macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ὥσπερ γὰ^ρ οἱ πρὸ ἡμῶν οὐκ ἐνεποδίσθησα^ν ὑ^πὸ τῶν πρὸ αὐτῶν, οὕτως οὐ δὲ ἡμεῖς ὑ^πὸ τῶν πρὸ τῆς ἡμετέρα_ς γενεᾶς.
ὥσπερ γὰρ οἱ πρὸ ἡμῶν οὐκ ἐνεποδίσθησαν ὑπὸ τῶν πρὸ αὐτῶν, οὕτως οὐ δὲ ἡμεῖς ὑπὸ τῶν πρὸ τῆς ἡμετέρας γενεᾶς.
καὶ γὰ^ρ κ ἀκείνοις καὶ ἡμῖν καὶ τοῖς πρὸ ἐκείνων μί^α^ ἐστὶ^ν ἡ χά^ρι^ς ἡ χορηγοῦσα^ τοῦ ἁ^γί^ου πνεύμα^τος τὴν δύ^να^μι^ν.
καὶ γὰρ κ ἀκείνοις καὶ ἡμῖν καὶ τοῖς πρὸ ἐκείνων μία ἐστὶν ἡ χάρις ἡ χορηγοῦσα τοῦ ἁγίου πνεύματος τὴν δύναμιν.
πά^ντα^ γά^ρ φησι^ν ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα^, δι^αιροῦν ἰ^δί^ᾳ ἑκάστῳ κα^θὼς βούλεται.
πάντα γάρ φησιν ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
οὐ τοίνυ^ν τὰ^ πα^ρὰ^ τῶν πα^τέρων ἐκβάλλεται, ἀλλὰ^ τὰ^ παρ' ἡμῶν πα^ρα^τί^θεται.
οὐ τοίνυν τὰ παρὰ τῶν πατέρων ἐκβάλλεται, ἀλλὰ τὰ παρ' ἡμῶν παρατίθεται.
κ ἂ_ν ᾖ μεγά^λα_ τὰ^ παρ' αὐτῶν, μικρὰ^ δὲ τὰ^ ἡμέτερα^, ἀλλὰ^ συ^νοικοδομεῖται ἐκείνοις.
κ ἂν ᾖ μεγάλα τὰ παρ' αὐτῶν, μικρὰ δὲ τὰ ἡμέτερα, ἀλλὰ συνοικοδομεῖται ἐκείνοις.
ὥσπερ γὰ^ρ λί^θον μέγα^ν κύ^βου τάξι^ν φέροντα^, ἐν οἰκοδομῇ παγέντα^, καὶ ἠρέμα^ σα^λευόμενον, μικρὸς ὑ^ποβληθεὶς λί^θος στηρίξει, οὕτω καὶ τὰ^ ὑ^πὸ τῶν πα^τέρων εἰρημένα_, μικρὰ_ς προσθήκα_ς δεχόμενα^, μείζονα^ τὴν οἰκοδομὴν τῆς ἐκκλησί^α_ς ἀ^περγάζεται, πα^ρα^κα^λῶ δὲ τὴν ὑ_μετέρα_ν ἀγάπην, ταῖς ἐννοίαις τῶν λεγομέν...
ὥσπερ γὰρ λίθον μέγαν κύβου τάξιν φέροντα, ἐν οἰκοδομῇ παγέντα, καὶ ἠρέμα σαλευόμενον, μικρὸς ὑποβληθεὶς λίθος στηρίξει, οὕτω καὶ τὰ ὑπὸ τῶν πατέρων εἰρημένα, μικρὰς προσθήκας δεχόμενα, μείζονα τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ἀπεργάζεται, παρακαλῶ δὲ τὴν ὑμετέραν ἀγάπην, ταῖς ἐννοίαις τῶν λεγομένων προσέχειν·
μὴ εἰ ξέναι εἰσὶ^ν ἀλλ' εἰ ἀ^ληθεῖς ὑ^πά^ρχουσι^ν.
μὴ εἰ ξέναι εἰσὶν ἀλλ' εἰ ἀληθεῖς ὑπάρχουσιν.
οὔτε γὰ^ρ τὸ ἐν συ^νηθείᾳ πάντως ἀ^ληθές, οὔ τε τὸ ξένον ψευδές·
οὔτε γὰρ τὸ ἐν συνηθείᾳ πάντως ἀληθές, οὔ τε τὸ ξένον ψευδές·
ἀλλὰ^ παντα^χοῦ ζητεῖται εἰ ἀ^λήθεια^ ἢ ψεῦδος τὰ^ λεγόμενα^.
ἀλλὰ πανταχοῦ ζητεῖται εἰ ἀλήθεια ἢ ψεῦδος τὰ λεγόμενα.
ἀξιῶ δὲ μή τε ὡς φί^λον τι^νὰ^ χα^ρί^σα^σθαι ἀνεξετάστως δεχόμενον τοὺς λόγους, μή τε ὡς ἐχθρὸν ξενίζοντα^ ἐκβάλλειν τὸν λόγον, ἀλλ' ὁρᾶν παντα^χοῦ εἰ ἀ^λήθειά^ ἐστι^ν ἡ τοῖς λεγομένοις βραβεύουσα^.
ἀξιῶ δὲ μή τε ὡς φίλον τινὰ χαρίσασθαι ἀνεξετάστως δεχόμενον τοὺς λόγους, μή τε ὡς ἐχθρὸν ξενίζοντα ἐκβάλλειν τὸν λόγον, ἀλλ' ὁρᾶν πανταχοῦ εἰ ἀλήθειά ἐστιν ἡ τοῖς λεγομένοις βραβεύουσα.
ἐν ἀρχῇ φησι^ν ἐποίησεν ὁ θεὸς τὸν οὐρα^νὸν καὶ τὴν γῆν.
ἐν ἀρχῇ φησιν ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
ἡ ἱ^στορί^α_ αὕτη ἐστὶ^ μὲν μωϋσέως τοῦ νομοθέτου σύγγραμμα^ καὶ πνεύμα^τος ἁ^γί^ου ἀποκά^λυψι^ς.
ἡ ἱστορία αὕτη ἐστὶ μὲν μωϋσέως τοῦ νομοθέτου σύγγραμμα καὶ πνεύματος ἁγίου ἀποκάλυψις.
περιέχει δὲ δημιουργίαν δυ^νά^μει μὲν θεοῦ γεναμένην, προφητι^κῇ δὲ χάριτι^ μωϋσεῖ ἀποκαλυφθεῖσα^ν.
περιέχει δὲ δημιουργίαν δυνάμει μὲν θεοῦ γεναμένην, προφητικῇ δὲ χάριτι μωϋσεῖ ἀποκαλυφθεῖσαν.
οὐ γὰ^ρ εἶπεν ταῦτα^ μωϋσῆς ὡς ἱστοριογρά^φος, ἀλλ' ὡς προφήτης.
οὐ γὰρ εἶπεν ταῦτα μωϋσῆς ὡς ἱστοριογράφος, ἀλλ' ὡς προφήτης.
εἶπε γὰ^ρ ἃ^ μὴ εἶδε καὶ δι^ηγήσατο ὧν θεα_τὴς οὐκ ἐγένετο.
εἶπε γὰρ ἃ μὴ εἶδε καὶ διηγήσατο ὧν θεατὴς οὐκ ἐγένετο.
ὥσπερ γὰ^ρ τρί^α^ εἴδη προφητεία_ς εἰρήκα^μεν πά^λαι, ὅτι^ πρῶτον μὲν εἶδος προφητεία_ς τὸ εἰπεῖν, δεύτερον δὲ τὸ δι' ἔργου, τρί^τον τὸ δι' ἔργου καὶ λόγου, οὕτω καὶ ἐνταῦθα^ τρί^α^ μέρη προφητεία_ς·
ὥσπερ γὰρ τρία εἴδη προφητείας εἰρήκαμεν πάλαι, ὅτι πρῶτον μὲν εἶδος προφητείας τὸ εἰπεῖν, δεύτερον δὲ τὸ δι' ἔργου, τρίτον τὸ δι' ἔργου καὶ λόγου, οὕτω καὶ ἐνταῦθα τρία μέρη προφητείας·
προφητεία_ περὶ^ τῶν ἐνεστώτων, προφητεία_ περὶ^ τῶν μελλόντων, προφητεία_ περὶ^ τῶν πα^ρελθόντων.
προφητεία περὶ τῶν ἐνεστώτων, προφητεία περὶ τῶν μελλόντων, προφητεία περὶ τῶν παρελθόντων.
οἷον·
οἷον·
οὐ πα^ρῆν προφήτης, φέρε εἰπεῖν ἡσαΐας, τοῖς ἐπὶ^ μωϋσέως γενομένοις·
οὐ παρῆν προφήτης, φέρε εἰπεῖν ἡσαΐας, τοῖς ἐπὶ μωϋσέως γενομένοις·
ἀλλ' ἐπειδὴ τὸ πνεῦμα^ μωϋσέως ἦν ἐν αὐτῷ, ἀποκαλύ^πτον αὐτῷ τὰ^ γενόμενα^, προφητεία_ ἦν.
ἀλλ' ἐπειδὴ τὸ πνεῦμα μωϋσέως ἦν ἐν αὐτῷ, ἀποκαλύπτον αὐτῷ τὰ γενόμενα, προφητεία ἦν.
ἔστι^ δὲ αὖθι^ς προφητεία_ καὶ ἐπὶ^ τῶν πα^ρόντων, ὡς ἐά^ν τι^ς καὶ ἐπὶ^ τοῦ προφήτου ἑστὼς θέλῃ κρύψαι τι^ ἐν τῇ δι^α^νοίᾳ, καὶ ὁ προφήτης ἐλέγχῃ αὐτὸν, ὡς ὁ ἑλισσαῖος τὸν γιεζί, τὰ^ μέλλοντα^ προσημαίνων καὶ τὰ^ κεκρυμμένα^ δεικνύ^ων.
ἔστι δὲ αὖθις προφητεία καὶ ἐπὶ τῶν παρόντων, ὡς ἐάν τις καὶ ἐπὶ τοῦ προφήτου ἑστὼς θέλῃ κρύψαι τι ἐν τῇ διανοίᾳ, καὶ ὁ προφήτης ἐλέγχῃ αὐτὸν, ὡς ὁ ἑλισσαῖος τὸν γιεζί, τὰ μέλλοντα προσημαίνων καὶ τὰ κεκρυμμένα δεικνύων.
μωϋσῆς εἶπε τὰ^ προγεγονότα^, ἄλλοι τὰ^ μέλλοντα^.
μωϋσῆς εἶπε τὰ προγεγονότα, ἄλλοι τὰ μέλλοντα.
οὕτως οὖν δεῖ προσέχειν τῇ ἱ^στορί^ᾳ ταύτῃ, οὐχ ὡς δι^ηγήμα^τι^, ἀλλ' ὡς προφητείᾳ ἀ^ληθι^νῇ ἐκ πνεύμα^τος ἁ^γί^ου λελαλημένῃ.
οὕτως οὖν δεῖ προσέχειν τῇ ἱστορίᾳ ταύτῃ, οὐχ ὡς διηγήματι, ἀλλ' ὡς προφητείᾳ ἀληθινῇ ἐκ πνεύματος ἁγίου λελαλημένῃ.
τί^ς δὲ ὁ σκοπὸς τῷ προφήτῃ;
τίς δὲ ὁ σκοπὸς τῷ προφήτῃ;
δύ^ο πρόκεινται μωϋσεῖ ποιῆσαι·
δύο πρόκεινται μωϋσεῖ ποιῆσαι·
καὶ δι^δασκαλί^α_ν ἐκθέσθαι καὶ νομοθεσίαν ὑποτυπῶσαι.
καὶ διδασκαλίαν ἐκθέσθαι καὶ νομοθεσίαν ὑποτυπῶσαι.
νομοθέτης γὰ^ρ ὤν, οὐ πρῶτον ἤρξα^το τῆς νομοθεσία_ς, ἀλλὰ^ τῆς δημιουργία_ς.
νομοθέτης γὰρ ὤν, οὐ πρῶτον ἤρξατο τῆς νομοθεσίας, ἀλλὰ τῆς δημιουργίας.
δι^ὰ^ τί^ δὲ πρῶτον ἠθέλησε δεῖξαι τὸν θεὸν δημιουργὸν τοῦ παντὸς καὶ δεσπότην;
διὰ τί δὲ πρῶτον ἠθέλησε δεῖξαι τὸν θεὸν δημιουργὸν τοῦ παντὸς καὶ δεσπότην;
ἵ^να_ δειχθῇ θεὸς οὐκ ἀ^λλοτρί^οις νομοθετῶν, ἀλλὰ^ τοῖς ἰ^δί^οις.
ἵνα δειχθῇ θεὸς οὐκ ἀλλοτρίοις νομοθετῶν, ἀλλὰ τοῖς ἰδίοις.
εἰ μὴ γὰ^ρ πρῶτον ἔδειξεν αὐτὸν δημιουργὸν τοῦ κόσμου, οὐκ ἂ^ν ἀ^ξι^όπι^στος ἐδείχθη νομοθέτης τοῦ κόσμου.
εἰ μὴ γὰρ πρῶτον ἔδειξεν αὐτὸν δημιουργὸν τοῦ κόσμου, οὐκ ἂν ἀξιόπιστος ἐδείχθη νομοθέτης τοῦ κόσμου.
τὸ γὰ^ρ ἀ^λλοτρί^οις νομοθετεῖν, βί^α_ς·
τὸ γὰρ ἀλλοτρίοις νομοθετεῖν, βίας·
τὸ δὲ τοὺς ἰ^δί^ους παιδεύειν, ἀκολουθία_ς.
τὸ δὲ τοὺς ἰδίους παιδεύειν, ἀκολουθίας.
καὶ ὥσπερ ἰωάννης ὁ εὐαγγελιστὴς οὐ πρῶτον ἔταξε τοῦ χριστοῦ τὴν νομοθεσίαν, ἕως εἶπεν αὐτοῦ τὴν δεσποτείαν, εἰπών·
καὶ ὥσπερ ἰωάννης ὁ εὐαγγελιστὴς οὐ πρῶτον ἔταξε τοῦ χριστοῦ τὴν νομοθεσίαν, ἕως εἶπεν αὐτοῦ τὴν δεσποτείαν, εἰπών·
ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν καὶ θεὸς ἦν ὁ λόγος.
ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν καὶ θεὸς ἦν ὁ λόγος.
πά^ντα^ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶ^ς αὐτοῦ ἐγένετο οὐ δὲ ἕν, ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.
πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐ δὲ ἕν, ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.
εἰς τὰ^ ἴ^δι^α^ ἦλθε, καὶ οἱ ἴ^δι^οι αὐτὸν οὐ πα^ρέλα^βον.
εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
ὅτε εἶπεν αὐτὸν ποιητὴν καὶ δημιουργόν, τότε εἰσά^γει αὐτὸν δι^δά^σκα^λον καὶ νομοθέτην τοῦ παντός.
ὅτε εἶπεν αὐτὸν ποιητὴν καὶ δημιουργόν, τότε εἰσάγει αὐτὸν διδάσκαλον καὶ νομοθέτην τοῦ παντός.
πά^λι^ν ἄλλος σκοπὸς μωϋσέως.
πάλιν ἄλλος σκοπὸς μωϋσέως.
διὰ τί^ ὁ μα^κά^ριος μωϋσῆς οὐρα^νοῦ μὲν ἐμνημόνευσε, καὶ γῆς καὶ θα^λάσσης καὶ ὑ^δά^των καὶ τῶν ἐξ αὐτῶν, ἀγγέλων δὲ ἢ ἀρχαγγέλων ἢ σεραφὶμ ἢ χερουβὶμ οὐκ ἐμνημόνευσεν;
διὰ τί ὁ μακάριος μωϋσῆς οὐρανοῦ μὲν ἐμνημόνευσε, καὶ γῆς καὶ θαλάσσης καὶ ὑδάτων καὶ τῶν ἐξ αὐτῶν, ἀγγέλων δὲ ἢ ἀρχαγγέλων ἢ σεραφὶμ ἢ χερουβὶμ οὐκ ἐμνημόνευσεν;
ἐπειδὴ καὶ τὴν νομοθεσίαν πρὸς τοὺς τότε καιροὺς ἥρμοζεν.
ἐπειδὴ καὶ τὴν νομοθεσίαν πρὸς τοὺς τότε καιροὺς ἥρμοζεν.
ᾔδει γὰ^ρ οἷς δι^ελέγετο·
ᾔδει γὰρ οἷς διελέγετο·
τοῖς ἐξελθοῦσι^ν ἐκ τῆς αἰγύπτου, τοῖς τὴν αἰγυπτιακὴν πλάνην μα^θοῦσι^ν, τοῖς τὰ^ περὶ^ τὸν οὐρα^νὸν καὶ τὴν γῆν προσκυ^νοῦσι^ν, ἥλι^ον καὶ σελήνην καὶ ἄ^στρα^, ποτα^μοὺς καὶ πηγὰ_ς καὶ ὕ^δα^τα^.
τοῖς ἐξελθοῦσιν ἐκ τῆς αἰγύπτου, τοῖς τὴν αἰγυπτιακὴν πλάνην μαθοῦσιν, τοῖς τὰ περὶ τὸν οὐρανὸν καὶ τὴν γῆν προσκυνοῦσιν, ἥλιον καὶ σελήνην καὶ ἄστρα, ποταμοὺς καὶ πηγὰς καὶ ὕδατα.
κατέλιπεν οὖν τὴν τῶν ἀορά^των δημιουργίαν καὶ κενοῖ τὸν λόγον ἐπὶ^ τὰ^ ὁρώμενα^, ἵ^να_ πείσῃ τοὺς τούτοις προσκυνοῦντα^ς μὴ νομίζειν αὐτὰ^ θεούς, ἀλλ' ἔργα^ θεοῦ.
κατέλιπεν οὖν τὴν τῶν ἀοράτων δημιουργίαν καὶ κενοῖ τὸν λόγον ἐπὶ τὰ ὁρώμενα, ἵνα πείσῃ τοὺς τούτοις προσκυνοῦντας μὴ νομίζειν αὐτὰ θεούς, ἀλλ' ἔργα θεοῦ.
καὶ γὰ^ρ οὐκ ἦν ἀ^να^γκαῖον τότε δεῖξαι ἐκείνοις περὶ^ ἀγγέλων καὶ ἀρχαγγέλων, ἵ^να_ μὴ πά^λι^ν θρέψῃ αὐτῶν τὴν νό σον.
καὶ γὰρ οὐκ ἦν ἀναγκαῖον τότε δεῖξαι ἐκείνοις περὶ ἀγγέλων καὶ ἀρχαγγέλων, ἵνα μὴ πάλιν θρέψῃ αὐτῶν τὴν νό σον.
εἰ γὰ^ρ μὴ βλέποντες ἀγγέλους μη δὲ τὰ^ νοητά^, θεοὺς πολλοὺς εἶπον, πολλῷ μᾶλλον, εἰ ἤκουσα^ν ἀγγέλους ἢ ἀρχαγγέλους, ἐνόμι^σα^ν ἐκείνους θεοὺς εἶναι.
εἰ γὰρ μὴ βλέποντες ἀγγέλους μη δὲ τὰ νοητά, θεοὺς πολλοὺς εἶπον, πολλῷ μᾶλλον, εἰ ἤκουσαν ἀγγέλους ἢ ἀρχαγγέλους, ἐνόμισαν ἐκείνους θεοὺς εἶναι.
ἀλλὰ^ μνημονεύει οὐρα^νοῦ καὶ γῆς, ὀρέων καὶ ὑ^δά^των, καὶ τῶν ἐξ αὐτῶν πάντων, ἵ^να_ ἀ^πὸ τῶν ὁρωμένων ἑρμηνεύσῃ τὸν ἀόρα_τον, καὶ ἀ^πὸ τῶν ἔργων δείξῃ τὸν τεχνίτην.
ἀλλὰ μνημονεύει οὐρανοῦ καὶ γῆς, ὀρέων καὶ ὑδάτων, καὶ τῶν ἐξ αὐτῶν πάντων, ἵνα ἀπὸ τῶν ὁρωμένων ἑρμηνεύσῃ τὸν ἀόρατον, καὶ ἀπὸ τῶν ἔργων δείξῃ τὸν τεχνίτην.
οὕτως οὖν καὶ οἱ τρεῖς παῖδες ἐν βαβυλῶνι ἐποίησα^ν.
οὕτως οὖν καὶ οἱ τρεῖς παῖδες ἐν βαβυλῶνι ἐποίησαν.
ἐπειδὴ γὰ^ρ ἐν τῷ ἔθνει ἦσα^ν ἐκείνῳ τῷ θεομά^χῳ, καὶ οὐκ ἦν θεοῦ γνῶσι^ς, ἀλλ' εἴδωλα^ προσεκυνεῖτο, ἐν τῇ καμί^νῳ ὄντες λέγουσι^ν·
ἐπειδὴ γὰρ ἐν τῷ ἔθνει ἦσαν ἐκείνῳ τῷ θεομάχῳ, καὶ οὐκ ἦν θεοῦ γνῶσις, ἀλλ' εἴδωλα προσεκυνεῖτο, ἐν τῇ καμίνῳ ὄντες λέγουσιν·
εὐλογεῖτε, πά^ντα^ τὰ^ ἔργα^ κυ_ρί^ου, τὸν κύ_ρι^ον.
εὐλογεῖτε, πάντα τὰ ἔργα κυρίου, τὸν κύριον.
διὰ τί^ οὐκ εἶπον ἄγγελοι, οὐρανοί, γῆ, πῦρ, ὕ^δωρ, ψῦχος, καῦμα^, καὶ ὅσα^ τοιαῦτα^, ἀλλὰ^ τὴν δημιουργίαν ἀριθμοῦσι^ κα^τὰ^ μέρος;
διὰ τί οὐκ εἶπον ἄγγελοι, οὐρανοί, γῆ, πῦρ, ὕδωρ, ψῦχος, καῦμα, καὶ ὅσα τοιαῦτα, ἀλλὰ τὴν δημιουργίαν ἀριθμοῦσι κατὰ μέρος;
ἵ^να_ ὅλην πλύ_νωσι^ τὴν κτίσιν, καὶ ὅλην κα^θα^ρί^σωσι^ τὴν δημιουργίαν, καὶ μηδένα^ καταλίπωσι^ σπινθῆρα^ τῆς ἀ^σεβεία_ς.
ἵνα ὅλην πλύνωσι τὴν κτίσιν, καὶ ὅλην καθαρίσωσι τὴν δημιουργίαν, καὶ μηδένα καταλίπωσι σπινθῆρα τῆς ἀσεβείας.
ὥσπερ καὶ ἐνταῦθα^ μωϋσῆς θελήσα_ς τῶν ἰουδαίων τὴν αἰγυπτιακὴν ἀ^πελάσαι πλάνην, μνημονεύει καὶ οὐρα^νοῦ καὶ γῆς ὡς γενομένων, ἵ^να_ δείξῃ τὰ^ πεποιημένα^ καὶ μνημονεύσῃ τὸν πεποιηκότα^·
ὥσπερ καὶ ἐνταῦθα μωϋσῆς θελήσας τῶν ἰουδαίων τὴν αἰγυπτιακὴν ἀπελάσαι πλάνην, μνημονεύει καὶ οὐρανοῦ καὶ γῆς ὡς γενομένων, ἵνα δείξῃ τὰ πεποιημένα καὶ μνημονεύσῃ τὸν πεποιηκότα·
ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρα^νὸν καὶ τὴν γῆν.
ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
ὧδέ μοι τὸν νοῦν.
ὧδέ μοι τὸν νοῦν.
ἐγὼ θαυμάζω, πῶς ἰωάννης καὶ μωϋσῆς τὸ αὐτὸ προοίμιον ἔσχον.
ἐγὼ θαυμάζω, πῶς ἰωάννης καὶ μωϋσῆς τὸ αὐτὸ προοίμιον ἔσχον.
καὶ γὰ^ρ οὗτος λέγει·
καὶ γὰρ οὗτος λέγει·
ἐν ἀρχῇ ἐποίησε, κ ἀκεῖνος λέγει·
ἐν ἀρχῇ ἐποίησε, κ ἀκεῖνος λέγει·
ἐν ἀρχῇ ἦν.
ἐν ἀρχῇ ἦν.
ἀλλὰ^ κ ἀκεῖνος χρησί^μως καὶ οὗτος κυ_ρί^ως.
ἀλλὰ κ ἀκεῖνος χρησίμως καὶ οὗτος κυρίως.
ὅπου μὲν γὰ^ρ δημιουργία, ἔταξε μωϋσῆς τὸ ἐποίησεν·
ὅπου μὲν γὰρ δημιουργία, ἔταξε μωϋσῆς τὸ ἐποίησεν·
ὅπου δὲ δημιουργός, ἔταξε τὸ ἦν ὁ εὐαγγελιστής.
ὅπου δὲ δημιουργός, ἔταξε τὸ ἦν ὁ εὐαγγελιστής.
πολὺ δὲ τὸ μέσον τοῦ ἐποίησε καὶ τοῦ ἦν.
πολὺ δὲ τὸ μέσον τοῦ ἐποίησε καὶ τοῦ ἦν.
τὸ μὲν γὰ^ρ ἐγένετο μὴ ὄν, ὁ δὲ ἦν ἀ^εὶ ὤν.
τὸ μὲν γὰρ ἐγένετο μὴ ὄν, ὁ δὲ ἦν ἀεὶ ὤν.
ἐν ἀρχῇ ἐποίησε καὶ ἐν ἀρχῇ ἦν.
ἐν ἀρχῇ ἐποίησε καὶ ἐν ἀρχῇ ἦν.
θεοῦ τὸ εἶναι, κτι^σμά^των δὲ τὸ γί_νεσθαι, ὥσπερ καὶ ὁ εὐαγγελιστὴς μερίζει.
θεοῦ τὸ εἶναι, κτισμάτων δὲ τὸ γίνεσθαι, ὥσπερ καὶ ὁ εὐαγγελιστὴς μερίζει.
περὶ^ μὲν γὰ^ρ τοῦ σωτῆρος λέγει·
περὶ μὲν γὰρ τοῦ σωτῆρος λέγει·
ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος.
ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος.
οὗτος ἦν ἐν ἀρχῇ.
οὗτος ἦν ἐν ἀρχῇ.
ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.
ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.
ἑξάκις λέγει τὸ ἦν, ἵ^να_ ἑρμηνεύσῃ τὸ ὄν.
ἑξάκις λέγει τὸ ἦν, ἵνα ἑρμηνεύσῃ τὸ ὄν.
περὶ^ δὲ τοῦ οἰκέτου, ὅτε ἐκήρυξε τὸν ὄντα^, καὶ ἦλθεν εἰς τὸν δοῦλον τὸν ἰωάννην, λέγει·
περὶ δὲ τοῦ οἰκέτου, ὅτε ἐκήρυξε τὸν ὄντα, καὶ ἦλθεν εἰς τὸν δοῦλον τὸν ἰωάννην, λέγει·
ἐγένετο ἄνθρωπος.
ἐγένετο ἄνθρωπος.
θεὸς ἦν, ἄνθρωπος δὲ ἐγένετο.
θεὸς ἦν, ἄνθρωπος δὲ ἐγένετο.
εἰ δὲ καὶ περὶ^ τοῦ σωτῆρος τολμῶσι^ λέγειν, ὅτι^ καὶ ὁ σωτὴρ γενόμενος ἦν, οὐδὲν δι^α^φέρει τῆς γῆς.
εἰ δὲ καὶ περὶ τοῦ σωτῆρος τολμῶσι λέγειν, ὅτι καὶ ὁ σωτὴρ γενόμενος ἦν, οὐδὲν διαφέρει τῆς γῆς.
πρόσεχε, παρακαλῶ.
πρόσεχε, παρακαλῶ.
ἐὰ^ν εἴπῃ ὁ αἱρετι^κὸς ὅτι^ χριστὸς γενόμενος ἦν, πρὶ^ν γενέσθαι οὐκ ἦν, τί^ πλέον ἔχει τῆς γῆς;
ἐὰν εἴπῃ ὁ αἱρετικὸς ὅτι χριστὸς γενόμενος ἦν, πρὶν γενέσθαι οὐκ ἦν, τί πλέον ἔχει τῆς γῆς;
καὶ γὰ^ρ περὶ^ τῆς γῆς εἶπε μωϋσῆς·
καὶ γὰρ περὶ τῆς γῆς εἶπε μωϋσῆς·
ἡ δὲ γῆ ἦν.
ἡ δὲ γῆ ἦν.
εἰ οὖν τὸ ἐν ἀρχῇ ἦν εἰς ποίησι^ν λα^μβά^νουσι^, καὶ οὐ κα^τὰ^ τὴν ἀίδι^ον φύ^σι^ν, οὐδὲν πλέον ἔχει τῆς γῆς.
εἰ οὖν τὸ ἐν ἀρχῇ ἦν εἰς ποίησιν λαμβάνουσι, καὶ οὐ κατὰ τὴν ἀίδιον φύσιν, οὐδὲν πλέον ἔχει τῆς γῆς.
καὶ ὁ θεὸς λόγος ἦν καὶ ἡ γῆ ἦν.
καὶ ὁ θεὸς λόγος ἦν καὶ ἡ γῆ ἦν.
ἀλλ' ἐκεῖ μὲν ἐν ἀρχῇ ἦν, μὴ γενόμενος, ἀ^εὶ ὤν, ἡ δὲ γῆ γενομένη ἦν.
ἀλλ' ἐκεῖ μὲν ἐν ἀρχῇ ἦν, μὴ γενόμενος, ἀεὶ ὤν, ἡ δὲ γῆ γενομένη ἦν.
οὐ γὰ^ρ εἶπε πρῶτον ὁ νομοθέτης ἡ δὲ γῆ ἦν, ἕως ὅτε εἶπεν ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρα^νὸν καὶ τὴν γῆν.
οὐ γὰρ εἶπε πρῶτον ὁ νομοθέτης ἡ δὲ γῆ ἦν, ἕως ὅτε εἶπεν ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
πρῶτον τὸ ἐποίησε καὶ τότε τὸ ἦν.
πρῶτον τὸ ἐποίησε καὶ τότε τὸ ἦν.
οἴδαμεν οὖν, ἀ^δελφοί, ὅτι^ τὰ^ λεπτὰ^ ταῦτα^ ζητήμα^τα^ δυσχερῆ φαίνεται ταῖς τῶν πολλῶν δι^α^νοίαις.
οἴδαμεν οὖν, ἀδελφοί, ὅτι τὰ λεπτὰ ταῦτα ζητήματα δυσχερῆ φαίνεται ταῖς τῶν πολλῶν διανοίαις.
ἀλλὰ^ δεῖ ἐν ἡμέρᾳ νηστεία_ς νηφούσαις μᾶλλον ταῖς ψυ_χαῖς περὶ^ τῶν βαθυτέρων νοημά^των δι^α^λέγεσθαι.
ἀλλὰ δεῖ ἐν ἡμέρᾳ νηστείας νηφούσαις μᾶλλον ταῖς ψυχαῖς περὶ τῶν βαθυτέρων νοημάτων διαλέγεσθαι.
ἐν ἀρχῇ ἦν καὶ ἐν ἀρχῇ ἐποίησε.
ἐν ἀρχῇ ἦν καὶ ἐν ἀρχῇ ἐποίησε.
διὰ τοῦτο τὸ προοίμιον ἴ^σον εἶπον ἔν ἀρχῇ καὶ ἐν ἀρχῇ, ἵ^να_ δειχθῇ μί^α^ ῥί^ζα_ τῆς εὐσεβεία_ς, ἡ κ ἀκεῖνον παιδεύσα_σα^ τὸν νομοθέτην καὶ τοῦτον φωτίσασα^ τὸν θεόλογον.
διὰ τοῦτο τὸ προοίμιον ἴσον εἶπον ἔν ἀρχῇ καὶ ἐν ἀρχῇ, ἵνα δειχθῇ μία ῥίζα τῆς εὐσεβείας, ἡ κ ἀκεῖνον παιδεύσασα τὸν νομοθέτην καὶ τοῦτον φωτίσασα τὸν θεόλογον.
ἀδελφαὶ γὰ^ρ αἱ δύ^ο δι^α^θῆκαι ἐξ ἑνὸς πατρὸς τεθεῖσαι.
ἀδελφαὶ γὰρ αἱ δύο διαθῆκαι ἐξ ἑνὸς πατρὸς τεθεῖσαι.
διὰ τοῦτο καὶ συμφώνως τὸν λόγον προφέρουσι^.
διὰ τοῦτο καὶ συμφώνως τὸν λόγον προφέρουσι.
σχεδὸν γὰ^ρ ἡ αὐτὴ εἰκὼν καὶ ὁμοιότης ὑ^πά^ρχει.
σχεδὸν γὰρ ἡ αὐτὴ εἰκὼν καὶ ὁμοιότης ὑπάρχει.
καὶ ὥσπερ ἐν ἀ^δελφαῖς ἐξ ἑνὸς πατρὸς γεγεννημέναις, πρόσεστι^ τῆς ὁμοιότητος τὰ^ ἰ^δι^ώμα^τα^, οὕτως ἐπειδὴ αἱ δύ^ο δι^α^θῆκαι ἐξ ἑνὸς πατρὸς ἐγεννήθησα^ν, πολλὴν ἔχουσι^ τὴν ἐμφέρεια^ν.
καὶ ὥσπερ ἐν ἀδελφαῖς ἐξ ἑνὸς πατρὸς γεγεννημέναις, πρόσεστι τῆς ὁμοιότητος τὰ ἰδιώματα, οὕτως ἐπειδὴ αἱ δύο διαθῆκαι ἐξ ἑνὸς πατρὸς ἐγεννήθησαν, πολλὴν ἔχουσι τὴν ἐμφέρειαν.
ἀμέλει καὶ ἐν τῇ πα^λαιᾷ διαθήκῃ προηγεῖται νόμος καὶ ἀκολουθοῦσι^ προφῆται·
ἀμέλει καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ προηγεῖται νόμος καὶ ἀκολουθοῦσι προφῆται·
καὶ ἐν τῇ νέᾳ χάριτι^ προηγεῖται τὸ εὐαγγέλιον καὶ ἀκολουθοῦσι^ν ἀ^πόστολοι.
καὶ ἐν τῇ νέᾳ χάριτι προηγεῖται τὸ εὐαγγέλιον καὶ ἀκολουθοῦσιν ἀπόστολοι.
ἐκεῖ δώδεκα^ προφῆται, ἕκαστος τῶν δώδεκα^·
ἐκεῖ δώδεκα προφῆται, ἕκαστος τῶν δώδεκα·
δώδεκα^ οἱ περὶ^ ὠσηέ·
δώδεκα οἱ περὶ ὠσηέ·
τέσσα^ρες, ἠσαΐας, ἰερεμίας, ἰεζεκιήλ, δανιήλ.
τέσσαρες, ἠσαΐας, ἰερεμίας, ἰεζεκιήλ, δανιήλ.
ἐν τῇ νέᾳ δώδεκα^ ἀ^πόστολοι καὶ τέσσα^ρες εὐαγγελισταί.
ἐν τῇ νέᾳ δώδεκα ἀπόστολοι καὶ τέσσαρες εὐαγγελισταί.
ἐκεῖ πά^λι^ν πρώτην κλῆσι^ς θεοῦ ἀ^πὸ ἀ^δελφῶν ἤρξα^το.
ἐκεῖ πάλιν πρώτην κλῆσις θεοῦ ἀπὸ ἀδελφῶν ἤρξατο.
ἔλα^βε γὰ^ρ τὸν μωϋσῆν καὶ τὸν ἀαρὼν πρώτους κήρυ_κα^ς.
ἔλαβε γὰρ τὸν μωϋσῆν καὶ τὸν ἀαρὼν πρώτους κήρυκας.
καὶ ἐν τῷ εὐαγγελίῳ πρώτην κλῆσι^ν ποιεῖται πέτρου καὶ ἀνδρέου.
καὶ ἐν τῷ εὐαγγελίῳ πρώτην κλῆσιν ποιεῖται πέτρου καὶ ἀνδρέου.