄνος τὴν φάτνην τοῦ κυ_ρί^ου αὐτοῦ·
ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ·
ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συ^νῆκεν.
ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν.
οὐαὶ ἔθνος ἁμαρτωλόν, λα_ὸς πλήρης ἁμαρτι^ῶν, σπέρμα^ πονηρόν, υἱοὶ ἄνομοι.
οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι.
ἐπεὶ δὲ τούτοις ἐχρήσα^το τοῖς λόγοις καὶ ἐκ προοιμί^ων ἔκοψε τὴν ἀσέβεια^ν, οὐκ ἐκολά^κευσε λόγῳ προσηνεῖ τὴν ἁμαρτήσασα^ν ψυ_χήν, ἀπολογούμενος ὑ^πὲρ τοῦ λόγου, οὐχ ὅτι^ οὐχ ἑκὼν πα^ροξύ_νεται, ἀλλὰ^ τῇ φύ^σει τοῦ τραύμα^τος ἕπεται καὶ λέγει αὐτοῖς·
ἐπεὶ δὲ τούτοις ἐχρήσατο τοῖς λόγοις καὶ ἐκ προοιμίων ἔκοψε τὴν ἀσέβειαν, οὐκ ἐκολάκευσε λόγῳ προσηνεῖ τὴν ἁμαρτήσασαν ψυχήν, ἀπολογούμενος ὑπὲρ τοῦ λόγου, οὐχ ὅτι οὐχ ἑκὼν παροξύνεται, ἀλλὰ τῇ φύσει τοῦ τραύματος ἕπεται καὶ λέγει αὐτοῖς·
οὐκ ἔστι^ν ἔλαιον ἐπι^θεῖναι, οὔ τε μάλαγμα^, οὐ κα^ταδέσμους.
οὐκ ἔστιν ἔλαιον ἐπιθεῖναι, οὔ τε μάλαγμα, οὐ καταδέσμους.
ἤθελον κολα^κεῦσαί φησι^ λόγῳ ἁ^πα^λῷ, ἀλλ' οὐ δέχεται ἡ φύ^σι^ς τοῦ τραύμα^τος τὴν βοήθεια^ν.
ἤθελον κολακεῦσαί φησι λόγῳ ἁπαλῷ, ἀλλ' οὐ δέχεται ἡ φύσις τοῦ τραύματος τὴν βοήθειαν.
ἔλαιον γὰ^ρ κα^λεῖ παντα^χοῦ τὴν ἁπα^λὴν δι^δασκαλί^α_ν, τὴν κολακείαν ἔχουσα^ν, οὐ τὴν δουλοπρεπῆ, ἀλλὰ^ τὴν προτρεπτικήν.
ἔλαιον γὰρ καλεῖ πανταχοῦ τὴν ἁπαλὴν διδασκαλίαν, τὴν κολακείαν ἔχουσαν, οὐ τὴν δουλοπρεπῆ, ἀλλὰ τὴν προτρεπτικήν.
οἶδε καὶ ὁ ἀ^πόστολος φαιδρῷ λόγῳ καὶ προσηνεῖ παιδεύειν τὴν ἐκκλησί^α_ν λέγων·
οἶδε καὶ ὁ ἀπόστολος φαιδρῷ λόγῳ καὶ προσηνεῖ παιδεύειν τὴν ἐκκλησίαν λέγων·
τεκνία μου, οὓς πά^λι^ν ὠδίνω ἄχρις οὗ μορφωθῇ χριστὸς ἐν ὑ_μῖν ὡς ὅταν τροφὸς θάλπῃ τὰ^ ἑαυτῆς τέκνα^, οὕτως ὁμειρόμεθα^ δοῦναι ὑ_μῖν οὐ μόνον τὸ εὐαγγέλιον ἀλλὰ^ καὶ τὰ^ ἐπὶ^ τῆς ψυ_χῆς.
τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ χριστὸς ἐν ὑμῖν ὡς ὅταν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ὁμειρόμεθα δοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον ἀλλὰ καὶ τὰ ἐπὶ τῆς ψυχῆς.
ταῦτα οὐ κολα^κευόντων ἀλλὰ^ πρὸς τὸ ἅ^γι^ον σῶ^μα^ ἁρμοζομένων.
ταῦτα οὐ κολακευόντων ἀλλὰ πρὸς τὸ ἅγιον σῶμα ἁρμοζομένων.
ἐπειδὴ δὲ τῷ ὑγι^εῖ σώμα^τι^ τῆς ἐκκλησί^α_ς δι^ελέγετο, οὐκέτι^ τοῖς ἀ^πηνέσι^ ἐχρήσα^το φαρμά^κοις, ἀλλὰ^ τοῖς τρέφουσι^ καὶ ἀνακτωμένοις ψυ_χήν.
ἐπειδὴ δὲ τῷ ὑγιεῖ σώματι τῆς ἐκκλησίας διελέγετο, οὐκέτι τοῖς ἀπηνέσι ἐχρήσατο φαρμάκοις, ἀλλὰ τοῖς τρέφουσι καὶ ἀνακτωμένοις ψυχήν.
ὁ μὲν γὰ^ρ τῶν ἀσεβῶν λόγος κολακεία_ς πλήρης·
ὁ μὲν γὰρ τῶν ἀσεβῶν λόγος κολακείας πλήρης·
οἱ ψευδοπροφῆται κόλα^κες, οἱ προφῆται ἰ_α_τροί.
οἱ ψευδοπροφῆται κόλακες, οἱ προφῆται ἰατροί.
ἐκεῖνοι ἐκολά^κευον, οὗτοι ἐθερά^πευον.
ἐκεῖνοι ἐκολάκευον, οὗτοι ἐθεράπευον.
καὶ ὥσπερ ἐπὶ^ τῶν σωμά^των φύ^σει τὸ ἔλαιον ὑψηλότερον τοῦ ὕ^δα^τος γί_νεται, οὕτω καὶ ἡ κα^κί^α_ νικᾷ τὴν ἀ^λήθεια^ν.
καὶ ὥσπερ ἐπὶ τῶν σωμάτων φύσει τὸ ἔλαιον ὑψηλότερον τοῦ ὕδατος γίνεται, οὕτω καὶ ἡ κακία νικᾷ τὴν ἀλήθειαν.
καὶ ὑψηλότερός ἐστι^ν ὁ κολα^κεύων ὄψει πα^ρὰ^ τὸν παιδεύοντα^ τῇ δι^α^θέσει.
καὶ ὑψηλότερός ἐστιν ὁ κολακεύων ὄψει παρὰ τὸν παιδεύοντα τῇ διαθέσει.
διὰ τοῦτο περὶ^ τῶν ψευδοπροφητῶν ἔλεγεν ὁ δαυίδ·
διὰ τοῦτο περὶ τῶν ψευδοπροφητῶν ἔλεγεν ὁ δαυίδ·
ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑ^πὲρ ἔλαιον καὶ αὐτοί εἰσι^ βολί^δες.
ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον καὶ αὐτοί εἰσι βολίδες.
ὁ δὲ τῶν ἁ^γί^ων λόγος οὐ κολα^κευτι^κός, ἀλλὰ^ παιδευτι^κός·
ὁ δὲ τῶν ἁγίων λόγος οὐ κολακευτικός, ἀλλὰ παιδευτικός·